Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Iambi de variis argumentis
Theodorus StuditaArgu 94 · pg-scrape-grcMore by Theodorus Studita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
94.1
Εἰς ἔγκλειστον Ἔγκλειστός ἐστιν, ὃς παθῶν ἔξω μένων ὅλην καθεῖρξε πρὸς Θεὸν τὴν καρδίαν· κλείων λογισμούς, τοὺς γυρευτὰς τῆς πλάνης, νοῦν αὖτε πέμπων ταῖς ἄνω θεωρίαις, ἔχων προσευχὴν καυστικὴν τῶν δαιμόνων, φέρων σιωπὴν μυσταγωγοῦσαν βάθη, ψυχὴν ἄθλιπτον ἐν χαρᾷ τῶν ἐλπίδων, ἔργον τε χειρῶν καὶ κόπον λαιμοῦ τόνῳ, ᾠδὴν ἄπαυστον, πνεῦμα συντετριμμένον· οὕτως ἀνοίγων ἀγγελοπρεπεῖ θέᾳ ἀκτινολαμπεῖ τοὺς ὁρῶντας ἐνθέως· λέγων μὲν οὐδὲν τῶν ἀχρήστων εἰς γέλως, ἀλλ' ὅπέρ ἐστιν ὠφελεῖσθαι τὸν ξένον, καὶ ταῦτα φεύγων· μακρορημεῖν εἰς κόρον. Ἂν οὖν δύνῃ, πρὸς ταῦτα σωστικῶς τρέχεις, εἰ μὴ δέ, φεύγοις εἰς βίον ζώντων ἅμα, ἐν ᾧ πλειόνως τοὺς ἀγῶνας λαμπρύνεις.

Intertext edge

Open linked passage

Note