Iambi de variis argumentis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1
Εἰς τοὺς ἐπιστημονάρχασ Οἱ τῆς ἀδελφότητος ἐξειληφότες κρίσιν τε κρίνειν καὶ δίκαιον ἐξάγειν, μὴ δὴ κατ' ὄψιν ἐξάγοιτε τὰς φάσεις, μὴ προσπαθείᾳ, μηδὲ μήνιδος χάριν, μὴ προσφιλεῖ τε μηδ' ἀπεχθεῖ καρδίᾳ, ἀλλ' ἠπίως τε συμπαθῶς, οἰκτιρμόνως, βουλευτικῶς τε μακροθύμως, εὐτόνως, τὸν νοῦν ἀκραιφνῶς ὀξύναντες, ὡς βέλος, κατὰ σκοπὸν βάλλοιτε τοὺς εὐθεῖς λόγους, ὅπως τ' ἀληθὲς παντὶ θηρῶντες λόγῳ Θεῷ δικαίας προσφέροιτε τὰς κρίσεις· ᾧ γὰρ κρινεῖτε, καὶ κριθήσεσθε τρόπῳ.