Iambi de variis argumentis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
97.1
Ἐπίγραμμα εἰς ἑαυτόν Ψυχὴ ταπεινή, δεῦρό μοι, δέξαι λόγον. Ὁ καιρὸς ὀξὺς ὡς δρομεὺς διατρέχων, ἐγγὺς τὸ τέρμα, καὶ παρελθεῖν οὐκ ἔνι. Μὴ δὴ κάμοιμεν ταῖς ματαίαις φροντίσιν, ἀντλοῦντες ὄντως εἰς πίθον τετρημένον, ξαίνοντες εἰς πῦρ, ὡς γελοιωδῶς ἔχει· ἀλλ' εἴ τι θεῖον, εἴ τι σωστικὸν πέλει, ταῦτα σκοποῦντες καὶ διώκοντες πόθῳ, ὡς ἂν παρασταίημεν ἐν παρρησίᾳ τῷ τῶν ἁπάντων καὶ Κριτῇ καὶ Δεσπότῃ, τὸ πῦρ φυγόντες τῆς Γεέννης, ὡς γράφει, καὶ προστρέχοντες τῷ παναρρήτῳ φάει.