Iambi de variis argumentis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
92.1
Εἰς ῥάκκος ἱστορισμένον Φρικτὸν τὸ θαῦμα, Χριστὸν ἐν γραφῇ βλέπειν, δράσαντα πάντα πρὸς βροτῶν σωτηρίαν· ἐν τοῖς καθ' ἡμᾶς αὐτὸς ὤφθη γὰρ ξένως, ἄσαρκος ἐλθὼν καὶ βροτὸς βαίνων ἄνω. Μνήμης χάριν δὲ προσφέρει δῶρον τόδε ὁ κλεινὸς ὄντως Συμεὼν τῷ Δεσπότῃ.