Iambi de variis argumentis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1
Εἰς τὸν τὰ δεύτερα φέροντα Μωσῆς μὲν ἄρχων, Ναυΐδης δὲ συνθέων εὐθὺς μετ' αὐτόν, ὡς παραστάτης ξένος. Καὶ σὺ πρόσωπον δεύτερον στάσει πέλων, πῶς τὴν ἀδελφότητα συγκρατεῖς, σκόπει· ἡγοῦ, καθηγοῦ καὶ συνασπίζου τόνῳ, εἰρηνικῶς τε συμπαθῶς καὶ πραέως, νόμους φυλάττων ἐκ Θεοῦ τοὺς κειμένους, κρίσεις δικαίας ἐκφέρων ἀπροσκόπως, νῦν μὲν συναλγῶν τοῖς κάμνουσιν ἐκ πάθους, νῦν δὲ προθυμῶν τοὺς τρέχοντας ἐκ πόθου, ἵν' ἀξιωθῇς ἐννόμου δημαρχίας, ὡς αὐτὸς ἄξων τὸν λεὼν τοῦ Κυρίου.