Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophanes-abbot-and-confessor" aria-label="More works by Theophanes Abbot and Confessor">
—
⋯
Original / primary: Pg Scrape Grc
110.1.1
ἕκαστον. τοῦ δὲ ἀποκριναμένου ἔλεγεν·" ἐγὼ ἄγγελός εἰμι, καὶ ἀπεστάλην εἰπεῖν πᾶσιν ἀποστῆναι μὲν τῆς κοινωνίας Προτερίου καὶ τῶν ἐν Χαλκηδόνι, Τιμόθεον δὲ τὸν Ἐλοῦρον ἐπίσκοπον προχειρίσασθαι Ἀλεξανδρείας." Τῷ δ' αὐτῷ ἔτει Εὐδοξία, ἡ θυγάτηρ Θεοδοσίου τοῦ βασιλέως, γυνὴ δὲ Οὐαλεντινιανοῦ τοῦ τρίτου, μετὰ μιᾶς θυγατρὸς Πλακιδίας, γυναικὸς Ὀλυβρίου, ἐπανῆλθεν ἐξ Ἀφρικῆς. ἡ γὰρ Εὐδοκία τῷ υἱῷ Γιζερίχου Ὀνωρίχῳ ἐζεύχθη καὶ οὐκ ἐπανῆλθεν. Κόσμου ἔτη εϠνʹ. Τῆς θείας σαρκώσεως ἔτη υνʹ. Ῥωμαίων βασιλεὺς Λέων ἔτη ιζʹ. αʹ. Περσῶν βασιλεὺς Περόζης ἔτη κδʹ. ϛʹ. Ῥώμης ἐπίσκοπος Λέων ἔτη καʹ. ιϛʹ. Κωνσταντ. ἐπίσκοπος Ἀνατόλιος ἔτη
110.2.1
θʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη ληʹ. κʹ. Ἀλεξανδρείας ἐπίσκοπος Προτέριος ἔτη ϛʹ. ϛʹ. Ἀντιοχείας ἐπίσκοπος Μαρτύριος ἔτη ιγʹ. γʹ. Τούτῳ τῷ ἔτει Λέων ἐβασίλευσεν, Θρᾷξ τῷ γένει, τριβοῦνος τὴν ἀξίαν, μηνὶ Φεβρουαρίῳ, ἰνδικτιῶνι ιʹ στεφθεὶς ὑπὸ Ἀνατολίου τοῦ πατριάρχου. Τῷ δ' αὐτῷ ἔτει σεισμοῦ φοβεροῦ γενομένου ἐν Ἀντιοχείᾳ, σχεδὸν πᾶσα ἡ πόλις κατέπεσεν. ἦλθε δὲ ἐν Ἀλεξανδρείᾳ καμηλοπάρδαλις καὶ ταυρέλαφοι καὶ ἄλλα θηρία. σὺν αὐτοῖς δὲ καὶ Τιμόθεος, ὁ ἐπίκλην Ἐλοῦρος, τὴν Ἀλεξανδρέων πόλιν διετάραττεν. πλήθη γὰρ ἀτάκτων ἀνδρῶν ὠνησάμενος τυραννικῶς τὸν θρόνον Ἀλεξανδρείας ἐκράτησεν, καὶ καθῃρημένος ὢν ὑπὸ δύο καθῃρημένων χειροτονεῖται. ἐντεῦθεν πάντα τὰ σκάνδαλα ἀνεφύη ἐν Ἀλεξανδρείᾳ. πάντων γὰρ τῶν τῆς οἰκουμένης ἱερέων τὸν ὅρον τῆς εν Χαλκηδόνι συνόδου ἀποδεξαμένων, οὗτος ὁ μιαρὸς μετὰ λύττης τινὸς ἀσχέτου ταύτην καθύβριζε καὶ χειροτονίας ἐπισκόπων ἐποίει ἀχειροτόνητος ὢν καὶ βαπτίσματα ἐπετέλει πρεσβύτερος μὴ ὤν. ὁ δὲ μακάριος Προτέριος αἰσθόμενος τὴν κατ' αὐτοῦ σκευαζομένην ὑπὸ τοῦ Ἐλούρου ἐπιβουλὴν δίδωσι τόπον τῇ ὀργῇ καὶ τῷ σεπτῷ προσφεύγει βαπτιστηρίῳ εν τῇ πρώτῃ τῆς πασχαλίας ἡμέρᾳ. ὁ δὲ τοῦ Ἀντιχρίστου πρόδρομος 111 μὴ αἰδεσθεὶς μήτε τὴν ἁγίαν ἡμέραν, μήτε τοὺς σεβασμίους τόπους, ἀποστείλας κατασφάζει τὸν ἀνεύθυνον ἀρχιερέα μετὰ καὶ ἄλλων ἓξ τῶν σὺν αὐτῷ. καὶ σχοινίοις περισύραντες τούτου τὸ λείψανον ἀπὸ τῆς ἁγίας ἐξέβαλον κολυμβήθρας, καὶ πομπεύσαντες αὐτὸ κατὰ πᾶσαν τὴν πόλιν ᾔκιζον αὐτὸ ἀνηλεῶς· τέλος πυρὶ κατέκαυσαν καὶ τὴν σποδὸν τῷ ἀέρι παρέπεμπον. Τῷ δ' αὐτῷ ἔτει ἠνέχθη τὸ λείψανον τῆς ἁγίας Ἀναστασίας ἀπὸ τοῦ Σερμίου καὶ κατετέθη ἐν τῷ ναῷ αὐτῆς ἐν τοῖς Δομνίνου ἐμβόλοις. Τιμόθεος δὲ ὁ Ἐλοῦρος τὰ συγγράμματα Κυρίλλου τοῦ μεγάλου μὴ ἐκδοθέντα εὑρὼν ἐνόθευσεν ἐν πολλοῖς τόποις, ὡς ἱστορεῖ Πέτρος, ὁ πρεσβύτερος Ἀλεξανδρείας. Κωνσταντινουπόλεως ἐπίσκοπος Γεννάδιος ἔτη ιγʹ. Ἀλεξανδρείας ἐκράτησε λῃστρικῶς Τιμόθεος ὁ Ἐλοῦρος ἔτη βʹ. βʹ. ζʹ. ιζʹ. αʹ. καʹ. αʹ. δʹ. Τούτῳ τῷ ἔτει μαθὼν Λέων ὁ βασιλεὺς τὸν ἄδικον θάνατον Προτερίου καὶ τὴν τοῦ Ἐλούρου ἄθεσμον προαγωγήν, πέμψας Καισάρειον ἐγλωσσοτόμησε καὶ ἀμφοτέρους ἐξώρισεν, ὡς κοινωνήσαντας τῷ φόνῳ Προτερίου· Τιμοθέῳ δὲ τῷ ἀνιέρῳ οὐκ ἐπεξῆλθεν, τὴν ἐπ' αὐτῷ κρίσιν ἐπισκόποις εἰπὼν ἁρμόζειν. Τῷ δ' αὐτῷ ἔτει καὶ Ζήνων ἐζεύχθη Ἀρεάδνῃ, τῇ θυγατρὶ Λέοντος. γʹ. ηʹ.
110.3.1
βʹ. κβʹ βʹ. εʹ. Τούτῳ τῷ ἔτει γράμματα πρὸς τοὺς ἑκάστης ἐπαρχίας ἀπέστειλεν ἐπισκόπους ὁ βασιλεύς, γράψαι αὐτῷ τὴν οἰκείαν γνώμην ἕκαστον, πότερον εἰ τοῖς ἐν Χαλκηδόνι ὁρισθεῖσιν ἀρέσκοιντο, καὶ περὶ τῆς τοῦ Ἐλούρου χειροτονίας τί λέγοιεν; ἐν οἷς καὶ τῷ ἁγίῳ Συμεῶνι τῷ Στυλίτῃ καὶ Βαραδάτῳ μοναχῷ καὶ Ἰακώβῳ θαυματουργῷ, διαμαρτυρόμενος ὡς τῷ θεῷ τῶν ὅλων παρέχειν μέλλοντας τὴν κρίσιν τῶν ἀμφισβητουμένων ποιήσασθαι. οἱ δὲ παμψηφεὶ ὁμοφρόνως 112 κυροῦσι μὲν τὴν ἐν Χαλκηδόνι σύνοδον ἁγίαν εἶναι, καὶ τὸν ὑπ' αὐτῆς ἐκτεθέντα ὅρον ἀποδέχονται, Τιμοθέου δὲ συμφώνως καταψηφίζονται ὡς φονέως καὶ αἱρετικοῦ. ἐσπούδασε δὲ καὶ Γεννάδιος πρὸς τὸν βασιλέα ἐκδικῆσαι τὰ τολμηθέντα. ἀντεπράττετο δὲ αὐτῷ Ἄσπαρ ὁ Ἀρειανός. ὁ δὲ εὐσεβὴς βασιλεὺς τὸν μὲν Ἐλοῦρον ἐξώρισεν εἰς Γάγγραν, ἔνθα ποτὲ καὶ Διόσκορος, ὁ τούτου διδάσκαλος. ὁ αὐτὸς δὲ κἀκεῖ ἤρξατο παρασυναγωγὰς ποιεῖν καὶ ταραχάς, ἃς μαθὼν ὁ βασιλεὺς μετεξώρισεν αὐτὸν ἐν Χερσῶνι. Τιμόθεος δὲ ἄλλος, ὁ ἐπίκλην Λευκός, ὁ καὶ Σαλοφακίαλος, ὀρθόδοξος καὶ ἀγαθὸς ἀνήρ, ὑπὸ πάντων φιλούμενος ἐχειροτονήθη ἀντ' αὐτοῦ ἐπίσκοπος Ἀλεξανδρείας. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ὁ Λευκὸς ἔτη ιεʹ. δʹ. θʹ.
110.4.1
γʹ. κγʹ. αʹ. ϛʹ. Τούτῳ τῷ ἔτει Ἰουβενάλιος, ὁ ἁγιώτατος ἐπίσκοπος Ἱεροσολύμων, ἐτελεύτησεν, καὶ ἀντ' αὐτοῦ ἐχειροτονήθη Ἀναστάσιος. καὶ τῷ αὐτῷ χρόνῳ ἐκοιμήθη καὶ Συμεὼν ὁ μέγας Στυλίτης, ὁ τῆς μάνδρας, πρῶτος καταδείξας τὴν τοιαύτην ἀρετὴν καὶ σημειοφόρος γενόμενος. εʹ. ιʹ. κʹ. δʹ. κδʹ. βʹ. ζʹ. Τούτῳ τῷ ἔτει ἐμπρησμὸς μέγας γέγονεν ἐν Κωνσταντινουπόλει τῇ δευτέρᾳ τοῦ Σεπτεμβρίου μηνός, ἰνδικτιῶνος ιεʹ, ἀρξάμενος ἀπὸ τοῦ νεωρίου καὶ φθάσας ἕως τοῦ ναοῦ τοῦ ἁγίου Θωμᾶ τῶν Ἀμαντίου. Μαρκιανὸς δὲ οἰκονόμος ἀνελθὼν εἰς τοὺς κεράμους τῆς ἁγίας Ἀναστασίας, κατέχων τὸ εὐαγγέλιον εὐχαῖς καὶ δάκρυσιν ἀβλαβῆ τὸν οἶκον διεφύλαξεν. ϛʹ. ιαʹ. καʹ. εʹ. κεʹ. γʹ. ηʹ. Τούτῳ τῷ ἔτει ἐσφάγη Μαϊορῖνος εἰς Ταρτίωνα ὑπὸ Ῥεμικίου πατρικίου, καὶ ἐπήρθη εἰς βασιλέα Σευῆρος καὶ Σερπέντιος νώναις Ἰουλίαις. Τῷ δ' αὐτῷ ἔτει ζωγράφου τινὸς τὸν σωτῆρα γράψαι τολμήσαντος καθ' ὁμοιότητα τοῦ Διὸς ἐξηράνθη ἡ χείρ· ὃν ἐξαγορεύσαντα δι' εὐχῆς ἰάσατο Γεννάδιος. φασὶ δέ τινες τῶν ἱστορικῶν, ὅτι τὸ οὖλον καὶ ὀλιγότριχον σχῆμα ἐπὶ τοῦ σωτῆρος οἰκειότερόν ἐστιν. τοῦ δὲ Γενναδίου τῇ νυκτὶ εὐχομένου ἐντὸς τοῦ θυσιαστηρίου, ἰδεῖν λέγεται φάντασμα δαιμονίου, ᾧ καὶ ἐπιτιμήσας ἤκουσεν αὐτοῦ κράζοντος, ὡς αὐτοῦ μὲν ζῶντος ἐνδίδωσιν, μετὰ δὲ θάνατον αὐτοῦ 113 κρατήσει πάντως τῆς ἐκκλησίας· ὅπερ δείσας Γεννάδιος πολλὰ ὑπὲρ τούτου τὸν θεὸν ἐδυσώπει. Τῷ δ' αὐτῷ ἔτει καὶ Στούδιος τὸν ναὸν ἔκτισε τοῦ Προδρόμου καὶ μοναχοὺς ἐκ τῆς μονῆς τῶν Ἀκοιμήτων ἐν αὐτῷ κατέστησεν. καὶ Γρατίσιμος πραιπόσιτος τὸν ναὸν τοῦ ἁγίου Κυριακοῦ ἔξω τῆς Χρυσῆς πόρτης ἔκτισε καὶ ἀπετάξατο ἐν αὐτῷ. Κόσμου ἔτη
110.5.1
Τῆς θείας σαρκώσεως ἔτη υνϛʹ. Ῥωμαίων βασιλεὺς Λέων ἔτη ιζʹ. ζʹ. Περσῶν βασιλεὺς Περόζης ἔτη κδʹ. ιβʹ. Ῥώμης ἐπίσκοπος Ἱλαρίων ἔτη ϛʹ. αʹ. Κωνσταντ. ἐπίσκοπος Γεννάδιος ἔτη ιγʹ. ϛʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη ληʹ. κϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιεʹ. δʹ. Ἀντιοχείας ἐπίσκοπος Μαρτύριος ἔτη
110.6.1
θʹ. Τούτῳ τῷ ἔτει Λέων ὁ βασιλεὺς Ζήνωνα τὸν γαμβρὸν στρατηγὸν τῆς ἑῴας πάσης πεποίηκε καὶ Βασιλίσκον, τὸν ἀδελφὸν Βερίνης τῆς αὐγούστης, στρατηγὸν τῆς Θρᾴκης. Ζήνων δὲ ἐλθὼν εἰς Ἀντιόχειαν εὗρεν ἐπίσκοπον ἐν αὐτῇ τὸν ἱερὸν Μαρτύριον. Πέτρος δὲ ὁ Κναφεὺς ἠκολούθει τῷ Ζήνωνι πρεσβύτερος ὢν τοῦ ἐν Χαλκηδόνι ναοῦ Βάσσης τῆς μάρτυρος· ὃς καὶ πείσας Ζήνωνα συνεργῆσαι αὐτῷ μισθοῦται τῶν Ἀπολιναρίου τινὰς ὁμοδόξων καὶ θορύβους μυρίους ἐγείρει κατὰ τῆς πίστεως καὶ Μαρτυρίου τοῦ ἐπισκόπου. καὶ ἀναθεματίζει τοὺς μὴ λέγοντας τὸν θεὸν σταυρωθῆναι, καὶ σχίσας τὸν λαὸν Ἀντιοχείας προστίθησιν ἐν τῷ τρισαγίῳ ὕμνῳ τό·" ὁ σταυρωθεὶς δι' ἡμᾶς." ὅπερ ἕως σήμερον ἔκτοτε καιροῦ παρὰ τοῖς Θεοπασχίταις ἐκράτησε λέγεσθαι. Μαρτύριος δὲ πρὸς Λέοντα τὸν βασιλέα παρεγένετο, καὶ ἀπεδέχθη μετὰ πολλῆς τιμῆς σπουδῇ Γενναδίου ἐπισκόπου Κωνσταντινουπόλεως. ἐπανελθὼν δὲ εἰς Ἀντιόχειαν καὶ εὑρὼν τοὺς λαοὺς στασιάζοντας καὶ Ζήνωνα τούτοις συμπράττοντα ἐπ' ἐκκλησίας τῇ ἐπισκοπῇ ἀπετάξατο εἰπών·" κλήρῳ ἀνυποτάκτῳ, καὶ λαῷ ἀπειθεῖ, καὶ ἐκκλησίᾳ ἐρρυπωμένῃ ἀποτάττομαι, φυλάττων ἑαυτῷ τὸ ἀξίωμα τῆς ἱερωσύνης." τούτου δὲ ὑποχωρήσαντος, Πέτρος ὁ Κναφεὺς τῷ θρόνῳ Ἀντιοχείας ἐπεπήδησεν, χειροτονήσας εὐθὺς Ἰωάννην 114 Ἀπαμείας ἐπίσκοπον ἀπὸ καθαιρέσεως ὄντα. γνοὺς δὲ ταῦτα Γεννάδιος. ἅπαντα τῷ βασιλεῖ ἀνατίθεται· καὶ κελεύει Πέτρον τὸν Κναφέα ἐξορισθῆναι. ὅπερ ἀκούσας Πέτρος φυγῇ τὴν ἐξορίαν διέφυγεν· ψήφῳ δὲ κοινῇ Ἰουλιανός τις ἐπίσκοπος Ἀντιοχείας προεχειρίσθη. Τῷ δ' αὐτῷ ἔτει μετετέθη ἐν Ἀλεξανδρείᾳ ὁ προφήτης Ἐλισσαῖοςπρὸ εʹ ἰδῶν Μαΐων ἐν τῇ μονῇ Παύλου τοῦ Λεπροῦ. λεπρὸν γὰρ ἰάσατο καὶ λεπρὸν ἐποίησε καὶ εἰς τὰ τοῦ Λεπροῦ ἐτέθη. ηʹ. ιγʹ. βʹ. ζʹ. κζʹ. εʹ. ιʹ. Τούτῳ τῷ ἔτει ἐκτίσθη τὸ τετράστωον τοῦ ἁγίου Ἰωάννου ἐν Ἀλεξανδρείᾳ καὶ τὸ ἁγιαστήριον· καὶ Ἑπτάβιζος τὸ δημόσιον βαλανεῖον ἀπεδόθη τῇ πόλει. τούτοις δὲ τοῖς χρόνοις καὶ Δανιὴλ ὁ Στυλίτης ἐν τῷ Ἀνάπλῳ τῷ στύλῳ ἐπέβη, ἀνὴρ θαυμάσιος. Ἰωάννηςδὲ ὁ ὑπατικός, ὁ ἐπίκλην τῶν Βιγκομάλου, δυσωπήσας Βασιανὸν τὸν ὅσιον παρ' αὐτῷ ὡς μοναχὸς ἐτέτακτο. προήρχετο δὲ ἀεὶ ἐν τῷ παλατίῳ εἷς τῶν συγκλητικῶν. καὶ ἀναχωρῶν μέχρι τῆς μονῆς τῶν Βασιανοῦ ὡς ὑπατικὸς ὠψικεύετο· ἔνδον δὲ γενόμενος εὐθὺς μοναδικὴν σισύραν περιβαλλόμενος μαγειρείου καὶ σταύλου καὶ τῶν παραπλησίων τὴν διακονίαν ἐπλήρου. Τῷ δ' αὐτῷ ἔτει Ἄνθιμος καὶ Τιμοκλῆς οἱ τῶν τροπαρίων ποιηταί, ἐγνωρίζοντο. Τῷ δ' αὐτῷ ἔτει κατὰ πρεσβείαν τῆς συγκλήτου Ῥώμης ἀπέστειλε Λέων ὁ βασιλεὺς Ἀνθίμιον, τὸν γαμβρὸν Μαρκιανοῦ τοῦ προβασιλεύσαντος, βασιλέα ἐν Ῥώμῃ, ἄνδρα χριστιανικώτατον καὶ εὐσεβῶς τὴν βασιλείαν ἰθύνοντα ἔτη ϛ Κόσμου ἔτη εϠνηʹ. Τῆς θείας σαρκώσεως ἔτη υνηʹ. Ῥωμαίων βασιλεὺς Λέων ἔτη ιζʹ. θʹ. Περσῶν βασιλεὺς Περόζης ἔτη κδʹ. ιδʹ. Ῥώμης ἐπίσκοπος Ἱλαρίων ἔτη ϛʹ. γʹ. Κωνσταντ. ἐπίσκοπος Γεννάδιος ἔτη ιγʹ. ηʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη ληʹ κηʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη εʹ. ϛʹ. Ἀντιοχείας ἐπίσκοπος Μαρτύριος ἔτη ιγʹ. ιαʹ. 115 Τούτῳ τῷ ἔτει σημεῖον ἐφάνη ἐν τῷ οὐρανῷ, νεφέλη ὥσπερ σάλπιγγος ἐκτύπωμα ἔχουσα ἐπὶ ἡμέρας μʹ καθ' ἑσπέραν. ιʹ. ιεʹ. δʹ. θʹ. κθʹ. ζʹ. ιβʹ. Τούτῳ τῷ ἔτει ἐστράτευσεν Ἀλεξάνδρεια ἄνδρας τρισχιλίους, καὶ ὁ μέγας λάκκος ἐκτίσθη εἰς τὰ Ἰωάννου καὶ τὰ δύο βαλανεῖα, ἡ Ὑγεία καὶ ἡ Ἴασις· καὶ ὁ ποταμὸς ὠρύχθη ἐν Ἀλεξανδρείᾳ ἀπὸτῆς Χερσαίου ἕως τοῦ Κοπρεῶνος. ιαʹ. ιϛʹ. εʹ. ιʹ. λʹ. ηʹ. ιγʹ. Τούτῳ τῷ ἔτει Ἰσοκάσιος ὁ κυαίστωρ, Ἀντιοχεὺς καὶ φιλόσοφος, διεβλήθη τῷ βασιλεῖ ὡς Ἕλλην· καὶ ἐκέλευσεν ὁ βασιλεὺς ἐξετασθῆναι αὐτὸν παρὰ τῷ ἐπάρχῳ τῶν πραιτωρίων ἐν Κωνσταντινουπόλει. ἐνεχθέντος δὲ αὐτοῦ ἐν τῷ Ζευξίππῳ δεδεμένου ὀπισθάγκωνα, ἔφη πρὸς αὐτὸν Πουσαῖος ὁ ἔπαρχος·" ὁρᾷς ἑαυτόν, Ἰσοκάσιε, ἐν ποίῳ σχήματι καθέστηκας;" ὁ δὲ εἶπεν·" ὁρῶ, καὶ οὐ ξενίζομαι· ἄνθρωπος γὰρ ὢν ἀνθρωπίναις ἐνέπεσα συμφοραῖς· ἀλλὰ δίκασον ἐπ' ἐμοί, ὡς ἐδίκαζες σὺν ἐμοί." καὶ ταῦτα ἀκούσας ὁ δῆμος εὐφήμησε τὸν βασιλέα. καὶ μαθὼν ὁ βασιλεὺς ἐχάρη καὶ ἀπέλυσεν αὐτὸν εἰς τὴν ἰδίαν χώραν. Ἀντιοχείας ἐπίσκοπος Ἰουλιανὸς ἔτη ϛʹ. ιβʹ. ιζʹ. ϛʹ. ιαʹ. λαʹ. θʹ. αʹ. Τούτῳ τῷ ἔτει Λέων ὁ βασιλεὺς κατὰ Γιζερίχου, τοῦ τῶν Ἄφρων κρατοῦντος, στόλον μέγαν ἐξοπλίσας ἀπέστειλεν. ὁ γὰρ Γιζέριχος μετὰ τὴν τελευτὴν Μαρκιανοῦ πολλὰ δεινὰ ἐνεδείξατο εν ταῖς ὑπὸ τὴν τῶν Ῥωμαίων βασιλείαν χώραις ληϊζόμενος καὶ αἰχμαλωτίζων πολλοὺς καὶ τὰς πόλεις κατασκάπτων. ὅθεν ζήλῳ κινηθεὶς ὁ βασιλεὺς ἐκ πάσης τῆς ἀνατολικῆς θαλάσσης ρʹ χιλιάδας πλοίων ἀθροίσας καὶ στρατῶν καὶ ὅπλων ταύτας πληρώσας κατὰ Γιζερίχου ἀπέστειλεν. φασὶ γὰρ αὐτὸν ατʹ κεντηνάρια δεδαπανηκέναι χρυσίου ἐν τούτῳ τῷ στόλῳ. στρατηγὸν δὲ καὶ ἔξαρχον τοῦ στόλου κατέστησε Βασιλίσκον, τὸν Βερίνης τῆς αὐγούστης ἀδελφόν, τῆς ὑπάτου τιμῆς ἤδη μετασχόντα καὶ Σκύθας πολλάκις νικήσαντα εν 116 τῇ Θρᾴκῃ. ὃς δή, συνδραμούσης αὐτῷ καὶ ἐκ τῆς ἑσπερίου οὐκ ὀλίγης δυνάμεως, συμπλακεὶς εἰς ναυμαχίας πολλάκις τῇ Γιζερίχου* μετὰ τῶν νηῶν τῷ βυθῷ παραδούς, εἶτα καὶ αὐτὴν ἠδυνήθη Καρχηδόνα κρατῆσαι. ὕστερον δὲ δώροις ὑπὸ Γιζερίχου καὶ πλείστοις χρήμασι δελεασθεὶς ἐνέδωκε καὶ ἡττήθη ἑκών, ὡς Περσικὸς ἱστόρησεν ὁ Θρᾷξ. φασὶ δέ τινες, ὅτι Ἄσπαρ καὶ Ἀρδαβούριος, Ἀρειανοὶὄντες καὶ εἰς βασιλείαν ἐλθεῖν διὰ τοῦτο μὴ δυνάμενοι, κουράτορα αὐτῶν ὄντα Λέοντα βασιλέα πεποίηκαν, αὐτοὶ προσδοκῶντες διοικεῖν τὸ βασίλειον. τοῦ δὲ βασιλέως μὴ καταδεδεγμένου τοῦτο, ἠγωνίζοντο διαστρέφειν τὰ ὑπ' αὐτοῦ καλῶς διοικούμενα καὶ Βασιλίσκῳ συνέθεντο δοῦναι τὴν βασιλείαν, εἰ προδώσει τὸν τοῦ βασιλέως στόλον τε καὶ λαὸν τῷ Γιζερίχῳ, Ἀρειανῷ ὄντι καὶ ὁμόφρονι αὐτῶν. καὶ τούτου χάριν προδεδωκέναι τὸν Βασιλίσκον φασίν. τότε Γιζέριχος τεχνασάμενος σκάφη τῶν πολεμίων τινὸς ὕλης ἐμπλήσας καυστικῆς, νυκτὸς ἐπιστὰς καὶ τῶν Ῥωμαίων ἀφυλάκτως ὑπνούντων, ταύτας ἐπαφῆκεν ἀπὸ τῆς χέρσου μετὰ πνεύματος ἀπογείου κατὰ τοῦ Ῥωμαϊκοῦ στόλου. καὶ καταφλέγουσι μὲν πολλὰ τῶν σκαφῶν, τὰ δὲ ἄλλα τὸν κίνδυνον φεύγοντα εἰς Σικελίαν ἐπανῆλθον. τότε λοιπὸν καὶ ὁ Βασιλίσκου δόλος ἠλέγχθη μηδένα λαθὼν τοῦ στρατοπέδου. Τῷ δ' αὐτῷ ἔτει Πατρίκιος, ὁ υἱὸς Ἄσπαρος, ὃν καίσαρα ὁ βασιλεὺς Λέων πεποίηκε διὰ τὸ ἑλκῦσαι τὸν Ἄσπαρα ἐκ τῆς Ἀρειανικῆς δόξης καὶ εὐνοεῖν τῷ βασιλεῖ, παρεγένετο ἐν Ἀλεξανδρείᾳ μετὰ μεγάλης φαντασίας, ἐν ᾧ ἐστερεώθη τὸ Κορεῖον βαλανεῖον. Ῥώμης ἐπίσκοπος Σιμπλίκιος ἔτη ιδʹ. ιγʹ. ιηʹ. αʹ. ιβʹ. λβʹ. ιʹ. βʹ. Τούτῳ τῷ ἔτει Λέων ὁ βασιλεὺς Ζήνωνα, τὸν στρατηλάτην τῆς ἑῴας καὶ γαμβρὸν αὐτοῦ, ἀπέστειλεν ἐν τῇ Θρᾴκῃ ἐπί τινα χρείαν πολεμικὴν κελεύσας παραδοῦναι αὐτῷ στρατὸν ἐκ τῶν ἰδίων πρὸς συμμαχίαν. οἵ τινες κατὰ παραίνεσιν Ἄσπαρος μικροῦ δεῖν τὸν Ζήνωνα διεχειρίζοντο, εἰ μὴ προγνοὺς τὴν ἐπιβουλὴν εἰς Σερδικὴν ἀπεσώθη φυγών, πόλιν τῆς Θρᾴκης. ἐκ τούτου ὕποπτος γίνεται Ἄσπαρ Λέοντι τῷ βασιλεῖ. 117 ιδʹ. ιθʹ. βʹ. ιγʹ. λγʹ. ιαʹ. γʹ. Τούτῳ τῷ ἔτει ἀπέστειλε Λέων ὁ βασιλεὺς κατὰ Γιζερίχου Ἡράκλειον τὸν Ἐδεσηνόν, υἱὸν Φλώρου τοῦ ἀπὸ ὑπάτων, καὶ Μάρσον Ἴσαυρον, ἄνδρας δραστηρίους, καὶ στρατὸν ἐξ Αἰγύπτου καὶ Θηβαΐδος καὶ τῆς ἐρήμου. οἵ τινες προσπεσόντες ἀδοκήτως τοῖς Οὐανδήλοις Τρίπολίν τε καὶ ἄλλας παρεστήσαντο πόλεις τῆς Λιβύης πολλὰς καὶ πλέον τῆς Βασιλίσκου ναυμαχίας ἠνίασαν τὸν Γιζέριχον, ὥστε παρασκευάσαι αὐτὸν περὶ εἰρήνης πρεσβεύσασθαι πρὸς Λέοντα τὸν βασιλέα· καὶ ταύτης τυγχάνει παρὰ Λέοντος χρῄζοντος τότε Βασιλίσκου καὶ Ἡρακλείου καὶ Μάρσου εἰς τὴν κατὰ Ἄσπαρος ἐπιβουλήν. ὕποπτος γάρ, ὡς προέφην, γενόμενος τῷ βασιλεῖ ὁ Ἄσπαρ καὶ πολλὴν περικείμενος δύναμιν δόλῳ παρὰ τοῦ βασιλέως φονεύεται μετὰ βραχὺ σὺν τοῖς αὐτοῦ παισίν, Ἀρδαβουρίῳ καὶ Πατρικίῳ, ὃν καίσαρα ὁ βασιλεὺς πεποίηκε πρότερον, ἵνα τὴν Ἄσπαρος εὔνοιαν ἔχῃ. Κόσμου ἔτη εϠξδʹ. Τῆς θείας σαρκώσεως ἔτη υξδʹ. Ῥωμαίων βασιλεὺς Λέων ἔτη ιζʹ.
110.7.1
Περσῶν βασιλεὺς Περόζης ἔτη κδʹ. κʹ. Ῥώμης ἐπίσκοπος Σιμπλίκιος ἔτη ιδʹ. γʹ. Κωνσταντ. ἐπίσκοπος Ἀκάκιος ἔτη ιζʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη
110.8.1
λδʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιεʹ. ιβʹ. Ἀντιοχείας ἐπίσκοπος Ἰουλιανὸς ἔτη ϛʹ. δʹ. Τούτῳ τῷ ἔτει Ἄσπαρος καὶ Ἀρδαβουρίου καὶ Πατρικίου, τῶνυἱῶν αὐτοῦ, φονευθέντων ὑπὸ Λέοντος, Ὀστρύς, ὁ ὑπασπιστὴς Ἄσπαρος, καὶ Θευδέριχος, ὁ Τριαρίου παῖς, τῆς δὲ Ἄσπαρος γαμετῆς ἀδελφός, ἐπῆλθε μετὰ δυνάμεως τῇ πόλει τοὺς πεφονευμένους ἐκδικῆσαι· καὶ εἰ μὴ προλαβὼν ὁ Βασιλίσκος ἐκ τῆς ἀπὸ Σικελίας ἐπανόδου, καὶ Ζήνων ἀπὸ Χαλκηδόνος, ὃς ἦν ἐκεῖ τὸν Ἄσπαρος ἀναμένων φόνον, ἐβοήθησαν τῇ πόλει καὶ διέσπειραν τοὺς ἐπαναστάντας, πολὺς ἂν ἐγένετο τοῖς πράγμασι τάραχος. ὁ δὲ νεώτατος Ἄσπαρος παῖς Ἀρμενάριχος ὑποκλαπεὶς γνώμῃ τοῦ Ζήνωνος ἐκφεύγει σταλεὶς ἐν Ἰσαυρίᾳ καὶ νόθου Ζήνωνος παιδὸς γαμβρὸς καθίσταται, 118 ὃς μετὰ τὴν Λέοντος τελευτὴν ἐπανελθὼν εἰς τὸ Βυζάντιον μέχρι τέλους εὐδαιμόνως ἐβίω. ἐν Ἰταλίᾳ δὲ Ῥεκίμερ ὁ στρατηγός, οὗ καὶ πρώην ἐμνήσθην, γαμβρὸς δὲ Ἀνθεμίου, τοῦ εὐσεβῶς ἐν Ῥώμῃ βασιλεύσαντος, ἐπανίσταται τῷ ἰδίῳ κηδεστῇ. καὶ πολέμου κρατοῦντος τὴν χώραν, λιμώττουσιν οὕτως αἱ τοῦ βασιλέως δυνάμεις, ὡς καὶ βυρσῶν καὶ ἄλλων ἀηθῶν ἅψασθαι βρωμάτων, αὐτὸν δὲ τὸν βασιλέα Ἀνθέμιον ἕβδομον ἔτος ἔχοντα τῆς ἀρχῆς ἀναιρεθῆναι. τὸ τηνικαῦτα Λέων διὰ τοὺς ἔτι συνεστῶτας ἐν Ῥώμῃ θορύβους Ὀλύβριον, τὸν τῆς Πλακιδίας σύζυγον, ἐκπέμπει τῇ Ῥώμῃ καὶ ἀναγορεύει τοῦτον αὐτοκράτορα. ὁ δὲ Ῥεκίμερ μετὰ τὴν Ἀνθεμίου σφαγὴν τρεῖς μῆνας μόνους διαζήσας νόσῳ τελευτᾷ, συναπελθόντος αὐτῷ Ὀλυβρίου ἀρρωστίᾳ σωματικῇ. τούτων δὲ τελευτησάντων, Μαϊορῖνος τὴν βασιλείαν διεδέξατο, ἀνὴρ φρενήρης καὶ πολέμων ἔμπειρος. οὗτος τὰς πόλεις ὑπὸ Γιζερίχου πεπορθημένας εὑρὼν εἰσέβαλεν εἰς Λιανήν, καὶ καταλαβὼν τὴν Λιγουρίαν φοβερὸς τοῖς Οὐανδήλοις ὤφθη· καὶ μέλλων τὴν νίκην ἀναδήσασθαι, ἐν τῷ μεταξὺ νόσῳ δυσεντερίας ληφθεὶς ἐτελεύτησεν. ὁ δὲ στρατηγὸς* διαβὰς Πάτμον ἀπεσώθη. ἐν τούτοις οὖν ἀσχολουμένων τῶν περὶ Γιζέριχον, ἡ νήπιος Εὐδοκία καὶ Θεοδοσίου ἐγγόνη δέκα ἓξ χρόνους ἐν τῇ Ἀφρικῇ ποιήσασα μετὰ τοῦ ἀνδρὸς αὐτῆς Ὀνωρίχου καὶ παῖδα ἐξ αὐτοῦ Ἰλδέριχον γεννήσασα, δυσφοροῦσα κατὰ τοῦ ἀνδρὸς ὡς Ἀρειανοῦ ὄντος, ἄδειαν εὑροῦσα καὶ φυγῇ χρησαμένη ἦλθεν εἰς Ἱεροσόλυμα, καὶ προσκυνήσασα τοὺς σεβασμίους τόπους καὶ ἀσπασαμένη τὸν τάφον Εὐδοκίας, τῆς ἑαυτῆς μάμμης, ὀλίγας ἡμέρας διατρίψασα ἐν τῇ ἁγίᾳ πόλει ἐτελεύτησεν ἐν εἰρήνῃ, πάντα τὰ αὐτῆς καταλείψασα ἐν τῇ ἁγίᾳ Ἀναστάσει, παραθεμένη καὶ Βοῦρκον σὺν τοῖς τέκνοις αὐτοῦ τῷ ἀρχιεπισκόπῳ Ἱεροσολύμων, ὡς συνεργῷ αὐτῆς γενομένῳ καὶ πιστῷ εἰς τὸ ἐκφυγεῖν Ὀνώριχον Ἀρειανόν, τὸν ἄνδρα αὐτῆς. 119 Κόσμου ἔτη εϠξεʹ. Τῆς θείας σαρκώσεως ἔτη υξεʹ. Ῥωμαίων βασιλεὺς Λέων ἔτη ιζʹ. ιϛʹ. Περσῶν βασιλεὺς Περόζης ἔτη κδʹ. καʹ. Ῥώμης ἐπίσκοπος Σιμπλίκιος ἔτη ιδʹ. δʹ. Κωνσταντ. ἐπίσκοπος Ἀκάκιος ἔτη ιζʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη ληʹ. λεʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιεʹ. ιγʹ. Ἀντιοχείας ἐπίσκοπος Ἰουλιανὸς ἔτη ϛʹ. εʹ. Τούτῳ τῷ ἔτει Λέων ὁ βασιλεὺς Λέοντα, τὸν Ζήνωνος υἱὸν καὶ Ἀρεάδνης τῆς ἰδίας θυγατρός, τὸν ἑαυτοῦ ἔγγονα, στέψας βασιλέα ἀνηγόρευσεν. μετὰ δὲ τὸν Ὀλυβρίου θάνατον καὶ Ῥεκίμερ καὶ Μαϊορίνου, Γλυκέριος Ἰταλίας ἀναγορεύεται βασιλεύς, ἀνὴρ οὐκ ἀδόκιμος, ὃν εʹ μῆνας κρατήσαντα Νεποτιανὸς Δαλμάτης ἐκβάλλει τῆς ἀρχῆς καὶ βασιλεύει καὶ αὐτὸς χρόνον ὀλίγον, Ὀρέστου τινὸς ἐκβαλόντος αὐτόν, ὃν οἰκεῖος παῖς Ῥώμυλος, ἐπίκλην Αὐγούστουλος, διαδεξάμενος καὶ δύο μόνους ἄρξας ἐνιαυτοὺς αὐτοκράτωρ τῆς ἐν Ἰταλίᾳ βασιλείας καθίσταται μετὰ ατγʹ ἔτη τοῦ Ῥωμύλου, τοῦ τὴν Ῥώμην κτίσαντος, βασιλείας. καὶ σημειωτέον, ὡς ἀπὸ Ῥωμύλου ἡ τῆς ἑσπέρας ἀκμάσασα βασιλεία πάλιν ἐπὶ Ῥώμυλον μετὰ τοσούτους ἐπαύσατο χρόνους, Ὀδοάκρου λοιπὸν Γότθου μὲν τὸ γένος, ἐν Ἰταλίᾳ δὲ τραφέντος, χειρωσαμένου δυνάμει βαρβαρικῇ τὴν ἀρχήν· ὃς τὴν τοῦ ῥηγὸς ἑαυτῷ περιθέμενος προσηγορίαν πᾶσαν ἀρχὴν κατὰ τὸν πάτριον νόμον τοῖς Ῥωμαίοις προχειρισάμενος ἐπὶ ιʹ χρόνους τῆς ἀρχῆς ἐκράτησεν. ᾤκει δὲ ἐν Ῥαβέννῃ τῇ πόλει τῆς Ἰταλίας παρὰ τὴν θάλασσαν εὐδαίμονα οὖσαν καὶ καλήν. ιζʹ. κβʹ. εʹ. γʹ. λϛʹ. ιδʹ. ϛʹ. Τούτῳ τῷ ἔτει ἡ κόνις κατῆλθε πυρακτούντων τῶν νεφῶν προφανέντων, ὡς πάντας νομίζειν, ὅτι πῦρ βρέχει. καὶ πάντες ἔτρεμον λιτανεύοντες. ἐπὶ δὲ παλαιστῆς ὕψους ἐτέθη ἐν τοῖς κεράμοις. καὶ πάντες ἔλεγον, ὅτι πῦρ ἦν καὶ ἐσβέσθη καὶ γέγονε κόνις τῇ τοῦ θεοῦ φιλανθρωπίᾳ. 120 Τῷ δ' αὐτῷ ἔτει Λέων ὁ βασιλεὺς ἐν Βυζαντίῳ ἀρρωστήσας τελευτᾷ, Λέοντα, τὸν Ζήνωνος υἱὸν καὶ Ἀρεάδνης, νήπιον ἔτι ὄντα βασιλέα προχειροτονήσας κατέλιπε μηνὶ Ἰαννουαρίῳ, ἰνδικτιῶνι ιβʹ, καὶ τῷ Φεβρουαρίῳ μηνὶ ἔστεψε Ζήνωνα τὸν ἴδιον πατέρα ἐν τῷ καθίσματι τοῦ ἱπποδρομίου, Βερίνης καὶ Ἀρεάδνης συναραμένων αὐτῷ. δέκα δὲ μόνους μῆνας τοῦ μικροῦ Λέοντος συμβασιλεύσαντος τῷ ἰδίῳ πατρὶ Ζήνωνι νόσῳ τελευτᾷ, καὶ βασιλεύει μόνος Ζήνων ἔτη ιζʹ καὶ μῆνας βʹ, συναριθμουμένων καὶ τῶν κʹ μηνῶν τοῦ Βασιλίσκου τῆς τυραννίδος. χαλεπῶς δὲ ὁ Ζήνων μεταχειρισάμενος τὴν ἀρχήν, ἐν προοιμίοις Μεσοποταμίαν μὲν Σαρακηνοί, Θρᾴκην δὲ κατέδραμον Οὖννοι σφόδρα τοῖς πράγμασι λυμαινόμενοι, τοῦ βασιλέως ἡδοναῖς ἀτόποις καὶ πράξεσιν ἀδίκοις σχολάζοντος. Κόσμου ἔτη εϠξζʹ. Τῆς θείας σαρκώσεως ἔτη υξζʹ. Ῥωμαίων βασιλεὺς Ζήνων ἔτη ιζʹ. αʹ. Περσῶν βασιλεὺς Περόζης ἔτη κδʹ. κγʹ. Ῥώμης ἐπίσκοπος Σιμπλίκιος ἔτη ιδʹ. ϛʹ. Κωνσταντιν. ἐπίσκοπος Ἀκάκιος ἔτη ιζʹ. δʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη ληʹ. λζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιεʹ. ιεʹ. Ἀντιοχείας ἐπίσκοπος λθʹ. Πέτρος τὸ αʹ ἔτη γʹ. αʹ. Τούτῳ τῷ ἔτει Λέων ὁ μικρὸς δέκα μόνους μῆνας συμβασιλεύσας Ζήνωνι τῷ ἰδίῳ πατρὶ καὶ προελθὼν ὡς ὕπατος ἐτελεύτησεν, καὶ μόνος ἐκράτησε τῆς βασιλείας ὁ Ζήνων. Βασιλίσκος δέ, ὁ Βερίνης ἀδελφός, πενθερᾶς Ζήνωνος, ἐν Ἡρακλείᾳ διατρίβων τῆς Θρᾴκης, συνεργούσης αὐτῷ καὶ Βερίνης καί τινων τῆς συγκλήτου, ἐστασίασε κατὰ Ζήνωνος· ὃν φοβηθεὶς ὁ Ζήνων σὺν Ἀρεάδνῃ τῇ ἰδίᾳ γαμετῇ καὶ χρήμασιν ἱκανοῖς φεύγει εἰς Ἰσαυρίαν κατά τι φρούριον ἰσχυρὸν Οὐρβὰ καλούμενον, εἴς τε Σβίδην ἐκεῖθεν μετέστη* δι' αἰτίαν ταύτην μετὰ τῆς γυναικὸς Ἀρεάδνης, Ἴλλου καὶ Τροκούνδου πολιορ121 κούντων αὐτὸν εὐνοίᾳ τέως τῇ Βασιλίσκου. Βασιλίσκος δὲ ἐν τῷ Κάμπῳ ἀνηγορεύθη βασιλεύς, Μάρκον τε τὸν υἱὸν καίσαρα ἐποίησε καὶ Ζηνωδίαν τὴν ἑαυτοῦ γαμετὴν αὐγούσταν ἔστεψεν· καὶ εὐθέως κατὰ τῆς πίστεως παρετάξατο, Ζηνωδίας μάλιστα παρορμώσης αὐτὸν εἰς τοῦτο. Τιμόθεον δὲ τὸν Ἐλοῦρον ἀνεκαλέσατο διὰ τύπου, καὶ Πέτρον τὸν Κναφέα κρυπτόμενον ἐν τῇ μονῇ τῶν Ἀκοιμήτων, καὶ ὅσοι ἄλλοι ἐχθροὶ τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου ἐπαρρησιάζοντο κατὰ τῆς ἀληθείας. ὁ δὲ Ἐλοῦρος συναγαγὼν ἀτάκτους Ἀλεξανδρεῖς ἐνδημοῦντας ἐν Βυζαντίῳ, ἐκ τοῦ παλατίου λιτανεύων ἦλθεν εἰς τὴν ἐκκλησίαν ἐποχούμενος ὄνῳ. ἐλθὼν δὲ εἰς τὴν λεγομένην Ὀκτάγωνον, πτωθεὶς συνετρίβη τὸν πόδα, καὶ μετ' αἰσχύνης ἀνέστρεψεν. Βασιλίσκος δὲ τοῦτον εἰς Ἀλεξάνδρειαν μετὰ τύπων κατὰ τῆς συνόδου ἐξέπεμψεν, καὶ Πέτρον Κναφέα εἰς Ἀντιόχειαν, κατὰ τῆς ἀληθείας ἐνισχύσας ἀμφοτέρους. Τιμόθεος δὲ ὁ Σαλοφακίαλος, ἐπίσκοπος Ἀλεξανδρείας, μαθὼν Τιμόθεον τὸν Ἐλοῦρον παραγενέσθαι ὑπεχώρησεν ἐν τοῖς μοναστηρίοις τοῦ Κανώπου, ὧν ἐγεγόνει καὶ τῆς ἀσκήσεως. πολλοὺς δὲ κακώσας ὁ Ἐλοῦρος Τιμόθεον βλάψαι οὐκ ἴσχυσε διὰ τὸ ὑπὸ πάντων ἀγαπᾶσθαι αὐτόν. εἰσερχομένῳ δὲ τῷ Ἐλούρῳ ἐν Ἀλεξανδρείᾳ ἐπεφώνουν τὸ αἰσχρὸν ἐκεῖνο οἱ σπουδασταὶ αὐτοῦ·" ἐψώμισας τοὺς ἐχθρούς σου, ὁ πάπας." ὁ δὲ ἀνίερος ἀντεφώνει." ναί· ὄντως ἐψώμισα." οὗτος ὁ δυσσεβὴς καὶ τὴν ἐν Χαλκηδόνι σύνοδον ἀνεθεμάτισεν. Ἰουλιανὸς δέ, ὁ ἐπίσκοπος Ἀντιοχείας, τέθνηκεν ἀπὸ λύπης τῶν γινομένων. Πέτρος δὲ ὁ Κναφεὺς καταλαβὼν τὸν θρόνον εἰς ἀναθέματα καὶ ταραχὰς ἐχώρησεν. ὅθεν φόνοι καὶ ἁρπαγαὶ διὰ τὴν προσθήκην τοῦ τρισαγίου γεγόνασιν. Βασιλίσκος δὲ τύπῳ γενικῷ τὴν ἐν Χαλκηδόνι σύνοδον ἐξέβαλεν, καὶ Ἀκάκιον τὸν Κωνσταντινουπόλεως κελεύσας τὸ αὐτὸ ποιῆσαι. ἀλλ' ἡ πόλις ἅπασα σὺν γυναιξὶ καὶ τέκνοις εἰς τὴν ἐκκλησίαν κατὰ Βασιλίσκου συνελθοῦσα τοῦτο ἐκώλυσεν. Ἀκάκιος δὲ μελανειμονήσας τὸν θρόνον καὶ τὸ θυσιαστήριον μελανοῖς ἠμφίασεν. Δανιὴλ δὲ ὁ μέγας ἀποβὰς τοῦ στύλου δι' ἔνθεον ζῆλον Ἀκακίῳ τέως καὶ τῷ λαῷ 122 συνεκκλησίασεν. Περόζης δὲ ἐπεστράτευσε κατὰ τῶν Νεφθαλιτῶν Οὔννων, καὶ τρέψας αὐτοὺς ἐδίωκεν. αὐτοὶ δὲ ἐν στενοῖς τόποις τὴν φυγὴν ποιούμενοι κατ' ὀλίγον ἐν τοῖς ὄρεσιν, δεξιᾷ τε καὶ ἀριστερᾷ ὑποχωροῦντες, ἐξοπίσω τούτων γενηθέντες ἀφυλάκτους αὐτοὺς ἀπέκλεισαν. στενωθεὶς δὲ Περόζης ᾐτεῖτο εἰρήνην. ὁ δὲ τῶν Νεφθαλιτῶν βασιλεὺς οὐ πρότερον τοῦτο ποιῆσαι, πρὶν πεσὼν τοῦτον προσκυνήσῃ καὶ ὅρκοις πληροφορήσῃ, μηκέτι κατὰ Νεφθαλιτῶν στρατεῦσαι. ὁ δὲ τῇ βίᾳ συνεχόμενος τοῦτο δρᾶσαι ἠναγκάσθη καὶ ἐν πολλῇ ἀτιμίᾳ ὑπέστρεψεν. ὅθεν μὴ φέρων τὴν αἰσχύνην πάλιν κατ' αὐτῶν ἐστράτευσε τοὺς ὅρκους ἀθετήσας. Κόσμου ἔτη εϠξηʹ. Τῆς θείας σαρκώσεως ἔτη υξηʹ. Ῥωμαίων βασιλεὺς Ζήνων ἔτη ιζʹ. βʹ. Περσῶν βασιλεὺς Περόζης ἔτη κδʹ. κδʹ. Ῥώμης ἐπίσκοπος Σιμπλίκιος ἔτη ιδʹ. ζʹ. Κωνσταντ. ἐπίσκοπος Ἀκάκιος ἔτη ιζʹ. εʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη
110.9.1
ληʹ. Ἀλεξανδρείας ἐπίσκ. Τιμόθεος ὁ Ἐλοῦρος ἔτη βʹ. αʹ. Ἀντιοχείας ἐπίσκ. Πέτρος ὁ Κναφεὺς ἔτη γʹ. βʹ. Τούτῳ τῷ ἔτει τοῦ κλήρου καὶ τῶν μοναχῶν Κωνσταντινουπόλεως ὑπερμαχούντων τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου, φοβηθεὶς Ἀκάκιος τὰ πλήθη ὁμοφρονεῖν αὐτοῖς ὑπεκρίνατο· ὅθεν ἐπὶ ἄμβωνος κατὰ Βασιλίσκου καὶ Ζήνωνος προσεφώνει. Βασιλίσκος δὲ μαθὼν ταῦτα καὶ φοβηθεὶς τὸ θερμὸν τοῦ λαοῦ τῆς πόλεως ἐξῆλθεν, κελεύσας τῇ συγκλήτῳ μηδένα συντυχεῖν Ἀκακίῳ· ἔμελλε γὰρ ὁ λαὸς ἐμπυρίζειν τὴν πόλιν. Δανιὴλ δέ, ὁ θαυμάσιος Στυλίτης, παραλαβὼν τοὺς μοναστὰς καὶ τοῦ λαοῦ τοὺς ζηλωτὰς ἐξῆλθε πρὸς Βασιλίσκον καὶ μετὰ πολλῆς παρρησίας αὐτῷ διελέχθη· ἀλλ' οὐ προσήκατο αὐτούς. Τῷ δ' αὐτῷ ἔτει Περόζης πάλιν ἐπιστρατεύσας πρὸς τοὺς Λευκοὺς Οὔννους, τοὺς λεγομένους Νεφθαλίτας, ἀπώλετο πανστρατί. 123 ὀρύξαντες γὰρ τάφρον βαθεῖαν καὶ καλάμους ἐπιθέντες καὶ γῆν ἐπιχώσαντες ἔμειναν ἔνδον. ὀλίγους δὲ ὑπαντῆσαι τούτοις ἀποστείλαντες καὶ αὖθις εἰς φυγὴν τραπέντες καὶ καθ' ἕνα τὰ στενὰ διαβάντες ὁμοῦ τοῖς ἄλλοις ἔφυγον. οἱ δὲ Πέρσαι μηδὲν δεινὸν ὑποπτεύσαντες ἀκρατῶς τούτους ἐδίωκον, καὶ πάντες ὁμοῦ σὺν τῷ Περόζῃ καὶ τοῖς αὐτοῦ παισὶν εἰς τὸ βάραθρον ἐμπεσόντες ἀπώλοντο. ὁ δὲ Περόζης αἰσθόμενος τοῦ δεινοῦ τὸν μάργαρον, ὃν αὐτὸς εἶχε λευκότατον καὶ μέγαν, εἰς ὑπερβολὴν ἔντιμον, ἐξ ὠτὸς τοῦ δεξιοῦ ἀφελόμενος ἔρριψεν, ὅπως μή τις αὐτὸν ὀπίσω αὐτοῦ φορέσῃ, ἐπεὶ ἀξιοθέατος ὑπερφυῶς ἦν, οἷος οὔπω πρότερον ἑτέρῳ βασιλεῖ γέγονεν. οὕτω μὲν Περόζης διεφθάρη σὺν πάσῃ τῇ στρατιᾷ. ὅσοι δὲ Περόζῃ μὴ συστρατεύσαντες, Καβάδην βασιλέα εἵλαντο, τὸν Περόζου νεώτερον υἱόν. ἦρξαν δὲ Περσῶν οἱ βάρβαροι χρόνους δύο εἰς φόρου ἀπαγωγήν. Καβάδης δὲ ἐπὶ τὸ βιαιότερον τῇ ἀρχῇ χρώμενος κοινὰς τὰς γυναῖκας ἐνομοθέτησεν ἔχειν· ὅθεν οἱ Πέρσαι τοῦτον τῆς ἀρχῆς παρέλυσαν καὶ δήσαντες εἰς φυλακὴν ἀπέθεντο, Βλάσην δέ, τὸν καὶ Οὐαλᾶν, ἀδελφὸν Περόζου, βασιλέα ἐποίησαν διὰ τὸ μὴ εἶναι ἄλλον υἱὸν Περόζου. ἡ δὲ γυνὴ Καβάδου διηκόνει αὐτῷ ἐν τῇ φρουρᾷ. ὁ δὲ τῆς εἱρκτῆς ἄρχων ἤρξατο ἐρᾷν τῆς γυναικὸς εὐπρεποῦς οὔσης. ὁ δὲ Καβάδης παρεκάλεσε τὴν γυναῖκα ἐνδοῦναι τῷ ἀνθρώπῳ, εἴ πως δυνηθῇ ἐκφυγεῖν τοῦ φρουρίου. τούτου δὲ γενομένου, ἀκωλύτως ἡ γυνὴ πρὸς Καβάδην εἰσιοῦσα τοῦτον ἐθεράπευεν. φίλος δὲ Καβάδου τις, ὀνόματι Σεόσης, διὰ τῆς γυναικὸς τῷ Καβάδῃ ἐδήλου, ὅτι ἵππους τε καὶ ἄνδρας ἐμπαρασκεύους ἔχειν ἔν τινι χωρίῳ. ὁ δὲ Καβάδης, νυκτὸς ἐπιλαβούσης, πείθει τὴν γυναῖκα ἐσθῆτα μὲν αὐτῷ τὴν οἰκείαν δοῦναι, τὰ δὲ αὐτοῦ ἱμάτια φορέσαι αὐτὴν καὶ ἐπὶ τῆς εἱρκτῆς καθέζεσθαι. οὕτω μὲν οὖν Καβάδης ἐξελθὼν τοῦ δεσμωτηρίου, τοὺς φύλακας διαλαθὼν πόρρω που τοῦ δεσμωτηρίου τῷ ἵππῳ ἐπιβὰς σὺν τῷ Σεόσῃ εἰς Οὔννους τοὺς Νεφθαλίτας ἀφίκετο. καὶ τούτῳ τὴν θυγατέρα ὁ βασιλεὺς γυναῖκα δίδωσιν, οὕτω τε στράτευμα πολὺ τούτῳ δοὺς ἐπὶ Πέρσας συνέπεμψεν. οἱ δὲ φύλακες κατιδόντες τὴν 124 γυναῖκα ὑπετόπαζον Καβάδην εἰς τὸ δεσμωτήριον εἶναι τοῖς ἱματίοις Καβάδου ἠμφιεσμένην ἐπὶ ἡμέρας ἱκανάς. ὁ δὲ Καβάδης σὺν τῷ Οὐννικῷ στρατῷ εἰς Περσίδα εἰσβαλὼν πόνῳ οὐδενὶ τήν τε βασιλείαν ἐκράτησε καὶ Βλάσην, τὸν Οὐαλᾶν, ἐξετύφλωσε καὶ ἐν φυλακῇ εἶχεν, τὴν δὲ βασιλείαν ἀσφαλῶς διεφύλαξεν. ἦν γὰρ ἀγχίνους τε καὶ δραστήριος. ἐκράτησε δὲ μετὰ ταῦτα ἔτη ιαʹ. Περσῶν βασιλεὺς Οὐαλᾶς ἔτη δʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἀναστάσιος ἔτη ιηʹ. γʹ. αʹ. ηʹ. ϛʹ. αʹ. βʹ. γʹ. Τούτῳ τῷ ἔτει Ἴλλος καὶ Τροκοῦνδος, οἱ πολιορκοῦντες Ζήνωνα, ὡς Βασιλίσκου τὰ ὑποσχεθέντα αὐτοῖς μὴ πληροῦντος, καὶ τῆς συγκλήτου βουλῆς βαρυνομένης τῇ ἀρχῇ Βασιλίσκου διὰ μοχθηρίαν τρόπων καὶ ἄνοιαν καὶ γραφούσης πρὸς αὐτούς, φιλιωθέντες τῷ Ζήνωνι ὅ τε Ἴλλος καὶ Τροκοῦνδος καὶ λαβόντες αὐτὸν ἐπὶ τὴν βασιλεύουσαν ἐπανήρχοντο. τοῦτο δὲ μαθὼν ὁ Βασιλίσκος Ἁρμάτιον, τὸν ἴδιον ἀνεψιόν, στρατηγὸν ὄντα τῆς Θρᾴκης, μετὰ πάσης τῆς στρατιᾶς αὐτοῦ καὶ τοῦ λαοῦ Κωνσταντινουπόλεως ἀπέστειλε κατὰ Ζήνωνος, ὁρκίσας αὐτὸν εἰς τὸ ἅγιον βάπτισμα μὴ προδοῦναι. ὁ δὲ Ἁρμάτιος συναντήσας τῷ Ζήνωνι κατὰ Νίκαιαν τῆς Βιθυνίας οὕτως. αὐτὸν κατέπληξεν, ὡς μικροῦ δεῖν ἀναστρέψαι μετὰ τῆς Ἰσαυρικῆς βοηθείας πάσης. ἀλλὰ δώροις τοῖς παρὰ Ζήνωνος καὶ οὗτος ὡς ἐπὶ πολὺ τυφλωθεὶς καὶ ὑποσχέσει ἀδιαδόχου στρατηλατίας, καὶ τὸν υἱὸν αὐτοῦ Βασιλίσκον καίσαρα ποιῆσαι καὶ συγκάθεδρον αὐτοῦ, σὺν αὐτῷ κατὰ Βασιλίσκου ἐπανῆλθεν. τοῦ δὲ Ζήνωνος σὺν Ἀρεάδνῃ τὴν βασιλεύουσαν καταλαβόντος, ἐδέχθη ὑπὸ τοῦ λαοῦ καὶ τῆς συγκλήτου. ὁ δὲ Βασιλίσκος ἐλθὼν ἐν τῇ ἐκκλησίᾳ καὶ τὸν βασιλικὸν ἀποθέμενος στέφανον ἐν τῇ θείᾳ τραπέζῃ ἐν τῷ βαπτιστηρίῳ προσέφυγε σὺν Ζηνωδίᾳ, τῇ κακοδόξῳ αὐτοῦ γυναικί. ὁ δὲ Ζήνων καταλαβὼν εἰς τὴν ἐκκλησίαν παρεγένετο καὶ οὕτως εἰσῆλθεν εἰς τὰ βασίλεια. ἀποστείλας δὲ εἰς τὴν ἐκκλησίαν ἔλαβε τὸν Βασιλίσκον, δοὺς αὐτῷ λόγον μὴ ἀποκεφαλίζειν αὐτόν τε καὶ τὰ τέκνα αὐτοῦ· ὃν ἀποστείλας εἰς Κουκουσὸν τῆς Καππαδοκίας ἀποκλεισθῆναι προσέταξεν