Iambi de variis argumentis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Εἰς ἀποτασσομένουσ Ἄνδρες βροτοί, φύγωμεν ἐκ κόσμου πλάνου Χριστὸς καλεῖ, δράμωμεν· εὔπλους γὰρ βίος ζάλης, μεριμνῶν καὶ στροφῶν ὑπερπλέων. Φροντὶς γὰρ αὕτη τῷ μοναστῇ καὶ μόνον τυχεῖν ἐκείνου τοῦ γαληνοῦ λιμένος, ἐν ᾧ πέπαυται τῶν λυπηρῶν πᾶς πόνος. Ὢ πῶς πάνυμνος ὁ ξένος τούτων βίος! Καὶ τίς φρόνιμος πραγματευτὴς κερδάνων; Ὃς πάντ' ἀφεὶς ἕλοιτο τὸν σταυρὸν φέρειν.