Iambi de variis argumentis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1
Εἰς τοὺς ἐπιτηρητάσ Τάξει τεθέντες ὀμμάτων τοῖς συγγόνοις ὁρᾶτε καὶ τηρεῖτε πάντας εὐσκόπως ἐν ἡμέραις, ἐν νυξίν, ἐν μεσημβρίαις, μήπου πρόσωπα τῶν νέων εἶεν δύο, μήπου γίνωνται φατρίαι, συσκηνίαι, παρρησιῶν ὄλεθρος, ἔργα τοῦ σκότους, στρῆνοι, γέλωτες, ὕβρεως ἀταξίαι καὶ πᾶν πονηρὸν τοῦ Θεοῦ πόρρω φέρον· ταῦτ' ἐκλαλοῦντες πυκνὰ τοῖς πρωτοστάταις, ἀπροσπαθείᾳ, τῆς ἀληθείας λόγῳ, τύχοιτε θείας ἀτρεκῶς ἐποψίας τὴν ἀντάμειψιν τῶν καλῶν ἐσχηκότες.