Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronographia
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophanes-abbot-and-confessor" aria-label="More works by Theophanes Abbot and Confessor"> —
⋯
More
Original / primary: Pg Scrape Grc
104.1.1
Μαρκιανὸν τὸν βασιλέα ἐκλογὴν σημᾶναι. ἐν τοῖς παρῳχηκόσι χρόνοις, ἐν οἷς ὁ Περσικὸς ἐκινήθη πόλεμος, στρατιώτης ὢν λιτὸς ὁ Μαρκιανὸς μετὰ τοῦ ἰδίου νουμέρου ἀπὸ τῆς Ἑλλάδος κατὰ Περσῶν ἀπῄει καὶ γενόμενος ἐν Λυκίᾳ ἀρρωστίᾳ περιέπεσεν. καὶ καταλειφθεὶς ἐν πόλει Σιδήμᾳ κἀκεῖσε χρονοτριβήσας προσκολλᾶται δύο ἀδελφοῖς τισιν, Ἰουλίῳ καὶ Τατιανῷ καλουμένοις, οἵ τινες εἰς τὸν ἴδιον οἶκον λαβόντες αὐτὸν διανέπαυον· εἰς θήραν δὲ ἐξελθόντες ἔλαβον αὐτὸν μεθ' ἑαυτῶν. κοπιάσαντες δὲ περὶ μεσημβρίαν ἐκοιμήθησαν. προεξυπνισθεὶς δὲ ὁ Τατιανὸς θεωρεῖ τὸν Μαρκιανὸν εἰς τὸν ἥλιον κοιμώμενον, καὶ ἀετὸν παμμεγεθέστατον ἐπ' αὐτὸν ἐλθόντα καὶ τὰς ἑαυτοῦ πτέρυγας διαπετάσαντα καὶ σκιὰν ἐπ' αὐτῷ περιποιούμενον. καὶ τοῦτο θεασάμενος ἐγείρει τὸν ἑαυτοῦ ἀδελφὸν καὶ τὸ θαῦμα ὑποδείκνυσιν· καὶ ἐπὶ πολὺ θαυμάζοντες τὴν τοῦ πετεινοῦ εὐνοϊκὴν δουλείαν ἐξυπνίζουσιν αὐτὸν καὶ λέγουσιν·" ἐὰν βασιλεύσῃς, τί ἡμῖν χαρίζῃ;" ὁ δὲ εἶπεν·" τίς γάρ εἰμι, ἵνα εἰς ἐμὲ τοῦτο γένηται;" οἱ δὲ ἐκ δευτέρου τὸν λόγον εἶπον. λέγει ὁ Μαρκιανός·" ἐὰν τοῦτο ἐκ θεοῦ γένηται, πατέρας ὑμᾶς ἀνακηρύξω." τότε διδόασιν αὐτῷ σʹ νομίσματα λέγοντες·" πορεύου ἐν Κωνσταντινουπόλει καὶ μέμνησο ἡμῶν, ὅταν ὁ θεός σε ὑψώσῃ." ὁ δὲ ἀπελθὼν προσκολλᾶται Ἀρδαβουρίῳ καὶ Ἄσπαρι τοῖς στρατηγοῖς Ἀρειανοῖς οὖσιν, καὶ ποιήσας παρ' αὐτοῖς ιεʹ χρόνους καὶ δομέστικος αὐτῶν γεγονὼς κατῆλθε μετὰ τοῦ Ἄσπαρος εἰς Ἀφρικὴν παρατάξασθαι πρὸς Γιζέριχον, καὶ ἐν τῷ πολέμῳ ἐκρατήθη ὑπὸ Γιζερίχου· τοῦ δὲ Γιζερίχου ἐν τῇ ἰδίᾳ αὐλῇ τοὺς αἰχμαλωτισθέντας ἀποκλείσαντος ἐκ τῶν ὑπερῴων κατανοεῖ αὐτούς, καὶ περὶ μεσημβρίαν παρακύψας ὁρᾷ τὸν Μαρκιανὸν καθεύδοντα, καὶ ἀετὸν ἐλθόντα καὶ τὰς πτέρυγας ἐκτείνοντα καὶ σκιάζοντα αὐτόν· καὶ τοῦτον ἰδὼν ὁ Γιζέριχος θείαν εἶναι οἰκονομίαν ἐλογίσατο ταύτην. καὶ μεταπεμψάμενος τὸν ἄνδρα καὶ γνοὺς εἶναι αὐτὸν δομέστικον τοῦ Ἄσπαρος ἔγνω, ὅτι εἰς βασιλείαν ἀνάγεσθαι μέλλει. καὶ ἀποκτεῖναι αὐτὸν οὐκ ἠθέλησε λογισάμενος, ὅτι τὴν τοῦ θεοῦ βουλὴν οὐδεὶς δύναται κωλῦσαι, ὅρκον δὲ αὐτὸν ἀπῄτησεν, ὅτι, εἰ τῷ θεῷ φίλον 105 βασιλεύειν αὐτόν, οὐ πολεμήσει ποτὲ Οὐανδήλοις. καὶ οὕτως ἀβλαβὴς ἀπολυθεὶς ὁ Μαρκιανὸς ἦλθεν εἰς τὸ Βυζάντιον. χρόνου δὲ ὀλίγου διελθόντος, καὶ Θεοδοσίου τελευτήσαντος, βασιλεὺς ἀνεδείχθη, ὡς προέφημεν. ἐγένετο δὲ χρηστὸς περὶ πάντας τοὺς ὑπηκόους. ὁ δὲ Ἀττίλας ἐπανίσταται τοῖς βασιλεῦσι..... Ῥώμης Οὐαλεντινιανῷ, διότι οὐκ ἔδωκεν αὐτῷ εἰς γυναῖκα τὴν οἰκείαν ἀδελφὴν Ὀνωρίαν· καὶ ἐλθὼν μέχρι πόλεως Αὐρηλίας, συμπλακεὶς Ἀετίῳ, τῷ στρατηγῷ Ῥωμαίων καὶ ἡττηθείς, πλείστους ἀποβαλὼν τῆς δυνάμεως παρὰ Λίγυν ποταμὸν ὑπέστρεψε κατῃσχυμμένος. ὁ δὲ Μαρκιανὸς τῆς ἐν Λυκίᾳ γεγενημένης αὐτῷ ἀναμνησθεὶς εὐεργεσίας, Τατιανὸν καὶ Ἰούλιον μεταπεμψάμενος πατέρας αὐτοὺς ἀνεκήρυξεν. καὶ τὸν μὲν Τατιανὸν ἔπαρχον ἐποίησε τῆς πόλεως, τῷ δὲ Ἰουλίῳ τὴν τῶν Λυκίων ἐνεχείρισεν ἀρχήν. ἡ δὲ μακαρία Πουλχερία πολλὰς μὲν καὶ ἄλλας ἀνήγειρε τῷ Χριστῷ ἐκκλησίας, ἐξαιρέτως δὲ τὴν ἐν Βλαχέρναις τῆς πανυμνήτου δεσποίνης ἡμῶν θεοτόκου ἐν ἀρχῇ τῆς βασιλείας τοῦ εὐσεβοῦς Μαρκιανοῦ. Λέων δέ, ὁ μακάριος πάπας Ῥώμης, ἔγραψε Μαρκιανῷ αἰτῶν τὰ τολμηθέντα παρὰ Διοσκόρου καὶ Εὐτυχοῦς ἐν Ἐφέσῳ εἰς τὸν ἅγιον Φλαβιανὸν ζητηθῆναι ἐπὶ οἰκουμενικῆς συνόδου· καὶ ἐκέλευσεν ὁ βασιλεὺς συναχθῆναι πάντας τοὺς ἐπισκόπους. βʹ. ιζʹ. ιʹ. γʹ. ιδʹ. εʹ. γʹ. Τούτῳ τῷ ἔτει ἡ ἐν Χαλκηδόνι ἁγία τετάρτη γέγονε σύνοδος μηνὶ Ὀκτωβρίῳ, ἰνδικτιῶνι εʹ μετὰ ἐνιαυτὸν καὶ μῆνας δύο τῆς ἀναγορεύσεως Μαρκιανοῦ· πάντων δὲ τῶν ἐπισκόπων συνελθόντων ἐν τῷ μαρτυρίῳ τῆς ἁγίας Εὐφημίας καὶ τῆς συγκλήτου, καὶ γυμνασθέντων τὰ ἐπὶ τῆς πρώτης ἰνδικτιῶνος κατὰ Εὐτυχοῦς πραχθέντα καὶ τὰ ἐν Ἐφέσῳ ὑπὸ Διοσκόρου νεωτερισθέντα, ἐγκαλούμενος ὁ Διόσκορος περὶ τούτων ἐπὶ τὴν ἄγνοιαν τῶν πεπραγμένων καταφεύγει καὶ μὴ δυνηθεὶς ἐκφυγεῖν τὸν ἐν τοῖς πραχθεῖσιν ἔλεγχον ἠπορεῖτο, 106 καὶ ἡ ἀλήθεια παρεγυμνοῦτο. τότε μὴ ἔχων ἀπολογίαν κατῃσχύνθη. οἱ δὲ συνεδρεύσαντες αὐτῷ ἐν τῇ λῃστρικῇ συνόδῳ ἤλεγχον αὐτῷ τὴν βίαν καὶ τὴν ἀνάγκην, ἣν ὑπέμειναν παρ' αὐτοῦ, καὶ συγγνώμην τῇ συνόδῳ αἰτήσαντες ἐδέχθησαν· ὧν εἷς ὑπῆρχε καὶ Ἰουβενάλιος, ὁ Ἱεροσολύμων ἐπίσκοπος. ἀπορήσας δὲ ὁ Διόσκορος καὶ μὴ ἔχων ἀπολογίαν οὐκέτι ἐτόλμησεν ἐμφανισθῆναι τῇ συνόδῳ. τότε ἡ σύνοδος, συμπαρόντος καὶ τοῦ βασιλέως Μαρκιανοῦ ἅμα τῇ συγκλήτῳ, ἀπεφήναντο κατὰ Διοσκόρου καὶ Εὐτυχοῦς, καὶ τούτους καθεῖλαν. ὁ δὲ βασιλεὺς τὸν μὲν Διόσκορον εἰς Γάγγραν ἐξώρισεν, τὴν δὲ σύνοδον ἐπαινέσας εἶπεν·" χάριν μεγίστην ὁμολογῶ τῷ πάντων ἡμῶν θεῷ, ὅτι ἀναιρεθείσης τῆς διχονοίας, εἰς μίαν καὶ τὴν αὐτὴν ὁμολογίαν πάντες συνεληλύθαμεν." καὶ φιλοφρονήσας τοὺς χλʹ ἁγίους πατέρας ἀπέλυσεν ἕκαστον εἰς τὰ ἴδια ἐν εἰρήνῃ. ἐχειροτονήθη δὲ Προτέριος ἀντὶ Διοσκόρου ἐπίσκοπος Ἀλεξανδρείας. Κόσμου ἔτη εϠμεʹ. Τῆς θείας σαρκώσεως ἔτη υμεʹ. Ῥωμαίων βασιλεὺς Μαρκιανὸς ἔτη ϛʹ. γʹ. Περσῶν βασιλεὺς Περόζης ἔτη κδʹ. αʹ. Ῥώμης ἐπίσκοπος Λέων ἔτη καʹ. ιαʹ. Κωνσταντ. ἐπίσκοπος Ἀνατόλιος ἔτη θʹ. δʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη ληʹ. ιεʹ. Ἀλεξανδρείας ἐπίσκοπος Προτέριος ἔτη ϛʹ. αʹ. Ἀντιοχείας ἐπίσκοπος Μάξιμος ἔτη δʹ. δʹ. Τούτῳ τῷ ἔτει Πουλχερία ἡ μακαρία καὶ εὐσεβὴς ἐκοιμήθη ἐν κυρίῳ πολλὰ ποιήσασα κατορθώματα καὶ πάντα τὰ ἑαυτῆς πτωχοῖς καταλείψασα· ἅπερ Μαρκιανὸς πλεῖστα ὄντα προθύμως διέδωκεν. ἔκτισε δὲ ἡ αὐτὴ πολλοὺς εὐκτηρίους οἴκους καὶ πτωχεῖα καὶ ξενῶνας καὶ ξενοτάφια, ἐν οἷς καὶ τὸν ναὸν τοῦ ἁγίου μάρτυρος Λαυρεντίου. τοῦ δὲ Διοσκόρου ἐξορισθέντος καὶ Προτερίου προβληθέντος, οἱ σύμφρονες Διοσκόρου καὶ Εὐτυχοῦς στάσιν μεγίστην ἐποίησαν ἀπειλήσαντες κωλύειν καὶ τὴν σιτοπομπίαν. Μαρκιανὸς δὲ μαθὼν ἐκέλευσεν οὐκ εἰς Ἀλεξάνδρειαν, ἀλλ' εἰς τὸ Πηλούσιον τὸν σῖτον τῆς 107 Αἰγύπτου κατάγεσθαι διὰ τοῦ Νείλου, καὶ οὕτως εἰς τὴν βασιλίδα πλωΐζεσθαι. ὅθεν Ἀλεξανδρεῖς λιμώξαντες Προτέριον ᾔτησαν δεηθῆναι περὶ αὐτῶν τοῦ βασιλέως, καὶ οὕτω τῆς ἀταξίας ἐπαύσαντο. Τούτῳ τῷ ἔτει ἐκτίσθη τὸ Διοκλητιανοῦ βαλανεῖον ἐν Ἀλεξανδρείᾳ· καὶ Ἀττίλας ἔκαυσε τὴν Ἀκυλίαν πόλιν. Τῷ δ' αὐτῷ ἔτει Θεοδόσιός τις μοναχός, ἀνὴρ λυμεών, κατελθὼν δρομαῖος μετὰ τὴν ἐν Χαλκηδόνι σύνοδον εἰς Ἱεροσόλυμα καὶ μαθὼν Εὐδοκίαν τὴν αὐγούσταν προσκεῖσθαι Διοσκόρῳ τῷ καθαιρεθέντι ὑπὸ τῆς συνόδου, ἤρξατο καταβοᾷν τῆς συνόδου ὡς τὴν ὀρθὴν διαστρεψάσης πίστιν καὶ συναρπάζει τὴν αὐγούσταν καὶ τοὺς μοναχούς, καὶ ταῖς ἰδίαις μιαιφονίαις χρησάμενος βαρβαρικῷ τρόπῳ τὸν ἀρχιερατικὸν θρόνον ἁρπάζει, καὶ τοὺς τῆς αὐγούστης ἀνθρώπους ὑπουργοὺς ἔχων ἐπισκόπους χειροτονεῖ κατὰ πόλιν, τῶν ἐπισκόπων ἔτι ὄντων ἐν τῇ συνόδῳ. Σευηριανὸν δέ, τὸν ἐπίσκοπον Σκυθοπόλεως, μὴ ὑπαχθέντα τῇ αὐτοῦ κακοδοξίᾳ τῆς πόλεως ἐξαγαγὼν κατασφάττει καὶ ἐγείρει διωγμὸν κατὰ τῶν μὴ κοινωνούντων αὐτῷ, καὶ πολλοὺς μὲν ἐβασάνισεν, ἄλλους δὲ ἐδήμευσε καὶ ἑτέρων τοὺς οἴκους πυρὶ παρέδωκεν, ὥστε νομισθῆναι τὴν πόλιν ὑπὸ βαρβάρων ἑαλωκέναι. ἀπέσφαξε δὲ καὶ Ἀθανάσιον, διάκονον τῆς ἁγίας Ἀναστάσεως, ὀνειδίσαντα καὶ ἐλέγξαντα τὴν αὐτοῦ ἀθεΐαν, καὶ τὸ τούτου ἅγιον σῶμα κατὰ τὴν πόλιν πομπεύσας τοῖς κυσὶ παρέδωκεν. Δόμνος δέ, Ἀντιοχείας ἐπίσκοπος, εἰς τὴν ἔρημον ἔφυγε καὶ Ἰουβενάλιος Ἱεροσολύμων. τοῦ δὲ λυμεῶνος Θεοδοσίου ἐπὶ κʹ μῆνας τὸν θρόνον Ἱεροσολύμων κρατήσαντος, γνοὺς ὁ βασιλεὺς Μαρκιανὸς ἐκέλευσεν αὐτὸν συλληφθῆναι· ὁ δὲ φυγὰς ᾤχετο ἐπὶ τὸ Σιναῖον ὄρος. τούτου δὲ ἐκποδὼν γεγονότος καὶ τῶν ὑπ' αὐτοῦ χειροτονηθέντων, πάλιν Ἰουβενάλιος τὸν ἴδιον θρόνον ἀπέλαβεν. 108 Ἀντιοχείας ἐπίσκοπος Βασίλειος ἔτη βʹ. δʹ. βʹ. ιβʹ. εʹ. ιϛʹ.
104.2.1
αʹ. Τούτῳ τῷ ἔτει Οὐαλεντινιανός, ὁ βασιλεὺς ἐν Ῥώμῃ, ὑφορώμενος τὴν Ἀετίου τοῦ πατρικίου καὶ στρατηγοῦ δύναμιν δολοφονεῖ τοῦτον, Ἡρακλείου τινὸς τῶν εὐνούχων συμπράξαντος αὐτῷ. ὁ δὲ Ἀττίλας εὐτρεπίζετο πολεμῆσαι Μαρκιανῷ μὴ ἀνεχομένῳ τὸν φόρον αὐτῷ παρασχέσθαι τὸν ὑπὸ Θεοδοσίου ταχθέντα. μεταξὺ δὲ κόρης εὐπρεποῦς τινος ἐρασθεὶς καὶ τὸν πρὸς αὐτὴν γάμον ἐπιτελῶν οἰνωθείς τε σφόδρα καὶ ὕπνῳ βαρηθείς, αἵματος ἀθρόον διὰ ῥινῶν τε καὶ τοῦ στόματος ἐνεχθέντος, τελευτᾷ τὸν βίον. τὴν δὲ τοσαύτην αὐτοῦ δυναστείαν οἱ παῖδες τούτου διαδεξάμενοι καὶ στασιάσαντες πρὸς ἀλλήλους διαφθείρονται. οἱ μέντοι γε κατὰ τὴν ἑῴαν Ῥωμαῖοι, Μαρκιανοῦ βασιλεύοντος, πάσης ἀπήλαυον εἰρήνης καὶ δικαιοσύνης καὶ εὐφροσύνης. καὶ ἦν ἐκεῖνα τὰ ἔτη κυρίως χρυσᾶ τῇ τοῦ βασιλέως χρηστότητι, γαλήνης πάντα ἐπικεχυμένης τὰ πράγματα. εʹ. γʹ. ιγʹ. ϛʹ. ιζʹ. γʹ. βʹ. Τούτῳ τῷ ἔτει Οὐαλεντινιανός, ὁ τῆς Ῥώμης βασιλεύς, τῶν μὲν ὀρθῶν τῆς ἐκκλησίας δογμάτων ἀντελαμβάνετο, πολλῇ δὲ τῇ παρανομίᾳ ἐν τῇ ἑαυτοῦ ἐκέχρητο διαίτῃ. εὐπρεπεστάτῃ γὰρ γυναικὶ Εὐδοξίᾳ, τῇ θυγατρὶ Θεοδοσίου τοῦ βασιλέως, συνοικῶν ἀλλοτρίαις δαιμονιωδῶς ἐκέχρητο, ὡμίλει δὲ συνεχῶς καὶ τοῖς τὰ περίεργα πράττουσιν. διὸ καὶ αἰσχίστῳ παραδίδοται θανάτῳ. Μαξίμου γάρ, τοῦ ἐπὶ Θεοδοσίου τοῦ μεγάλου τυραννήσαντος, ἔγγων καὶ ὁμώνυμος ἐν τοῖς κατὰ Ῥώμην πατρικίοις τελῶν, ἔνδον τοῦ παλατίου γενόμενος τὸν Οὐαλεντινιανὸν ἀπέσφαξε καὶ τῇ Εὐδοξίᾳ βίᾳ συνεγένετο καὶ τῆς βασιλείας ἐκράτησεν· δι' ὧν γάρ τις ἁμαρτάνει, δι' αὐτῶν καὶ παιδεύεται. ἐπὶ τούτοις ἡ Εὐδοξία ἀχθομένη καὶ μηδεμίαν βοήθειαν ἐκ τοῦ Βυζαντίου ἔσεσθαι αὐτῇ λογισαμένη, Θεοδοσίου τοῦ πατρὸς αὐτῆς τελευτήσαντος καὶ Πουλχερίας, μεταπέμπεται Γιζέριχον εἰς Ῥώμην παρακαλοῦσα λυτρωθῆναι ἐκ τῆς τοῦ Μαξίμου τυραννίδος. Γιζερίχου δὲ στόλῳ μεγάλῳ ἐκπλεύσαντος εἰς Ῥώμην, Μάξιμος φοβηθεὶς φυγῇ ἐχρήσατο· οἱ δὲ συνόντες αὐτῷ ἀνεῖλον αὐτὸν βασιλεύσαντα ἔτος ἕν. ὁ δὲ Γιζέριχος, μηδενὸς αὐτῷ ἀντιστάντος, εἰσῆλθεν 109 εἰς Ῥώμην τῇ τρίτῃ ἡμέρᾳ τῆς σφαγῆς Μαξίμου καὶ λαβὼν πάντα τὰ χρήματα καὶ τὰ τῆς πόλεως θεάματα εἰς τὰ πλοῖα ἐμβαλών, ἐν οἷς ἦσαν κειμήλια ὁλόχρυσα καὶ διάλιθα ἐκκλησιαστικά, καὶ σκεύη Ἑβραϊκά, ἅπερ ὁ Οὐεσπασιανοῦ Τίτος μετὰ τὴν ἅλωσιν Ἱεροσολύμων εἰς Ῥώμην ἤγαγεν, σὺν τούτοις λαβὼν καὶ Εὐδοξίαν τὴν βασίλισσαν καὶ τὰς θυγατέρας αὐτῆς, εἰς Ἀφρικὴν ἀπέπλευσεν· καὶ τὴν μὲν Εὐδοκίαν Ὀνωρίχῳ, τῷ πρωτοτόκῳ υἱῷ αὐτοῦ, συνέζευξεν, τὴν δὲ Πλακιδίαν ἄνδρα ἔχειν μαθὼν Ὀλύβριον τὸν πατρίκον μετὰ τῆς μητρὸς ἐφύλαξεν Εὐδοξίας. μαθὼν δὲ τὸν Μαξίμου θάνατον Μαϊορῖνος ἐβασίλευσεν ἔτη βʹ, καὶ μετὰ αὐτὸν Ἄβητος τὴν τῆς Ῥώμης βασιλείαν ἐκράτησεν ἐνιαυτοὺς βʹ, καὶ μετὰ τοῦτον Σευῆρος ἔτη γʹ, καὶ μετὰ τούτους οὐκ ἔστι βασιλεύς, ἀλλὰ Ῥεκίμερ ἐδιοίκει τὰ πράγματα στρατηγῶν καὶ μεγάλην περικείμενος δύναμιν. Τῷ δ' αὐτῷ ἔτει ἐτελεύτησεν Εὐδοκία ἐν Ἱεροσολύμοις πολλὰ καταλείψασα ταῖς ἐκκλησίαις. Ἀντιοχείας ἐπίσκοπος Μαρτύριος ἔτη ιγʹ. ϛʹ. δʹ. ιδʹ. ζʹ.
104.3.1
δʹ. αʹ. Τούτῳ τῷ ἔτει ἐκάη ἡ Ῥάβεννα, καὶ μετ' ὀλίγας ἡμέρας ἐσφάγη ὁ πατρίκιος Ῥαμίτος εἰς Κλάσας. καὶ μεθ' ἡμέρας κθʹ ἐνικήθη Ἄμιτος ὑπὸ Ῥεμίκου καὶ γέγονεν εἰς πόλιν Πλακεντίαν εἰς Γαλλίας. ζʹ. εʹ. ιεʹ. ηʹ. ιθʹ. εʹ. βʹ. Τούτῳ τῷ ἔτει Μαρκιανὸς ὁ βασιλεὺς ἐτελεύτησε πρὸ αʹ καλανδῶν Μαΐων· καὶ ἐβασίλευσε Λέων ὁ μέγας. αὐτῷ δὲ τῷ ἔτει ἀνενεώθη ἐν Ἀλεξανδρείᾳ τὸ Τραϊανὸν βαλανεῖον καὶ ἡ βασιλικὴ ἡ μεγάλη εἰς τὸ Στοιχεῖον. πάνυ δὲ ἦν εὐλαβὴς καὶ φοβούμενος τὸν θεὸν ὁ Μαρκιανός, ὅστις ἐν ταῖς λιταῖς τοῦ Κάμπου πεζὸς ἐξῄει πολλὰ τοῖς δεομένοις εὖ ποιῶν· ὅθεν τοῦτον ὁρῶν ὁ πατριάρχης Ἀνατόλιος καὶ αὐτὸς οὐκέτι φορείῳ φερόμενος κατὰ τὸ ἔθος ἐλιτάνευεν, ἀλλὰ πεζός. Τούτῳ τῷ ἔτει Τιμόθεος ὁ Ἐλοῦρος μαγγανείᾳ χρησάμενος νυκτὸς ἐν τοῖς κελλίοις τῶν μοναχῶν περιήρχετο, ἐξ ὀνόματος καλῶν

Intertext edge

Open linked passage

Note