Theophanes Abbot and Confessor
Chronographia
Chro 110.3.1
Choose a text
More by Theophanes Abbot and Confessor
—
Pg Scrape Grc
110.3.1
βʹ. κβʹ βʹ. εʹ. Τούτῳ τῷ ἔτει γράμματα πρὸς τοὺς ἑκάστης ἐπαρχίας ἀπέστειλεν ἐπισκόπους ὁ βασιλεύς, γράψαι αὐτῷ τὴν οἰκείαν γνώμην ἕκαστον, πότερον εἰ τοῖς ἐν Χαλκηδόνι ὁρισθεῖσιν ἀρέσκοιντο, καὶ περὶ τῆς τοῦ Ἐλούρου χειροτονίας τί λέγοιεν; ἐν οἷς καὶ τῷ ἁγίῳ Συμεῶνι τῷ Στυλίτῃ καὶ Βαραδάτῳ μοναχῷ καὶ Ἰακώβῳ θαυματουργῷ, διαμαρτυρόμενος ὡς τῷ θεῷ τῶν ὅλων παρέχειν μέλλοντας τὴν κρίσιν τῶν ἀμφισβητουμένων ποιήσασθαι. οἱ δὲ παμψηφεὶ ὁμοφρόνως 112 κυροῦσι μὲν τὴν ἐν Χαλκηδόνι σύνοδον ἁγίαν εἶναι, καὶ τὸν ὑπ' αὐτῆς ἐκτεθέντα ὅρον ἀποδέχονται, Τιμοθέου δὲ συμφώνως καταψηφίζονται ὡς φονέως καὶ αἱρετικοῦ. ἐσπούδασε δὲ καὶ Γεννάδιος πρὸς τὸν βασιλέα ἐκδικῆσαι τὰ τολμηθέντα. ἀντεπράττετο δὲ αὐτῷ Ἄσπαρ ὁ Ἀρειανός. ὁ δὲ εὐσεβὴς βασιλεὺς τὸν μὲν Ἐλοῦρον ἐξώρισεν εἰς Γάγγραν, ἔνθα ποτὲ καὶ Διόσκορος, ὁ τούτου διδάσκαλος. ὁ αὐτὸς δὲ κἀκεῖ ἤρξατο παρασυναγωγὰς ποιεῖν καὶ ταραχάς, ἃς μαθὼν ὁ βασιλεὺς μετεξώρισεν αὐτὸν ἐν Χερσῶνι. Τιμόθεος δὲ ἄλλος, ὁ ἐπίκλην Λευκός, ὁ καὶ Σαλοφακίαλος, ὀρθόδοξος καὶ ἀγαθὸς ἀνήρ, ὑπὸ πάντων φιλούμενος ἐχειροτονήθη ἀντ' αὐτοῦ ἐπίσκοπος Ἀλεξανδρείας. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ὁ Λευκὸς ἔτη ιεʹ. δʹ. θʹ.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).