Iambi de variis argumentis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
34.1
Ἄλλο Ὁ Χριστός ἐστι τῇ γραφῇ δεδειγμένος, ἐπεὶ βροτὸς πέφηνεν, ὢν Θεὸς φύσει. Ὁ μὴ γὰρ οὕτως προσβλέπειν αὐτὸν θέλων, φαντασματωδῶς σωματοῦσθαι προσλέγει. 35 Εἰς τὴν ἁγίαν Θεοτόκον Ἐν εἰκόνι βλέπων σε, μῆτερ Κυρίου, φόβῳ πρόσειμι προσκυνεῖν σε καὶ πόθῳ· χάρις γὰρ ὄντως τηλικαύτη σοι πέλει, ὡς τῇ σκιᾷ σου θαυματουργίας βρύειν.