Iambi de variis argumentis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
67.1
Εἰς τὸν ἅγιον Γρηγόριον τὸν Θεολόγον Βροντῶν τὰ θεῖα τῇ βοῇ τῶν δογμάτων ἤχησας ὄντως τὴν ὑπουρανόν, μάκαρ· καὶ πάσας ἀπρὶξ μωράνας τὰς αἱρέσεις τὸν κόσμον ἐστήριξας ἐν τοῖς σοῖς λόγοις. 68 Εἰς τὸν ἅγιον Γρηγόριον τὸν Θαυματουργόν Ὡς ἥλιός τις ἐν βίῳ λάμψας μέγας διασκεδάζεις νύκτα τῆς μοχθηρίας· καὶ θαυματουργῶν τῶν προσευχῶν τῷ φάει ἀπεκδιώκεις δαιμόνων σμήνη, πάτερ. 69 Εἰς τὸν ἅγιον Ἐπιφάνιον Ἑωσφόρον σε πράξεως ἡ λαμπρότης ἔδειξεν ὕψει τῶν μεγίστων θαυμάτων, ἐξ ἧς τὰ ῥεῖθρα πλημμυρῶν τῶν δογμάτων πάντων θρίαμβος αἱρετιζόντων πέλεις.