Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Is
TheognisIs 2 · textus-receptusMore by Theognis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theognis" aria-label="More works by Theognis"> —
⋯
More
Original / primary: Textus receptus
2.1231
Σχέτλι' Ἔρως, μανίαι σε τιθηνήσαντο λαβοῦσαι· 1231
2.1232
ἐκ σέθεν ὤλετο μὲν Ἰλίου ἀκρόπολις,
2.1233
ὤλετο δ' Αἰγείδης Θησεὺς μέγας, ὤλετο δ' Αἴας
2.1234
ἐσθλὸς Ὀιλιάδης σῇσιν ἀτασθαλίαις.
2.1235
Ὦ παῖ, ἄκουσον ἐμεῦ δαμάσας φρένας· οὔ τοι ἀπειθῆ
2.1236
μῦθον ἐρῶ τῇ σῇ καρδίῃ οὐδ' ἄχαριν. 1235
2.1237
ἀλλὰ τλῆθι νόῳ συνιδεῖν ἔπος·‘ οὔ τοι ἀνάγκη
2.1238
τοῦθ' ἕρδειν, ὅ τι σοὶ μὴ καταθύμιον ᾖ.’
2.1138a
Μήποτε τὸν παρεόντα μεθεὶς φίλον ἄλλον ἐρεύνα,
2.1138b
δειλῶν ἀνθρώπων ῥήμασι πειθόμενος·’
2.1239
πολλάκι τοι παρ' ἐμοὶ κατὰ σοῦ λέξουσι μάταια
2.1240
καὶ παρὰ σοὶ κατ' ἐμοῦ· τῶν δὲ σὺ μὴ ξύνιε. 1240
2.1241
Χαιρήσεις τῇ πρόσθε παροιχομένῃ φιλότητι,
2.1242
τῆς δὲ παρερχομένης οὐκέτ' ἔσῃ ταμίης.
2.1243
’ Δὴν δὴ καὶ φίλοι ὦμεν’. ἔπειτ' ἄλλοισιν ὁμίλει,
2.1244
ἦθος ἔχων δόλιον, πίστεος ἀντίτυπον.
2.1245
Οὔποθ' ὕδωρ καὶ πῦρ συμμείξεται· οὐδέ ποθ' ἡμεῖς 1245
2.1246
πιστοὶ ἐπ' ἀλλήλοις καὶ φίλοι ἐσσόμεθα.
2.1247
Φρόντισον ἔχθος ἐμὸν καὶ ὑπέρβασιν, ἴσθι δὲ θυμῷ,
2.1248
ὥς σ' ἐφ' ἁμαρτωλῇ τείσομαι ὡς δύναμαι.
2.1249
Παῖ, σὺ μὲν αὔτως ἵππος, ἐπεὶ κριθῶν ἐκορέσθης,
2.1250
αὖθις ἐπὶ σταθμοὺς ἤλυθες ἡμετέρους 1250
2.1251
ἡνίοχόν τε ποθῶν ἀγαθὸν λειμῶνά τε καλόν
2.1252
κρήνην τε ψυχρὴν ἄλσεά τε σκιερά.
2.1253
’ Ὄλβιος, ᾧ παῖδές τε φίλοι καὶ μώνυχες ἵπποι
2.1254
θηρευταί τε κύνες καὶ’ ξένοι ἀλλοδαποί.
2.1255
ὅστις μὴ παῖδάς τε φιλεῖ καὶ μώνυχας ἵππους 1255
2.1256
καὶ κύνας, οὔποτέ οἱ θυμὸς ἐν εὐφροσύνῃ.
2.1257
Ὦ παῖ, κινδύνοισι πολυπλάγκτοισιν ὁμοῖος
2.1258
ὀργὴν, ἄλλοτε τοῖσ', ἄλλοτε τοῖσι φιλεῖν.
2.1259
Ὦ παῖ, τὴν μορφὴν μὲν ἔφυς καλός, ἀλλ' ἐπίκειται
2.1260
καρτερὸς ἀγνώμων σῇ κεφαλῇ στέφανος· 1260
2.1261
ἰκτίνου γὰρ ἔχεις ἀγχιστρόφου ἐν φρεσὶν ἦθος
2.1262
ἄλλων ἀνθρώπων ῥήμασι πειθόμενος.
2.1263
Ὦ παῖ, ὃς εὖ ἕρδοντι κακὴν ἀπέδωκας ἀμοιβήν,
2.1264
οὐδέ τις ἀντ' ἀγαθῶν ἐστὶ χάρις παρὰ σοί·
2.1265
οὐδέν πώ μ' ὤνησας· ἐγὼ δέ σε πολλάκις ἤδη 1265
2.1266
εὖ ἕρδων αἰδοῦς οὐδεμιῆς ἔτυχον.
2.1267
Παῖς τε καὶ ἵππος ὁμοῖον ἔχει νόον· οὔτε γὰρ ἵππος
2.1268
ἡνίοχον κλαίει κείμενον ἐν κονίῃ,
2.1269
ἀλλὰ τὸν ὕστερον ἄνδρα φέρει κριθαῖσι κορεσθείς·
2.1270
ὣς δ' αὔτως καὶ παῖς τὸν παρεόντα φιλεῖ. 1270
2.1271
Ὦ παῖ, μαργοσύνης ἄπο μευ νόον ὤλεσας ἐσθλόν,
2.1272
αἰσχύνη δὲ φίλοισ' ἡμετέροισ' ἐγένου·
2.1273
ἄμμε δ' ἀνέψυξας μικρὸν χρόνον· ἐκ δὲ θυελλῶν
2.1274
ἦκά γ' ἐνωρμίσθην νυκτὸς ἐπειγόμενος.
2.1275
Ὡραῖος καὶ Ἔρως ἐπιτέλλεται, ἡνίκα περ γῆ 1275
2.1276
ἄνθεσιν εἰαρινοῖς θάλλει ἀεξομένη.
2.1277
τῆμος Ἔρως προλιπὼν Κύπρον, περικαλλέα νῆσον,
2.1278
εἶσιν ἐπ' ἀνθρώπους σπέρμα φέρων κατὰ γῆς.
2.1278a
ὅστις σοι βούλευσεν ἐμεῦ πέρι, καί σ᾽ ἐκέλευσεν
2.1278b
οἴχεσθαι προλιπόνθ᾽ ἡμετέρην φιλίην…
2.1278c
νεβρὸν ὑπὲξ ἐλάφοιο λέων ὣς ἀλκὶ πεποιθὼς
2.1278d
ποσσὶ καταιμάρψας αἵματος οὐκ ἔπιον.
2.1279
Οὐκ ἐθέλω σε κακῶς ἕρδειν, οὐδ' εἴ μοι ἄμεινον
2.1280
πρὸς θεῶν ἀθανάτων ἔσσεται, ὦ καλὲ παῖ. 1280
2.1281
οὐ γὰρ ἁμαρτωλαῖσιν ἐπὶ σμικραῖσι κάθημαι·
2.1282
τῶν δὲ καλῶν παίδων ουτοσετουτ' αδικων
2.1283
Ὦ παῖ, μή μ' ἀδίκει– ἔτι σοι καταθύμιος εἶναι
2.1284
βούλομαι– εὐφροσύνῃ τοῦτο συνεὶς ἀγαθῇ·
2.1285
οὐ γάρ τοί με δόλῳ παρελεύσεαι οὐδ' ἀπατήσεις· 1285
2.1286
νικήσας γὰρ ἔχεις τὸ πλέον ἐξοπίσω.
2.1287
ἀλλά σ' ἐγὼ τρώσω φεύγοντά με, ὥς ποτέ φασιν
2.1288
Ἰασίου κούρην, παρθένον Ἰασίην,
2.1289
ὡραίην περ ἐοῦσαν ἀναινομένην γάμον ἀνδρῶν
2.1290
φεύγειν ζωσαμένην. ἔργ' ἀτέλεστα τέλει 1290
2.1291
πατρὸς νοσφισθεῖσα δόμων ξανθὴ Ἀταλάντη·
2.1292
ὤιχετο δ' ὑψηλὰς εἰς κορυφὰς ὀρέων
2.1293
φεύγουσ' ἱμερόεντα γάμον, χρυσῆς Ἀφροδίτης
2.1294
δῶρα· τέλος δ' ἔγνω καὶ μάλ' ἀναινομένη.
2.1295
Ὦ παῖ, μή με κακοῖσιν ἐν ἄλγεσι θυμὸν ὀρίναις, 1295
2.1296
μηδέ με σὴ φιλότης δώματα Περσεφόνης
2.1297
οἴχηται προφέρουσα· θεῶν δ' ἐποπίζεο μῆνιν
2.1298
βάξιν τ' ἀνθρώπων, ἤπια νωσάμενος.
2.1299
Ὦ παῖ, μέχρι τίνος με προφεύξεαι; ὥς σε διώκων
2.1300
δίζημ'· ἀλλά τί μοι τέρμα γένοιτο κιχεῖν. 1300
2.1301
σὴ σοὶ γῆ. σὺ δὲ μάργον ἔχων καὶ ἀγήνορα θυμόν
2.1302
φεύγεις, ἰκτίνου σχέτλιον ἦθος ἔχων.
2.1303
ἀλλ' ἐπίμεινον, ἐμοὶ δὲ δίδου χάριν· οὐκέτι δηρόν
2.1304
ἕξεις Κυπρογενοῦς δῶρον ἰοστεφάνου.
2.1305
Θυμῷ γνούς, ὅτι παιδείας πολυηράτου ἄνθος 1305
2.1306
ὠκύτερον σταδίου, τοῦτο συνεὶς χάλασον
2.1307
δεσμοῦ, μή ποτε καὶ σὺ βιήσεαι, ὄβριμε παίδων,
2.1308
Κυπρογενοῦς δ' ἔργων ἀντιάσεις χαλεπῶν,
2.1309
ὥσπερ ἐγὼ νῦν οἶδ' ἐπὶ σοί. σὺ δὲ ταῦτα φύλαξαι,
2.1310
μηδέ σε νικήσῃ παιδαϊδη κακότης. 1310
2.1311
Οὐκ ἔλαθες κλέψας, ὦ παῖ· καὶ γάρ σε διῶμμαι·
2.1312
τούτοισ', οἷσπερ νῦν ἄρθμιος ἠδὲ φίλος
2.1313
ἔπλευ– ἐμὴν δὲ μεθῆκας ἀτίμητον φιλότητα–
2.1314
οὐ μὲν δὴ τούτοις γ' ἦσθα φίλος πρότερον.
2.1315
ἀλλ' ἐγὼ ἐκ πάντων σ' ἐδόκουν σήσεσθαι ἑταῖρον. 1315
2.1316
πιστόν· καὶ δὴ νῦν ἄλλον ἔχοισθα φίλον.
2.1317
ἀλλ' ὁ μὲν εὖ ἕρδων κεῖμαι· σὲ δὲ μήτις ἁπάντων
2.1318
ἀνθρώπων ἐσορῶν παιδοφιλεῖν ἐθέλοι.
2.1318a
Ὤι μοι ἐγὼ δειλός: καὶ δὴ κατάχαρμα μὲν ἐχθροῖς
2.1318b
τοῖς δὲ φίλοισι πόνος δεινὰ παθὼν γενόμην.
2.1319
Ὦ παῖ, ἐπεί τοι δῶκε θεὰ χάριν ἱμερόεσσαν
2.1320
Κύπρις, σὸν δ' εἶδος πᾶσι νέοισι μέλει, 1320
2.1321
τῶνδ' ἐπάκουσον ἐπῶν καὶ ἐμὴν χάριν ἔνθεο θυμῷ,
2.1322
γνοὺς ἔρος ὡς χαλεπὸν γίνεται ἀνδρὶ φέρειν.
2.1323
Κυπρογένη, παῦσόν με πόνων, σκέδασον δὲ μερίμνας
2.1324
θυμοβόρους, στρέψον δ' αὖθις ἐς εὐφροσύνας·
2.1325
μερμήρας δ' ἀπόπαυε κακάς, δὸς δ' εὔφρονι θυμῷ 1325
2.1326
μέτρ' ἥβης τελέσαντ' ἔργματα σωφροσύνης.
2.1327
Ὦ παῖ, ἕως ἂν ἔχῃς λείαν γένυν, οὔποτε σαίνων
2.1328
παύσομαι, οὐδ' εἴ μοι μόρσιμόν ἐστι θανεῖν.
2.1329
Σοί τε διδόντ' ἔτι καλόν, ἐμοί τ' οὐκ αἰσχρὸν ἐρῶντι
2.1330
αἰτεῖν· ἀλλὰ γονέων λίσσομαι ἡμετέρων· 1330
2.1331
αἰδέο μ', ὦ παῖ δῖε, διδοὺς χάριν, εἴ ποτε καὶ σύ
2.1332
ἕξεις Κυπρογενοῦς δῶρον ἰοστεφάνου,
2.1333
χρηΐζων καὶ ἐπ' ἄλλον ἐλεύσεαι· ἀλλὰ σὲ δαίμων
2.1334
δοίη τῶν αὐτῶν ἀντιτυχεῖν ἐπέων.
2.1335
Ὄλβιος ὅστις ἐρῶν γυμνάζεται οἴκαδε ἐλθών 1335
2.1336
εὕδειν σὺν καλῷ παιδὶ πανημέριος.
2.1337
Οὐκέτ' ἐρῶ παιδός, χαλεπὰς δ' ἀπελάκτισ' ἀνίας
2.1338
μόχθους τ' ἀργαλέους ἄσμενος ἐξέφυγον,
2.1339
ἐκλέλυμαι δὲ πόθου πρὸς ἐυστεφάνου Κυθερείης·
2.1340
σοὶ δ', ὦ παῖ, χάρις ἔστ' οὐδεμία πρὸς ἐμοῦ. 1340
2.1341
Αἰαῖ, παιδὸς ἐρῶ ἁπαλόχροος, ὅς με φίλοισιν
2.1342
πᾶσι μάλ' ἐκφαίνει κοὐκ ἐθέλοντος ἐμοῦ.
2.1343
τλήσομαι οὐ κρύψας ἀεκούσι πολλὰ βίαια·
2.1344
οὐ γὰρ ἐπ' αἰκελίῳ παιδὶ δαμεὶς ἐφάνην.
2.1345
Παιδοφιλεῖν δέ τι τερπνόν, ἐπεί ποτε καὶ Γανυμήδους 1345
2.1346
ἤρατο καὶ Κρονίδης, ἀθανάτων βασιλεύς,
2.1347
ἁρπάξας δ' ἐς Ὄλυμπον ἀνήγαγε καί μιν ἔθηκεν
2.1348
δαίμονα, παιδείης ἄνθος ἔχοντ' ἐρατόν.
2.1349
οὕτω μὴ θαύμαζε, Σιμωνίδη, οὕνεκα κἀγώ
2.1350
ἐξεδάμην καλοῦ παιδὸς ἔρωτι δαμείς. 1350
2.1351
Ὦ παῖ, μὴ κώμαζε, γέροντι δὲ πείθεο ἀνδρί·
2.1352
οὔ τοι κωμάζειν σύμφορον ἀνδρὶ νέῳ.
2.1353
Πικρὸς καὶ γλυκύς ἐστι καὶ ἁρπαλέος καὶ ἀπηνής,
2.1354
ὄφρα τέλειος ἔῃ, Κύρνε, νέοισιν ἔρως.
2.1355
ἢν μὲν γὰρ τελέσῃ, γλυκὺ γίνεται· ἢν δὲ διώκων 1355
2.1356
μὴ τελέσῃ, πάντων τοῦτ' ἀνιηρότατον.
2.1357
Αἰεὶ παιδοφίλῃσιν ἐπὶ ζυγὸν αὐχένι κεῖται
2.1358
δύσμορον, ἀργαλέον μνῆμα φιλοξενίης.
2.1359
χρὴ γάρ τοι περὶ παῖδα πονούμενον εἰς φιλότητα
2.1360
ὥσπερ κληματίνῳ χεῖρα πυρὶ προσάγειν. 1360
2.1361
Ναῦς πέτρῃ προσέκυρσας ἐμῆς φιλότητος ἁμαρτών,
2.1362
ὦ παῖ, καὶ σαπροῦ πείσματος ἀντελάβου.
2.1363
Οὐδαμά σ' οὐδ' ἀπεὼν δηλήσομαι· οὐδέ με πείσει
2.1364
οὐδεὶς ἀνθρώπων ὥστε με μή σε φιλεῖν.
2.1365
Ὦ παίδων κάλλιστε καὶ ἱμεροέστατε πάντων, 1365
2.1366
στῆθ' αὐτοῦ καί μου παῦρ' ἐπάκουσον ἔπη:–
2.1367
’ Παιδός τοι χάρις ἐστί· γυναικὶ δὲ πιστὸς ἑταῖρος
2.1368
οὐδείς, ἀλλ' αἰεὶ τὸν παρεόντα φιλεῖ.
2.1369
παιδὸς ἔρως καλὸς μὲν ἔχειν, καλὸς δ' ἀποθέσθαι·
2.1370
πολλὸν δ' εὑρέσθαι ῥήιτερον ἢ τελέσαι. 1370
2.1371
μυρία δ' ἐξ αὐτοῦ κρέμαται κακά, μυρία δ' ἐσθλά·
2.1372
ἀλλ' ἔν τοι ταύτῃ καί τις ἔνεστι χάρις.
2.1373
οὐδαμά πω κατέμεινας ἐμὴν χάριν, ἀλλ' ὑπὸ πᾶσαν
2.1374
αἰεὶ σπουδαίην ἔρχεαι ἀγγελίην.’
2.1375
Ὄλβιος ὅστις παιδὸς ἐρῶν οὐκ οἶδε θάλασσαν, 1375
2.1376
οὐδέ οἱ ἐν πόντῳ νὺξ ἐπιοῦσα μέλει.
2.1377
Καλὸς ἐὼν κακότητι φίλων δειλοῖσιν ὁμιλεῖς
2.1378
ἀνδράσι, καὶ διὰ τοῦτ' αἰσχρὸν ὄνειδος ἔχεις,
2.1379
ὦ παῖ· ἐγὼ δ' ἀέκων τῆς σῆς φιλότητος ἁμαρτών
2.1380
ὠνήμην ἕρδων οἷά τ' ἐλεύθερος ὤν. 1380
2.1381
Ἄνθρωποί σ' ἐδόκουν χρυσῆς παρὰ δῶρον ἔχοντα
2.1382
ἐλθεῖν Κυπρογενοῦς.
2.1383
Κυπρογενοῦς δῶρον ἰοστεφάνου
2.1384
γίνεται ἀνθρώποισιν ἔχειν χαλεπώτατον ἄχθος,
2.1385
ἂν μὴ Κυπρογενὴς δῷ λύσιν ἐκ χαλεπῶν. 1385
2.1386
Κυπρογενὲς Κυθέρεια δολοπλόκε, σοὶ τί περισσόν
2.1387
Ζεὺς τόδε τιμήσας δῶρον ἔδωκεν ἔχειν; 1387
2.1388
δαμνᾶις δ' ἀνθρώπων πυκινὰς φρένας, οὐδέ τίς ἐστιν
2.1389
οὕτως ἴφθιμος καὶ σοφὸς ὥστε φυγεῖν. 1389

Intertext edge

Open linked passage

Note