Iambi de variis argumentis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1
Εἰς τὸν οἰκονόμον Ἔργον Στεφάνου, τοῦ στέφους τῶν μαρτύρων, λαχών, ἐπάρχειν εἰς τὸ τὰς χρείας νέμειν τῇ Χριστολέκτῳ τῶν ἀδελφῶν πληθύϊ, δίδου κόπους σου τῷ Θεῷ καθ' ἡμέραν, τηρῶν ἕκαστον ὡς μέλος σὸν ἐμπόνως· οὐ γὰρ σχέσει τόν, τὸν δὲ μίσει καὶ φθόνῳ, πάντων δ' ὁμοίως προβλέπων τὸ συμφέρον, ὡς μὴ κινεῖσθαι τὸν τινὰ πρὸς ἃ χρεών, ἀλλ' ἐξ ἑαυτοῦ τὸ προσῆκον εἰσφέροις, ὡς ἂν πρεπόντως ἐκτελῶν σου τὸν δρόμον, ἀπροσκόπως τε πανσθενῶς, Θεοφρόνως, τὸν μισθὸν εὕροις ἧσπερ εἵλω φροντίδος.