Iambi de variis argumentis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
33.1
Ἄλλο Ἄσαρκος ὢν πρὶν Χριστὸς οὐκ ἦν ἐν θέᾳ· Θεὸν γὰρ οὐδείς, φησίν, ἀνθρώπων ἴδεν. Ἐπεὶ δὲ σαρκὸς ἐνδιδύσκεται πάχος, ὁ παντὸς ἔξω καὶ χρόνου τε καὶ τόπου, ἁπτός, παθητὸς γίνεται τῇ συνθέσει· βρέφος κυηθεὶς ἐκ κόρης σπορᾶς ἄνευ αὔξει, διψεῖ πεινεῖ τε καὶ σύμπαν φέρει τῶν ἐν θέσει τε καὶ γραφῇ δεδειγμένων. Πῶς οὖν σὺ λοιπὸν, ὦ παράφρων, ὦ τάλα, οὐ σαρκὶ σεπτῶς Χριστὸν ἐμπεριγράφεις, κατ' εἶδος αὐτοῦ τὴν ὅλην παρουσίαν; Ἀλλ' ἢ μεταγνοὺς πιστὸς ἐκ πλάνης γίνου ἢ τῆς Θεοῦ πόρρωθεν αὐλῆς ἐκφέρου.