Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophanes-abbot-and-confessor" aria-label="More works by Theophanes Abbot and Confessor">
—
⋯
Original / primary: Pg Scrape Grc
125.1.1
εἰς ἕνα πύργον σὺν γυναιξὶ καὶ τέκνοις καὶ τῇ λιμῷ διαφθαρῆναι· τινὲς δέ φασιν, ὅτι ἀπαγόμενος ἀποσφάττεται. εὐθέως δὲ ἱππικὸν ποιήσας Βασιλίσκον, τὸν Ἁρματίου υἱόν, προβάλλεται ὁ Ζήνων καίσαρα κατὰ τὰς ὑποσχέσεις, καὶ συνεκάθισε τῷ βασιλεῖ ἐν τῷ σένζῳ καὶ ἐτίμα τοὺς ἡνιόχους σὺν τῷ βασιλεῖ. ὁ δὲ Ζήνων ἀναλογισάμενος, ὅτι" ὡς οὐκ ἐφύλαξεν Ἁρμάτιος πιστὰ τῷ Βασιλίσκῳ ὀμόσας, οὐδὲ ἐμοὶ φυλάξει· ἀλλ' ἐὰν ἀνδρειωθῇ ὁ καῖσαρ, ὁ καὶ υἱὸς αὐτοῦ, ἐπαναστήσεταί μοι· ἐγὼ δὲ ἃ συνεθέμην αὐτῷ ἐπλήρωσα καὶ αὐτὸν ἐποίησα στρατηλάτην καὶ τὸν υἱὸν αὐτοῦ καίσαρα·" ἐκέλευσε σφαγῆναι αὐτὸν ὡς ἐπίορκον· καὶ ἐσφάγη εἰς τὸν κοχλίαν τοῦ παλατίου, ὡς ἀνήρχετο εἰς τὸ ἱπποδρόμιον, τὸν δὲ υἱὸν αὐτοῦ τὸν καίσαρα ἐχειροτόνησεν ἀναγνώστην· Ἀρεάδνη γὰρ αὐτὸν ὡς ἐξάδελφον διέσωσεν. ὃς μετὰ ταῦτα Κυζίκου ἐπισκόπησεν ἄριστα. ὁ δὲ Ζήνων Πέτρον τὸν Κναφέα ἀπεστράφη διὰ τὸ συντρέχειν αὐτὸν τῷ Βασιλίσκῳ. ψήφῳ δὲ τῆς ἀνατολικῆς συνόδου καθῃρέθη, καὶ ἀντ' αὐτοῦ Ἰωάννης. ὁ μετὰ τρίμηνον ἐκβληθείς, καὶ μετ' αὐτὸν Στέφανος ἀνὴρ εὐλαβὴς προεβλήθη Ἀντιοχείας ἐπίσκοπος. ὁ δὲ Πέτρος εἰς Πιτυοῦσσαν ἐξοριζόμενος, ἀπατήσας τοὺς ἀπάγοντας προσέφυγεν εἰς τὸν ἅγιον Θεόδωρον Εὐχαΐτων. Τιμόθεος δὲ ὁ Ἐλοῦρος ἐν τούτοις θνήσκει, ἀντ' αὐτοῦ δὲ Πέτρος ὁ Μογγὸς εἰσάγεται, ἀνὴρ κακοῦργος καὶ τῆς ἀληθείας ἐχθρός, προκαθῃρημένος ἤδη· χειροτονεῖται δὲ ὑπὸ ἑνὸς ἐπισκόπου καὶ αὐτοῦ καθῃρημένου. τούτῳ κατὰ θεοῦ ζῆλον ἐπελθόντες οἱ μοναχοὶ λϛʹ μόνας ἡμέρας λῃστρικῶς κρατήσαντι τῆς ἐπισκοπῆς ἀπελαύνουσι καὶ Τιμόθεον πάλιν τὸν Σαλοφακίαλον ἀποκαθιστῶσιν ἀξίως τῷ θρόνῳ. Ἀλεξανδρείας ἐπίσκοπος πάλιν Τιμόθεος ὁ Σαλοφακίαλος ἔτη δʹ. Ἀντιοχείας ἐπίσκοπος Στέφανος ἔτη γʹ. δʹ. βʹ. θʹ. ζʹ. βʹ. αʹ. αʹ. Τούτῳ τῷ ἔτει ἐγένετο σεισμὸς φοβερὸς ἐν Κωνσταντινουπόλει μηνὶ Σεπτεμβρίῳ κεʹ, ἰνδικτιῶνι αʹ, καὶ ἔπεσον ἐκκλησίαι πολλαὶ οἰκίαι 126 τε καὶ ἔμβολοι ἕως ἐδάφους, κατεχώσθη δὲ πλήθη ἀναρίθμητα ἀνθρώπων· ἔπεσε δὲ καὶ ἡ σφαῖρα τοῦ ἀνδριάντος τοῦ Φόρου καὶ ἡ στήλη τοῦ μεγάλου Θεοδοσίου, ἡ εἰς τὸν κίονα τοῦ Ταύρου, καὶ τὰ ἔσω τείχη ἐπὶ διάστημα ἱκανόν· καὶ ἐκράτησεν ὁ σεισμὸς χρόνον πολύν, ὥστε τὴν πόλιν ἐποζέσαι. Στέφανος δὲ ψήφῳ κοινῇ προβληθεὶς εἰς Ἀντιόχειαν ὑπὸ τῶν Πέτρου τοῦ Κναφέως ὁμοφρόνων ὡς Νεστοριανὸς πρὸς Ζήνωνα κατηγορήθη. ἀλλὰ τοῦτον ἀνατολικὴ σύνοδος εἰς Λαοδίκειαν συνελθοῦσα κελεύσει τοῦ βασιλέως ὡς ἀνεύθυνον τῷ θρόνῳ ἀπεκατέστησεν. Τῷ δ' αὐτῷ ἔτει Θευδέριχος ὁ Τριαρίου, ὁ καὶ Στραβός, ἀδελφόπαις τῆς γαμετῆς Ἄσπαρος, τοῦ ὑπὸ Λέοντος ἀναιρεθέντος, ἐπανέστη τῷ Ζήνωνι μετὰ πλήθους βαρβάρων, οἰκειωθεὶς τῷ Βασιλίσκῳ καὶ στρατηγὸς ὑπ' αὐτοῦ γεγονώς. μετὰ δὲ τὴν ἐπάνοδον Ζήνωνος εἰς τὴν Θρᾴκην ἐξελθὼν ἐκεῖθεν ἐπανέστη καὶ τὰ περὶ τὸ Βυζάντιον πάντα μέχρι τοῦ στομίου τοῦ Πόντου ληϊσάμενος, εἶτα καὶ μέλλων ὑπὸ τῶν οἰκείων προδίδοσθαι, αἰσθόμενος τῆς ἐνέδρας καὶ ἐπανελθὼν ἀναιρεῖ τοὺς τοῦτο βουλευομένους. τελευτᾷ δὲ αὐτὸς δόρατι περιπεσὼν πρὸ τῆς αὐτοῦ σκηνῆς ἑστῶτι αἰφνιδίως ἐν τῷ περιβαίνειν τὸν ἵππον. Κόσμου ἔτη εϠοαʹ. Τῆς θείας σαρκώσεως ἔτη υοαʹ. Ῥωμαίων βασιλεὺς Ζήνων ἔτη ιζʹ. εʹ. Περσῶν βασιλεὺς Οὐαλᾶς ἔτη δʹ. γʹ. Ῥώμης ἐπίσκοπος Σιμπλίκιος ἔτη ιδʹ ιʹ. Κωνσταντ. ἐπίσκοπος Ἀκάκιος ἔτη ιζʹ. ηʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἀναστάσιος ἔτη ιηʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη δʹ. βʹ. Ἀντιοχείας ἐπίσκοπος Στέφανος ἔτη γʹ. βʹ. Τούτῳ τῷ ἔτει Μαρκιανός, ὁ παῖς Ἀνθεμίου τοῦ κατὰ τὴν Ῥώμην βασιλεύσαντος, ἀνὴρ δὲ Λεοντίας, τῆς Βερίνης μὲν θυγατρός, ἀδελφῆς δὲ Ἀρεάδνης τῆς βασιλίδος, ἐπανίσταται κατὰ τὸ Βυζάντιον Ζήνωνι τῷ βασιλεῖ, ὡς μετὰ τὴν βασιλείαν Λέοντος γεννηθείσης Λεοντίας, τῆς αὐτοῦ γαμετῆς· ἡ γὰρ Ἀρεάδνη πρὸ τοῦ βασιλεῦσαι αὐτὸν ἐτέχθη. πολέμου δὲ κραταιοῦ μεταξὺ Ζήνωνος καὶ Μαρκιανοῦ κροτηθέντος, νικᾷ Μαρκιανὸς κατὰ κράτος πάντας συνελάσας τοὺς 127 περὶ Ζήνωνα εἰς φρουρὰν εἰς τὰ βασίλεια, συμμαχούντων αὐτῷ Ῥωμύλου καὶ Προκοπίου τῶν ἀδελφῶν αὐτοῦ, καὶ μικροῦ δεῖν τὸ βασίλειον κατέσχεν. ὀλιγωρήσας δὲ τῶν πραχθέντων καὶ εἰς δεῖπνα καὶ ὕπνον τραπεὶς πολλούς τε διὰ τῆς νυκτὸς ἀφαιρεθεὶς τῶν αὐτῷ συμμάχων ὑπὸ Ἴλλου μαγίστρου δώροις αὐτοὺς ὑποπείσαντος, ἐλαττοῦται τῇ μάχῃ κατὰ τὴν ἐφεξῆς τοσοῦτον, ὡς εἰς τὸ τῶν ἀποστόλων εὐκτήριον καταφυγεῖν καὶ ὑπὸ Ἀκακίου χειροτονηθῆναι πρεσβύτερον κατὰ κέλευσιν Ζήνωνος· καὶ ἐξορίζεται εἰς τὸ Παπυρίου καστέλλιν εἰς Καππαδοκίαν. Προκόπιος δὲ καὶ Ῥώμυλος, οἱ ἀδελφοὶ αὐτοῦ, τῇ νυκτὶ λουόμενοι εἰς τὸν Ζεύξιππον ἐχειρώθησαν ὑπὸ Ἴλλου, οἳ καὶ διαφυγόντες τὴν Ῥώμην κατέλαβον. ϛʹ. δʹ. ιαʹ. θʹ. δʹ. γʹ. γʹ. Τούτῳ τῷ ἔτει ἐβουλεύσατο Ἴλλος ὁ μάγιστρος τῷ βασιλεῖ Ζήνωνι, ὅπως Βερίναν, τὴν πενθερὰν αὐτοῦ, ἐκβάλῃ τῆς πόλεως. καὶ δόλῳ τινὶ πέμψας αὐτὴν εἰς Χαλκηδόνα μετ' ὀλίγον δὲ εἰς τὸ Παπυρίου καστέλλιν ταύτην ἀπέστειλε συνδιάγειν Μαρκιανῷ καὶ Λεοντίᾳ τῇ ἰδίᾳ θυγατρί. ἡ δὲ ἔγραψε πρὸς τὴν ἰδίαν θυγατέρα Ἀρεάδνην παρακαλοῦσα ἀνακληθῆναι τῆς ἐξορίας· καὶ παρεκάλει ἡ βασίλισσα τὸν Ζήνωνα. ὁ δὲ ἔφη αὐτῇ·" αἴτησαι τὸν πατρίκιον Ἴλλον περὶ αὐτῆς." ἡ δὲ μεταστειλαμένη ᾔτησεν αὐτὸν μετὰ δακρύων. ὁ δὲ οὐκ ἐπείσθη εἰπών·" ζητεῖς ἵνα ποιήσῃς καὶ ἄλλον βασιλέα. κατὰ τοῦ σοῦ ἀνδρός." τότε θυμωθεῖσα Ἀρεάδνη εἶπε τῷ βασιλεῖ, ὅτι" ἢ Ἴλλος ἔχει εἶναι εἰς τὸ παλάτιον, ἢ ἐγώ·" καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς, ὅτι" ἐγὼ σὲ θέλω. εἴ τι δύνῃ εἰς αὐτόν, ποίησον. ἡ δὲ κατεσκεύασε φονευθῆναι αὐτόν, καὶ κελεύει Οὐρβικίῳ κουβικουλαρίῳ προτρέψασθαί τινα τοῦ ἀνελεῖν τὸν Ἴλλον. καὶ ἀνερχομένου αὐτοῦ εἰς τὸν κοχλίαν τοῦ ἱππικοῦ, σχολάριος ὀνόματι Σπανίκιος ἐπιτραπεὶς κατὰ τῆς κεφαλῆς αὐτοῦ ἤγαγε τὸ ξίφος. προσεσχηκὼς δὲ τούτῳ ὁ σπαθάριος τοῦ μαγίστρου ἐδέξατο αὐτὸ εἰς τὸν βραχίονα αὐτοῦ, τὸ δὲ ἄκρον τοῦ ξίφους ἀπέτεμε τὸ ὠτίον τοῦ Ἴλλου τὸ δεξιόν. τοῦτον 128 δὲ Ζήνων ἀναιρεῖ πείθων τὸν μάγιστρον Ἴλλον μὴ συνεγνωκέναι τὸ γεγονός, τῇ δὲ ἀληθείᾳ, ὅτι μὴ περιγέγονε τοῦ σκοποῦ. ἰαθεὶς δὲ τὴν πληγὴν ἐφόρει καμελαύκιον. καὶ ᾐτήσατο τὸν βασιλέα ἐπὶ τὴν ἀνατολὴν ἀπελθεῖν διὰ τὸ τοὺς ἀέρας ἀλλάξαι, ὅτι ἠσθένει ἐκ τῆς πληγῆς. ὁ δὲ βασιλεὺς θέλων αὐτὸν πληροφορῆσαι ἐποίησεν αὐτὸν στρατηγὸν τῆς ἑῴας ἁπάσης, δοὺς αὐτῷ ἐξουσίαν πᾶσαν, ὥστε καὶ δοῦκας ποιεῖν. ὁ δὲ παραλαβὼν μεθ' ἑαυτοῦ τὸν πατρίκιον Λεόντιον, Σύρον τῷ γένει, ἄριστον δὲ κατὰ παιδείαν καὶ πολέμων ἐμπειρίαν ἡγούμενόν τε τῆς ἐν Θρᾴκῃ στρατιᾶς, καὶ σὺν αὐτῷ Μάρσον καὶ Παμπρέπιον τὸν συγκλητικόν, τὸν ἐπὶ μαγγανείᾳ διαβαλλόμενον· καὶ πλείστην ἁπλῶς περιβαλλόμενος δύναμιν, ἐν Ἀντιοχείᾳ ἐλθὼν τῆς Συρίας σαφῶς ἔδειξε τὴν τυραννίδα. Περσῶν βασιλεὺς Καβάδης ἔτη ιαʹ. Ἀντιοχείας ἐπίσκοπος Στέφανος ἕτερος ὁ ῥιφεὶς εἰς τὸν Ὀρέντην ποταμὸν ἔτος αʹ. ζʹ. αʹ. ιβʹ. ιʹ. εʹ. δʹ. αʹ. Τούτῳ τῷ ἔτει Στεφάνου τοῦ ἐπισκόπου Ἀντιοχείας κοιμηθέντος, Στέφανον ἕτερον ἀντ' αὐτοῦ ἐχειροτόνησαν κελεύσει τοῦ βασιλέως Ζήνωνος, ὃν οἱ ἐχθροὶ τῆς πίστεως τῇ πρὸς τὸν Κναφέα εὐνοίᾳ ἐν τῇ κολυμβήθρᾳ τοῦ ἁγίου μάρτυρος Βαρλαὰμ καλάμοις ὀξυνθεῖσιν ἀποσφάξαντες εἰς τὸν Ὀρέντην ποταμὸν ἔρριψαν τῷ θυμῷ τὴν ἄνοιαν καθοπλίσαντες. Ζήνων δὲ διὰ τὰ τολμηθέντα εἰς Στέφανον ἐκέλευσεν Ἀκάκιον τὸν Κωνσταντινουπόλεως χειροτονῆσαι ἐπίσκοπον Ἀντιοχείας· καὶ ἐχειροτόνησε Καλανδίωνα. ἦσαν δὲ καὶ οἱ Ἀντιοχεῖς χειροτονήσαντες κατὰ ἄγνοιαν Ἰωάννην, τὸν λεγόμενον Κωδωνάτον, ὃν Καλανδίων εἰς Τύρον πρωτόθρονον Ἀντιοχείας μετενεθρονίασεν. Τῷ δ' αὐτῷ ἔτει καὶ ἐν Ἀλεξανδρείᾳ Τιμόθεος ὁ Σαλοφακίαλος ἐτελεύτησεν, καὶ ἐχειροτονήθη Ἰωάννης ὁ Ταβεννησιώτης, ὅσιος ἀνὴρ καὶ τῶν ὀρθῶν δογμάτων ὑπέρμαχος, πρεσβύτερος ὢν καὶ οἰκονόμος τῆς κατὰ Ἀλεξάνδρειαν ἐκκλησίας. ὁ δὲ πατρίκιος Ἴλλος σὺν Λεοντίῳ καὶ τοῖς λοιποῖς παραγίνεται εἰς τὸ Παπυρίου καστέλλιν καὶ ἐξαγαγὼν Βερίναν τὴν αὐγούσταν εἰς Ταρσὸν τῆς 129 Κιλικίας ἐποίησεν αὐτὴν στέψαι ἔξω τῆς πόλεως εἰς τὸν ἅγιον Πέτρον βασιλέα Λεόντιον τὸν πατρίκιον. καὶ ἔγραψεν ἡ δέσποινα Βερίνα σάκραν τοῖς Ἀντιοχεῦσι Σύροις εἰς τὸ δέξασθαι τὸν Λεόντιον βασιλέα, καὶ πρὸς πάντας δὲ τοὺς τῆς ἀνατολῆς ἄρχοντας καὶ τῆς Αἰγύπτου καὶ Λιβύης ἐποίησε σάκρας, ὥστε δέξασθαι Λεόντιον βασιλέα καὶ μὴ ἀντιστῆναι. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ὁ Ταβεννησιώτης ἔτη
125.2.1
Ἀντιοχείας ἐπίσκοπος Καλανδίων ἔτη δʹ. ηʹ. βʹ. ιγʹ. ιαʹ. ϛʹ. αʹ. αʹ. Τούτῳ τῷ ἔτει καταλαβουσῶν τῶν σακρῶν τῆς δεσποίνης Βερίνης καὶ ἀναγνωσθεισῶν, ὧν ἡ περιοχὴ οὕτως" Βερίνα αὐγούστα τοῖς ἡμετέροις ἄρχουσι καὶ φιλοχρίστοις λαοῖς χαίρειν. ἴστε ὅτι τὸ βασίλειον ἡμέτερόν ἐστιν, καὶ ὅτι μετὰ τὴν ἀποβίωσιν τοῦ ἐμοῦ ἀνδρὸς Λέοντος προεχειρισάμεθα βασιλέα Τρασκαλισσαῖον, τὸν μετακληθέντα Ζήνωνα, ὥστε τὸ ὑπήκοον ἐπιβελτιωθῆναι. ὁρῶντες δὲ νῦν τὴν πολιτείαν κατόπιν φερομένην ἐκ τῆς αὐτοῦ ἀπληστίας, ἀναγκαῖον ἐλογισάμεθα βασιλέα ὑμῖν στέψαι χριστιανὸν εὐσεβείᾳ καὶ δικαιοσύνῃ κεκοσμημένον, ἵνα τά τε τῆς πολιτείας περισώσῃ πράγματα καὶ τὸ πολεμικὸν ἡσύχως ἄξῃ. ἐστέψαμεν δὲ Λεόντιον τὸν εὐσεβέστατον βασιλέα Ῥωμαίων, ὃς πάντας ὑμᾶς προνοίας ἀξιώσει." οἱ δὲ ἀποδεξάμενοι εὐφήμησαν τὸν Λεόντιον βασιλέα. θʹ. γʹ. ιδʹ. ιβʹ. ζʹ. βʹ. βʹ. Τούτῳ τῷ ἔτει Ἴλλος καὶ Λεόντιος Λογγῖνον, τὸν ἀδελφὸν Ζήνωνος, καὶ τὴν μητέρα αὐτοῦ ἐκ τοῦ καστελλίου ἀπέλυσαν. Βερίνα δὲ ἐκεῖ νοσήσασα ἐτελεύτησε καὶ μετὰ χρόνον ἀνεκομίσθη εἰς τὸ Βυζάντιον ὑπὸ Ἀρεάδνης. Ῥώμης ἐπίσκοπος Φίλιξ ἔτη θʹ. ιʹ. δʹ. αʹ.
125.3.1
ηʹ. γʹ. γʹ. Τούτῳ τῷ ἔτει εἰσῆλθε Λεόντιος ἐν Ἀντιοχείᾳ ὡς βασιλεὺς μηνὶ Ἰουνίῳ κζʹ ἰνδικτιῶνι ζʹ, καὶ προεβάλετο ἔπαρχον πραιτωρίων Λιλιανόν, καὶ ἐξελθὼν ἐπολέμησε Χαλκίδι, πόλει αὐτοῦ. ὁ δὲ Ζήνων Ἰωάννην τὸν Σκύθην ἀπέστειλε κατὰ Ἴλλου καὶ Λεοντίου μετὰ 130 πλείστης δυνάμεως κατά τε γῆν καὶ θάλασσαν. πολέμου δὲ συρραγέντος σφοδροῦ, Ἴλλος τε καὶ Λεόντιος ἡττηθέντες εἰς τὸ Παπυρίου καστέλλιν ἔφυγον σὺν Παμπρεπίῳ μαγίστρῳ, γόητι λεγομένῳ εἶναι. τότε καὶ Τροκοῦνδον, τὸν ἀδελφὸν Ἴλλου, ἐπὶ συλλογῆς βαρβάρων ἀπιόντα Ἰωάννης συλλαβὼν ἀπέτεμεν. τοῦτον δὲ Ἴλλος καὶ Λεόντιος ἐπὶ τέσσαρα ἔτη φρουρούμενοι ἀνέμενον ἀπατώμενοι ὑπὸ Παμπρεπίου μαγίστρου τοῦ γόητος. ὅθεν τὴν τούτου ἀναίρεσιν μαθόντες Παμπρέπιον ὡς ἀπατεῶνα ἀποτεμόντες τοῦ τείχους κατεκρήμνισαν. Τῷ δ' αὐτῷ ἔτει οἱ Πέτρου τοῦ Μογγοῦ σπουδασταὶ διὰ χρημάτων καὶ φενακισμῶν ἔπεισαν Ζήνωνα ἐκβληθῆναι Ἰωάννην, τὸν ἐπίσκοπον Ἀλεξανδρείας, τὸν Ταβεννησιώτην, ὡς παρὰ γνώμην αὐτοῦ χειροτονηθέντα, καὶ Πέτρον τὸν Μογγὸν πάλιν εἰς Ἀλεξάνδρειαν ἀπὸ Εὐχαΐτων ὑποστρέψαι. τότε καὶ ἑνωτικὸν ἐποίησε Ζήνων καὶ πανταχοῦ ἐξέπεμψεν, ὑπὸ Ἀκακίου τοῦ Κωνσταντινουπόλεως ὑπαγορευθέν, ὥς φασί τινες. Πέτρῳ δὲ τῷ Μογγῷ πρὸ τῆς εἰς Ἀλεξάνδρειαν ἐπανόδου ἐκέλευσε Ζήνων κοινωνῆσαι Σιμπλικίῳ τῷ Ῥώμης καὶ Ἀκακίῳ. ὅστις καὶ ἔγραψεν Ἀκάκιος τοῖς Ἀλεξανδρεῦσι δέξασθαιτὸν Μογγὸν καὶ Ἰωάννην ἀποβαλέσθαι. Ἰωάννης δὲ ἀκούσας τὴν Πέτρου παρουσίαν, τοῦ κλήρου σὺν τῷ λαῷ δεομένων αὐτοῦ μὴ ἐξελθεῖν ὡς ἑτοίμως ἐχόντων ὑπεραποθνήσκειν αὐτοῦ, ὁ δὲ τὰ μέλλοντα τολμᾶσθαι Πέτρῳ διανοούμενος σοφῶς καὶ ἀταράχως ἐξῆλθεν. Κόσμου ἔτη Ϡοζʹ. Τῆς θείας σαρκώσεως ἔτη υοζʹ. Ῥωμαίων βασιλεὺς Ζήνων ἔτη ιζʹ.
125.4.1
Περσῶν βασιλεὺς Καβάδης. ἔτη ιαʹ. εʹ. Ῥώμης ἐπίσκοπος Φίλιξ ἔτη θʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Ἀκάκιος ἔτη ιζʹ. ιδʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἀναστάσιος ἔτη
125.5.1
θʹ. Ἀλεξανδρεία ἐπίσκοπος Πέτρος ὁ Μογγὸς ἔτη ϛʹ. αʹ. Ἀντιοχείας ἐπίσκοπος Καλανδίων ἔτη δʹ. δʹ. Τούτῳ τῷ ἔτει Θευδέριχος ὁ Οὐαλάμερος οὗ πολὺς ἐν βαρβά131 ροις τε καὶ Ῥωμαίοις λόγος ὡς ἀνδρείου τε καὶ προμηθοῦς καὶ οὐδὲ λόγων ἀμοίρου· κατὰ γὰρ τὸ Βυζάντιον ὁμηρεύσας ποτὲ τοῖς ἀρίστοις τῶν διδασκάλων ἐφοίτησεν, τοῦ πατρὸς αὐτοῦ Οὐαλάμερος μετὰ τοὺς Ἀττίλα παῖδας ἡγησαμένου τῶν Γότθων ἐπὶ τῆς Λέοντος βασιλείας. τοῦτον οὖν ὁ Ζήνων ἐκ Θρᾴκης μετακαλεσάμενος εἰς τὸ Βυζάντιον καὶ ὕπατον ἀναδείξας καὶ Θρᾴκης ἡγούμενον, μετὰ Ἰωάννου τοῦ Σκύθου κατὰ τοῦ Ἴλλου ἐξέπεμψεν· ὃς καὶ μετὰ τὸ ἀποκλεισθῆναι Ἴλλον καὶ Λεόντιον εἰς τὸ Παπυρίου καστέλλιν καταλιπὼν Ἰωάννην πολιορκοῦντα αὐτοὺς αὐτὸς πρὸς Ζήνωνα ἦλθεν. καὶ ἐξελθὼν ἐν τῇ Θρᾴκῃ καὶ σταρτοπεδευσάμενος ἐπέρχεται τῷ Βυζαντίῳ· καὶ μόνῃ φειδοῖ τῇ περὶ τὴν πόλιν, ὥς φασι, κρατηθεὶς ἐπανέρχεται εἰς τὴν Θρᾴκην καὶ προτραπεὶς ὑπὸ Ζήνωνος κατέρχεται εἰς Ἰταλίαν. καὶ Ὀδοάκρου μάχῃ μεγάλῃ κρατήσας τὸ ῥηγὸς ἐν Ῥαβέννῃ περιτίθεται σχῆμα. ἐχειρώσατο δὲ καὶ ἄλλους πλείστους τῶν βαρβάρων, μάλιστα καὶ τοὺς Οὐανδήλους ὑπηγάγετο μηδὲ ὅπλα κατ' αὐτῶν κινήσας, Γιζερίχου τελευτήσαντος ἤδη πρὶν ἢ ἐκεῖνον ἐλθεῖν εἰς Ῥώμην· ἐκράτησε δὲ καὶ Ῥώμης καὶ πάσης τῆς ἑσπερίου. Ἀντιοχείας ἐπίσκοπος μγʹ Πέτρος ὁ Κναφεὺς τὸ βʹ ἔτη γʹ. ιβʹ. ϛʹ.
125.6.1
ιεʹ. ιʹ. βʹ. αʹ. Τούτῳ τῷ ἔτει οἱ τῆς ἀνατολῆς ἐπίσκοποι ἔγραψαν Ἀκακίῳ μέμψεις διὰ τὸ δέξασθαι τὸν Μογγὸν εἰς κοινωνίαν. ὁ δὲ μὴ προσχὼν αὐτοῖς πάντας ἀναιδῶς κοινωνεῖν τῷ Μογγῷ κατηνάγκαζεν. οἱ δὲ τῆς βασιλίδος καὶ τῆς ἑῴας ἐδεήθησαν Φίλικος μετὰ θάνατον Σιμπλικίου τοῦ Ῥώμης ἐπισκόπου σημαίνοντες Ἀκάκιον εἶναι αἴτιοντῶν κακῶν. ἐν οἷς καὶ Ἰωάννης ὁ Ἀλεξανδρείας τὰ αὐτὰ λέγων τὴν Ῥώμην κατέλαβεν. Φίλιξ δὲ σύνοδον ἐν τῷ ναῷ τοῦ κορυφαίου ἀποστόλου Πέτρου ποιήσας δύο ἐπισκόπους καὶ ἔκδικον ἔπεμψεν ἐν Κωνσταντινουπόλει, γράψας Ζήνωνι καὶ Ἀκακίῳ ἐκβαλεῖν Πέτρον τὸν Μογγὸν ὡς αἱρετικὸν τῆς Ἀλεξανδρείας. ιγʹ. ζʹ. δʹ. ιϛʹ.
125.7.1
γʹ. βʹ. Τούτῳ τῷ ἔτει τῶν ἀπὸ Ῥώμης πεμφθέντων ἐν Ἀβύδῳ κρατηθέντων γνώμῃ Ζήνωνος καὶ Ἀκακίου καὶ τῶν γραμμάτων ἀφαιρε132 θέντων καὶ ἐν φρουρᾷ βληθέντων, ἠπείλησε Ζήνων τούτους ἀνελεῖν, εἰ μὴ κοινωνῶσιν Ἀκακίῳ καὶ Πέτρῳ τῷ Μογγῷ. Κόσμου ἔτη εϠπʹ. Τῆς θείας σαρκώσεως ἔτη υπʹ. Ῥωμαίων βασιλεὺς Ζήνων ἔτη ιζʹ. ιδʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη ιαʹ. ηʹ. Ῥώμης ἐπίσκοπος Φίλιξ ἔτη
125.8.1
εʹ. Κωνσταντ. ἐπίσκοπος Ἀκάκιος ἔτη ιζʹ. ιζʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἀναστάσιος ἔτη ιηʹ. ιβʹ. Ἀλεξανδρείας ἐπίσκοπος Πέτρος ὁ Μογγὸς ἔτη ϛʹ. δʹ. Ἀντιοχείας ἐπίσκοπος μγʹ. Πέτρος ἔτη γʹ. γʹ. Τούτῳ τῷ ἔτει Ἴλλος καὶ Λεόντιος μετὰ πολλοὺς πολέμους ἐπὶ τέσσαρα ἔτη φρουρούμενοι ἐν τῷ Παπυρίου καστελλίῳ ἐχειρώθησαν προδοσίᾳ τοῦ ἀδελφοῦ τῆς γαμετῆς Τροκούνδου, δόλῳ πεμφθέντος ὑπὸ Ζήνωνος· καὶ ἀπετμήθησαν, καὶ αἱ κεφαλαὶ αὐτῶν ἐπέμφθησαν τῷ Ζήνωνι καὶ εἰσηνέχθησαν εἰς κοντοὺς ἐν τῷ ἱππικῷ κἀκεῖθεν ἐπάγησαν πέραν ἐν Συκαῖς πρὸς θρίαμβον. ὁ δὲ Ζήνων τῇ βουλῇ Ἀκακίου τοὺς κατὰ τὴν ἑῴαν ἐπισκόπους ἐβιάζετο ὑπογράψαι τῷ ἑνωτικῷ καὶ κοινωνῆσαι Πέτρῳ τῷ Μογγῷ· τοὺς δὲ ἀποκρισιαρίους Φίλικος τοῦ Ῥώμης μεταχειρισάμενος καὶ χρήμασι δελεάσας Ἀκακίῳ κοινωνῆσαι παρὰ τὰ ἐνταλθέντα αὐτοῖς ἔπεισεν· καίτοι τῶν ὀρθοδόξων ἐκ τρίτου διαμαρτυραμένων αὐτοῖς, πρῶτον μὲν ἀγκίστρῳ περιθέντων σχοινίον, καὶ ἑνὸς αὐτῶν δημοσίᾳ ἐξαρτησάντων· δεύτερον δὲ τὴν βίβλον ἐνέβαλον· καὶ τρίτον κοφίνῳ λαχάνων ἐνέθηκαν. Φίλιξ δὲ μαθὼν τὰ ὑπὸ τῶν ἀποκρισιαρίων αὐτοῦ πραχθέντα καθῇρεν αὐτοὺς γράψας Ἀκακίῳ καθαίρεσιν. ὁ δὲ ταύτην ἐπιφερόμενος διαδρὰς τοὺς ἐν Ἀβύδῳ κατέλαβε τὴν Δίου μονήν. οἱ δὲ τῆς Δίου μοναχοὶ τῇ κυριακῇ εἰς τὸ ἱερατεῖον ἐπέδωκαν Ἀκακίῳ τὴν ἐπιστολήν· οἱ δὲ περὶ Ἀκάκιον ἀνεῖλόν τινας τῶν ἐπιδεδωκότων μοναχῶν, ἄλλους δὲ τιμωρήσαντες καθεῖρξαν. Ἀκάκοις δὲ ἀναισθήτως ἔσχε περὶ τὴν καθαίρεσιν καὶ τὸ ὄνομα Φίλικος ἐξῇρε τῶν διπτύχων. 133 Κωνσταντινουπόλεως ἐπίσκοπος Φραυΐτας μῆνας γʹ. ιεʹ. θʹ. ϛʹ. αʹ. ιγʹ. εʹ. [γʹ]. Τούτῳ τῷ ἔτει Καλανδίων, ἐπίσκοπος Ἀντιοχείας, ἤγαγε τὸ λείψανον Εὐσταθίου τοῦ μεγάλου ἀπὸ Φιλίππων, ἔνθα καὶ ἐξόριστος ἐκοιμήθη ὁ ἅγιος· καὶ μετὰ πολλῆς τιμῆς ἀπὸ δέκα μιλίων ἡ πόλις Ἀντιοχέων ὑπήντησεν. οἱ δὲ ἀποσχίζοντες τῆς ἐκκλησίας διὰ τὸν ἅγιον ἡνώθησαν μετὰ ρʹ ἔτη τῆς κοιμήσεως αὐτοῦ. Ἀκακίου δὲ τελευτήσαντος Φραυΐτας τρίμηνον τῆς ἐπισκοπῆς κρατήσας ἔγραψε Φίλικι, ὡς αὐτῷ μὲν κοινωνεῖ, Πέτρῳ δὲ τῷ Μογγῷ οὐ κοινωνεῖ· τῷ δὲ Μογγῷ ἔγραψεν, ὡς αὐτῷ μὲν κοινωνεῖ, Φίλικα δὲ τὸν Ῥώμης ἀποστρέφεται. Φίλιξ δὲ τὰ ἴσα τὰ πρὸς τὸν Μογγὸν πεμφθέντα ἐδέξατο παρὰ τῶν ὀρθοδόξων προλαβόντα, καὶ φθασάντων τῶν ἀποκρισιαρίων Φραυΐτα μετὰ τῶν συνοδικῶν ἀτίμως τούτους ὁ Φίλιξ ἀπέπεμψεν. τοῦ δὲ Φραυΐτα τελευτήσαντος, Εὐφήμιος, πρεσβύτερος καὶ πτωχοτρόφος Νεαπόλεως, τὴν ἐπισκοπὴν Κωνσταντινουπόλεως ἐκράτησε καὶ εὐθέως ἰδίαις χερσὶ τὸ ὄνομα τοῦ Μογγοῦ τῶν διπτύχων ἀπήλειψεν· καὶ οὕτως ἐκάθισεν εἰς τὸν θρόνον καὶ τὸ τοῦ Φίλικος τῆς Ῥώμης ἐνέταξεν. Κόσμου ἔτη εϠπβʹ. Τῆς θείας σαρκώσεως ἔτη υπβʹ. Ῥωμαίων βασιλεὺς Ζήνων ἔτη ιζʹ. ιϛʹ Περσῶν βασιλεὺς Καβάδης ἔτη ιαʹ. ιʹ. Ῥώμης ἐπίσκοπος Φίλιξ ἔτη θʹ. ζʹ. Κωνσταντ. ἐπίσκοπος Εὐφήμιος ἔτη ζʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἀναστάσιος ἔτη ιηʹ. ιδʹ. Ἀλεξανδρείας ἐπίσκοπος Πέτρος ὁ Μογγὸς ἔτη ϛʹ. ϛʹ. Ἀντιοχείας ἐπίσκοπος Παλλάδιος ἔτη ιʹ. αʹ. Τούτῳ τῷ ἔτει Πέτρος ὁ Μογγὸς ἀπέθανεν ἐν Ἀλεξανδρείᾳ, καὶ Ἀθανάσιος ἀντ' αὐτοῦ ἐχειροτονήθη, ὁ ἐπίκλην Κηλίτης. Ζήνων δὲ ὁ βασιλεὺς ἀνεθεὶς τῶν τυράννων ἐξέβαλε τῆς ἐκκλησίας Ἀντιοχέων Καλανδίωνα καὶ ἐξώρισεν εἰς Ὄασιν, Πέτρον δὲ τὸν Κναφέα