Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Is
TheognisIs 1 · textus-receptusMore by Theognis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theognis" aria-label="More works by Theognis"> —
⋯
More
Original / primary: Textus receptus
1.1
Ὦ ἄνα, Λητοῦς υἱέ, Διὸς τέκος, οὔποτε σεῖο
1.2
λήσομαι ἀρχόμενος οὐδ' ἀποπαυόμενος,
1.3
ἀλλ' αἰεὶ πρῶτόν τε καὶ ὕστατον ἔν τε μέσοισιν
1.4
ἀείσω· σὺ δέ μοι κλῦθι καὶ ἐσθλὰ δίδου.
1.5
Φοῖβε ἄναξ, ὅτε μέν σε θεὰ τέκε πότνια Λητώ 5
1.6
φοίνικος ῥαδινῇς χερσὶν ἐφαψαμένη
1.7
ἀθανάτων κάλλιστον ἐπὶ τροχοειδέι λίμνῃ,
1.8
πᾶσα μὲν ἐπλήσθη Δῆλος ἀπειρεσίη
1.9
ὀδμῆς ἀμβροσίης, ἐγέλασσε δὲ Γαῖα πελώρη,
1.10
γήθησεν δὲ βαθὺς πόντος ἁλὸς πολιῆς. 10
1.11
Ἄρτεμι θηροφόνη, θύγατερ Διός, ἣν Ἀγαμέμνων
1.12
εἵσαθ', ὅτ' ἐς Τροίην ἔπλεε νηυσὶ θοῇς,
1.13
εὐχομένῳ μοι κλῦθι, κακὰς δ' ἀπὸ κῆρας ἄλαλκε·
1.14
σοὶ μὲν τοῦτο, θεά, σμικρόν, ἐμοὶ δὲ μέγα. 14
1.15
Μοῦσαι καὶ Χάριτες, κοῦραι Διός, αἵ ποτε Κάδμου 15
1.16
ἐς γάμον ἐλθοῦσαι καλὸν ἀείσατ' ἔπος,
1.17
’ ὅττι καλόν, φίλον ἐστί· τὸ δ' οὐ καλὸν οὐ φίλον ἐστί,’
1.18
τοῦτ' ἔπος ἀθανάτων ἦλθε διὰ στομάτων.
1.19
Κύρνε, σοφιζομένῳ μὲν ἐμοὶ σφρηγὶς ἐπικείσθω
1.20
τοῖσδ' ἔπεσιν, λήσει δ' οὔποτε κλεπτόμενα, 20
1.21
οὐδέ τις ἀλλάξει κάκιον τοὐσθλοῦ παρεόντος·
1.22
ὧδε δὲ πᾶς τις ἐρεῖ·‘ Θεύγνιδός ἐστιν ἔπη
1.23
τοῦ Μεγαρέως· πάντας δὲ κατ' ἀνθρώπους ὀνομαστός.’
1.24
ἀστοῖσιν δ' οὔπω πᾶσιν ἁδεῖν δύναμαι·
1.25
οὐδὲν θαυμαστόν, Πολυπαΐδη· οὐδὲ γὰρ ὁ Ζεύς 25
1.26
οὔθ' ὕων πάντεσσ' ἁνδάνει οὔτ' ἀνέχων.
1.27
Σοὶ δ' ἐγὼ εὖ φρονέων ὑποθήσομαι, οἷά περ αὐτός,
1.28
Κύρν', ἀπὸ τῶν ἀγαθῶν παῖς ἔτ' ἐὼν ἔμαθον·
1.29
πέπνυσο, μηδ' αἰσχροῖσιν ἐπ' ἔργμασι μηδ' ἀδίκοισιν
1.30
τιμὰς μηδ' ἀρετὰς ἕλκεο μηδ' ἄφενος. 30
1.31
ταῦτα μὲν οὕτως ἴσθι· κακοῖσι δὲ μὴ προσομίλει
1.32
ἀνδράσιν, ἀλλ' αἰεὶ τῶν ἀγαθῶν ἔχεο·
1.33
καὶ μετὰ τοῖσιν πῖνε καὶ ἔσθιε, καὶ μετὰ τοῖσιν
1.34
ἵζε, καὶ ἅνδανε τοῖσ', ὧν μεγάλη δύναμις.
1.35
ἐσθλῶν μὲν γὰρ ἄπ' ἐσθλὰ μαθήσεαι· ἢν δὲ κακοῖσιν 35
1.36
συμμίσγῃς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον.
1.37
ταῦτα μαθὼν ἀγαθοῖσιν ὁμίλεε, καί ποτε φήσεις
1.38
εὖ συμβουλεύειν τοῖσι φίλοισιν ἐμέ. 38
1.39
Κύρνε, κύει πόλις ἥδε, δέδοικα δὲ μὴ τέκῃ ἄνδρα
1.40
εὐθυντῆρα κακῆς ὕβριος ἡμετέρης. 40
1.41
ἀστοὶ μὲν γὰρ ἔθ' οἵδε σαόφρονες, ἡγεμόνες δέ
1.42
τετράφαται πολλὴν εἰς κακότητα πεσεῖν. 42
1.43
οὐδεμίαν πω, Κύρν', ἀγαθοὶ πόλιν ὤλεσαν ἄνδρες,
1.44
ἀλλ' ὅταν ὑβρίζειν τοῖσι κακοῖσιν ἅδῃ
1.45
δῆμόν τε φθείρουσι δίκας τ' ἀδίκοισι διδοῦσιν 45
1.46
οἰκείων κερδέων εἵνεκα καὶ κράτεος·
1.47
ἔλπεο μὴ δηρὸν κείνην πόλιν ἀτρεμέ' ἧσθαι,
1.48
μηδ' εἰ νῦν κεῖται πολλῇ ἐν ἡσυχίῃ,
1.49
εὖτ' ἂν τοῖσι κακοῖσι φίλ' ἀνδράσι ταῦτα γένηται,
1.50
κέρδεα δημοσίῳ σὺν κακῷ ἐρχόμενα. 50
1.51
ἐκ τῶν γὰρ στάσιές τε καὶ ἔμφυλοι φόνοι ἀνδρῶν·
1.52
μούναρχοι δὲ πόλει μήποτε τῇδε ἅδοι. 52
1.53
Κύρνε, πόλις μὲν ἔθ' ἥδε πόλις, λαοὶ δὲ δὴ ἄλλοι,
1.54
οἳ πρόσθ' οὔτε δίκας ἤιδεσαν οὔτε νόμους,
1.55
ἀλλ' ἀμφὶ πλευραῖσι δορὰς αἰγῶν κατέτριβον, 55
1.56
ἔξω δ' ὥστ' ἔλαφοι τῆσδ' ἐνέμοντο πόλεος.
1.57
καὶ νῦν εἰσ' ἀγαθοί, Πολυπαΐδη· οἱ δὲ πρὶν ἐσθλοί
1.58
νῦν δειλοί. τίς κεν ταῦτ' ἀνέχοιτ' ἐσορῶν;
1.59
ἀλλήλους δ' ἀπατῶσιν ἐπ' ἀλλήλοισι γελῶντες,
1.60
οὔτε κακῶν γνώμας εἰδότες οὔτ' ἀγαθῶν. 60
1.61
μηδένα τῶνδε φίλον ποιεῦ, Πολυπαΐδη, ἀστῶν
1.62
ἐκ θυμοῦ χρείης οὕνεκα μηδεμιῆς·
1.63
ἀλλὰ δόκει μὲν πᾶσιν ἀπὸ γλώσσης φίλος εἶναι,
1.64
χρῆμα δὲ συμμείξῃς μηδενὶ μηδ' ὁτιοῦν
1.65
σπουδαῖον· γνώσῃ γὰρ ὀιζυρῶν φρένας ἀνδρῶν, 65
1.66
ὥς σφιν ἐπ' ἔργοισιν πίστις ἔπ' οὐδεμία,
1.67
ἀλλὰ δόλους ἀπάτας τε πολυπλοκίας τ' ἐφίλησαν
1.68
οὕτως ὡς ἄνδρες μηκέτι σῳζόμενοι. 68
1.69
Μήποτε, Κύρνε, κακῷ πίσυνος βούλευε σὺν ἀνδρί,
1.70
εὖτ' ἂν σπουδαῖον πρῆγμ' ἐθέλῃς τελέσαι, 70
1.71
ἀλλὰ μετ' ἐσθλὸν ἰὼν βούλευ καὶ πολλὰ μογῆσαι
1.72
καὶ μακρὴν ποσσίν, Κύρν', ὁδὸν ἐκτελέσαι. 72
1.73
Πρῆξιν μηδὲ φίλοισιν ὅλως ἀνακοινέο πᾶσιν·
1.74
παῦροί τοι πολλῶν πιστὸν ἔχουσι νόον. 74
1.75
Παύροισιν πίσυνος μεγάλ' ἀνδράσιν ἔργ' ἐπιχείρει, 75
1.76
μή ποτ' ἀνήκεστον, Κύρνε, λάβῃς ἀνίην. 76
1.77
Πιστὸς ἀνὴρ χρυσοῦ τε καὶ ἀργύρου ἀντερύσασθαι
1.78
ἄξιος ἐν χαλεπῇ, Κύρνε, διχοστασίῃ. 78
1.79
Παύρους εὑρήσεις, Πολυπαΐδη, ἄνδρας ἑταίρους
1.80
πιστοὺς ἐν χαλεποῖς πρήγμασι γινομένους, 80
1.81
οἵτινες ἂν τολμῷεν ὁμόφρονα θυμὸν ἔχοντες
1.82
ἶσον τῶν ἀγαθῶν τῶν τε κακῶν μετέχειν. 82
1.83
Τούτους οὔ χ' εὕροις διζήμενος οὐδ' ἐπὶ πάντας
1.84
ἀνθρώπους, οὓς ναῦς μὴ μία πάντας ἄγοι,
1.85
οἷσιν ἐπὶ γλώσσῃ τε καὶ ὀφθαλμοῖσιν ἔπεστιν
1.86
αἰδώς, οὐδ' αἰσχρὸν χρῆμ' ἔπι κέρδος ἄγει. 86
1.87
Μή μ' ἔπεσιν μὲν στέργε, νόον δ' ἔχε καὶ φρένας ἄλλῃ,
1.88
εἴ με φιλεῖς καί σοι πιστὸς ἔνεστι νόος.
1.89
ἤ με φίλει καθαρὸν θέμενος νόον, ἤ μ' ἀποειπών
1.90
ἔχθαιρ' ἀμφαδίην νεῖκος ἀειράμενος. 90
1.91
ὃς δὲ μιῇ γλώσσῃ δίχ' ἔχει νόον, οὗτος ἑταῖρος
1.92
δεινός, Κύρν', ἐχθρὸς βέλτερος ἢ φίλος ὤν. 92
1.93
Ἄν τις ἐπαινήσῃ σε τόσον χρόνον ὅσσον ὁρώιης,
1.94
νοσφισθεὶς δ' ἄλλην γλῶσσαν ἱῇσι κακήν,
1.95
τοιοῦτός τοι ἑταῖρος ἀνὴρ φίλος οὔ τι μάλ' ἐσθλός, 95
1.96
ὅς κ' εἴπῃ γλώσσῃ λῷα, φρονῇ δ' ἕτερα.
1.97
ἀλλ' εἴη τοιοῦτος ἐμοὶ φίλος, ὃς τὸν ἑταῖρον
1.98
γινώσκων ὀργὴν καὶ βαρὺν ὄντα φέρει
1.99
ἀντὶ κασιγνήτου. σὺ δέ μοι, φίλε, ταῦτ' ἐνὶ θυμῷ
1.100
φράζεο, καί ποτέ μου μνήσεαι ἐξοπίσω. 100
1.101
Μηδείς σ' ἀνθρώπων πείσῃ κακὸν ἄνδρα φιλῆσαι,
1.102
Κύρνε· τί δ' ἔστ' ὄφελος δειλὸς ἀνὴρ φίλος ὤν;
1.103
οὔτ' ἄν σ' ἐκ χαλεποῖο πόνου ῥύσαιτο καὶ ἄτης,
1.104
οὔτε κεν ἐσθλὸν ἔχων τοῦ μεταδοῦν ἐθέλοι. 104
1.105
Δειλοὺς εὖ ἕρδοντι ματαιοτάτη χάρις ἐστίν· 105
1.106
ἶσον καὶ σπείρειν πόντον ἁλὸς πολιῆς.
1.107
οὔτε γὰρ ἂν πόντον σπείρων βαθὺ λήιον ἀμῷς,
1.108
οὔτε κακοὺς εὖ δρῶν εὖ πάλιν ἀντιλάβοις·
1.109
ἄπληστον γὰρ ἔχουσι κακοὶ νόον· ἢν δ' ἓν ἁμάρτῃς,
1.110
τῶν πρόσθεν πάντων ἐκκέχυται φιλότης· 110
1.111
οἱ δ' ἀγαθοὶ τὸ μέγιστον ἐπαυρίσκουσι παθόντες,
1.112
μνῆμα δ' ἔχουσ' ἀγαθῶν καὶ χάριν ἐξοπίσω. 112
1.113
Μήποτε τὸν κακὸν ἄνδρα φίλον ποιεῖσθαι ἑταῖρον,
1.114
ἀλλ' αἰεὶ φεύγειν ὥστε κακὸν λιμένα. 114
1.115
Πολλοί τοι πόσιος καὶ βρώσιός εἰσιν ἑταῖροι, 115
1.116
ἐν δὲ σπουδαίῳ πρήγματι παυρότεροι. 116
1.117
Κιβδήλου δ' ἀνδρὸς γνῶναι χαλεπώτερον οὐδέν,
1.118
Κύρν', οὐδ' εὐλαβίης ἐστὶ περὶ πλέονος. 118
1.119
Χρυσοῦ κιβδήλοιο καὶ ἀργύρου ἀνσχετὸς ἄτη,
1.120
Κύρνε, καὶ ἐξευρεῖν ῥάιδιον ἀνδρὶ σοφῷ. 120
1.121
εἰ δὲ φίλου νόος ἀνδρὸς ἐνὶ στήθεσσι λελήθῃ
1.122
ψυδρὸς ἐών, δόλιον δ' ἐν φρεσὶν ἦτορ ἔχῃ,
1.123
τοῦτο θεὸς κιβδηλότατον ποίησε βροτοῖσιν,
1.124
καὶ γνῶναι πάντων τοῦτ' ἀνιηρότατον.
1.125
οὐδὲ γὰρ εἰδείης ἀνδρὸς νόον οὐδὲ γυναικός, 125
1.126
πρὶν πειρηθείης ὥσπερ ὑποζυγίου,
1.127
οὐδέ κεν εἰκάσσαις ὥσπερ ποτ' ἐς ὥριον ἐλθών·
1.128
πολλάκι γὰρ γνώμην ἐξαπατῶσ' ἰδέαι. 128
1.129
Μήτ' ἀρετὴν εὔχου, Πολυπαΐδη, ἔξοχος εἶναι
1.130
μήτ' ἄφενος· μοῦνον δ' ἀνδρὶ γένοιτο τύχη. 130
1.131
Οὐδὲν ἐν ἀνθρώποισι πατρὸς καὶ μητρὸς ἄμεινον
1.132
ἔπλετο, οἷσ' ὁσίη, Κύρνε, μέμηλε δίκη. 132
1.133
Οὐδείς, Κύρν', ἄτης καὶ κέρδεος αἴτιος αὐτός,
1.134
ἀλλὰ θεοὶ τούτων δώτορες ἀμφοτέρων·
1.135
οὐδέ τις ἀνθρώπων ἐργάζεται ἐν φρεσὶν εἰδώς, 135
1.136
ἐς τέλος εἴτ' ἀγαθὸν γίνεται εἴτε κακόν.
1.137
πολλάκι γὰρ δοκέων θήσειν κακὸν ἐσθλὸν ἔθηκεν,
1.138
καί τε δοκῶν θήσειν ἐσθλὸν ἔθηκε κακόν.
1.139
οὐδέ τῳ ἀνθρώπων παραγίνεται, ὅσσα θέλῃσιν·
1.140
ἴσχει γὰρ χαλεπῆς πείρατ' ἀμηχανίης. 140
1.141
ἄνθρωποι δὲ μάταια νομίζομεν εἰδότες οὐδέν·
1.142
θεοὶ δὲ κατὰ σφέτερον πάντα τελοῦσι νόον. 142
1.143
Οὐδείς πω ξεῖνον, Πολυπαΐδη, ἐξαπατήσας
1.144
οὐδ' ἱκέτην θνητῶν ἀθανάτους ἔλαθεν. 144
1.145
Βούλεο δ' εὐσεβέων ὀλίγοις σὺν χρήμασιν οἰκεῖν 145
1.146
ἢ πλουτεῖν ἀδίκως χρήματα πασάμενος.
1.147
ἐν δὲ δικαιοσύνῃ συλλήβδην πᾶσ' ἀρετή' στι,
1.148
πᾶς δέ τ' ἀνὴρ ἀγαθός, Κύρνε, δίκαιος ἐών. 148
1.149
Χρήματα μὲν δαίμων καὶ παγκάκῳ ἀνδρὶ δίδωσιν,
1.150
Κύρν'· ἀρετῆς δ' ὀλίγοισ' ἀνδράσι μοῖρ' ἕπεται. 150
1.151
Ὕβριν, Κύρνε, θεὸς πρῶτον κακῷ ὤπασεν ἀνδρί,
1.152
οὗ μέλλει χώρην μηδεμίην θέμεναι. 152
1.153
Τίκτει τοι κόρος ὕβριν, ὅταν κακῷ ὄλβος ἕπηται
1.154
ἀνθρώπῳ καὶ ὅτῳ μὴ νόος ἄρτιος ᾖ. 154
1.155
Μήποτέ τοι πενίην θυμοφθόρον ἀνδρὶ χολωθείς 155
1.156
μηδ' ἀχρημοσύνην οὐλομένην πρόφερε·
1.157
Ζεὺς γάρ τοι τὸ τάλαντον ἐπιρρέπει ἄλλοτε ἄλλῳ,
1.158
ἄλλοτε μὲν πλουτεῖν, ἄλλοτε μηδὲν ἔχειν. 158
1.159
Μήποτε, Κύρν', ἀγορᾶσθαι ἔπος μέγα· οἶδε γὰρ οὐδείς
1.160
ἀνθρώπων ὅ τι νὺξ χἠμέρη ἀνδρὶ τελεῖ. 160
1.161
Πολλοί τοι χρῶνται δειλαῖς φρεσί, δαίμονι δ' ἐσθλῷ,
1.162
οἷς τὸ κακὸν δοκέον γίνεται εἰς ἀγαθόν.
1.163
εἰσὶν δ' οἳ βουλῇ τ' ἀγαθῇ καὶ δαίμονι δειλῷ
1.164
μοχθίζουσι, τέλος δ' ἔργμασιν οὐχ ἕπεται. 164
1.165
Οὐδεὶς ἀνθρώπων οὔτ' ὄλβιος οὔτε πενιχρός 165
1.166
οὔτε κακὸς νόσφιν δαίμονος οὔτ' ἀγαθός. 166
1.167
Ἄλλ' ἄλλῳ κακόν ἐστι, τὸ δ' ἀτρεκὲς ὄλβιος οὐδείς
1.168
ἀνθρώπων ὁπόσους ἠέλιος καθορᾶι. 168
1.169
Ὃν δὲ θεοὶ τιμῶσιν, ὁ καὶ μωμεύμενος αἰνεῖ·
1.170
ἀνδρὸς δὲ σπουδὴ γίνεται οὐδεμία. 170
1.171
Θεοῖσ' εὔχου, θεοῖσ' οἷσιν ἔπι κράτος· οὔτοι ἄτερ θεῶν
1.172
γίνεται ἀνθρώποισ' οὔτ' ἀγάθ' οὔτε κακά. 172
1.173
Ἄνδρ' ἀγαθὸν πενίη πάντων δάμνησι μάλιστα,
1.174
καὶ γήρως πολιοῦ, Κύρνε, καὶ ἠπιάλου.
1.175
ἣν δὴ χρὴ φεύγοντα καὶ ἐς βαθυκήτεα πόντον 175
1.176
ῥιπτεῖν καὶ πετρέων, Κύρνε, κατ' ἠλιβάτων.
1.177
καὶ γὰρ ἀνὴρ πενίῃ δεδμημένος οὔτε τι εἰπεῖν
1.178
οὔθ' ἕρξαι δύναται, γλῶσσα δέ οἱ δέδεται.
1.179
χρὴ γὰρ ὁμῶς ἐπὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης
1.180
δίζησθαι χαλεπῆς, Κύρνε, λύσιν πενίης. 180
1.181
τεθνάμεναι, φίλε Κύρνε, πενιχρῷ βέλτερον ἀνδρί
1.182
ἢ ζώειν χαλεπῇ τειρόμενον πενίῃ.
1.183
Κριοὺς μὲν καὶ ὄνους διζήμεθα, Κύρνε, καὶ ἵππους
1.184
εὐγενέας, καί τις βούλεται ἐξ ἀγαθῶν
1.185
βήσεσθαι· γῆμαι δὲ κακὴν κακοῦ οὐ μελεδαίνει 185
1.186
ἐσθλὸς ἀνήρ, ἤν οἱ χρήματα πολλὰ διδῷ,
1.187
οὐδὲ γυνὴ κακοῦ ἀνδρὸς ἀναίνεται εἶναι ἄκοιτις
1.188
πλουσίου, ἀλλ' ἀφνεὸν βούλεται ἀντ' ἀγαθοῦ.
1.189
χρήματα μὲν τιμῶσι· καὶ ἐκ κακοῦ ἐσθλὸς ἔγημε
1.190
καὶ κακὸς ἐξ ἀγαθοῦ· πλοῦτος ἔμειξε γένος. 190
1.191
οὕτω μὴ θαύμαζε γένος, Πολυπαΐδη, ἀστῶν
1.192
μαυροῦσθαι· σὺν γὰρ μίσγεται ἐσθλὰ κακοῖς. 192
1.193
Αὐτός τοι ταύτην εἰδὼς κακόπατριν ἐοῦσαν
1.194
εἰς οἴκους ἄγεται χρήμασι πειθόμενος
1.195
εὔδοξος κακόδοξον, ἐπεὶ κρατερή μιν ἀνάγκη 195
1.196
ἐντύνει, ἥτ' ἀνδρὸς τλήμονα θῆκε νόον. 196
1.197
Χρῆμα δ' ὃ μὲν Διόθεν καὶ σὺν δίκῃ ἀνδρὶ γένηται
1.198
καὶ καθαρῶς, αἰεὶ παρμόνιμον τελέθει.
1.199
εἰ δ' ἀδίκως παρὰ καιρὸν ἀνὴρ φιλοκερδέι θυμῷ
1.200
κτήσεται, εἴθ' ὅρκῳ πὰρ τὸ δίκαιον ἑλών, 200
1.201
αὐτίκα μέν τι φέρειν κέρδος δοκεῖ, ἐς δὲ τελευτήν
1.202
αὖθις ἔγεντο κακόν, θεῶν δ' ὑπερέσχε νόος.
1.203
ἀλλὰ τάδ' ἀνθρώπων ἀπατᾶι νόον· οὐ γὰρ ἔτ' αὔτως
1.204
τίνονται μάκαρες πρήγματος ἀμπλακίας·
1.205
ἀλλ' ὁ μὲν αὐτὸς ἔτεισε κακὸν χρέος οὐδὲ φίλοισιν 205
1.206
ἄτην ἐξοπίσω παισὶν ἐπεκρέμασεν·
1.207
ἄλλον δ' οὐ κατέμαρψε δίκη· θάνατος γὰρ ἀναιδής
1.208
πρόσθεν ἐπὶ βλεφάροισ' ἕζετο κῆρα φέρων. 208
1.209
Οὐδείς τοι φεύγοντι φίλος καὶ πιστὸς ἑταῖρος·
1.210
τῆς δὲ φυγῆς ἐστιν τοῦτ' ἀνιηρότερον. 210
1.211
Οἶνόν τοι πίνειν πουλὺν κακόν· ἢν δέ τις αὐτόν
1.212
πίνῃ ἐπισταμένως, οὐ κακός, ἀλλ' ἀγαθός. 212
1.213
Θυμέ, φίλους κατὰ πάντας ἐπίστρεφε ποικίλον ἦθος,
1.214
ὀργὴν συμμίσγων ἥντιν' ἕκαστος ἔχει·
1.215
πουλύπου ὀργὴν ἴσχε πολυπλόκου, ὃς ποτὶ πέτρῃ, 215
1.216
τῇ προσομιλήσῃ, τοῖος ἰδεῖν ἐφάνη.
1.217
νῦν μὲν τῇδ' ἐφέπου, τοτὲ δ' ἀλλοῖος χρόα γίνου.
1.218
κρέσσων τοι σοφίη γίνεται ἀτροπίης. 218
1.219
Μηδὲν ἄγαν ἄσχαλλε ταρασσομένων πολιητέων,
1.220
Κύρνε, μέσην δ' ἔρχευ τὴν ὁδὸν ὥσπερ ἐγώ. 220
1.221
Ὅστις τοι δοκέει τὸν πλησίον ἴδμεναι οὐδέν,
1.222
ἀλλ' αὐτὸς μοῦνος ποικίλα δήνε' ἔχειν,
1.223
κεῖνός γ' ἄφρων ἐστί, νόου βεβλαμμένος ἐσθλοῦ·
1.224
ἴσως γὰρ πάντες ποικίλ' ἐπιστάμεθα·
1.225
ἀλλ' ὁ μὲν οὐκ ἐθέλει κακοκερδείῃσιν ἕπεσθαι, 225
1.226
τῷ δὲ δολοπλοκίαι μᾶλλον ἄπιστοι ἅδον. 226
1.227
’ Πλούτου δ' οὐδὲν τέρμα πεφασμένον ἀνθρώποισιν·
1.228
οἳ γὰρ νῦν ἡμῶν πλεῖστον ἔχουσι βίον,
1.229
διπλάσιον σπεύδουσι. τίς ἂν κορέσειεν ἅπαντας;
1.230
χρήματά τοι θνητοῖς γίνεται ἀφροσύνη, 230
1.231
ἄτη δ' ἐξ αὐτῆς ἀναφαίνεται, ἣν ὁπότε Ζεύς
1.232
πέμψῃ τειρομένοισ', ἄλλοτε ἄλλος ἔχει.’ 232
1.233
Ἀκρόπολις καὶ πύργος ἐὼν κενεόφρονι δήμῳ,
1.234
Κύρν', ὀλίγης τιμῆς ἔμμορεν ἐσθλὸς ἀνήρ. 234
1.235
Οὐδὲν ἐπιπρέπει ἧμιν ἅτ' ἀνδράσι σῳζομένοισιν, 235
1.236
ἀλλ' ὡς πάγχυ πόλει, Κύρνε, ἁλωσομένῃ. 236
1.237
Σοὶ μὲν ἐγὼ πτέρ' ἔδωκα, σὺν οἷσ' ἐπ' ἀπείρονα πόντον
1.238
πωτήσῃ, κατὰ γῆν πᾶσαν ἀειρόμενος
1.239
ῥηϊδίως· θοίνῃς δὲ καὶ εἰλαπίνῃσι παρέσσῃ
1.240
ἐν πάσαις πολλῶν κείμενος ἐν στόμασιν, 240
1.241
καί σε σὺν αὐλίσκοισι λιγυφθόγγοις νέοι ἄνδρες
1.242
εὐκόσμως ἐρατοὶ καλά τε καὶ λιγέα
1.243
ἄισονται. καὶ ὅταν δνοφερῆς ὑπὸ κεύθεσι γαίης
1.244
βῇς πολυκωκύτους εἰς Ἀίδαο δόμους,
1.245
οὐδέποτ' οὐδὲ θανὼν ἀπολεῖς κλέος, ἀλλὰ μελήσεις 245
1.246
ἄφθιτον ἀνθρώποισ' αἰὲν ἔχων ὄνομα,
1.247
Κύρνε, καθ' Ἑλλάδα γῆν στρωφώμενος, ἠδ' ἀνὰ νήσους
1.248
ἰχθυόεντα περῶν πόντον ἐπ' ἀτρύγετον,
1.249
οὐχ ἵππων νώτοισιν ἐφήμενος· ἀλλά σε πέμψει
1.250
ἀγλαὰ Μουσάων δῶρα ἰοστεφάνων. 250
1.251
πᾶσι δ', ὅσοισι μέμηλε, καὶ ἐσσομένοισιν ἀοιδή
1.252
ἔσσῃ ὁμῶς, ὄφρ' ἂν γῆ τε καὶ ἠέλιος.
1.253
αὐτὰρ ἐγὼν ὀλίγης παρὰ σεῦ οὐ τυγχάνω αἰδοῦς,
1.254
ἀλλ' ὥσπερ μικρὸν παῖδα λόγοις μ' ἀπατᾶις. 254
1.255
Κάλλιστον τὸ δικαιότατον· λῷστον δ' ὑγιαίνειν· 255
1.256
πρᾶγμα δὲ τερπνότατον, τοῦ τις ἐρᾶι, τὸ τυχεῖν.
1.257
Ἵππος ἐγὼ καλὴ καὶ ἀεθλίη, ἀλλὰ κάκιστον
1.258
ἄνδρα φέρω, καί μοι τοῦτ' ἀνιηρότατον.
1.259
πολλάκι δ' ἠμέλλησα διαρρήξασα χαλινόν
1.260
φεύγεν ἀπωσαμένη τὸν κακὸν ἡνίοχον. 260
1.261
Οὔ μοι πίνεται οἶνος, ἐπεὶ παρὰ παιδὶ τερείνῃ
1.262
ἄλλος ἀνὴρ κατέχει πολλὸν ἐμοῦ κακίων.
1.263
ψυχρόν μοι παρὰ τῇδε φίλοι πίνουσι τοκῆες,
1.264
ὥσθ' ἅμα θ' ὑδρεύει καί με γοῶσα φέρει,
1.265
ἔνθα μέσην περὶ παῖδα λαβὼν ἀγκῶν' ἐφίλησα 265
1.266
δειρήν, ἡ δὲ τέρεν φθέγγετ' ἀπὸ στόματος.
1.267
Γνωτή τοι πενίη γε καὶ ἀλλοτρίη περ ἐοῦσα·
1.268
οὔτε γὰρ εἰς ἀγορὴν ἔρχεται οὔτε δίκας·
1.269
πάντῃ γὰρ τοὔλασσον ἔχει, πάντῃ δ' ἐπίμυκτος,
1.270
πάντῃ δ' ἐχθρὴ ὁμῶς γίνεται, ἔνθα περ ᾖ. 270
1.271
Ἴσως τοι τὰ μὲν ἄλλα θεοὶ θνητοῖσ' ἀνθρώποις
1.272
γῆράς τ' οὐλόμενον καὶ νεότητ' ἔδοσαν.
1.273
τῶν πάντων δὲ κάκιστον ἐν ἀνθρώποις– θανάτου τε
1.274
καὶ πασέων νούσων ἐστὶ πονηρότατον–
1.275
παῖδας ἐπεὶ θρέψαιο καὶ ἄρμενα πάντα παράσχοις, 275
1.276
χρήματα δ' ἐγκαταθῇς πόλλ' ἀνιηρὰ παθών,
1.277
τὸν πατέρ' ἐχθαίρουσι, καταρῶνται δ' ἀπολέσθαι
1.278
καὶ στυγέουσ' ὥσπερ πτωχὸν ἐσερχόμενον. 278
1.279
Εἰκὸς τὸν κακὸν ἄνδρα κακῶς τὰ δίκαια νομίζειν,
1.280
μηδεμίαν κατόπισθ' ἁζόμενον νέμεσιν· 280
1.281
δειλῷ γάρ τ' ἀπάλαμνα βροτῷ πάρα πόλλ' ἀνελέσθαι
1.282
πὰρ ποδός, ἡγεῖσθαί θ' ὡς καλὰ πάντα τιθεῖ. 282
1.283
Ἀστῶν μηδενὶ πιστὸς ἐὼν πόδα τῶνδε πρόβαινε
1.284
μήθ' ὅρκῳ πίσυνος μήτε φιλημοσύνῃ,
1.285
μηδ' εἰ Ζῆν' ἐθέλῃ παρέχειν βασιλῆα μέγιστον 285
1.286
ἔγγυον ἀθανάτων πιστὰ τιθεῖν ἐθέλων.
1.287
ἐν γάρ τοι πόλει ὧδε κακοψόγῳ ἁνδάνει οὐδέν·
1.288
ὡς δε το σῶσαι οἱ πολλοὶ ἀνολβότεροι. 288
1.289
Νῦν δὲ τὰ τῶν ἀγαθῶν κακὰ γίνεται ἐσθλὰ κακοῖσιν
1.290
ἀνδρῶν· ἡγέονται δ' ἐκτραπέλοισι νόμοις· 290
1.291
αἰδὼς μὲν γὰρ ὄλωλεν, ἀναιδείη δὲ καὶ ὕβρις
1.292
νικήσασα δίκην γῆν κατὰ πᾶσαν ἔχει.
1.293
Οὐδὲ λέων αἰεὶ κρέα δαίνυται, ἀλλά μιν ἔμπης
1.294
καὶ κρατερόν περ ἐόνθ' αἱρεῖ ἀμηχανίη.
1.295
Κωτίλῳ ἀνθρώπῳ σιγᾶν χαλεπώτατον ἄχθος, 295
1.296
φθεγγόμενος δ' ἀδαὴς οἷσι παρῇ μελετᾶι,
1.297
ἐχθαίρουσι δὲ πάντες· ἀναγκαίη δ' ἐπίμειξις
1.298
ἀνδρὸς τοιούτου συμποσίῳ τελέθει.
1.299
Οὐδ' ἐθέλει φίλος εἶναι, ἐπὴν κακὸν ἀνδρὶ γένηται,
1.300
οὐδ' ἤν ἐκ γαστρός, Κύρνε, μιᾶς γεγόνῃ. 300
1.301
Πικρὸς καὶ γλυκὺς ἴσθι καὶ ἁρπαλέος καὶ ἀπηνής
1.302
λάτρισι καὶ δμωσὶν γείτοσί τ' ἀγχιθύροις.
1.303
Οὐ χρὴ κιγκλίζειν ἀγαθὸν βίον, ἀλλ' ἀτρεμίζειν,
1.304
τὸν δὲ κακὸν κινεῖν, ἔστ' ἂν ἐς ὀρθὰ λάβῃς.
1.305
Τοὶ κακοὶ οὐ πάντες κακοὶ ἐκ γαστρὸς γεγόνασιν, 305
1.306
ἀλλ' ἄνδρεσσι κακοῖς συνθέμενοι φιλίην
1.307
ἔργα τε δείλ' ἔμαθον καὶ ἔπη δύσφημα καὶ ὕβριν
1.308
ἐλπόμενοι κείνους πάντα λέγειν ἔτυμα.
1.309
’ Ἐν μὲν συσσίτοισιν ἀνὴρ πεπνυμένος εἶναι.’–
1.310
πάντα δέ μιν λήθειν ὡς ἀπεόντα δοκεῖ. 310
1.311
εἰς δὲ φέροι τὰ γελοῖα– θύρηφιν καρτερὸς εἴη–
1.312
γινώσκων ὀργὴν ἥντιν' ἕκαστος ἔχει.
1.313
ἐν μὲν μαινομένοις μάλα μαίνομαι, ἐν δὲ δικαίοις
1.314
πάντων ἀνθρώπων εἰμὶ δικαιότατος.
1.315
’ Πολλοί τοι πλουτοῦσι κακοί, ἀγαθοὶ δὲ πένονται, 315
1.316
ἀλλ' ἡμεῖς τούτοισ' οὐ διαμειψόμεθα
1.317
τῆς ἀρετῆς τὸν πλοῦτον, ἐπεὶ τὸ μὲν ἔμπεδον αἰεί,
1.318
χρήματα δ' ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει.’
1.319
Κύρν', ἀγαθὸς μὲν ἀνὴρ γνώμην ἔχει ἔμπεδον αἰεί,
1.320
τολμᾶι δ' ἔν τε κακοῖς κείμενος ἔν τ' ἀγαθοῖς. 320
1.321
εἰ δὲ θεὸς κακῷ ἀνδρὶ βίον καὶ πλοῦτον ὀπάσσῃ,
1.322
ἀφραίνων κακίην οὐ δύναται κατέχειν.
1.323
Μήποτ' ἐπὶ σμικρᾶι προφάσει φίλον ἄνδρ' ἀπολέσσαι
1.324
πειθόμενος χαλεπῇ, Κύρνε, διαβολίῃ.
1.325
εἴ τις ἁμαρτωλῇσι φίλων ἐπὶ παντὶ χολῷτο, 325
1.326
οὔποτ' ἂν ἀλλήλοισ' ἄρθμιοι οὐδὲ φίλοι
1.327
εἶεν· ἁμαρτωλαὶ γὰρ ἐν ἀνθρώποισιν ἕπονται
1.328
θνητοῖς, Κύρνε· θεοὶ δ' οὐκ ἐθέλουσι φέρειν.
1.329
Καὶ βραδὺς εὔβουλος εἷλεν ταχὺν ἄνδρα διώκων,
1.330
Κύρνε, σὺν εὐθείῃ θεῶν δίκῃ ἀθανάτων. 330
1.331
Ἥσυχος ὥσπερ ἐγὼ μέσσην ὁδὸν ἔρχεο ποσσίν,
1.332
μηδ' ἑτέροισι διδούς, Κύρνε, τὰ τῶν ἑτέρων.
1.332a
Οὐκ ἔστιν φεύγοντι φίλος καὶ πιστὸς ἑταῖρος·
1.332b
τῆς δὲ φυγῆς ἐστιν τοῦτ' ἀνιηρότατον.
1.333
μήποτε φεύγοντ' ἄνδρα ἐπ' ἐλπίδι, Κύρνε, φιλήσῃς·
1.334
οὐδὲ γὰρ οἴκαδε βὰς γίνεται αὐτὸς ἔτι.
1.335
Μηδὲν ἄγαν σπεύδειν· πάντων μέσ' ἄριστα· καὶ οὕτως, 335
1.336
Κύρν', ἕξεις ἀρετήν, ἥντε λαβεῖν χαλεπόν.
1.337
Ζεύς μοι τῶν τε φίλων δοίη τίσιν, οἵ με φιλεῦσιν,
1.338
τῶν τ' ἐχθρῶν μεῖζον, Κύρνε, δυνησόμενον.
1.339
χοὔτως ἂν δοκέοιμι μετ' ἀνθρώπων θεὸς εἶναι,
1.340
εἴ μ' ἀποτεισάμενον μοῖρα κίχῃ θανάτου. 340
1.341
Ἀλλά, Ζεῦ, τέλεσόν μοι, Ὀλύμπιε, καίριον εὐχήν·
1.342
δὸς δέ μοι ἀντὶ κακῶν καί τι παθεῖν ἀγαθόν.
1.343
τεθναίην δ', εἰ μή τι κακῶν ἄμπαυμα μεριμνέων
1.344
εὑροίμην, δοίην δ' ἀντ' ἀνιῶν ἀνίας.
1.345
αἶσα γὰρ οὕτως ἐστί. τίσις δ' οὐ φαίνεται ἡμῖν 345
1.346
ἀνδρῶν, οἳ τἀμὰ χρήματ' ἔχουσι βίῃ
1.347
συλήσαντες· ἐγὼ δὲ κύων ἐπέρησα χαράδρην
1.348
χειμάρρῳ ποταμῷ πάντ' ἀποσεισάμενος·
1.349
τῶν εἴη μέλαν αἷμα πιεῖν· ἐπί τ' ἐσθλὸς ὄροιτο
1.350
δαίμων, ὃς κατ' ἐμὸν νοῦν τελέσειε τάδε. 350
1.351
Ἆ δειλὴ πενίη, τί μένεις προλιποῦσα παρ' ἄλλον
1.352
ἄνδρ' ἰέναι; μὴ ὦν δὴν οὐκ ἐθέλοντα φίλει·
1.353
ἀλλ' ἴθι καὶ δόμον ἄλλον ἐποίχεο, μηδὲ μεθ' ἡμέων
1.354
αἰεὶ δυστήνου τοῦδε βίου μέτεχε.
1.355
Τόλμα, Κύρνε, κακοῖσιν, ἐπεὶ κἀσθλοῖσιν ἔχαιρες, 355
1.356
εὖτέ σε καὶ τούτων μοῖρ' ἐπέβαλλεν ἔχειν.
1.357
ὡς δέ περ ἐξ ἀγαθῶν ἔλαβες κακόν, ὣς δὲ καὶ αὖθις
1.358
ἐκδῦναι πειρῶ θεοῖσιν ἐπευχόμενος.
1.359
μηδὲ λίην ἐπίφαινε· κακὸν δέ τε, Κύρν', ἐπιφαίνειν.
1.360
παύρους κηδεμόνας σῆς κακότητος ἔχεις. 360
1.361
Ἀνδρός τοι κραδίη μινύθει μέγα πῆμα παθόντος,
1.362
Κύρν'· ἀποτεινυμένου δ' αὔξεται ἐξοπίσω.
1.363
Εὖ κώτιλλε τὸν ἐχθρόν· ὅταν δ' ὑποχείριος ἔλθῃ,
1.364
τεῖσαί νιν πρόφασιν μηδεμίαν θέμενος.
1.365
Ἴσχε νόῳ, γλώσσης δὲ τὸ μείλιχον αἰὲν ἐπέστω· 365
1.366
δειλῶν τοι τελέθει καρδίη ὀξυτέρη.
1.367
Οὐ δύναμαι γνῶναι νόον ἀστῶν ὅντιν' ἔχουσιν·
1.368
οὔτε γὰρ εὖ ἕρδων ἁνδάνω οὔτε κακῶς·
1.369
μωμεῦνται δέ με πολλοί, ὁμῶς κακοὶ ἠδὲ καὶ ἐσθλοί·
1.370
μιμεῖσθαι δ' οὐδεὶς τῶν ἀσόφων δύναται. 370
1.371
Μή μ' ἀέκοντα βίῃ κεντῶν ὑπ' ἄμαξαν ἔλαυνε
1.372
εἰς φιλότητα λίην, Κύρνε, προσελκόμενος.
1.373
Ζεῦ φίλε, θαυμάζω σε· σὺ γὰρ πάντεσσιν ἀνάσσεις
1.374
τιμὴν αὐτὸς ἔχων καὶ μεγάλην δύναμιν·
1.375
ἀνθρώπων δ' εὖ οἶσθα νόον καὶ θυμὸν ἑκάστου· 375
1.376
σὸν δὲ κράτος πάντων ἔσθ' ὕπατον, βασιλεῦ.
1.377
πῶς δή σευ, Κρονίδη, τολμᾶι νόος ἄνδρας ἀλιτρούς
1.378
ἐν ταὐτῇ μοίρῃ τόν τε δίκαιον ἔχειν,
1.379
ἤν τ' ἐπὶ σωφροσύνην τρεφθῇ νόος ἤν τε πρὸς ὕβριν
1.380
ἀνθρώπων ἀδίκοισ' ἔργμασι πειθομένων; 380
1.381
οὐδέ τι κεκριμένον πρὸς δαίμονός ἐστι βροτοῖσιν,
1.382
οὐδ' ὁδὸν ἥντιν' ἰὼν ἀθανάτοισιν ἅδοι.
1.383
ἔμπης δ' ὄλβον ἔχουσιν ἀπήμονα· τοὶ δ' ἀπὸ δειλῶν
1.384
ἔργων ἴσχοντες θυμὸν ὅμως πενίην
1.385
μητέρ' ἀμηχανίης ἔλαβον τὰ δίκαια φιλεῦντες, 385
1.386
ἥτ' ἀνδρῶν παράγει θυμὸν ἐς ἀμπλακίην
1.387
βλάπτουσ' ἐν στήθεσσι φρένας κρατερῆς ὑπ' ἀνάγκης·
1.388
τολμᾶι δ' οὐκ ἐθέλων αἴσχεα πολλὰ φέρειν
1.389
χρημοσύνῃ εἴκων, ἣ δὴ κακὰ πολλὰ διδάσκει,
1.390
ψεύδεά τ' ἐξαπάτας τ' οὐλομένας τ' ἔριδας, 390
1.391
ἄνδρα καὶ οὐκ ἐθέλοντα· κακὸν δέ οἱ οὐδὲν ἔοικεν·
1.392
ἡ γὰρ καὶ χαλεπὴν τίκτει ἀμηχανίην.
1.393
Ἐν πενίῃ δ' ὅ τε δειλὸς ἀνὴρ ὅ τε πολλὸν ἀμείνων
1.394
φαίνεται, εὖτ' ἂν δὴ χρημοσύνη κατέχῃ·
1.395
τοῦ μὲν γὰρ τὰ δίκαια φρονεῖ νόος, οὗτέ περ αἰεί 395
1.396
ἰθεῖα γνώμη στήθεσιν ἐμπεφύῃ·
1.397
τοῦ δ' αὖτ' οὔτε κακοῖσ' ἕπεται νόος οὔτ' ἀγαθοῖσιν.
1.398
τὸν δ' ἀγαθὸν τολμᾶν χρὴ τά τε καὶ τὰ φέρειν,
1.399
αἰδεῖσθαι δὲ φίλους φεύγειν τ' ὀλεσήνορας ὅρκους,
1.400
ἐντράπελ' ἀθανάτων μῆνιν ἀλευάμενον. 400
1.401
Μηδὲν ἄγαν σπεύδειν· καιρὸς δ' ἐπὶ πᾶσιν ἄριστος
1.402
ἔργμασιν ἀνθρώπων· πολλάκι δ' εἰς ἀρετήν
1.403
σπεύδει ἀνὴρ κέρδος διζήμενος, ὅντινα δαίμων
1.404
πρόφρων εἰς μεγάλην ἀμπλακίην παράγει,
1.405
καί οἱ ἔθηκε δοκεῖν, ἃ μὲν ᾖ κακά, ταῦτ' ἀγάθ' εἶναι 405
1.406
εὐμαρέως, ἃ δ' ἂν ᾖ χρήσιμα, ταῦτα κακά.
1.407
Φίλτατος ὢν ἥμαρτες· ἐγὼ δέ σοι αἴτιος οὐδέν,
1.408
ἀλλ' αὐτὸς γνώμης οὐκ ἀγαθῆς ἔτυχες.
1.409
Οὐδένα θησαυρὸν παισὶν καταθήσει ἀμείνω
1.410
αἰδοῦς, ἥτ' ἀγαθοῖσ' ἀνδράσι, Κύρν', ἕπεται. 410
1.411
Οὐδενὸς ἀνθρώπων κακίων δοκεῖ εἶναι ἑταῖρος,
1.412
ᾧ γνώμη θ' ἕπεται, Κύρνε, καὶ ᾧ δύναμις.
1.413
Πίνων δ' οὐχ οὕτως θωρήξομαι, οὐδ' ἐμέ τ' οἶνος
1.414
ἐξάγει, ὥστ' εἰπεῖν δεινὸν ἔπος περὶ σοῦ.
1.415
Οὐδέν' ὁμοῖον ἐμοὶ δύναμαι διζήμενος εὑρεῖν 415
1.416
πιστὸν ἑταῖρον, ὅτῳ μή τις ἔνεστι δόλος·
1.417
ἐς βάσανον δ' ἐλθὼν παρατρίβομαι ὥστε μολύβδῳ
1.418
χρυσός, ὑπερτερίης δ' ἄμμιν ἔνεστι λόγος.
1.419
Πολλά με καὶ συνιέντα παρέρχεται· ἀλλ' ὑπ' ἀνάγκης
1.420
σιγῶ, γινώσκων ἡμετέρην δύναμιν. 420
1.421
Πολλοῖσ' ἀνθρώπων γλώσσῃ θύραι οὐκ ἐπίκεινται
1.422
ἁρμόδιαι, καί σφιν πόλλ' ἀμέλητα μέλει.
1.423
πολλάκι γὰρ τὸ κακὸν κατακείμενον ἔνδον ἄμεινον,
1.424
ἐσθλὸν δ' ἐξελθὸν λώιον ἢ τὸ κακόν.
1.425
’ Πάντων μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον’ 425
1.426
μηδ' ἐσιδεῖν αὐγὰς ὀξέος ἠελίου,
1.427
’ φύντα δ' ὅπως ὤκιστα πύλας Ἀίδαο περῆσαι’
1.428
καὶ κεῖσθαι πολλὴν γῆν ἐπαμησάμενον.
1.429
Φῦσαι καὶ θρέψαι ῥᾶιον βροτὸν ἢ φρένας ἐσθλάς
1.430
ἐνθέμεν· οὐδείς πω τοῦτό γ' ἐπεφράσατο, 430
1.431
ᾧ τις σώφρον' ἔθηκε τὸν ἄφρονα κἀκ κακοῦ ἐσθλόν.
1.432
εἰ δ' Ἀσκληπιάδαις τοῦτό γ' ἔδωκε θεός,
1.433
ἰᾶσθαι κακότητα καὶ ἀτηρὰς φρένας ἀνδρῶν,
1.434
πολλοὺς ἂν μισθοὺς καὶ μεγάλους ἔφερον.
1.435
εἰ δ' ἦν ποιητόν τε καὶ ἔνθετον ἀνδρὶ νόημα, 435
1.436
οὔποτ' ἂν ἐξ ἀγαθοῦ πατρὸς ἔγεντο κακός,
1.437
πειθόμενος μύθοισι σαόφροσιν· ἀλλὰ διδάσκων
1.438
οὔποτε ποιήσει τὸν κακὸν ἄνδρ' ἀγαθόν.
1.439
Νήπιος, ὃς τὸν ἐμὸν μὲν ἔχει νόον ἐν φυλακῇσιν,
1.440
τῶν δ' αὐτοῦ ἰδίων οὐδὲν ἐπιστρέφεται. 440
1.441
Οὐδεὶς γὰρ πάντ' ἐστὶ πανόλβιος· ἀλλ' ὁ μὲν ἐσθλός
1.442
τολμᾶι ἔχων τὸ κακόν, κοὐκ ἐπίδηλος ὁμῶς,
1.443
δειλὸς δ' οὔτ' ἀγαθοῖσιν ἐπίσταται οὔτε κακοῖσιν
1.444
θυμὸν ἔχων μίμνειν. ἀθανάτων τε δόσεις
1.445
παντοῖαι θνητοῖσιν ἐπέρχοντ'. ἀλλ' ἐπιτολμᾶν 445
1.446
χρὴ δῶρ' ἀθανάτων, οἷα διδοῦσιν, ἔχειν.
1.447
Εἴ μ' ἐθέλεις πλύνειν, κεφαλῆς ἀμίαντον ἀπ' ἄκρης
1.448
αἰεὶ λευκὸν ὕδωρ ῥεύσεται ἡμετέρης,
1.449
εὑρήσεις δέ με πᾶσιν ἐπ' ἔργμασιν ὥσπερ ἄπεφθον
1.450
χρυσὸν ἐρυθρὸν ἰδεῖν τριβόμενον βασάνῳ, 450
1.451
τοῦ χροιῆς καθύπερθε μέλας οὐχ ἅπτεται ἰός
1.452
οὐδ' εὐρώς, αἰεὶ δ' ἄνθος ἔχει καθαρόν.
1.453
Ὤνθρωπ', εἰ γνώμης ἔλαχες μέρος ὥσπερ ἀνοίης
1.454
καὶ σώφρων οὕτως ὥσπερ ἄφρων ἐγένου,
1.455
πολλοῖσ' ἂν ζηλωτὸς ἐφαίνεο τῶνδε πολιτῶν 455
1.456
οὕτως ὥσπερ νῦν οὐδενὸς ἄξιος εἶ.
1.457
Οὔ τοι σύμφορόν ἐστι γυνὴ νέα ἀνδρὶ γέροντι·
1.458
οὐ γὰρ πηδαλίῳ πείθεται ὡς ἄκατος,
1.459
οὐδ' ἄγκυραι ἔχουσιν· ἀπορρήξασα δὲ δεσμά
1.460
πολλάκις ἐκ νυκτῶν ἄλλον ἔχει λιμένα. 460
1.461
Μήποτ' ἐπ' ἀπρήκτοισι νόον ἔχε μηδὲ μενοίνα
1.462
χρήμασι, τῶν ἄνυσις γίνεται οὐδεμία.
1.463
Εὐμαρέ' οἷς τοι χρῆμα θεοὶ δόσαν οὔτε τι δειλόν
1.464
οὔτ' ἀγαθόν· χαλεπῷ δ' ἔργματι κῦδος ἔπι.
1.465
Ἀμφ' ἀρετῇ τρίβου καί τοι τὰ δίκαια φίλ' ἔστω, 465
1.466
μηδέ σε νικάτω κέρδος, ὅ τ' αἰσχρὸν ἔῃ.
1.467
Μηδένα τῶνδ' ἀέκοντα μένειν κατέρυκε παρ' ἡμῖν,
1.468
μηδὲ θύραζε κέλευ' οὐκ ἐθέλοντ' ἰέναι,
1.469
μηδ' εὕδοντ' ἐπέγειρε, Σιμωνίδη, ὅντιν' ἂν ἡμῶν
1.470
θωρηχθέντ' οἴνῳ μαλθακὸς ὕπνος ἕλῃ, 470
1.471
μηδὲ τὸν ἀγρυπνέοντα κέλευ' ἀέκοντα καθεύδειν.
1.472
’ πᾶν γὰρ ἀναγκαῖον χρῆμ' ἀνιηρὸν ἔφυ.’
1.473
τῷ πίνειν δ' ἐθέλοντι παρασταδὸν οἰνοχοείτω·
1.474
οὐ πάσας νύκτας γίνεται ἁβρὰ παθεῖν.
1.475
αὐτὰρ ἐγώ– μέτρον γὰρ ἔχω μελιηδέος οἴνου– 475
1.476
ὕπνου λυσικάκου μνήσομαι οἴκαδ' ἰών.
1.477
ἥξω δ' ὡς οἶνος χαριέστατος ἀνδρὶ πεπόσθαι·
1.478
οὔτε τι γὰρ νήφω οὔτε λίην μεθύω.
1.479
ὃς δ' ἂν ὑπερβάλλῃ πόσιος μέτρον, οὐκέτι κεῖνος
1.480
τῆς αὐτοῦ γλώσσης καρτερὸς οὐδὲ νόου· 480
1.481
μυθεῖται δ' ἀπάλαμνα, τὰ νήφοσι γίνεται αἰσχρά,
1.482
αἰδεῖται δ' ἕρδων οὐδέν, ὅταν μεθύῃ,
1.483
τὸ πρὶν ἐὼν σώφρων, τότε νήπιος. ἀλλὰ σὺ ταῦτα
1.484
γινώσκων μὴ πῖν' οἶνον ὑπερβολάδην,
1.485
ἀλλ' ἢ πρὶν μεθύειν ὑπανίστασο– μή σε βιάσθω 485
1.486
γαστὴρ ὥστε κακὸν λάτριν ἐφημέριον–
1.487
ἢ παρεὼν μὴ πῖνε. σὺ δ'‘ ἔγχεε’ τοῦτο μάταιον
1.488
κωτίλλεις αἰεί· τοὔνεκά τοι μεθύεις·
1.489
ἡ μὲν γὰρ‘ φέρεται φιλοτήσιος’, ἡ δὲ‘ πρόκειται,’
1.490
τὴν δὲ‘ θεοῖς σπένδεις’, τὴν δ'‘ ἐπὶ χειρὸς ἔχεις’· 490
1.491
αἰνεῖσθαι δ' οὐκ οἶδας. ἀνίκητος δέ τοι οὗτος,
1.492
ὃς πολλὰς πίνων μή τι μάταιον ἐρεῖ·
1.493
ὑμεῖς δ' εὖ μυθεῖσθε παρὰ κρητῆρι μένοντες,
1.494
ἀλλήλων ἔριδος δὴν ἀπερυκόμενοι,
1.495
εἰς τὸ μέσον φωνεῦντες ὁμῶς ἑνὶ καὶ συνάπασιν· 495
1.496
χοὔτως συμπόσιον γίνεται οὐκ ἄχαρι.
1.497
Ἄφρονος ἀνδρὸς ὁμῶς καὶ σώφρονος οἶνος, ὅταν δή
1.498
πίνῃ ὑπὲρ μέτρον, κοῦφον ἔθηκε νόον.
1.499
Ἐμ πυρὶ μὲν χρυσόν τε καὶ ἄργυρον ἴδριες ἄνδρες 500
1.500
γινώσκουσ', ἀνδρὸς δ' οἶνος ἔδειξε νόον
1.501
καὶ μάλα περ πινυτοῦ, τὸν ὑπὲρ μέτρον ἤρατο πίνων,
1.502
ὥστε καταισχῦναι καὶ πρὶν ἐόντα σοφόν.
1.503
Οἰνοβαρέω κεφαλήν, Ὀνομάκριτε, καί με βιᾶται
1.504
οἶνος, ἀτὰρ γνώμης οὐκέτ' ἐγὼ ταμίης 505
1.505
ἡμετέρης, τὸ δὲ δῶμα περιτρέχει. ἀλλ' ἄγ' ἀναστάς
1.506
πειρηθῶ, μή πως καὶ πόδας οἶνος ἔχει
1.507
καὶ νόον ἐν στήθεσσι· δέδοικα δὲ μή τι μάταιον
1.508
ἕρξω θωρηχθεὶς καὶ μέγ' ὄνειδος ἔχω.
1.509
οἶνος πινόμενος πουλὺς κακόν· ἢν δέ τις αὐτόν 510
1.510
πίνῃ ἐπισταμένως, οὐ κακόν, ἀλλ' ἀγαθόν.
1.511
Ἦλθες δή, Κλεάριστε, βαθὺν διὰ πόντον ἀνύσσας
1.512
ἐνθάδ' ἐπ' οὐδὲν ἔχοντ', ὦ τάλαν, οὐδὲν ἔχων.
1.513
νηός τοι πλευρῇσιν ὑπὸ ζυγὰ θήσομεν ἡμεῖς,
1.514
Κλεάρισθ', οἷ' ἔχομεν χοἶα διδοῦσι θεοί.
1.515
τῶν δ' ὄντων τἄριστα παρέξομεν· ἢν δέ τις ἔλθῃ 515
1.516
σεῦ φίλος ὤν, κατάκεισ', ὡς φιλότητος ἔχεις.
1.517
οὔτε τι τῶν ὄντων ἀποθήσομαι, οὔτε τι μείζω
1.518
σῆς ἕνεκα ξενίης ἄλλοθεν οἰσόμεθα·
1.519
ἢν δέ τί σ' εἰρωτᾶι τὸν ἐμὸν βίον, ὧδέ οἱ εἰπεῖν·
1.520
’ ὡς εὖ μὲν χαλεπῶς, ὡς χαλεπῶς δὲ μάλ' εὖ, 520
1.521
ὥσθ' ἕνα μὲν ξεῖνον πατρώιον οὐκ ἀπολείπειν,
1.522
ξείνια δὲ πλέον' ἔστ' οὐ δυνατὸς παρέχειν.’
1.523
Οὔ σε μάτην, ὦ Πλοῦτε, βροτοὶ τιμῶσι μάλιστα·
1.524
ἦ γὰρ ῥηϊδίως τὴν κακότητα φέρεις.
1.525
καὶ γάρ τοι πλοῦτον μὲν ἔχειν ἀγαθοῖσιν ἔοικεν, 525
1.526
ἡ πενίη δὲ κακῷ σύμφορος ἀνδρὶ φέρειν.
1.527
Ὤ μοι ἐγὼν ἥβης καὶ γήραος οὐλομένοιο,
1.528
τοῦ μὲν ἐπερχομένου, τῆς δ' ἀπονισομένης.
1.529
Οὐδὲ ἕνα προὔδωκα φίλον καὶ πιστὸν ἑταῖρον,
1.530
οὐδ' ἐν ἐμῇ ψυχῇ δούλιον οὐδὲν ἔνι. 530
1.531
Αἰεί μοι φίλον ἦτορ ἰαίνεται, ὁππότ' ἀκούσω
1.532
αὐλῶν φθεγγομένων ἱμερόεσσαν ὄπα.
1.533
χαίρω δ' εὖ πίνων καὶ ὑπ' αὐλητῆρος ἀκούων,
1.534
χαίρω δ' εὔφθογγον χερσὶ λύρην ὀχέων.
1.535
Οὔποτε δουλείη κεφαλὴ ἰθεῖα πέφυκεν, 535
1.536
ἀλλ' αἰεὶ σκολιὴ καὐχένα λοξὸν ἔχει.
1.537
οὔτε γὰρ ἐκ σκίλλης ῥόδα φύεται οὔθ' ὑάκινθος,
1.538
οὐδέ ποτ' ἐκ δούλης τέκνον ἐλευθέριον.
1.539
Οὗτος ἀνήρ, φίλε Κύρνε, πέδας χαλκεύεται αὑτῷ,
1.540
εἰ μὴ ἐμὴν γνώμην ἐξαπατῶσι θεοί. 540
1.541
Δειμαίνω, μὴ τήνδε πόλιν, Πολυπαΐδη, ὕβρις
1.542
ἥ περ Κενταύρους ὠμοφάγους ὄλεσεν.
1.543
Χρή με παρὰ στάθμην καὶ γνώμονα τήνδε δικάσσαι,
1.544
Κύρνε, δίκην, ἶσόν τ' ἀμφοτέροισι δόμεν,
1.545
μάντεσί τ( οι) οἰωνοῖς τε καὶ αἰθομένοισ' ἱεροῖσιν, 545
1.546
ὄφρα μὴ ἀμπλακίης αἰσχρὸν ὄνειδος ἔχω.
1.547
Μηδένα πω κακότητι βιάζεο· τῷ δὲ δικαίῳ
1.548
τῆς εὐεργεσίης οὐδὲν ἀρειότερον.
1.549
Ἄγγελος ἄφθογγος πόλεμον πολύδακρυν ἐγείρει,
1.550
Κύρν', ἀπὸ τηλαυγέος φαινόμενος σκοπιῆς. 550
1.551
ἀλλ' ἵπποισ' ἔμβαλλε ταχυπτέρνοισι χαλινούς·
1.552
δήιων γάρ σφ' ἀνδρῶν ἀντιάσειν δοκέω.
1.553
οὐ πολλὸν τὸ μεσηγύ· διαπρήξουσι κέλευθον,
1.554
εἰ μὴ ἐμὴν γνώμην ἐξαπατῶσι θεοί.
1.555
Χρὴ τολμᾶν χαλεποῖσιν ἐν ἄλγεσι κείμενον ἄνδρα 555
1.556
πρός τε θεῶν αἰτεῖν ἔκλυσιν ἀθανάτων.
1.557
Φράζεο· κίνδυνός τοι ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς·
1.558
ἄλλοτε πόλλ' ἕξεις, ἄλλοτε παυρότερα,
1.559
ὥστε σε μήτε λίην ἀφνεὸν κτεάτεσσι γενέσθαι,
1.560
μήτε σέ γ' ἐς πολλὴν χρημοσύνην ἐλάσαι. 560
1.561
Εἴη μοι τὰ μὲν αὐτὸν ἔχειν, τὰ δὲ πόλλ' ἐπιδοῦναι
1.562
χρήματα τῶν ἐχθρῶν τοῖσι φίλοισιν ἔχειν.
1.563
Κεκλῆσθαι δ' ἐς δαῖτα, παρέζεσθαι δὲ παρ' ἐσθλόν
1.564
ἄνδρα χρεὼν σοφίην πᾶσαν ἐπιστάμενον.
1.565
τοῦ συνιεῖν, ὁπόταν τι λέγῃ σοφόν, ὄφρα διδαχθῇς 565
1.566
καὶ τοῦτ' εἰς οἶκον κέρδος ἔχων ἀπίῃς.
1.567
Ἥβῃ τερπόμενος παίζω· δηρὸν γὰρ ἔνερθεν
1.568
γῆς ὀλέσας ψυχὴν κείσομαι ὥστε λίθος
1.569
ἄφθογγος, λείψω δ' ἐρατὸν φάος ἠελίοιο·
1.570
ἔμπης δ' ἐσθλὸς ἐὼν ὄψομαι οὐδὲν ἔτι. 570
1.571
Δόξα μὲν ἀνθρώποισι κακὸν μέγα, πεῖρα δ' ἄριστον·
1.572
πολλοὶ ἀπείρητοι δόξαν ἔχουσ' ἀγαθῶν.
1.573
Εὖ ἕρδων εὖ πάσχε· τί κ' ἄγγελον ἄλλον ἰάλλοις;
1.574
τῆς εὐεργεσίης ῥῃδίη ἀγγελίη.
1.575
Οἵ με φίλοι προδιδοῦσιν, ἐπεὶ τόν γ' ἐχθρὸν ἀλεῦμαι 575
1.576
ὥστε κυβερνήτης χοιράδας εἰναλίας.
1.577
’ Ῥήιον ἐξ ἀγαθοῦ θεῖναι κακὸν ἢ' κ κακοῦ ἐσθλόν.’
1.578
μή με δίδασκ'· οὔ τοι τηλίκος εἰμὶ μαθεῖν.
1.579
Ἐχθαίρω κακὸν ἄνδρα, καλυψαμένη δὲ πάρειμι
1.580
σμικρῆς ὄρνιθος κοῦφον ἔχουσα νόον.– 580
1.581
Ἐχθαίρω δὲ γυναῖκα περίδρομον ἄνδρα τε μάργον,
1.582
ὃς τὴν ἀλλοτρίαν βούλετ' ἄρουραν ἀροῦν.
1.583
Ἀλλὰ τὰ μὲν προβέβηκεν, ἀμήχανόν ἐστι γενέσθαι
1.584
ἀεργά· τὰ δ' ἐξοπίσω, τῶν φυλακὴ μελέτω.
1.585
’ πᾶσίν τοι κίνδυνος ἐπ' ἔργμασιν, οὐδέ τις οἶδεν 585
1.586
πῇ σχήσειν μέλλει πρήγματος ἀρχομένου.
1.587
ἀλλ' ὁ μὲν εὐδοκιμεῖν πειρώμενος οὐ προνοήσας
1.588
εἰς μεγάλην ἄτην καὶ χαλεπὴν ἔπεσεν·
1.589
τῷ δὲ καλῶς ποιεῦντι θεὸς περὶ πάντα τίθησιν
1.590
συντυχίην ἀγαθήν, ἔκλυσιν ἀφροσύνης.’ 590
1.591
Τολμᾶν χρή, τὰ διδοῦσι θεοὶ θνητοῖσι βροτοῖσιν,
1.592
ῥηϊδίως δὲ φέρειν ἀμφοτέρων τὸ λάχος,
1.593
μήτε κακοῖσιν ἀσῶντα λίην φρένα, μήτ' ἀγαθοῖσιν
1.594
τερφθῇς ἐξαπίνης, πρὶν τέλος ἄκρον ἰδεῖν.
1.595
Ἄνθρωπ', ἀλλήλοισιν ἀπόπροθεν ὦμεν ἑταῖροι· 595
1.596
πλὴν πλούτου παντὸς χρήματός ἐστι κόρος.
1.597
’ δὴν δὴ καὶ φίλοι ὦμεν’· ἀτάρ τ' ἄλλοισιν ὁμίλει
1.598
ἀνδράσιν, οἳ τὸν σὸν μᾶλλον ἴσασι νόον.
1.599
οὔ μ' ἔλαθες φοιτῶν κατ' ἀμαξιτόν, ἣν ἄρα καὶ πρίν
1.600
ἠλάστρεις κλέπτων ἡμετέρην φιλίην. 600
1.601
ἔρρε, θεοῖσίν τ' ἐχθρὲ καὶ ἀνθρώποισιν ἄπιστε,
1.602
ψυχρὸν ὃς ἐν κόλπῳ ποικίλον εἶχες ὄφιν.
1.603
Τοιάδε καὶ Μάγνητας ἀπώλεσεν ἔργα καὶ ὕβρις,
1.604
οἷα τὰ νῦν ἱερὴν τήνδε πόλιν κατέχει.
1.605
Πολλῷ τοι πλέονας λιμοῦ κόρος ὤλεσεν ἤδη 605
1.606
ἄνδρας, ὅσοι μοίρης πλεῖον ἔχειν ἔθελον.
1.607
Ἀρχῇ ἔπι ψεύδους μικρὰ χάρις· εἰς δὲ τελευτήν
1.608
αἰσχρὸν δὴ κέρδος καὶ κακόν, ἀμφότερον,
1.609
γίνεται. οὐδέ τι καλόν, ὅτῳ ψεῦδος προσαμαρτῇ
1.610
ἀνδρὶ καὶ ἐξέλθῃ πρῶτον ἀπὸ στόματος. 610
1.611
Οὐ χαλεπὸν ψέξαι τὸν πλησίον, οὐδὲ μὲν αὐτόν
1.612
αἰνῆσαι· δειλοῖσ' ἀνδράσι ταῦτα μέλει.
1.613
σιγᾶν δ' οὐκ ἐθέλουσι κακοὶ κακὰ λεσχάζοντες,
1.614
οἱ δ' ἀγαθοὶ πάντων μέτρον ἴσασιν ἔχειν.
1.615
Οὐδένα παμπήδην ἀγαθὸν καὶ μέτριον ἄνδρα 615
1.616
τῶν νῦν ἀνθρώπων ἠέλιος καθορᾶι.
1.617
Οὔ τι μάλ' ἀνθρώποις καταθύμια πάντα τελεῖται·
1.618
πολλὸν γὰρ θνητῶν κρέσσονες ἀθάνατοι.
1.619
Πόλλ' ἐν ἀμηχανίῃσι κυλίνδομαι ἀχνύμενος κῆρ·
1.620
ἄκρην γὰρ πενίην οὐχ ὑπερεδράμομεν. 620
1.621
Πᾶς τις πλούσιον ἄνδρα τίει, ἀτίει δὲ πενιχρόν
1.622
πᾶσιν δ' ἀνθρώποισ' αὐτὸς ἔνεστι νόος.
1.623
Παντοῖαι κακότητες ἐν ἀνθρώποισιν ἔασιν,
1.624
παντοῖαι δ' ἀρεταὶ καὶ βιότου παλάμαι.
1.625
Ἀργαλέον φρονέοντα παρ' ἄφροσι πόλλ' ἀγορεύειν 625
1.626
καὶ σιγᾶν αἰεί· τοῦτο γὰρ οὐ δυνατόν.
1.627
Αἰσχρόν τοι μεθύοντα παρ' ἀνδράσι νήφοσιν εἶναι,
1.628
αἰσχρὸν δ' εἰ νήφων πὰρ μεθύουσι μένει.
1.629
Ἥβη καὶ νεότης ἐπικουφίζει νόον ἀνδρός,
1.630
πολλῶν δ' ἐξαίρει θυμὸν ἐς ἀμπλακίην. 630
1.631
ᾧτινι μὴ θυμοῦ κρέσσων νόος, αἰὲν ἐν ἄταις,
1.632
Κύρν'. ἦ καὶ μεγάλαις κεῖται ἐν ἀμπλακίαις.
1.633
Βουλεύου δὶς καὶ τρίς, ὅ τοί κ' ἐπὶ τὸν νόον ἔλθῃ·
1.634
ἀτηρὸς γάρ τοι λάβρος ἀνὴρ τελέθει.
1.635
Ἀνδράσι τοῖσ' ἀγαθοῖσ' ἕπεται γνώμη τε καὶ αἰδώς· 635
1.636
οἳ νῦν ἐν πολλοῖσ' ἀτρεκέως ὀλίγοι.
1.637
Ἐλπὶς καὶ κίνδυνος ἐν ἀνθρώποισιν ὁμοῖοι·
1.638
οὗτοι γὰρ χαλεποὶ δαίμονες ἀμφότεροι.
1.639
Πολλάκι πὰρ δόξαν τε καὶ ἐλπίδα γίνεται εὖ ῥεῖν
1.640
ἔργ' ἀνδρῶν, βουλαῖς δ' οὐκ ἐπέγεντο τέλος. 640
1.641
Οὔ τοί κ' εἰδείης οὔτ' εὔνουν οὔτε τὸν ἐχθρόν,
1.642
εἰ μὴ σπουδαίου πράγματος ἀντιτύχοις.
1.643
πολλοὶ πὰρ κρητῆρι φίλοι γίνονται ἑταῖροι,
1.644
ἐν δὲ σπουδαίῳ πράγματι παυρότεροι.
1.645
Παύρους κηδεμόνας πιστοὺς εὕροις κεν ἑταίρους 645
1.646
κείμενος ἐν μεγάλῃ θυμὸν ἀμηχανίῃ.
1.647
Ἦ δὴ νῦν αἰδὼς μὲν ἐν ἀνθρώποισιν ὄλωλεν,
1.648
αὐτὰρ ἀναιδείη γαῖαν ἐπιστρέφεται.
1.649
Ἆ δειλὴ πενίη, τί ἐμοῖσ' ἐπικειμένη ὤμοις
1.650
σῶμα καταισχύνεις καὶ νόον ἡμέτερον; 650
1.651
αἰσχρὰ δέ μ' οὐκ ἐθέλοντα βίῃ καὶ πολλὰ διδάσκεις
1.652
ἐσθλὰ μετ' ἀνθρώπων καὶ κάλ' ἐπιστάμενον.
1.653
Εὐδαίμων εἴην καὶ θεοῖς φίλος ἀθανάτοισιν,
1.654
Κύρν'· ἀρετῆς δ' ἄλλης οὐδεμιῆς ἔραμαι.
1.655
Σὺν τοί, Κύρνε, παθόντι κακῶς ἀνιώμεθα πάντες· 655
1.656
ἀλλὰ τοὶ ἀλλότριον κῆδος ἐφημέριον.
1.657
Μηδὲν ἄγαν χαλεποῖσιν ἀσῶ φρένα μηδ' ἀγαθοῖσιν
1.658
χαῖρ', ἐπεὶ ἔστ' ἀνδρὸς πάντα φέρειν ἀγαθοῦ.
1.659
Οὐδ' ὀμόσαι χρὴ τοῦτο.– τί‘ Μήποτε πρᾶγμα τόδ' ἔσται’;
1.660
θεοὶ γάρ τοι νεμεσῶσ', οἷσιν ἔπεστι τέλος· 660
1.661
Και πρῆξαι μέντοι τι· καὶ ἐκ κακοῦ ἐσθλὸν ἔγεντο
1.662
καὶ κακὸν ἐξ ἀγαθοῦ. καί τε πενιχρὸς ἀνήρ
1.663
αἶψα μάλ' ἐπλούτησε καὶ ὃς μάλα πολλὰ πέπαται
1.664
ἐξαπίνης πάντ' οὖν ὤλεσε νυκτὶ μιῇ.
1.665
καὶ σώφρων ἥμαρτε, καὶ ἄφρονι πολλάκι δόξα 665
1.666
ἕσπετο, καὶ τιμῆς καὶ κακὸς ὢν ἔλαχεν.
1.667
Εἰ μὲν χρήματ' ἔχοιμι, Σιμωνίδη, οἷά περ ἤδη
1.668
οὐκ ἂν ἀνιώιμην τοῖσ' ἀγαθοῖσι συνών.
1.669
νῦν δέ με γινώσκοντα παρέρχεται, εἰμὶ δ' ἄφωνος
1.670
χρημοσύνῃ, πολλῶν γνοῦσαν ἄμεινον ἔτι 670
1.671
οὕνεκα νῦν φερόμεσθα καθ' ἱστία λευκὰ βαλόντες
1.672
Μηλίου ἐκ πόντου νύκτα διὰ δνοφερήν·
1.673
ἀντλεῖν δ' οὐκ ἐθέλουσιν· ὑπερβάλλει δὲ θάλασσα
1.674
ἀμφοτέρων τοίχων. ἦ μάλα τις χαλεπῶς
1.675
σώζεται. οἱ δ' ἕρδουσι· κυβερνήτην μὲν ἔπαυσαν 675
1.676
ἐσθλόν, ὅτις φυλακὴν εἶχεν ἐπισταμένως·
1.677
χρήματα δ' ἁρπάζουσι βίῃ, κόσμος δ' ἀπόλωλεν,
1.678
δασμὸς δ' οὐκέτ' ἴσος γίνεται ἐς τὸ μέσον·
1.679
φορτηγοὶ δ' ἄρχουσι, κακοὶ δ' ἀγαθῶν καθύπερθεν.
1.680
δειμαίνω, μή πως ναῦν κατὰ κῦμα πίῃ. 680
1.681
ταῦτά μοι ἠινίχθω κεκρυμμένα τοῖσ' ἀγαθοῖσιν·
1.682
γινώσκοι δ' ἄν τις καὶ κακόν, ἂν σοφὸς ᾖ.
1.683
Πολλοὶ πλοῦτον ἔχουσιν ἀίδριες· οἱ δὲ τὰ καλά
1.684
ζητοῦσιν χαλεπῇ τειρόμενοι πενίῃ.
1.685
ἕρδειν δ' ἀμφοτέροισιν ἀμηχανίη παράκειται· 685
1.686
εἴργει γὰρ τοὺς μὲν χρήματα, τοὺς δὲ νόος.
1.687
Οὐκ ἔστι θνητοῖσι πρὸς ἀθανάτους μαχέσασθαι
1.688
οὐδὲ δίκην εἰπεῖν· οὐδενὶ τοῦτο θέμις.
1.689
Οὐ χρὴ πημαίνειν ὅ τε μὴ πημαντέον εἴη,
1.690
οὐδ' ἕρδειν ὅ τι μὴ λώιον ᾖ τελέσαι. 690
1.691
Χαίρων εὖ τελέσειας ὁδὸς μεγάλου διὰ πόντου,
1.692
καί σε Ποσειδάων χάρμα φίλοισ' ἀγάγοι.
1.693
Πολλούς τοι κόρος ἄνδρας ἀπώλεσεν ἀφραίνοντας·
1.694
γνῶναι γὰρ χαλεπὸν μέτρον, ὅτ' ἐσθλὰ παρῇ.
1.695
Οὐ δύναμαί σοι, θυμέ, παρασχεῖν ἄρμενα πάντα· 695
1.696
τέτλαθι· τῶν δὲ καλῶν οὔ τι σὺ μοῦνος ἐρᾶις.
1.697
Εὖ μὲν ἔχοντος ἐμοῦ πολλοὶ φίλοι· ἢν δέ τι δεινόν
1.698
συγκύρσῃ, παῦροι πιστὸν ἔχουσι νόον.
1.699
Πλήθει δ' ἀνθρώπων ἀρετὴ μία γίνεται ἥδε,
1.700
πλουτεῖν· τῶν δ' ἄλλων οὐδὲν ἄρ' ἦν ὄφελος, 700
1.701
οὐδ' εἰ σωφροσύνην μὲν ἔχοις Ῥαδαμάνθυος αὐτοῦ,
1.702
πλείονα δ' εἰδείης Σισύφου Αἰολίδεω,
1.703
ὅστε καὶ ἐξ Ἀίδεω πολυϊδρίῃσιν ἀνῆλθεν
1.704
πείσας Περσεφόνην αἱμυλίοισι λόγοις,
1.705
ἥτε βροτοῖς παρέχει λήθην βλάπτουσα νόοιο– 705
1.706
ἄλλος δ' οὔπω τις τοῦτο γ' ἐπεφράσατο,
1.707
ὅντινα δὴ θανάτοιο μέλαν νέφος ἀμφικαλύψῃ,
1.708
ἔλθῃ δ' ἐς σκιερὸν χῶρον ἀποφθιμένων,
1.709
κυανέας τε πύλας παραμείψεται, αἵτε θανόντων
1.710
ψυχὰς εἴργουσιν καίπερ ἀναινομένας· 710
1.711
ἀλλ' ἄρα κἀκεῖθεν πάλιν ἤλυθε Σίσυφος ἥρως
1.712
ἐς φάος ἠελίου σφῇσι πολυφροσύναις–
1.713
οὐδ' εἰ ψεύδεα μὲν ποιοῖς ἐτύμοισιν ὁμοῖα,
1.714
γλῶσσαν ἔχων ἀγαθὴν Νέστορος ἀντιθέου,
1.715
ὠκύτερος δ' εἴησθα πόδας ταχεῶν Ἁρπυιῶν 715
1.716
καὶ παίδων Βορέω, τῶν ἄφαρ εἰσὶ πόδες.
1.717
ἀλλὰ χρὴ πάντας γνώμην ταύτην καταθέσθαι,
1.718
ὡς πλοῦτος πλείστην πᾶσιν ἔχει δύναμιν.
1.719
’ Ἶσόν τοι πλουτοῦσιν, ὅτῳ πολὺς ἄργυρός ἐστιν
1.720
καὶ χρυσὸς καὶ γῆς πυροφόρου πεδία 720
1.721
ἵπποι θ' ἡμίονοί τε, καὶ ᾧ’– τὰ δέοντα πάρεστι
1.722
’ γαστρί τε καὶ πλευραῖς καὶ ποσὶν ἁβρὰ παθεῖν,
1.723
παιδός τ' ἠδὲ γυναικός·’ ὅταν δέ κε τῶν ἀφίκηται
1.724
ὥρη, σὺν δ' ἥβη γίνεται ἁρμοδία,
1.725
ταῦτ' ἄφενος θνητοῖσι· τὰ γὰρ περιώσια πάντα 725
1.726
χρήματ' ἔχων οὐδεὶς ἔρχεται εἰς Ἀίδεω,
1.727
οὐδ' ἂν ἄποινα διδοὺς θάνατον φύγοι οὐδὲ βαρείας
1.728
νούσους οὐδὲ κακὸν γῆρας ἐπερχόμενον.
1.729
Φροντίδες ἀνθρώπων ἔλαχον πτερὰ ποικίλ' ἔχουσαι,
1.730
μυρόμεναι ψυχῆς εἵνεκα καὶ βιότου. 730
1.731
Ζεῦ πάτερ, εἴθε γένοιτο θεοῖς φίλα τοῖς μὲν ἀλιτροῖς
1.732
ὕβριν ἁδεῖν, καί σφιν τοῦτο γένοιτο φίλον
1.733
θυμῷ, σχέτλια ἔργα μετά φρεσὶν ὅστις ἀπήνης
1.734
ἐργάζοιτο θεῶν μηδὲν ὀπιζόμενος,
1.735
αὐτὸν ἔπειτα πάλιν τεῖσαι κακά, μηδ' ἔτ' ὀπίσσω 735
1.736
πατρὸς ἀτασθαλίαι παισὶ γένοιντο κακόν·
1.737
παῖδες δ' οἵτ' ἀδίκου πατρὸς τὰ δίκαια νοεῦντες
1.738
ποιῶσιν, Κρονίδη, σὸν χόλον ἁζόμενοι,
1.739
ἐξ ἀρχῆς τὰ δίκαια μετ' ἀστοῖσιν φιλέοντες,
1.740
μή τιν' ὑπερβασίην ἀντιτίνειν πατέρων. 740
1.741
ταῦτ' εἴη μακάρεσσι θεοῖς φίλα· νῦν δ' ὁ μὲν ἕρδων
1.742
ἐκφεύγει, τὸ κακὸν δ' ἄλλος ἔπειτα φέρει.
1.743
καὶ τοῦτ', ἀθανάτων βασιλεῦ, πῶς ἐστι δίκαιον,
1.744
ἔργων ὅστις ἀνὴρ ἐκτὸς ἐὼν ἀδίκων,
1.745
μή τιν' ὑπερβασίην κατέχων μήθ' ὅρκον ἀλιτρόν, 745
1.746
ἀλλὰ δίκαιος ἐών, μὴ τὰ δίκαια πάθῃ;
1.747
τίς δή κεν βροτὸς ἄλλος ὁρῶν πρὸς τοῦτον ἔπειτα
1.748
ἅζοιτ' ἀθανάτους, καὶ τίνα θυμὸν ἔχων,
1.749
ὁππότ' ἀνὴρ ἄδικος καὶ ἀτάσθαλος, οὔτε τευ ἀνδρός
1.750
οὔτε τευ ἀθανάτων μῆνιν ἀλευόμενος, 750
1.751
ὑβρίζῃ πλούτῳ κεκορημένος, οἱ δὲ δίκαιοι
1.752
τρύχονται χαλεπῇ τειρόμενοι πενίῃ;
1.753
Ταῦτα μαθών, φίλ' ἑταῖρε, δικαίως χρήματα ποιοῦ,
1.754
σώφρονα θυμὸν ἔχων ἐκτὸς ἀτασθαλίης,
1.755
ἀεὶ τῶνδ' ἐπέων μεμνημένος· εἰς δὲ τελευτήν 755
1.756
αἰνήσεις μύθῳ σώφρονι πειθόμενος.
1.757
Ζεὺς μὲν τῆσδε πόληος ὑπειρέχοι αἰθέρι ναίων
1.758
αἰεὶ δεξιτερὴν χεῖρ' ἐπ' ἀπημοσύνῃ,
1.759
ἄλλοι τ' ἀθάνατοι μάκαρες θεοί· αὐτὰρ Ἀπόλλων
1.760
ὀρθώσαι γλῶσσαν καὶ νόον ἡμέτερον. 760
1.761
φόρμιγξ δ' αὖ φθέγγοιθ' ἱερὸν μέλος ἠδὲ καὶ αὐλός·
1.762
ἡμεῖς δὲ σπονδὰς θεοῖσιν ἀρεσσάμενοι
1.763
πίνωμεν, χαρίεντα μετ' ἀλλήλοισι λέγοντες,
1.764
μηδὲν τὸν Μήδων δειδιότες πόλεμον.
1.765
ὧδ' εἶναι. καὶ ἄμεινον ἐύφρονα θυμὸν ἔχοντας 765
1.766
νόσφι μεριμνάων εὐφροσύνως διάγειν
1.767
τερπομένους, τηλοῦ δὲ κακὰς ἀπὸ κῆρας ἀμῦναι
1.768
γῆράς τ' οὐλόμενον καὶ θανάτοιο τέλος.
1.769
Χρὴ Μουσῶν θεράποντα καὶ ἄγγελον, εἴ τι περισσόν
1.770
εἰδείη, σοφίης μὴ φθονερὸν τελέθειν, 770
1.771
ἀλλὰ τὰ μὲν μῶσθαι, τὰ δὲ δεικνύεν, ἄλλα δὲ ποιεῖν·
1.772
τί σφιν χρήσηται μοῦνος ἐπιστάμενος;
1.773
Φοῖβε ἄναξ, αὐτὸς μὲν ἐπύργωσας πόλιν ἄκρην,
1.774
Ἀλκαθόῳ Πέλοπος παιδὶ χαριζόμενος·
1.775
αὐτὸς δὲ στρατὸν ὑβριστὴν Μήδων ἀπέρυκε 775
1.776
τῆσδε πόλευς, ἵνα σοι λαοὶ ἐν εὐφροσύνῃ
1.777
ἦρος ἐπερχομένου κλειτὰς πέμπωσ' ἑκατόμβας
1.778
τερπόμενοι κιθάρῃ καὶ ἐρατῇ θαλίῃ
1.779
παιάνων τε χοροῖσ' ἰαχῇσί τε σὸν περὶ βωμόν·
1.780
ἦ γὰρ ἔγωγε δέδοικ' ἀφραδίην ἐσορῶν 780
1.781
καὶ στάσιν Ἑλλήνων λαοφθόρον. ἀλλὰ σύ, Φοῖβε,
1.782
ἵλαος ἡμετέρην τήνδε φύλασσε πόλιν.
1.783
Ἦλθον μὲν γὰρ ἔγωγε καὶ εἰς Σικελήν ποτε γαῖαν,
1.784
ἦλθον δ' Εὐβοίης ἀμπελόεν πεδίον
1.785
Σπάρτην δ' Εὐρώτα δονακοτρόφου ἀγλαὸν ἄστυ· 785
1.786
καί μ' ἐφίλευν προφρόνως πάντες ἐπερχόμενον·
1.787
ἀλλ' οὔτις μοι τέρψις ἐπὶ φρένας ἦλθεν ἐκείνων.
1.788
οὕτως οὐδὲν ἄρ' ἦν φίλτερον ἄλλο πάτρης.
1.789
Μήποτέ μοι μελέδημα νεώτερον ἄλλο φανείη
1.790
ἀντ' ἀρετῆς σοφίης τ', ἀλλὰ τόδ' αἰὲν ἔχων 790
1.791
τερποίμην φόρμιγγι καὶ ὀρχηθμῷ καὶ ἀοιδῇ,
1.792
καὶ μετὰ τῶν ἀγαθῶν ἐσθλὸν ἔχοιμι νόον.
1.793
Μήτε τινὰ ξείνων δηλεύμενος ἔργμασι λυγροῖς
1.794
μήτε τιν' ἐνδήμων, ἀλλὰ δίκαιος ἐών,
1.795
’ τὴν σαυτοῦ φρένα τέρπε· δυσηλεγέων δὲ πολιτῶν
1.796
ἄλλος τοί σε κακῶς, ἄλλος ἄμεινον ἐρεῖ.’ 795
1.797
Τοὺς ἀγαθοὺς ἄλλος μάλα μέμφεται, ἄλλος ἐπαινεῖ,
1.798
τῶν δὲ κακῶν μνήμη γίνεται οὐδεμία.
1.799
Ἀνθρώπων δ' ἄψεκτος ἐπὶ χθονὶ γίνεται οὐδείς·
1.800
ἀλλ’ ὡς λώϊον μὴ πλεόνεσσι μέλοι. 800
1.801
Οὐδεὶς ἀνθρώπων οὔτ' ἔσσεται οὔτε πέφυκεν
1.802
ὅστις πᾶσιν ἁδὼν δύσεται εἰς Ἀίδεω·
1.803
οὐδὲ γὰρ ὃς θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει,
1.804
Ζεὺς Κρονίδης, θνητοῖς πᾶσιν ἁδεῖν δύναται.
1.805
Τόρνου καὶ στάθμης καὶ γνώμονος ἄνδρα θεωρόν 805
1.806
εὐθύτερον χρὴ ἔμεν, Κύρνε, φυλασσόμενον,
1.807
ᾧτινί κεν Πυθῶνι θεοῦ χρήσασ' ἱέρεια
1.808
ὀμφὴν σημήνῃ πίονος ἐξ ἀδύτου·
1.809
οὔτε τι γὰρ προσθεὶς οὐδέν κ' ἔτι φάρμακον εὕροις,
1.810
οὐδ' ἀφελὼν πρὸς θεῶν ἀμπλακίην προφύγοις. 810
1.811
Χρῆμ' ἔπαθον θανάτου μὲν ἀεικέος οὔτι κάκιον,
1.812
τῶν δ' ἄλλων πάντων, Κύρν', ἀνιηρότατον·
1.813
οἵ με φίλοι προὔδωκαν· ἐγὼ δ' ἐχθροῖσι πελασθείς
1.814
εἰδήσω καὶ τῶν ὅντιν' ἔχουσι νόον.
1.815
Βοῦς μοι ἐπὶ γλώσσῃ κρατερῷ ποδὶ λὰξ ἐπιβαίνων 815
1.816
ἴσχει κωτίλλειν καίπερ ἐπιστάμενον.
1.817
Κύρν', ἔμπης δ' ὅ τι μοῖρα παθεῖν, οὐκ ἔσθ' ὑπαλύξαι·
1.818
ὅ ττι δὲ μοῖρα παθεῖν, οὔτι δέδοικα παθεῖν.
1.819
Ἐς πολυάρητον κακὸν ἥκομεν, ἔνθα μάλιστα,
1.820
Κύρνε, συναμφοτέρους μοῖρα λάβοι θανάτου. 820
1.821
Οἵ κ' ἀπογηράσκοντας ἀτιμάζωσι τοκῆας,
1.822
τούτων τοι χώρη, Κύρν', ὀλίγη τελέθει.
1.823
Μήτε τιν' αὖξε τύραννον ἐπ' ἐλπίσι, κέρδεσιν εἴκων,
1.824
μήτε κτεῖνε θεῶν ὅρκια συνθέμενος.
1.825
Πῶς ὑμῖν τέτληκεν ὑπ' αὐλητῆρος ἀείδειν 825
1.826
θυμός; γῆς δ' οὖρος φαίνεται ἐξ ἀγορῆς,
1.827
ἥτε τρέφει καρποῖσιν ἐν εἰλαπίναις φορέοντας
1.828
ξανθῇσίν τε κόμαις πορφυρέους στεφάνους.
1.829
ἀλλ' ἄγε δή, Σκύθα, κεῖρε κόμην, ἀπόπαυε δὲ κῶμον,
1.830
πένθει δ' εὐώδη χῶρον ἀπολλύμενον. 830
1.831
Πίστει χρήματ' ὄλεσσα, ἀπιστίῃ δ' ἐσάωσα·
1.832
γνώμη δ' ἀργαλέη γίνεται ἀμφοτέρων.
1.833
Πάντα τάδ' ἐν κοράκεσσι καὶ ἐν φθόρῳ· οὐδέ τις ἡμῖν
1.834
αἴτιος ἀθανάτων, Κύρνε, θεῶν μακάρων,
1.835
ἀλλ' ἀνδρῶν τε βίη καὶ κέρδεα δειλὰ καὶ ὕβρις 835
1.836
πολλῶν ἐξ ἀγαθῶν ἐς κακότητ' ἔβαλεν.
1.837
Δισσαί τοι πόσιος κῆρες δειλοῖσι βροτοῖσιν,
1.838
δίψα τε λυσιμελὴς καὶ μέθυσις χαλεπή·
1.839
τούτων δ' ἂν τὸ μέσον στρωφήσομαι, οὐδέ με πείσεις
1.840
οὔτε τι μὴ πίνειν οὔτε λίην μεθύειν. 840
1.841
Οἶνος ἐμοὶ τὰ μὲν ἄλλα χαρίζεται, ἓν δ' ἀχάριστον,
1.842
εὖτ' ἂν θωρήξας μ' ἄνδρα πρὸς ἐχθρὸν ἄγῃ.
1.843
ἀλλ' ὁπόταν καθύπερθεν ἐὼν ὑπένερθε γένηται,
1.844
τουτάκις οἴκαδ' ἴμεν παυσάμενοι πόσιος.
1.845
Εὖ μὲν κείμενον ἄνδρα κακῶς θέμεν εὐμαρές ἐστιν, 845
1.846
εὖ δὲ θέμεν τὸ κακῶς κείμενον ἀργαλέον.
1.847
Λὰξ ἐπίβα δήμῳ κενεόφρονι, τύπτε δὲ κέντρῳ
1.848
ὀξέι καὶ ζεύγλην δύσλοφον ἀμφιτίθει·
1.849
οὐ γὰρ ἔθ' εὑρήσεις δῆμον φιλοδέσποτον ὧδε
1.850
ἀνθρώπων, ὁπόσους ἠέλιος καθορᾶι. 850
1.851
Ζεὺς ἄνδρ' ἐξολέσειεν Ὀλύμπιος, ὃς τὸν ἑταῖρον
1.852
μαλθακὰ κωτίλλων ἐξαπατᾶν ἐθέλει·
1.853
’ Ἡδέα μὲν καὶ πρόσθεν, ἀτὰρ πολὺ λώια δὴ νῦν.’
1.854
τοὔνεκα τοῖς δειλοῖσ' οὐδεμί' ἐστὶ χάρις.
1.855
Πολλάκις ἡ πόλις ἥδε δι' ἡγεμόνων κακότητα 855
1.856
ὥσπερ κεκλιμένη ναῦς παρὰ γῆν ἔδραμεν.
1.857
Τῶν δὲ φίλων εἰ μέν τις ὁρᾶι μέ τι δειλὸν ἔχοντα,
1.858
αὐχέν' ἀποστρέψας οὐδ' ἐσορᾶν ἐθέλει·
1.859
ἢν δέ τί μοί ποθεν ἐσθλόν, ἃ παυράκι γίνεται ἀνδρί,
1.860
πολλοὺς ἀσπασμοὺς καὶ φιλότητας ἔχω. 860
1.861
Οἵ με φίλοι προδιδοῦσι καὶ οὐκ ἐθέλουσί τι δοῦναι
1.862
ἀνδρῶν φαινομένων· ἀλλ' ἐγὼ αὐτομάτη
1.863
ἑσπερίη τ' ἔξειμι καὶ ὀρθρίη αὖθις ἔσειμι,
1.864
ἦμος ἀλεκτρυόνων φθόγγος ἐγειρομένων.
1.865
Πολλοῖσ' ἀχρήστοισι θεὸς διδοῖ ἀνδράσιν ὄλβον 865
1.866
ἐσθλόν, ὃς οὔτ' αὐτῷ βέλτερος, οὐδὲν ἐών,
1.867
οὔτε φίλοισ'. ἀρετῆς δὲ μέγα κλέος οὔποτ' ὀλεῖται·
1.868
αἰχμητὴς γὰρ ἀνὴρ γῆν τε καὶ ἄστυ σαοῖ.
1.869
Ἔν μοι ἔπειτα πέσοι μέγας οὐρανὸς εὐρὺς ὕπερθεν
1.870
χάλκεος, ἀνθρώπων δεῖμα χαμαιγενέων, 870
1.871
εἰ μὴ ἐγὼ τοῖσιν μὲν ἐπαρκέσω οἵ με φιλεῦσιν,
1.872
τοῖς δ' ἐχθροῖσ' ἀνίη καὶ μέγα πῆμ' ἔσομαι.
1.873
Οἶνε, τὰ μέν σ' αἰνῶ, τὰ δὲ μέμφομαι· οὐδέ σε πάμπαν
1.874
οὔτε ποτ' ἐχθαίρειν οὔτε φιλεῖν δύναμαι.
1.875
ἐσθλὸν καὶ κακόν ἐσσι. τίς ἄν σέ τε μωμήσαιτο, 875
1.876
τίς δ' ἂν ἐπαινήσῃ μέτρον ἔχων σοφίης;
1.877
Ἥβα μοι, φίλε θυμέ· τάχ' αὖ τινες ἄλλοι ἔσονται
1.878
ἄνδρες, ἐγὼ δὲ θανὼν γαῖα μέλαιν' ἔσομαι.
1.879
πῖν' οἶνον, τὸν ἐμοὶ κορυφῆς ἄπο Τηϋγέτοιο
1.880
ἄμπελοι ἤνεγκαν, τὰς ἐφύτευσ' ὁ γέρων 880
1.881
οὔρεος ἐν βήσσῃσι θεοῖσι φίλος Θεότιμος,
1.882
ἐκ Πλατανιστοῦντος ψυχρὸν ὕδωρ ἐπάγων.
1.883
τοῦ πίνων ἀπὸ μὲν χαλεπὰς σκεδάσεις μελεδῶνας,
1.884
θωρηχθεὶς δ' ἔσεαι πολλὸν ἐλαφρότερος.
1.885
Εἰρήνη καὶ πλοῦτος ἔχοι πόλιν, ὄφρα μετ' ἄλλων 885
1.886
κωμάζοιμι· κακοῦ δ' οὐκ ἔραμαι πολέμου.
1.887
Μηδὲ λίην κήρυκος ἀν' οὖς ἔχε μακρὰ βοῶντος·
1.888
οὐ γὰρ πατρώιας γῆς πέρι μαρνάμεθα.
1.889
ἀλλ' αἰσχρὸν παρεόντα καὶ ὠκυπόδων ἐπιβάντα
1.890
ἵππων μὴ πόλεμον δακρυόεντ' ἐσιδεῖν. 890
1.891
Οἴ μοι ἀναλκίης· ἀπὸ μὲν Κήρινθος ὄλωλεν,
1.892
Ληλάντου δ' ἀγαθὸν κείρεται οἰνόπεδον·
1.893
οἱ δ' ἀγαθοὶ φεύγουσι, πόλιν δὲ κακοὶ διέπουσιν.
1.894
ὡς δὴ Κυψελιδῶν Ζεὺς ὀλέσειε γένος.
1.895
Γνώμης δ' οὐδὲν ἄμεινον ἀνὴρ ἔχει αὐτὸς ἐν αὐτῷ 895
1.896
οὐδ' ἀγνωμοσύνης, Κύρν', ὀδυνηρότερον.
1.897
Κύρν', εἰ πάντ' ἄνδρεσσι καταθνητοῖς χαλεπαίνειν
1.898
γινώσκειν, ὡς νοῦν οἷον ἕκαστος ἔχει
1.899
αὐτὸς ἐνὶ στήθεσσι καὶ ἔργματα, τῷ δὲ δικαίῳ
1.900
τῷ τ' ἀδίκῳ μέγα κεμ πῆμα βροτοῖσιν ἐπῆν. 900
1.901
Ἔστιν ὁ μὲν χείρων, ὁ δ' ἀμείνων ἔργον ἑκάστου·
1.902
οὐδεὶς δ' ἀνθρώπων αὐτὸς ἅπαντα σοφός.
1.903
Ὅστις ἀνάλωσιν τηρεῖ κατὰ χρήματα θηρῶν,
1.904
κυδίστην ἀρετὴν τοῖς συνιεῖσιν ἔχει.
1.905
εἰ μὲν γὰρ κατιδεῖν βιότου τέλος ἦν, ὁπόσον τι 905
1.906
ἤμελλ' ἐκτελέσας εἰς Ἀίδαο περᾶν,
1.907
εἰκὸς ἂν ἦν, ὃς μὲν πλείω χρόνον αἶσαν ἔμιμνεν,
1.908
φείδεσθαι μᾶλλον τοῦτον ἵν' εἶχε βίον.
1.909
νῦν δ' οὐκ ἔστιν. ὃ δὴ καὶ ἐμοὶ μέγα πένθος ὄρωρεν
1.910
καὶ δάκνομαι ψυχὴν καὶ δίχα θυμὸν ἔχω. 910
1.911
ἐν τριόδῳ δ' ἕστηκα. δύ' εἰσὶ τὸ πρόσθεν ὁδοί μοι·
1.912
φροντίζω τούτων ἥντιν' ἴω προτέρην·
1.913
ἢ μηδὲν δαπανῶν τρύχω βίον ἐν κακότητι,
1.914
ἢ ζώω τερπνῶς ἔργα τελῶν ὀλίγα.
1.915
εἶδον μὲν γὰρ ἔγωγ', ὃς ἐφείδετο κοὔποτε γαστρί 915
1.916
σῖτον ἐλευθέριον πλούσιος ὢν ἐδίδου·
1.917
ἀλλὰ πρὶν ἐκτελέσαι κατέβη δόμον Ἄιδος εἴσω,
1.918
χρήματα δ' ἀνθρώπων οὑπιτυχὼν ἔλαβεν,
1.919
ὥστ' ἐς ἄκαιρα πονεῖν καὶ μὴ δόμεν ᾧ κε θέλῃ τις.
1.920
εἶδον δ' ἄλλον, ὃς ᾗ γαστρὶ χαριζόμενος 920
1.921
χρήματα μὲν διέτριψεν, ἔφη δ'·‘ ὑπάγω φρένα τέρψας·’
1.922
πτωχεύει δὲ φίλους πάντας, ὅπου τιν' ἴδῃ.
1.923
οὕτω, Δημόκλεις, κατὰ χρήματ' ἄριστον ἁπάντων
1.924
τὴν δαπάνην θέσθαι καὶ μελέτην ἐχέμεν.
1.925
οὔτε γὰρ ἂν προκαμὼν ἄλλῳ κάματον μεταδοίης, 925
1.926
οὔτ' ἂν πτωχεύων δουλοσύνην τελέοις·
1.927
οὐδ', εἰ γῆρας ἵκοιο, τὰ χρήματα πάντ' ἀποδραίη.
1.928
ἐν δὲ τοιῷδε γένει χρήματ' ἄριστον ἔχειν.
1.929
ἢν μὲν γὰρ πλουτῇς, πολλοὶ φίλοι, ἢν δὲ πένηαι,
1.930
παῦροι, κοὐκέθ' ὁμῶς αὐτὸς ἀνὴρ ἀγαθός. 930
1.931
φείδεσθαι μὲν ἄμεινον, ἐπεὶ οὐδὲ θανόντ' ἀποκλαίει
1.932
οὐδείς, ἢν μὴ ὁρᾶι χρήματα λειπόμενα.
1.933
Παύροισ' ἀνθρώπων ἀρετὴ καὶ κάλλος ὀπηδεῖ·
1.934
ὄλβιος, ὃς τούτων ἀμφοτέρων ἔλαχεν.
1.935
’ πάντες μιν τιμῶσιν· ὁμῶς νέοι οἵ τε κατ' αὐτόν 935
1.936
χώρης εἴκουσιν τοί τε παλαιότεροι.
1.937
γηράσκων ἀστοῖσι μεταπρέπει, οὐδέ τις αὐτόν
1.938
βλάπτειν οὔτ' αἰδοῦς οὔτε δίκης ἐθέλει.’
1.939
Οὐ δύναμαι φωνῇ λίγ' ἀειδέμεν ὥσπερ ἀηδών·
1.940
καὶ γὰρ τὴν προτέρην νύκτ' ἐπὶ κῶμον ἔβην. 940
1.941
οὐδὲ τὸν αὐλητὴν προφασίζομαι· ἀλλά μ' ἑταῖρος
1.942
ἐκλείπει σοφίης οὐκ ἐπιδευόμενος.
1.943
ἐγγύθεν αὐλητῆρος ἀείσομαι ὧδε καταστάς
1.944
δεξιὸς ἀθανάτοις θεοῖσιν ἐπευχόμενος.
1.945
Εἶμι παρὰ στάθμην ὀρθὴν ὁδόν, οὐδετέρωσε 945
1.946
κλινόμενος· χρὴ γάρ μ' ἄρτια πάντα νοεῖν.
1.947
πατρίδα κοσμήσω, λιπαρὴν πόλιν, οὔτ' ἐπὶ δήμῳ
1.948
τρέψας οὔτ' ἀδίκοισ' ἀνδράσι πειθόμενος.
1.949
Νεβρὸν ὑπὲξ ἐλάφοιο λέων ὣς ἀλκὶ πεποιθώς
1.950
ποσσὶ καταμάρψας αἵματος οὐκ ἔπιον· 950
1.951
τειχέων δ' ὑψηλῶν ἐπιβὰς πόλιν οὐκ ἀλάπαξα·
1.952
ζευξάμενος δ' ἵππους ἅρματος οὐκ ἐπέβην·
1.953
πρήξας δ' οὐκ ἔπρηξα, καὶ οὐκ ἐτέλεσσα τελέσσας·
1.954
δρήσας δ' οὐκ ἔδρησ', ἤνυσα δ' οὐκ ἀνύσας.
1.955
Δειλοὺς εὖ ἕρδοντι δύω κακά· τῶν τε γὰρ αὐτοῦ 955
1.956
χηρώσει πολλῶν καὶ χάρις οὐδεμία.
1.957
Εἴ τι παθὼν ἀπ' ἐμεῦ ἀγαθὸν μέγα μὴ χάριν οἶδας,
1.958
χρήιζων ἡμετέρους αὖθις ἵκοιο δόμους.
1.959
Ἔστε μὲν αὐτὸς ἔπινον ἀπὸ κρήνης μελανύδρου,
1.960
ἡδύ τί μοι ἐδόκει καὶ καλὸν ἦμεν ὕδωρ. 960
1.961
νῦν δ' ἤδη τεθόλωται, ὕδωρ δ' ἀναμίσγεται οὔδει·
1.962
ἄλλης δὴ κρήνης πίομαι ἢ ποταμοῦ.
1.963
Μήποτ' ἐπαινήσῃς, πρὶν ἂν εἰδῇς ἄνδρα σαφηνῶς,
1.964
ὀργὴν καὶ ῥυθμὸν καὶ τρόπον ὅστις ἂν ᾖ.
1.965
πολλοί τοι κίβδηλον ἐπίκλοπον ἦθος ἔχοντες 965
1.966
κρύπτουσ' ἐνθέμενοι θυμὸν ἐφημέριον.
1.967
τούτων δ' ἐκφαίνει πάντων χρόνος ἦθος ἑκάστου.
1.968
καὶ γὰρ ἐγὼ γνώμης πολλὸν ἄρ' ἐκτὸς ἔβην·
1.969
ἔφθην αἰνήσας πρὶν σοῦ κατὰ πάντα δαῆναι
1.970
ἤθεα· νῦν δ' ἤδη νηῦς ἅθ' ἑκὰς διέχω. 970
1.971
Τίς δ' ἀρετὴ πίνοντ' ἐπιοίνιον ἆθλον ἑλέσθαι;
1.972
πολλάκι τοι νικᾶι καὶ κακὸς ἄνδρ' ἀγαθόν.
1.973
Οὐδεὶς ἀνθρώπων, ὃν πρῶτ' ἐπὶ γαῖα καλύψῃ
1.974
εἴς τ' Ἔρεβος καταβῇ, δώματα Περσεφόνης,
1.975
τέρπεται οὔτε λύρης οὔτ' αὐλητῆρος ἀκούων 975
1.976
οὔτε Διωνύσου δῶρ' ἐσαειράμενος.
1.977
ταῦτ' ἐσορῶν κραδίην εὖ πείσομαι, ὄφρα τ' ἐλαφρά
1.978
γούνατα καὶ κεφαλὴν ἀτρεμέως προφέρω.
1.979
’ Μή μοι ἀνὴρ εἴη γλώσσῃ φίλος, ἀλλὰ καὶ ἔργῳ.’
1.980
χερσίν τε σπεύδου χρήμασί τ', ἀμφότερα· 980
1.981
μηδὲ παρὰ κλητῆρι λόγοισιν ἐμὴν φρένα θέλγοις.
1.982
’ ἀλλ' ἕρδων φαίνοιτ', εἴ τι δύναιτ', ἀγαθόν.’
1.983
Ἡμεῖς δ' ἐν θαλίῃσι φίλον καταθώμεθα θυμόν,
1.984
ὄφρ' ἔτι τερπωλῆς ἔργ' ἐρατεινὰ φέρῃ.
1.985
αἶψα γὰρ ὥστε νόημα παρέρχεται ἀγλαὸς ἥβη· 985
1.986
οὐδ' ἵππων ὁρμὴ γίνεται ὠκυτέρη,
1.987
αἵτε ἄνακτα φέρουσι δορυσσόον ἐς πόνον ἀνδρῶν
1.988
λάβρως, πυροφόρῳ τερπόμεναι πεδίῳ.
1.989
Πῖν' ὁπόταν πίνωσιν· ὅταν δέ τι θυμὸν ἀσηθῇς,
1.990
μηδεὶς ἀνθρώπων γνῷ σε βαρυνόμενον. 990
1.991
Ἄλλοτέ τοι πάσχων ἀνιήσεαι, ἄλλοτε δ' ἕρδων
1.992
χαιρήσεις· δύναται δ' ἄλλοτε ἄλλος ἀνήρ.
1.993
Εἰ θείης, Ἀκάδημε, ἐφήμερον ὕμνον ἀείδειν,
1.994
ἆθλον δ' ἐν μέσσῳ παῖς καλὸν ἄνθος ἔχων
1.995
σοί τ' εἴη καὶ ἐμοὶ σοφίης πέρι δηρισάντοιν, 995
1.996
γνοίης χ' ὅσσον ὄνων κρέσσονες ἡμίονοι.
1.997
τῆμος δ' ἠέλιος μὲν ἐν αἰθέρι μώνυχας ἵππους
1.998
ἄρτι παραγγέλλοι μέσσατον ἦμαρ ἔχων,
1.999
δείπνου δὲ λήγοιμεν, ὅπου τινὰ θυμὸς ἀνώγοι,
1.1000
παντοίων ἀγαθῶν γαστρὶ χαριζόμενοι, 1000
1.1001
χέρνιβα δ' αἶψα θύραζε φέροι, στεφανώματα δ' εἴσω
1.1002
εὐειδὴς ῥαδιναῖς χερσὶ Λάκαινα κόρη.
1.1003
’ Ἥδ' ἀρετή, τόδ' ἄεθλον ἐν ἀνθρώποισιν ἄριστον
1.1004
κάλλιστόν τε φέρειν γίνεται ἀνδρὶ’– σοφῷ.
1.1005
’ ξυνὸν δ' ἐσθλὸν τοῦτο πόληί τε παντί τε δήμῳ, 1005
1.1006
ὅστις ἀνὴρ διαβὰς ἐν προμάχοισι μένει.’
1.1007
ξυνὸν δ' ἀνθρώποισ' ὑποθήσομαι, ὄφρα τις ἥβης
1.1008
ἀγλαὸν ἄνθος ἔχων καὶ φρεσὶν ἐσθλὰ νοῇ,
1.1009
τῶν αὐτοῦ κτεάνων εὖ πασχέμεν· οὐ γὰρ ἀνηβᾶν
1.1010
δὶς πέλεται πρὸς θεῶν οὐδὲ λύσις θανάτου 1010
1.1011
θνητοῖσ' ἀνθρώποισι. κακὸν δ' ἐπὶ γῆρας ἐλέγχει
1.1012
οὐλόμενον, κεφαλῆς δ' ἅπτεται ἀκροτάτης.
1.1013
Ἆ μάκαρ εὐδαίμων τε καὶ ὄλβιος, ὅστις ἄπειρος
1.1014
ἄθλων εἰς Ἀίδου δῶμα μέλαν κατέβη,
1.1015
πρίν τ' ἐχθροὺς πτῆξαι καὶ ὑπερβῆναί περ ἀνάγκῃ, 1015
1.1016
ἐξετάσαι τε φίλους, ὅντιν' ἔχουσι νόον.
1.1017
Αὐτίκα μοι κατὰ μὲν χροιὴν ῥέει ἄσπετος ἱδρώς,
1.1018
πτοιῶμαι δ' ἐσορῶν ἄνθος ὁμηλικίης
1.1019
τερπνὸν ὁμῶς καὶ καλόν, ἐπεὶ πλέον ὤφελεν εἶναι·
1.1020
’ ἀλλ' ὀλιγοχρόνιον γίνεται ὥσπερ ὄναρ 1020
1.1021
ἥβη τιμήεσσα· τὸ δ' οὐλόμενον καὶ ἄμορφον
1.1022
αὐτίχ' ὑπὲρ κεφαλῆς γῆρας ὑπερκρέμαται.’
1.1023
Οὔποτε τοῖσ' ἐχθροῖσιν ὑπὸ ζυγὸν αὐχένα θήσω
1.1024
δύσλοφον, οὐδ' εἴ μοι Τμῶλος ἔπεστι κάρῃ.
1.1025
Δειλοί τοι κακότητι ματαιότεροι νόον εἰσίν, 1025
1.1026
τῶν δ' ἀγαθῶν αἰεὶ πρήξιες ἰθύτεραι.
1.1027
Ῥηϊδίη τοι πρῆξις ἐν ἀνθρώποις κακότητος,
1.1028
τοῦ δ' ἀγαθοῦ χαλεπή, Κύρνε, πέλει παλάμη.
1.1029
Τόλμα, θυμέ, κακοῖσιν ὅμως ἄτλητα πεπονθώς·
1.1030
δειλῶν τοι κραδίη γίνεται ὀξυτέρη. 1030
1.1031
μὴ δὲ σύ τ' ἀπρήκτοισιν ἐπ' ἔργμασιν ἄλγος ἀέξων
1.1032
εχθει μηδ' εχθει, μηδὲ φίλους ἀνία,
1.1033
μηδ' ἐχθροὺς εὔφραινε. θεῶν δ' εἱμαρμένα δῶρα
1.1034
οὐκ ἂν ῥηϊδίως θνητὸς ἀνὴρ προφύγοι,
1.1035
οὔτ' ἂν πορφυρέης καταδὺς ἐς πυθμένα λίμνης, 1035
1.1036
οὔθ' ὅταν αὐτὸν ἔχῃ Τάρταρος ἠερόεις.
1.1037
Ἄνδρα τοί ἐστ' ἀγαθὸν χαλεπώτατον ἐξαπατῆσαι,
1.1038
ὡς ἐν ἐμοὶ γνώμη, Κύρνε, πάλαι κέκριται.
1.1038a
Ἤιδεα μὲν καὶ πρόσθεν, ἀτὰρ πολὺ λώιον ἤδη,
1.1038b
οὕνεκα τοῖς δειλοῖσ' οὐδεμί' ἐστὶ χάρις.
1.1039
Ἄφρονες ἄνθρωποι καὶ νήπιοι, οἵτινες οἶνον
1.1040
μὴ πίνουσ' ἄστρου καὶ κυνὸς ἀρχομένου. 1040
1.1041
Δεῦρο σὺν αὐλητῆρι· παρὰ κλαίοντι γελῶντες
1.1042
πίνωμεν, κείνου κήδεσι τερπόμενοι.
1.1043
Εὕδωμεν· φυλακὴ δὲ πόλεως φυλάκεσσι μελήσει
1.1044
ἀστυφέλης ἐρατῆς πατρίδος ἡμετέρης.
1.1045
Ναὶ μὰ Δί', εἴ τις τῶνδε καὶ ἐγκεκαλυμμένος εὕδει, 1045
1.1046
ἡμέτερον κῶμον δέξεται ἁρπαλέως.
1.1047
Νῦν μὲν πίνοντες τερπώμεθα, καλὰ λέγοντες·
1.1048
ἅσσα δ' ἔπειτ' ἔσται, ταῦτα θεοῖσι μέλει.
1.1049
Σοὶ δ' ἐγὼ οἷά τε παιδὶ πατὴρ ὑποθήσομαι αὐτός
1.1050
ἐσθλά· σὺ δ' ἐν θυμῷ καὶ φρεσὶ ταῦτα βάλευ· 1050
1.1051
μήποτ' ἐπειγόμενος πράξῃς κακόν, ἀλλὰ βαθείῃ
1.1052
σῇ φρενὶ βούλευσαι σῷ τ' ἀγαθῷ τε νόῳ.
1.1053
τῶν γὰρ μαινομένων πέτεται θυμός τε νόος τε,
1.1054
βουλὴ δ' εἰς ἀγαθὸν καὶ νόον ἐσθλὸν ἄγει.
1.1055
Ἀλλὰ λόγον μὲν τοῦτον ἐάσομεν, αὐτὰρ ἐμοὶ σύ 1055
1.1056
αὔλει, καὶ Μουσῶν μνησόμεθ' ἀμφότεροι.
1.1057
αὗται γὰρ τάδ' ἔδωκαν ἔχειν κεχαρισμένα δῶρα
1.1058
σοὶ καὶ ἐμοί, μελέμεν δ' ἀμφιπερικτίοσιν.
1.1059
Τιμαγόρα, πολλῶν ὀργὴν ἀπάτερθεν ὁρῶντι
1.1060
γινώσκειν χαλεπόν, καίπερ ἐόντι σοφῷ. 1060
1.1061
οἱ μὲν γὰρ κακότητα κατακρύψαντες ἔχουσιν
1.1062
πλούτῳ, τοὶ δ' ἀρετὴν οὐλομένῃ πενίῃ.
1.1063
Ἐν δ' ἥβῃ πάρα μὲν ξὺν ὁμήλικι πάννυχον εὕδειν,
1.1064
ἱμερτῶν ἔργων ἐξ ἔρον ἱέμενον·
1.1065
ἔστι δὲ κωμάζοντα μετ' αὐλητῆρος ἀείδειν· 1065
1.1066
τούτων οὐδὲν ἔην ἄλλ' ἐπιτερπνότερον
1.1067
ἀνδράσιν ἠδὲ γυναιξί. τί μοι πλοῦτός τε καὶ αἰδώς;
1.1068
τερπωλὴ νικᾶι πάντα σὺν εὐφροσύνῃ.
1.1069
Ἄφρονες ἄνθρωποι καὶ νήπιοι, οἵτε θανόντας
1.1070
κλαίουσ', οὐ δ' ἥβης ἄνθος ἀπολλύμενον. 1070
1.1070a
τέρπεό μοι, φίλε θυμέ· τάχ' αὖ τινες ἄλλοι ἔσονται
1.1070b
ἄνδρες, ἐγὼ δὲ θανὼν γαῖα μέλαιν' ἔσομαι.
1.1071
Κύρνε, φίλους πρὸς πάντας ἐπίστρεφε ποικίλον ἦθος,
1.1072
συμμίσγων ὀργὴν οἷος ἕκαστος ἔφυ.
1.1073
νῦν μὲν τῷδ' ἐφέπου, τοτὲ δ' ἀλλοῖος πέλευ ὀργήν.
1.1074
κρεῖσσόν τοι σοφίη καὶ μεγάλης ἀρετῆς.
1.1075
Πρήγματος ἀπρήκτου χαλεπώτατόν ἐστι τελευτήν 1075
1.1076
γνῶναι, ὅπως μέλλει τοῦτο θεὸς τελέσαι·
1.1077
ὄρφνη γὰρ τέταται· πρὸ δὲ τοῦ μέλλοντος ἔσεσθαι
1.1078
οὐ ξυνετὰ θνητοῖς πείρατ' ἀμηχανίης.
1.1079
Οὐδένα τῶν ἐχθρῶν μωμήσομαι ἐσθλὸν ἐόντα,
1.1080
οὐδὲ μὲν αἰνήσω δειλὸν ἐόντα φίλον. 1080
1.1081
’ Κύρνε, κύει πόλις ἥδε, δέδοικα δὲ μὴ τέκῃ ἄνδρα
1.1082
ὑβριστήν, χαλεπῆς ἡγεμόνα στάσιος·
1.1083
ἀστοὶ μὲν γὰρ ἔθ' οἵδε σαόφρονες, ἡγεμόνες δέ
1.1084
τετράφαται πολλὴν εἰς κακότητα πεσεῖν.’
1.1084a
’ μή μ' ἔπεσιν μὲν στέργε, νόον δ' ἔχε καὶ φρένας ἄλλας,
1.1084b
εἴ με φιλεῖς καί σοι πιστὸς ἔνεστι νόος,
1.1084c
ἀλλὰ φίλει καθαρὸν θέμενος νόον, ἤ μ' ἀποειπών
1.1084d
ἔχθαιρ' ἐμφανέως νεῖκος ἀειράμενος.’
1.1084e
οὕτω χρὴ τόν γ' ἐσθλὸν ἐπιστρέψαντα νόημα
1.1084f
ἔμπεδον αἰὲν ἔχειν ἐς τέλος ἀνδρὶ φίλῳ.
1.1085
Δημῶναξ, σοὶ πολλὰ φέρειν βαρύ· οὐ γὰρ ἐπίστῃ 1085
1.1086
τοῦθ' ἕρδειν, ὅ τι σοὶ μὴ καταθύμιον ᾖ.
1.1087
Κάστορ καὶ Πολύδευκες, οἳ ἐν Λακεδαίμονι δίῃ
1.1088
ναίετ' ἐπ' Εὐρώτα καλλιρόῳ ποταμῷ,
1.1089
εἴ ποτε βουλεύσαιμι φίλῳ κακόν, αὐτὸς ἔχοιμι·
1.1090
εἰ δέ τι κεῖνος ἐμοί, δὶς τόσον αὐτὸς ἔχοι. 1090
1.1091
Ἀργαλέως μοι θυμὸς ἔχει περὶ σῆς φιλότητος·
1.1092
οὔτε γὰρ ἐχθαίρειν οὔτε φιλεῖν δύναμαι,
1.1093
γινώσκων χαλεπὸν μέν, ὅταν φίλος ἀνδρὶ γένηται,
1.1094
ἐχθαίρειν, χαλεπὸν δ' οὐκ ἐθέλοντα φιλεῖν.
1.1095
Σκέπτεο δὴ νῦν ἄλλον· ἐμοί γε μὲν οὔ τις ἀνάγκη 1095
1.1096
τοῦθ' ἕρδειν· τῶν μοι πρόσθε χάριν τίθεσο.
1.1097
Ἤδη καὶ πτερύγεσσιν ἐπαίρομαι, ὥστε πετεινόν
1.1098
ἐκ λίμνης μεγάλης, ἄνδρα κακὸν προφυγών,
1.1099
βρόχον ἀπορρήξας· σὺ δ' ἐμῆς φιλότητος ἁμαρτών
1.1100
ὕστερον ἡμετέρην γνώσῃ ἐπιφροσύνην. 1100
1.1101
Ὅστις σοι βούλευσεν ἐμεῦ πέρι, καί σ' ἐκέλευσεν
1.1102
οἴχεσθαι προλιπόνθ' ἡμετέρην φιλίην–
1.1103
ὕβρις καὶ Μάγνητας ἀπώλεσε καὶ Κολοφῶνα
1.1104
καὶ Σμύρνην. πάντως, Κύρνε, καὶ ὔμμ' ἀπολεῖ.
1.1104a
Δόξα μὲν ἀνθρώποισι κακὸν μέγα, πεῖρα δ' ἄριστον.
1.1104b
πολλοὶ ἀπείρητοι δόξαν ἔχουσ' ἀγαθοί.
1.1105
εἰς βάσανον δ' ἐλθὼν παρατριβόμενός τε μολύβδῳ 1105
1.1106
χρυσὸς ἄπεφθος ἐὼν καλὸς ἅπασιν ἔσῃ.
1.1107
Οἴ μοι ἐγὼ δειλός· καὶ δὴ κατάχαρμα μὲν ἐχθροῖς,
1.1108
τοῖς δὲ φίλοισι πόνος δειλὰ παθὼν γενόμην.
1.1109
Κύρν', οἱ πρόσθ' ἀγαθοὶ νῦν αὖ κακοί, οἱ δὲ κακοὶ πρίν
1.1110
νῦν ἀγαθοί. τίς κεν ταῦτ' ἀνέχοιτ' ἐσορῶν, 1110
1.1111
τοὺς ἀγαθοὺς μὲν ἀτιμοτέρους, κακίους δὲ λαχόντας
1.1112
τιμῆς; μνηστεύει δ' ἐκ κακοῦ ἐσθλὸς ἀνήρ.
1.1113
ἀλλήλους δ' ἀπατῶντες ἐπ' ἀλλήλοισι γελῶσιν,
1.1114
οὔτ' ἀγαθῶν μνήμην εἰδότες οὔτε κακῶν.
1.1114a
Πολλὰ δ' ἀμηχανίῃσι κυλίνδομαι ἀχνύμενος κῆρ·
1.1114b
ἀρχὴν γὰρ πενίης οὐχ ὑπερεδράμομεν.
1.1115
Χρήματ' ἔχων πενίην μ' ὠνείδισας· ἀλλὰ τὰ μέν μοι 1115
1.1116
ἔστι, τὰ δ' ἐργάσομαι θεοῖσιν ἐπευξάμενος:–
1.1117
’ Πλοῦτε, θεῶν κάλλιστε καὶ ἱμεροέστατε πάντων,
1.1118
σὺν σοὶ καὶ κακὸς ὢν γίνεται ἐσθλὸς ἀνήρ.
1.1119
ἥβης μέτρον ἔχοιμι, φιλοῖ δέ με Φοῖβος Ἀπόλλων
1.1120
Λητοΐδης καὶ Ζεύς, ἀθανάτων βασιλεύς, 1120
1.1121
ὄφρα δίκῃ ζώοιμι κακῶν ἔκτοσθεν ἁπάντων
1.1122
ἥβῃ καὶ πλούτῳ θυμὸν ἰαινόμενος.’
1.1123
Μή με κακῶν μίμνησκε· πέπονθά τοι οἷά τ' Ὀδυσσεύς,
1.1124
ὅστ' Ἀίδεω μέγα δῶμ' ἤλυθεν ἐξαναδύς,
1.1125
ὃς δὴ καὶ μνηστῆρας ἀνείλατο νηλέι θυμῷ, 1125
1.1126
Πηνελόπης εὔφρων κουριδίης ἀλόχου,
1.1127
ἥ μιν δήθ' ὑπέμεινε φίλῳ παρὰ παιδὶ μένουσα,
1.1128
ὄφρα τε γῆς ἐπέβη δείλ' ἁλίους τε μυχούς.
1.1129
Ἐμπίομαι, πενίης θυμοφθόρου οὐ μελεδαίνων
1.1130
οὐδ' ἀνδρῶν ἐχθρῶν, οἵ με λέγουσι κακῶς. 1130
1.1131
ἀλλ' ἥβην ἐρατὴν ὀλοφύρομαι, ἥ μ' ἐπιλείπει,
1.1132
κλαίω δ' ἀργαλέον γῆρας ἐπερχόμενον.
1.1133
Κύρνε, παροῦσι φίλοισι κακοῦ καταπαύσομεν ἀρχήν,
1.1134
ζητῶμεν δ' ἕλκει φάρμακα φυομένῳ.
1.1135
Ἐλπὶς ἐν ἀνθρώποισι μόνη θεὸς ἐσθλὴ ἔνεστιν, 1135
1.1136
ἄλλοι δ' Οὔλυμπόν δ' ἐκπρολιπόντες ἔβαν·
1.1137
ὤιχετο μὲν Πίστις, μεγάλη θεός, ὤιχετο δ' ἀνδρῶν
1.1138
Σωφροσύνη, Χάριτές τ', ὦ φίλε, γῆν ἔλιπον·
1.1139
ὅρκοι δ' οὐκέτι πιστοὶ ἐν ἀνθρώποισι δίκαιοι,
1.1140
οὐδὲ θεοὺς οὐδεὶς ἅζεται ἀθανάτους. 1140
1.1141
εὐσεβέων δ' ἀνδρῶν γένος ἔφθιτο, οὐδὲ θέμιστας
1.1142
οὐκέτι γινώσκουσ' οὐδὲ μὲν εὐσεβίας.
1.1143
ἀλλ' ὄφρα τις ζώει καὶ ὁρᾶι φῶς ἠελίοιο,
1.1144
εὐσεβέων περὶ θεοὺς Ἐλπίδα προσμενέτω·
1.1145
εὐχέσθω δὲ θεοῖσι, καὶ ἀγλαὰ μηρία καίων 1145
1.1146
Ἐλπίδι τε πρώτῃ καὶ πυμάτῃ θυέτω.
1.1147
φραζέσθω δ' ἀδίκων ἀνδρῶν σκολιὸν λόγον αἰεί,
1.1148
οἳ θεῶν ἀθανάτων οὐδὲν ὀπιζόμενοι
1.1149
αἰὲν ἐπ' ἀλλοτρίοις κτεάνοισ' ἐπέχουσι νόημα,
1.1150
αἰσχρὰ κακοῖσ' ἔργοις σύμβολα θηκάμενοι. 1150
1.1151
Μήποτε τὸν παρεόντα μεθεὶς φίλον ἄλλον ἐρεύνα
1.1152
δειλῶν ἀνθρώπων ῥήμασι πειθόμενος.
1.1153
Εἴη μοι πλουτοῦντι κακῶν ἀπάτερθε μεριμνέων
1.1154
ζώειν ἀβλαβέως μηδὲν ἔχοντι κακόν.
1.1155
Οὐκ ἔραμαι πλουτεῖν οὐδ' εὔχομαι, ἀλλά μοι εἴη 1155
1.1156
ζῆν ἀπὸ τῶν ὀλίγων μηδὲν ἔχοντι κακόν.
1.1157
Πλοῦτος καὶ σοφίη θνητοῖσ' ἀμαχώτατον αἰεί·
1.1158
οὔτε γὰρ ἂν πλούτου θυμὸν ὑπερκορέσαις·
1.1159
ὣς δ' αὔτως σοφίην ὁ σοφώτατος οὐκ ἀποφεύγει,
1.1160
ἀλλ' ἔραται, θυμὸν δ' οὐ δύναται τελέσαι. 1160
1.1160a
ὦ νέοι οἷ νῦν ἄνδρες…
1.1160b
... ἐμοί γε μεν οὔτις ἀνάγκη
1.1160c
ταῦθ᾽ ἕρδειν: τῶν μοι πρόσθε χάριν τίθεσο.
1.1161
Οὐδένα θησαυρὸν παισὶν καταθήσει ἄμεινον·
1.1162
αἰτοῦσιν δ' ἀγαθοῖσ' ἀνδράσι, Κύρνε, δίδου.
1.1162a
οὐδεὶς γὰρ πάντ᾽ ἐστὶ πανόλβιος: ἀλλ᾽ ὁ μὲν ἐσθλὸς
1.1162b
τολμᾷ ἔχων τὸ κακόν, κοὐκ ἐπίδηλον ὅμως:
1.1162c
δειλὸς δ᾽ οὔτ᾽ ἀγαθοῖς τις ἐπίσταται οὔτε κακοῖσι
1.1162d
θυμὸν ὁμῶς μίσγειν. ἀθανάτων τε δόσεις
1.1162e
παντοῖαι θνητοῖσιν ἐπέρχοντ᾽: ἀλλ᾽ ἐπιτολμᾶν
1.1162f
χρὴ δῶρ᾽ ἀθανάτων οἷα διδοῦσιν ἔχειν.
1.1163
Ὀφθαλμοὶ καὶ γλῶσσα καὶ οὔατα καὶ νόος ἀνδρῶν
1.1164
ἐν μέσσῳ στηθέων ἐν συνετοῖς φύεται.
1.1164a
’ Τοιοῦτός τοι ἀνὴρ ἔστω φίλος, ὃς τὸν ἑταῖρον
1.1164b
γινώσκων ὀργὴν καὶ βαρὺν ὄντα φέρει
1.1164c
ἀντὶ κασιγνήτου. σὺ δέ μοι, φίλε, τοῦτ᾽ ἐνὶθυμῷ
1.1164d
φράζεο, καί ποτέ μου μνήσεαι ἐξοπίσω.
1.1164e
οὔτιν᾽ ὁμοῖον ἐμοὶ δύναμαι διζήμενος εὑρεῖν
1.1164f
πιστὸν ἑταῖρον ὅτῳ μή τις ἔνεστι δόλος:
1.1164g
ἐς βάσανον δ᾽ ἐλθὼν παρατριβόμενός τε μολίβδῳ
1.1164h
χρυσός, ὑπερτερίης ἄμμιν ἔνεστι τύπος.
1.1165
Τοῖσ' ἀγαθοῖς σύμμισγε, κακοῖσι δὲ μήποθ' ὁμάρτει, 1165
1.1166
εὖτ' ἂν ὁδοῦ τελέῃς τέρματ' ἐπ' ἐμπορίην.
1.1167
Τῶν ἀγαθῶν ἐσθλὴ μὲν ἀπόκρισις, ἐσθλὰ δὲ ἔργα·
1.1168
τῶν δὲ κακῶν ἄνεμοι δειλὰ φέρουσιν ἔπη.
1.1169
Ἐκ καχεταιρίης κακὰ γίνεται· εὖ δὲ καὶ αὐτός
1.1170
γνώσῃ, ἐπεὶ μεγάλους ἤλιτες ἀθανάτους. 1170
1.1171
Γνώμην, Κύρνε, θεοὶ θνητοῖσι διδοῦσιν ἀρίστην·
1.1172
ἄνθρωπος γνώμῃ πείρατα παντὸς ἔχει.
1.1173
ὢ μάκαρ, ὅστις δή μιν ἔχει φρεσίν· ἦ πολὺ κρείσσων
1.1174
ὕβριος οὐλομένης λευγαλέου τε κόρου·
1.1175
ἔστι κακὸν δὲ βροτοῖσι κόρος, τῶν οὔ τι κάκιον· 1175
1.1176
πᾶσα γὰρ ἐκ τούτων, Κύρνε, πέλει κακότης.
1.1177
Εἴ κ' εἴης ἔργων αἰσχρῶν ἀπαθὴς καὶ ἀεργός,
1.1178
Κύρνε, μεγίστην κεν πεῖραν ἔχοις ἀρετῆς.
1.1178a
’ τολμᾶν χρὴ χαλεποῖσιν ἐν ἄλγεσιν ἦτορ ἔχοντα,
1.1178b
πρὸς δὲ θεῶν αἰτεῖν ἔκλυσιν ἀθανάτων.’
1.1179
Κύρνε, θεοὺς αἰδοῦ καὶ δείδιθι· τοῦτο γὰρ ἄνδρα
1.1180
εἴργει μήθ' ἕρδειν μήτε λέγειν ἀσεβῆ. 1180
1.1181
δημοφάγον δὲ τύραννον ὅπως ἐθέλεις κατακλῖναι
1.1182
οὐ νέμεσις πρὸς θεῶν γίνεται οὐδεμία.
1.1183
Οὐδένα, Κύρν', αὐγαὶ φαεσιμβρότου ἠελίοιο
1.1184
ἄνδρ' ἐφορῶσ', ᾧ μὴ μῶμος ἐπικρέμαται.
1.1184a
’ ἀστῶν δ' οὐ δύναμαι γνῶναι νόον ὅντιν' ἔχουσιν·
1.1184b
οὔτε γὰρ εὖ ἕρδων ἁνδάνω οὔτε κακῶς.’
1.1185
Νοῦς ἀγαθὸν καὶ γλῶσσα· τὰ δ' ἐν παύροισι πέφυκεν 1185
1.1186
ἀνδράσιν, οἳ τούτων ἀμφοτέρων ταμίαι.
1.1187
Οὔτις ἄποινα διδοὺς θάνατον φύγοι οὐδὲ βαρεῖαν
1.1188
δυστυχίην, εἰ μὴ μοῖρ' ἐπὶ τέρμα βάλοι.
1.1189
οὐδ' ἂν δυσφροσύνας, ὅτε δὴ θεὸς ἄλγεα πέμπῃ,
1.1190
θνητὸς ἀνὴρ δώροις βουλόμενος προφύγῃ. 1190
1.1191
Οὐκ ἔραμαι κλισμῷ βασιληίῳ ἐγκατακεῖσθαι
1.1192
τεθνεώς, ἀλλά τί μοι ζῶντι γένοιτ' ἀγαθόν.
1.1193
ἀσπάλαθοι δὲ τάπησιν ὁμοῖον στρῶμα θανόντι·
1.1194
τοξύλον· ἠ σκληρον γινεται. η μαλακόν
1.1195
Μήτι θεοὺς ἐπίορκος ἐπόμνυθι· οὐ γὰρ ἀνεκτόν 1195
1.1196
ἀθανάτους κρύψαι χρεῖος ὀφειλόμενον.
1.1197
Ὄρνιθος φωνήν, Πολυπαΐδη, ὀξὺ βοώσης
1.1198
ἤκουσ', ἥτε βροτοῖσ' ἄγγελος ἦλθ' ἀρότου
1.1199
ὡραίου· καί μοι κραδίην ἐπάταξε μέλαιναν,
1.1200
ὅττι μοι εὐανθεῖς ἄλλοι ἔχουσιν ἀγρούς, 1200
1.1201
οὐδέ μοι ἡμίονοι κυφὸν ἕλκουσιν ἄροτρον
1.1202
τῆς ἄλλης μνηστῆς εἵνεκα ναυτιλίης.
1.1203
Οὐκ εἶμ', οὐδ' ὑπ' ἐμοῦ κεκλήσεται οὐδ' ἐπὶ τύμβῳ
1.1204
οἰμωχθεὶς ὑπὸ γῆν εἶσι τύραννος ἀνήρ.
1.1205
οὐδ' ἂν ἐκεῖνος ἐμοῦ τεθνηότος οὔτ' ἀνιῷτο 1205
1.1206
οὔτε κατὰ βλεφάρων θερμὰ βάλοι δάκρυα.
1.1207
Οὔτε σε κωμάζειν ἀπερύκομεν οὔτε καλοῦμεν·
1.1208
ἀργαλέος γὰρ ἐὼν καὶ φίλος εὖτ' ἂν ἀπῇς.
1.1209
Αἴθων μὲν γένος εἰμί, πόλιν δ' εὐτείχεα Θήβην 1209
1.1210
οἰκῶ πατρώιας γῆς ἀπερυκόμενος.
1.1211
μή μ' ἀφελῶς παίζουσα φίλους δένναζε τοκῆας,
1.1212
Ἄργυρι· σοὶ μὲν γὰρ δούλιον ἦμαρ ἔπι,
1.1213
ἡμῖν δ' ἄλλα μέν ἐστι, γύναι, κακὰ πόλλ', ἐπεὶ ἐκ γῆς
1.1214
φεύγομεν, ἀργαλέη δ' οὐκ ἔπι δουλοσύνη, 1214
1.1215
οὔθ' ἡμᾶς περνᾶσι· πόλις γε μέν ἐστι καὶ ἡμῖν
1.1216
καλή, Ληθαίῳ κεκλιμένη πεδίῳ.
1.1217
Μήποτε πὰρ κλαίοντα καθεζόμενοι γελάσωμεν
1.1218
τοῖσ' αὐτῶν ἀγαθοῖς, Κύρν', ἐπιτερπόμενοι.
1.1219
Ἐχθρὸν μὲν χαλεπὸν καὶ δυσμενεῖ ἐξαπατῆσαι,
1.1220
Κύρνε· φίλον δὲ φίλῳ ῥάιδιον ἐξαπατᾶν. 1220
1.1221
πολλὰ φέρειν εἴωθε δέος θνητοῖσι βροτοῖσι
1.1222
πταίσματα τῆς γνώμης, Κύρνε, ταρασσομένης.
1.1223
οὐδέν, Κύρν᾽, ὀργῆς ἀδικώτερον, ἣ τὸν ἔχοντα
1.1224
πημαίνει θυμῷ δειλὰ χαριζομένη.
1.1225
οὐδέν, Κύρν᾽ ἀγαθῆς γλυκερώτερόν ἐστι γυναικός:
1.1226
μάρτυς ἐγώ, σὺ δ᾽ ἐμοὶ γίγνου ἀληθοσύνης.
1.1229
ἤδη γάρ με κέκληκε θαλάσσιος οἴκαδε νεκρὸς
1.1230
τεθνηκὼς ζῳῷ φθεγγόμενος στόματι.

Intertext edge

Open linked passage

Note