Fragmenta in Joannem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theofilus-alexandrinus" aria-label="More works by Theofilus Alexandrinus">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Jo, 3 Ἐν τούτῳ δὲ ἀνέτρεπεν αὐτὸς ὁ σωτὴρ δόγμα παράνομον. ὑπονοούντων γάρ τινων ψυχὰς ἁμαρτανούσας ἐξ οὐρανοῦ τιμωρίας ἕνεκεν εἰς σῶμα πέμπεσθαι καί ποτε μὲν καθ' ἑαυτὴν προϋπάρχουσαν τὴν ψυχὴν τοῦ σώματος, ποτὲ δὲ οἰκείων ἁμαρτημάτων χάριν σώμασι συμπλέκεσθαι καὶ τότε κατὰ γαστρὸς ἔχειν τὴν γυναῖκα δύνασθαι ὅτε τις ψυχὴ ἁμαρτάνῃ, ἀναιρῶν τὴν τοιαύτην πλάνην ἐρωτηθεὶς ὁ Χριστὸς ἔλεγεν· οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα θεοῦ.