Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronographia
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophanes-abbot-and-confessor" aria-label="More works by Theophanes Abbot and Confessor"> —
⋯
More
Original / primary: Pg Scrape Grc
134.1.1
κατέστησεν· Νέστορα δὲ Ταρσοῦ, Κῦρον Ἱεραπόλεως, Ἰωάννην Κυρεστῶν, Ῥωμανὸν Χαλκηδόνος, Εὐσέβιον Σαμοσάτων, Ἰουλιανὸν Μομψουεστίας, Παῦλον Κωνσταντίνης, Μάνον Ἡμερίας καὶ Ἀνδρέαν Θεοδοσιουπόλεως, προφάσει μὲν τῆς πρὸς τοὺς τυράννους εὐνοίας, τῇ δὲ ἀληθείᾳ διὰ τὸ ἑνωτικὸν Ζήνωνος μὴ δέξασθαι τῶν ἰδίων ἀπελαθῆναι προσέταξεν ἐκκλησιῶν. Πέτρος δὲ ὁ Κναφεὺς εἰσελθὼν εἰς Ἀντιόχειαν πολλὰ κακὰ πέπραχεν, ἀναθεματισμοὺς τῆς συνόδου καὶ ἐκβολὰς ἐπισκόπων ἀνεπιλήπτων ἀντεισαγωγάς τε καὶ χειροτονίας ἀθέσμους καὶ τὰ τούτοις ὅμοια. πρότερον δὲ τῷ τρισαγίῳ προσέθηκεν." Χριστὲ βασιλεῦ ὁ σταυρωθεὶς δι' ἡμᾶς." Πέτρος δὲ πάλιν ἐλθὼν περιεῖλε τό," Χριστὲ βασιλεῦ." Ξεναΐας δέ, ὁ δοῦλος τοῦ Σατανᾶ, τὴν δεσποτικὴν εἰκόνα καὶ τῶν ἁγίων ἐδίδασκε μὴ δέχεσθαι. Πέρσης μὲν γὰρ ἦν τῷ γένει, δοῦλος δὲ τὴν τύχην, φυγὼν τοῦ ἰδίου δεσπότου ἐπὶ Καλανδίωνος τὰς περὶ Ἀντιόχειαν κώμας ἀνεστάτου ἀπὸ τῆς πίστεως, ἀβάπτιστος ὢν καὶ κληρικὸν ἑαυτὸν λέγων. τοῦτον Καλανδίων ἀπήλασεν, Πέτρος δὲ ὁ Κναφεὺς ἐπίσκοπον Ἱεραπόλεως αὐτὸν χειροτονήσας Φιλόξενον μετωνόμασεν. μαθὼν δὲ ὕστερον ἀβάπτιστον αὐτὸν εἶναι ἀρκεῖν αὐτῷ τὴν χειροτονίαν ἀντὶ βαπτίσματος ἔφησεν. Εὐφήμιος δὲ ὁ ὀρθοδοξότατος Ἀναστάσιον σιλεντιάριον, τὸν κακῶς μετὰ ταῦτα βασιλεύσαντα, τῆς ἐκκλησίας ἐδίωκεν ὡς αἱρετικὸν καὶ ὁμόφρονα Εὐτυχοῦς, ὃν ὀχλοποιοῦντα ὁρῶν τὴν ἐν τῇ ἐκκλησίᾳ καθέδραν αὐτῷ ἀνέτρεψεν, ἀπειλήσας αὐτῷ, ὡς, εἰ μὴ παύσοιτο, ἀποκεῖραι τὴν κεφαλὴν αὐτοῦ καὶ τοῖς ὄχλοις αὐτὸν θριαμβεῦσαι. ἐνεκάλεσε δὲ καὶ Ζήνωνι καὶ τὴν κατ' αὐτοῦ ἐξουσίαν ἔλαβεν. Ζήνων δὲ ἠρώτησε Μαυριανόν, τὸν σοφώτατον κόμητα, (ἦν γὰρ μυστικά τινα εἰδὼς καὶ προέλεγεν αὐτῷ) ὅτι," τίς μετ' ἐμὲ βασιλεύσει;" ὁ δὲ εἶπεν αὐτῷ, ὅτι" καὶ τὴν βασιλείαν σου καὶ τὴν γυναῖκά σου διαδέχεταί τις ἀπὸ σιλεντιαρίων." ὁ δὲ Ζήνων συνέσχε Πελάγιον τὸν ἀπὸ σιλεντιαρίων πατρίκιον, [δὲ] γενόμενον ἄνδρα σοφὸν καὶ εὐσεβῆ καὶ συνετὸν καὶ ἐνάρετον, 135 ὃν δημεύσας ἀδίκως καὶ εἰς φρουρὰν ἐμβαλὼν ὑπὸ τῶν φυλαττόντων ἐκσκουβιτόρων ἀναιρεθῆναι προσέταξεν. τούτου δὲ γενομένου ἀκούσας ὁ ἔπαρχος Ἀρκάδιος ἐλοιδόρησε τὸν βασιλέα· καὶ ἀκούσας ὁ βασιλεὺς ἐκέλευσεν αὐτὸν εἰσερχόμενον εἰς τὸ παλάτιον σφαγῆναι· ὁ δὲ ἔπαρχος μαθὼν τοῦτο προσέφυγε τῇ ἐκκλησίᾳ. καὶ ἐρρύσθη τοῦ πικροῦ θανάτου· τὸν δὲ οἶκον αὐτοῦ ἐδήμευσεν. Κόσμου ἔτη εϠπγʹ. Τῆς θείας σαρκώσεως ἔτη υπγʹ. Ῥωμαίων βασιλεὺς Ζήνων ἔτη ιζʹ. ιζʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη ιαʹ. ιαʹ. Ῥώμης ἐπίσκοπος Φίλιξ ἔτη θʹ. ηʹ. Κωνσταντιν. ἐπίσκοπος Εὐφήμιος ἔτη ζʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἀναστάσιος ἔτη ιηʹ. ιεʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη ζʹ. αʹ. Ἀντιοχείας ἐπίσκοπος Παλλάδιος ἔτη ιʹ. βʹ. Τούτῳ τῷ ἔτει τὰ συνοδικὰ Εὐφημίου Φίλιξ ἀπεδέξατο καὶ ὡς ὀρθοδόξῳ αὐτῷ προσετέθη, ἐπίσκοπον δὲ αὐτὸν οὐκ ἐδέξατο διὰ τὸ μὴ ἐκβαλεῖν τὸ ὄνομα Ἀκακίου ἐκ τῶν διπτύχων καὶ τοῦ μετ' αὐτὸν Φραυΐτα. Τῷ δ' αὐτῷ ἔτει καὶ Πέτρος ὁ Κναφεὺς τέθνηκεν, καὶ προεβλήθη ἐπίσκοπος Παλλάδιος, πρεσβύτερος τῆς ἐν Σελευκείᾳ ἐκκλησίας τῆς ἁγίας πρωτομάρτυρος Θέκλης. συνεψηφίσθη δὲ Παλλαδίῳ καὶ Ἰωάννης ὁ Κωνσταντίνου καὶ Ἀναστάσιος σιλεντιάριος, ὁ κακῶς μετὰ ταῦτα βασιλεύσας. ὁ δὲ Ζήνων ἐπαρθεὶς τῇ τῶν τυράννων ἀναιρέσει πρὸς δημεύσεις καὶ φόνους ἀδίκους χωρεῖ, [καὶ] πάντα ἄνθρωπον αἰτιώμενος ὡς ἐκείνοις ἢ συμμαχήσαντα ἢ συμβουλεύσαντα τὴν ἐπίθεσιν. ἀναιρεῖ δὲ καὶ Κοττάϊν ἀλόγως, τὸν ἅμα Ἰωάννῃ τῷ Σκύθῃ πολιορκίᾳ περιγενόμενον Ἴλλου καὶ Λεοντίου, καὶ τὸν θαυμαστὸν καὶ περὶ ποίησιν ἐπῶν ἀξιόλογον Πελάγιον τὸν πατρίκιον, ὡς φρόνιμον καὶ δίκαιον· καὶ ἐπὶ τούτοις τελευτᾷ Ζήνων ἐπιληψίᾳ κατασχεθεὶς καὶ ἐπὶ στόματος φέρων ἀπαύστως τὴν Πελαγίου προσηγορίαν τοῦ παρ' αὐτοῦ φονευθέντος ἀδίκως· παῖδα μὲν μὴ καταλιπών, Λογγῖνον δὲ τὸν ἀδελφόν, δὶς μὲν ὑπατεύσαντα καὶ τῆς συγκλήτου βουλῆς πάσης ἡγούμενον, ἀνόητον δὲ καὶ βαρὺν καὶ ἀκόλαστον ὄντα· 136 ὃς καὶ πολλοὺς Ἰσαύρους ἐν Βυζαντίῳ ἔχων καὶ τὸν Λογγῖνον, τὸν μάγιστρον ὄντα καὶ φίλον αὐτοῦ, καὶ τούτοις θαρρήσας ἀπονητὶ τὴν βασιλείαν ἔχειν ᾤετο. τῆς δὲ Ἀρεάδνης καὶ τῆς συγκλήτου βουλῆς καὶ τοῦ στρατεύματος παντὸς Ἀναστάσιον τὸν σιλεντιάριον ἀναγορευσάντων βασιλέα, τῆς ἐλπίδος ὁ Λογγῖνος ἠστόχησεν. βασιλεύσας οὖν ὁ Ἀναστάσιος ἔγγραφον ἠπαιτήθη ὁμολογίαν παρὰ Εὐφημίου πατριάρχου πρὸς τὸ μὴ σαλεῦσαί τι τῆς ἐκκλησίας καὶ τῆς πίστεως, ἀνάξιον αὐτὸν ἀποκαλῶν τῶν Χριστιανῶν καὶ τῆς βασιλείας. βιαζομένης δὲ αὐτὸν τῆς βασιλίδος Ἀρεάδνης καὶ τῆς συγκλήτου, ἔλαβεν αὐτοῦ τὸ ἰδιόχειρον, ὡς ἀποδέχεται εἰς ὅρον πίστεως τὰ δόγματα τῆς ἐν Χαλκηδόνι συνόδου. καὶ οὕτω στεφθεὶς [ὑπ' αὐτοῦ] Ἀρεάδνην ἄγεται εἰς γάμον, οὔπω πρότερον γαμετῇ συνοικήσας. Μανιχαῖοι δὲ καὶ Ἀρειανοὶ ἔχαιρον ἐπὶ Ἀναστασίῳ, Μανιχαῖοι μὲν ὡς τῆς μητρὸς τοῦ βασιλέως ζηλωτρίας οὔσης καὶ προσφιλοῦς αὐτῶν, Ἀρειανοὶ δὲ ὡς Κλέαρχον, τὸν θεῖον αὐτοῦ, ἀδελφὸν τῆς αὐτῆς κακόφρονος μητρός, ὁμόδοξον ἔχοντες. τοῦτο δὲ τὸ ἔτος, ἐν ᾧ Ζήνων τέθνηκε καὶ Ἀναστάσιος ἐβασίλευσεν, ἀπὸ Ἀδὰμ μὲν κατὰ Ῥωμαίους εϠϟθʹ, κατὰ δὲ τὸν ἀκριβῆ καὶ ἀληθινὸν ψῆφον Ἀλεξανδρέων εϠπγʹ, ἀπὸ δὲ τῆς ἀρχῆς Διοκλητιανοῦ σζʹ, τῆς δὲ θείας σαρκώσεως υπγʹ, ἰνδικτιῶνος ιδʹ. ἐστέφθη δὲ Ἀναστάσιος τῇ προγεγραμμένῃ ιδʹ ἰνδικτιῶνι, μηνὶ Ἀπριλλίῳ ιδʹ, ἡμέρᾳ πέμπτῃ τῇ μεγάλῃ τοῦ πάσχα ἐν τῷ καθίσματι τοῦ ἱπποδρομίου. Κόσμου ἔτη εϠπδʹ. Τῆς θείας σαρκώσεως ἔτη υπδʹ. Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔτη κζʹ. αʹ. Περσῶν βασιλεὺς ὁ Περόζου παῖς Ζάμασφος ἔτη δʹ. αʹ. Ῥώμης ἐπίσκοπος Φίλιξ ἔτη θʹ. θʹ. Κωνσταντ. ἐπίσκοπος Εὐφήμιος ἔτη ζʹ. γʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἀναστάσιος ἔτη ιηʹ. ιϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη ζʹ. βʹ. Ἀντιοχείας ἐπίσκοπος Παλλάδιος ἔτη ιʹ. γʹ. 137 Τούτῳ τῷ ἔτει βασιλεύσαντος Ἀναστασίου τοῦ Δοραχιτιανοῦ τοῦ Δικόρου, ἐστασίασε κατ' αὐτοῦ Λογγῖνος, ὁ Ζήνωνος ἀδελφός, ὃν χειρωσάμενος ἐπ' Αἴγυπτον πέμπει ἐξόριστον ἐν Ἀλεξανδρείᾳ καὶ ἐκέλευσε χειροτονηθῆναι αὐτὸν πρεσβύτερον. ἑπταετίαν δὲ ἐπιβιοὺς ἐν Ἀλεξανδρείᾳ ἐτελεύτησεν. ὑποψίαν δὲ ἔχων καὶ περὶ Λογγῖνον τὸν μάγιστρον ὁ βασιλεὺς καὶ τοὺς ἐπιδημοῦντας Ἰσαύρους παύει τὸν Λογγῖνον τοῦ μαγιστρίου. Πέτρου δὲ τοῦ Κναφέως ἐν Ἀντιοχείᾳ ὄντος ἐκ τῆς ἐξορίας ἐπανελθεῖν εἰς τὸν ἴδιον θρόνον [δυσωποῦντος,] ὁ βασιλεὺς τῆς ἐξορίας μὲν τοῦτον ἀνεκαλέσατο, εἰς δὲ Ἀντιόχειαν ἀπελθεῖν οὐ κατεδέξατο, Παλλάδιον δὲ χειροτονηθῆναι ἐν Ἀντιοχείᾳ ἐποίησεν. Εὐφήμιος δὲ ὁ Κωνσταντινουπόλεως συναγαγὼν τοὺς ἐνδημοῦντας ἐπισκόπους τὴν ἐν Χαλκηδόνι ἁγίαν σύνοδον ἐκύρωσεν. Ἰωάννης δὲ ὁ Ταβεννησιώτης ἐν Ῥώμῃ ὢν ἤκουσεν ὅτι Ἀναστάσιος ἐβασίλευσεν, καὶ ἦλθεν εἰς τὸ Βυζάντιον ἀγαθὰς ἀμοιβὰς ἐλπίζων παρ' αὐτοῦ, ἀνθ' ὧν ἦν ἐν Ἀλεξανδρείᾳ πεποιηκὼς αὐτῷ οἰκονομίαν, ὃν καὶ γυμνὸν ἀπὸ ναυαγίου δεξάμενος καὶ συγκροτήσας οὕτως, ὡς ἀναίσθητον αὐτὸν ποιῆσαι τῆς συμφορᾶς. Ἀναστάσιος δὲ ἀκούσας, ὅτι παρεγένετο, ἀγνωμοσύνῃ πολλῇ τοῦτον ἐξορισθῆναι προσέταξε μηδ' ὅλως αὐτὸν δεξάμενος. Ἰωάννης δὲ τοῦτο προγνοὺς ἐπὶ Ῥώμην φεύγων διεσώθη. Ῥώμης ἐπίσκοπος Γελάσιος ἔτη εʹ. βʹ. βʹ. αʹ. δʹ. ιζʹ. γʹ. δʹ. Τούτῳ τῷ ἔτει Ἀναστάσιος ὁ βασιλεὺς τοὺς ἐν Κωνσταντινουπόλει Ἰσαύρους διὰ πολλὰς ἀτοπίας ἐδίωξεν, οἳ ἐξελθόντες τυραννίδα ἐμελέτησαν. Λογγῖνος δὲ ὁ ἀπὸ μαγίστρων συλλαβὼν τούτους τε καὶ ἄλλην δύναμιν βαρβάρων καὶ λῃστῶν ὡς ιεʹ μυριάδας, ὅπλων τε καὶ χρημάτων εὐπορίᾳ θαρρῶν ἐν Ἰσαυρίᾳ παρὰ Ζήνωνος τεθειμένων, παραγίνεται εἰς τὴν τῶν Ἰσαύρων χώραν, ἐνδεδωκότος τοῦ βασιλέως τὴν ἔξοδον, καίτοιγε ὑποτοπάζοντος τὴν ἐπίθεσιν. παραχρῆμα δὲ ἐπανίσταται καὶ μέχρι Φρυγίας καὶ τοῦ Κοτυαείου 138 χωρεῖ, πόλεις τε πολλὰς ληϊζόμενος, πλὴν οὐκ αὐτὸς ἡγούμενος τοῦ στρατεύματος. Νινίλιγγις γὰρ ἦν, ὁ τῆς Ἰσαυρίας ἡγεμὼν ἐπὶ Ζήνωνος καταστάς, ἀνὴρ θρασύτατος, καὶ Ἀθηνόδωρος, ἁπλούστατος ἄνθρωπος, εἷς τῶν συγκλητικῶν, καὶ Κόνων, ὁ τῆς Ἀπαμείας ἐπίσκοπος, καταλιπὼν μὲν τὸν θρόνον, εἰς ὁπλίτην δὲ καὶ στρατηγὸν ἐξ ἱερέως μεταταξάμενος. τούτοις ἀνθίστησι στράτευμα Ῥωμαϊκὸν Ἀναστάσιος, ἡγουμένου ὄντος Ἰωάννου τε τοῦ Σκύθου, τοῦ τὴν Ἴλλου καὶ Λεοντίου τυραννίδα καθελόντος, καὶ Ἰωάννου τὸ ἐπίκλην Κυρτοῦ, ἀμφοτέρων τοῦ Θρᾳκῴου στρατεύματος ἡγουμένων καὶ Διογένους (οὗτοι κόμητες σχολῶν ἐτύγχανον ὄντες) καὶ ἑτέρων τινῶν ἐπαινετῶν ἀνδρῶν. μάχης δὲ περὶ τὸ Κοτυάειον γενομένης, Νινίλιγγις μὲν ὁ στρατηγὸς ἀποσφάττεται, μικροῦ δὲ τὸ πλεῖστον Ἰσαυρικὸν ἀπολλύμενον μόλις ἐπὶ τὰ σφέτερα διεσώθη. καὶ εἰ μὴ περὶ τὰ σκῦλα τοῖς Ῥωμαίοις γέγονε σχολή, τελείως ἂν ἐκράτησαν τοῦ πολέμου. ἀλλ' ἐκείνων ἐν τούτοις ἀποσφαλέντων, φρουρίου τινὸς ἐπὶ τῆς ἄκρας τοῦ Ταύρου κρατήσαντες οἱ Ἴσαυροι τρίτον ἔτος ἤρκεσαν πολεμοῦντες ὠχυρωμένοι τῇ θέσει τῶν ὑπὲρ τοῦ Ταύρου πολισμάτων τε καὶ φρουρίων. γʹ. γʹ. βʹ. εʹ. ιηʹ. δʹ. εʹ. Τούτῳ τῷ ἔτει ληφθείσης Κλαυδιουπόλεως ὑπὸ Διογένους τῆς μεταξὺ τῶν δύο Ταύρων ἐν πεδίῳ κειμένης, οὐκ ἐνεγκόντες οἱ Ἴσαυροι καταβαίνουσι τοῦ Ταύρου καὶ ἐπὶ πολὺ πολιορκοῦσι τὸν Διογένην, ὡς καὶ λιμῷ κινδυνεῦσαι καὶ φθαρῆναι τὸ στράτευμα. πλὴν Ἰωάννης ὁ Κυρτὸς ὑπερβὰς τὰ στενὰ τοῦ Ταύρου καὶ τοὺς φύλακας ἑλών, αἰφνιδίως αὐτοῖς ἐπιστὰς διέφθειρε τὸ στράτευμα τῶν πολιορκούντων, ἐπεξελθόντος καὶ Διογένους. τότε καὶ Κόνων ὁ ἐπίσκοπος πληγεὶς μετὰ βραχὺ τελευτᾷ, καὶ γίνεται τοῖς Ῥωμαίοις αὕτη δευτέρα καὶ μεγίστη νίκη. Τῷ δ' αὐτῷ ἔτει Ζαμάσφης, ὁ υἱὸς Περόζου βασιλέως Περσῶν, ἐξεώσας Καβάδην ἐκράτησεν ἔτη δʹ ἐκ τῶν αὐτοῦ τῆς βασιλείας τῶν Περσῶν. Ἱεροσολύμων ἐπίσκοπος Μαρτύριος ἔτη ηʹ. δʹ.
134.2.1
γʹ. ϛʹ. αʹ. εʹ. ϛʹ. 139 Τούτῳ τῷ ἔτει Λογγῖνός τις, ὁ λεγόμενος Σελινούντιος, τὴν Ἀντιόχειαν τῆς Ἰσαυρίας οἰκῶν ἐπί τινος ὄρους κειμένην ὑψηλοῦ κατὰ τὴν μεσημβρινὴν τῆς χώρας θάλασσαν εἰσῆγε τοῖς Ἰσαύροις ὁλκάσι πολλαῖς ἐμπορευόμενος πανταχόθεν τὰ τρόφιμα, καὶ ἐν ταύταις ταῖς δυσχωρίαις διῆγον Λογγῖνος ὁ μάγιστρος καὶ Ἀθηνόδωρος. ἀποκαμὼν δὲ ὁ βασιλεὺς ἐν τῷ χρονίζειν τὸν πόλεμον ἐθάρρησεν Εὐφημίῳ τῷ ἐπισκόπῳ, ὡς εἰρήνης ἐφίεται, καὶ συνάξαι τοὺς ἐνδημοῦντας ἐπισκόπους προσέταξε παρακαλέσοντας δῆθεν περὶ τῶν Ἰσαύρων. Εὐφήμιος δὲ τὸ μυστήριον ἐξήγαγε πρὸς Ἰωάννην πατρίκιον, πενθερὸν Ἀθηνοδώρου τοῦ ἐξάρχου τῆς τυραννίδος. ὁ δὲ δραμὼν τῷ βασιλεῖ ἀπήγγειλεν, ὅπερ εἰς ἀδιάλλακτον ἔχθραν κατ' Εὐφημίου τὸν βασιλέα Ἀναστάσιον ἤγειρεν. ὅθεν καὶ τὰς τῶν Ἰσαύρων ἐπιβουλὰς Εὐφημίῳ ἐπέγραφεν. Εὐφημίῳ δέ τινες ἐπιβουλεύοντες ὑπέθεντό τινι πρὸ τοῦ Μαρτυρίου ξίφος ἐλάσαι κατὰ τῆς κεφαλῆς αὐτοῦ. Παῦλος δέ, ὁ ἔκδικος τῆς ἐκκλησίας, ὑπερωμίας ὢν τὴν πληγὴν κατὰ τῆς κεφαλῆς ἐδέξατο καὶ ἐκινδύνευσεν· τὸν δὲ ἐπίβουλον τῇ λεγομένῃ σειρᾷ ἀνεῖλεν. πάλιν ἐν τῇ συνάξει τοῦ ὄρους ἐνήδρευσαν ἀνελεῖν Εὐφήμιον, ὃς ἰδιωτικῷ σχήματι διαφυγὼν ἐσώθη. Ἀναστάσιος δὲ ὁ βασιλεὺς τὴν ὁμολογίαν αὐτοῦ παρὰ Εὐφημίου μετὰ βίας ἀφείλατο. Κόσμου ἔτη εϠπηʹ. Τῆς θείας σαρκώσεως ἔτη υπηʹ. Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔτη κζʹ. εʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. αʹ. Ῥώμης ἐπίσκοπος Γελάσιος ἔτη εʹ. δʹ. Κωνσταντ. ἐπίσκοπος Εὐφήμιος ἔτη ζʹ. ζʹ. Ἱεροσολύμων ἐπίσκοπος Μαρτύριος ἔτη ηʹ.
134.3.1
Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη ζʹ. ϛʹ. Ἀντιοχείας ἐπίσκοπος Παλλάδιος ἔτη ιʹ. ζʹ. Τούτῳ τῷ ἔτει Ἰωάννης ὁ Σκύθης πολιορκῶν παρέλαβε τόν τε Λογγῖνον, τὸν ἀπὸ μαγίστρων, καὶ Λογγῖνον τὸν Σελινούντιον καὶ Ἀθηνόδωρον καὶ τοὺς λοιποὺς τυράννους. καὶ τούτους ἀποτεμὼν 140 τὰς κεφαλὰς αὐτῶν εἰς τὸ Βυζάντιον ἔπεμψεν Ἀναστασίῳ τῷ βασιλεῖ. Ἀναστάσιος δὲ ἱππικὸν ἐπιτελέσας τὰς κεφαλὰς τῶν τυράννων καὶ τοὺς πεμφθέντας δεσμίους τῶν Ἰσαύρων ἐθριάμβευσεν, καὶ ἐπὶ σκολόπων ἐν Συκαῖς ταύτας ἀναρτήσας πᾶσιν ἐδημοσίευσεν, τὸ δὲ πλῆθος τῶν Ἰσαύρων εἰς τὴν Θρᾴκην μετῴκισεν. Ἰωάννην δὲ τὸν Σκύθην καὶ τὸν ἕτερον Ἰωάννην τὸν Κυρτὸν ὑπατείας καὶ τιμῆς ἠξίωσε μεγάλης· Εὐφημίῳ δὲ τῷ ἐπισκόπῳ ἐδήλωσε δι' Εὐσεβίου μαγίστρου·" αἱ εὐχαί σου, ὁ μέγας, τοὺς φίλους σου ἠσβόλωσαν. συναγαγὼν δὲ ὁ βασιλεὺς τοὺς ἐνδημοῦντας ἐπισκόπους κατὰ Εὐφημίου ἐνεκάλει, οἳ καὶ χαριζόμενοι τῷ βασιλεῖ ἀκοινωνησίαν καὶ καθαίρεσιν αὐτοῦ ἐψηφίζοντο. προχειρίζεται δὲ ὁ βασιλεὺς Μακεδόνιον ἐπίσκοπον Κωνσταντινουπόλεως, σκευοφύλακα ὄντα τότε τῆς αὐτῆς ἐκκλησίας. ὁ μέντοι λαὸς διὰ τὸν Εὐφήμιον ἐστασίαζεν· καὶ εἰς τὸ ἱπποδρόμιον ἔδραμον λιτανεύοντες, ἀλλ' οὐδὲν ὀνῆσαι ἴσχυσαν, τοῦ βασιλέως κακῶς νικᾷν σπεύδοντος. Μακεδόνιος δὲ κακῶς πεισθεὶς Ἀναστασίῳ ὑπέγραψε τῷ ἑνωτικῷ Ζήνωνος. Κωνσταντινουπόλεως ἐπίσκοπος Μακεδόνιος ἔτη ιϛʹ. ϛʹ. βʹ. εʹ. αʹ. βʹ. ζʹ. ηʹ. Τούτῳ τῷ ἔτει Εὐφήμιον Ἀναστάσιος εἰς Εὐχάϊτα ἐξόριστον ἀπέστειλεν. ὁ δὲ λόγον ᾔτησε διὰ Μακεδονίου λαβεῖν, ἀνεπιβούλευτον μεῖναι ἐν τῷ ἀπάγεσθαι. ἐπιτραπεὶς δὲ Μακεδόνιος δοῦναι τὸν λόγον, εἰσερχόμενος ἐν τῷ βαπτιστηρίῳ πρὸς τὸν Εὐφήμιον ἀφελεῖν ἀπ' αὐτοῦ τὸ ὠμόφορον τῷ ἀρχιδιακόνῳ προσέταξεν, καὶ οὕτω λιτὸς πρὸς Εὐφήμιον εἰσελθὼν δανεισάμενός τε χρήματα δέδωκεν Εὐφημίῳ, ὡς παρὰ πολλῶν ἐπαινεθῆναι κατὰ τοὺς δύο τρόπους. ἀσκητικὸς γὰρ ἦν καὶ ἱερός, ὡς ὑπὸ Γενναδίου τραφείς, οὗ καὶ ἀδελφιδὸς ὑπῆρχεν. Τῷ δ' αὐτῷ ἔτει Ἀθανασίου, τοῦ ἐπισκόπου Ἀλεξανδρείας, τελευτήσαντος, ἐχειροτονήθη ἀντ' αὐτοῦ Ἰωάννης ὁ Μονάζων, πρεσβύτερος καὶ οἰκονόμος, ὁ ἐπίκλην Ἡμοῦλα. Ῥώμης ἐπίσκοπος Ἀναστάσιος ἔτη
134.4.1
Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη θʹ. ζʹ. γʹ. αʹ. βʹ. γʹ. αʹ. θʹ. 141 Τούτῳ τῷ ἔτει ἐπιδρομῆς τῶν λεγομένων Σκηνιτῶν Ἀράβων ἐν Εὐφρατησίᾳ γενομένης ἐν Βιθραψᾷ καλουμένῳ χωρίῳ πρώτῳ τῆς Συρίας, Εὐγενίου στρατηγοῦ τῶν ἐκεῖσε κατ' αὐτῶν παραταξαμένου, ἀνδρὸς λόγῳ καὶ ἔργῳ σπουδαίου, ἐκράτησε τῆς μάχης. οἱ δὲ νικηθέντες Περσῶν ὑπόσπονδοι ἦσαν τῆς Νααμάνου τοῦ φυλάρχου φυλῆς. τότε καὶ Ῥωμανὸς τῆς ἐν Παλαιστίνῃ δυνάμεως ἄρχων, ἀνὴρ ἄριστος, εὐβουλίᾳ καὶ στρατηγίᾳ χειροῦται εἰς πόλεμον Ὤγαρον, τὸν τοῦ Ἀρέθα, τοῦ τῆς Θαλαβάνης ὀνομαζομένου παιδός, σὺν αἰχμαλώτων πλήθει πολλῷ. κατηγωνίσατο δὲ καὶ ἐφυγάδευσε πρὸ τῆς μάχης ἐκείνης ὁ Ῥωμανὸς καὶ ἕτερον Σκηνίτην, Γαβαλὰν ὀνόματι, καταδραμόντα τὴν Παλαιστίνην πρὸ τῆς αὐτοῦ παρουσίας. τότε καὶ τὴν νῆσον Ἰωτάβην, κειμένην ἐν τῷ κόλπῳ τῆς ἐρυθρᾶς θαλάσσης καὶ ὑποτελῆ φόροις οὐκ ὀλίγοις ὑπάρχουσαν βασιλεῖ Ῥωμαίων, κατασχεθεῖσαν δὲ μεταξὺ ὑπὸ τῶν Σκηνιτῶν Ἀράβων, μάχαις ἰσχυραῖς ὁ Ῥωμανὸς ἠλευθέρωσεν, αὖθις τοῖς Ῥωμαίοις πραγματευταῖς δοὺς αὐτονόμως οἰκεῖν τὴν νῆσον καὶ τὰ ἐξ Ἰνδῶν ἐκπορεύεσθαι φορτία, καὶ τὸν τεταγμένον βασιλεῖ φόρον εἰσάγειν. ηʹ. δʹ. βʹ. γʹ. δʹ. βʹ. ιʹ. Τούτῳ τῷ ἔτει Μακεδόνιος γνώμῃ τοῦ βασιλέως ἑνῶσαι τὰ μοναστήρια τῆς βασιλίδος ἔσπευδεν ἀποσχίζοντα διὰ τὸ ἑνωτικὸν Ζήνωνος. ἀδυνατῶν δὲ τοῦτο ποιῆσαι συνεβούλευσε τῷ βασιλεῖ τοὺς ἐνδημοῦντας ἐπισκόπους συνελθεῖν καὶ τὰ ἐν Χαλκηδόνι καλῶς δογματισθέντα ἐγγράφως βεβαιῶσαι, ὅπερ καὶ γέγονε δι' ἐγγράφου πράξεως. καὶ προετρέπετο τὰ μοναστήρια πρὸς ἕνωσιν, μάλιστα δὲ τὴν Δίου μονὴν καὶ Βασιανοῦ καὶ τῶν Ἀκοιμήτων καὶ Ματρώνης, ἅ τινα μᾶλλον καὶ ἀπέσχιζον τῶν δεχομένων τὸ ἑνωτικὸν Ζήνωνος καὶ ἐξορίας προθύμως ὑπέμενον. ἐνστάντων οὖν αὐτῶν, συνεῖδε Μακεδόνιος τῇ προαιρέσει αὐτῶν καταλιπεῖν αὐτούς, ἢ διωγμὸν 142 ἐγεῖραι κατ' αὐτῶν. Ματρῶνα δὲ ἡ ὁσία ἔτι ζῶσα καὶ μὴ κοινωνοῦσα σὺν ταῖς σὺν αὐτῇ ἀσκητρίαις διὰ τὸ ἑνωτικὸν Ζήνωνος παράδοξα πολλὰ ἐνεδείξατο, Χρυσαορίου, διακόνου τῆς ἐκκλησίας, αὐτὴν ἀναγκάζοντος. καὶ ἄλλη δέ τις Σοφία καλουμένη ἐπίσημος ἐν μοναζούσαις πολλὰ παθοῦσα μεγάλην ὑπομονὴν ἐνεδείξατο. Θευδέριχος δὲ ὁ Ἄφρος διάκονον ἔχων ὀρθόδοξον πάνυ ἀγαπώμενον ὑπ' αὐτοῦ, μεταθέμενον δὲ εἰς Ἀρειανισμόν, χαριζόμενον Θευδερίχῳ ἀρειανίζοντι, ἀπέτεμεν αὐτὸν ξίφει εἰπών·" εἰ τῷ θεῷ πίστιν οὐκ ἐφύλαξας, οὐδὲ ἐμοὶ φυλάξεις." Παλλαδίου δὲ τοῦ ἐπισκόπου Ἀντιοχείας τελευτήσαντος, Φλαβιανὸν πρεσβύτερον καὶ ἀποκρισιάριον τῆς ἐκκλησίας Ἀντιοχέων ὁ βασιλεὺς ἐψηφίσατο. φασὶ δὲ Φλαβιανὸν τοῖς ἐν Χαλκηδόνι δόγμασιν ἀντικεῖσθαι. Ὀλύμπιος δέ τις Ἀρειανὸς ἐν τῷ Ἑλενιανῶν βαλανείῳ λουόμενος, δεινῶς βλασφημήσας ἐλεεινῶς ἐν τῇ νεροφόρῳ τέθνηκεν· ὅπερ ἐν εἰκόνι ἐγράφη. Εὐτυχιανὸς δέ τις πρῶτος τῶν διαιταρίων δώροις πεισθεὶς ὑπὸ τῶν Ἀρειανῶν τὴν ἀνατεθεῖσαν εἰκόνα τοῦ Ὀλυμπίου καθεῖλεν· καὶ ἐξετάκη δεινῶς τὸ σῶμα ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἀπέθανεν. Κόσμου ἔτη εϠϟβʹ. Τῆς θείας σαρκώσεως ἔτη υϟβʹ. Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔτη κζʹ. θʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. εʹ. Ῥώμης ἐπίσκοπος Ἀναστάσιος ἔτη δʹ. γʹ. Κωνσταντ. ἐπίσκοπος Μακεδόνιος ἔτη ιϛʹ. δʹ. Ἱεροσολύμων ἐπίσκοπος Μαρτύριος ἔτη ηʹ. εʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη θʹ. γʹ. Ἀντιοχείας ἐπίσκοπος Φλαβιανὸς ἔτη ιγʹ. αʹ. Τούτῳ τῷ ἔτει Φῆστος, συγκλητικὸς Ῥώμης, ἀποσταλεὶς πρὸς Ἀναστάσιον διά τινας χρείας πολιτικὰς τὰς μνήμας τῶν ἁγίων ἀποστόλων Πέτρου καὶ Παύλου πανηγυρικώτερον ἐπιτελεῖσθαι ᾐτήσατο, ὃ καὶ κρατεῖ μέχρι νῦν. Μακεδόνιος δὲ πρὸς Ἀναστάσιον, ἐπίσκο143 πον Ῥώμης, συνοδικὰ διὰ Φήστου πέμψαι βουληθεὶς ἐκωλύθη παρὰ τοῦ βασιλέως. ιʹ. ϛʹ. δʹ. εʹ. ϛʹ.
134.5.1
βʹ. Τούτῳ τῷ ἔτει Φῆστος ἀπερχόμενος ἐν Ῥώμῃ συνέθετο τῷ βασιλεῖ Ἀναστασίῳ πείθειν Ἀναστάσιον τὸν πάπαν δέξασθαι τὸ ἑνωτικὸν Ζήνωνος. τοῦτον δὲ οὐ κατέλαβε ζῶντα. ὑποφθείρας δὲ διὰ χρημάτων πολλοὺς ψηφίζεται παρὰ τὸ ἔθος Ῥωμαίων ἐπίσκοπον Λαυρέντιόν τινα, ὃς καὶ ἐχειροτονήθη ὑπὸ τοῦ ἑνὸς μέρους. οἱ δὲ ὀρθοδοξότεροι διαιρεθέντες χειροτονοῦσι Σύμμαχον ἕνα ὄντα τῶν διακόνων. ἔνθεν λοιπὸν ἀταξίαι πολλαὶ καὶ φόνοι καὶ ἁρπαγαὶ γεγόνασιν ἐπὶ τρία ἔτη, ἕως οὗ Θευδέριχος ὁ Ἄφρος κρατῶν τηνικαῦτα Ῥώμης, καίπερ Ἀρειανὸς ὤν, σύνοδον κροτήσας τοπικήν, Σύμμαχον μὲν ἐπίσκοπον Ῥώμης ἐκύρωσεν, Λαυρέντιον δὲ εἰς Νοκέρειαν τὴν πόλιν ἐπισκοπεῖν προσέταξεν. ὁ δὲ μὴ ἡσυχάσας, ἀλλὰ στάσεις κινῶν ὑπὸ Συμμάχου καθαιρεῖται καὶ εἰς ἐξορίαν πέμπεται. καὶ οὕτω κατεπαύθη ἡ στάσις. Τῷ δ' αὐτῷ ἔτει Ἀναστάσιος ἀνέστειλε τὸ χρυσάργυρον καὶ τὰ κυνήγια καὶ τὰς ἀρχὰς ὠνίους οὔσας δωρεὰν προεβάλλετο. Ῥώμης ἐπίσκοπος Σύμμαχος ἔτη ιβʹ. ιαʹ. ζʹ. αʹ. ϛʹ.
134.6.1
εʹ. γʹ. Τούτῳ τῷ ἔτει γέγονε πάλιν Σαρακηνῶν ἐπιδρομὴ ἔν τε Φοινίκῃ καὶ Συρίᾳ καὶ Παλαιστίνῃ, μετὰ τὴν Ὠγάρου τελευτὴν Βαδιχαρίμου, τοῦ ἀδελφοῦ αὐτοῦ, δίκην θυέλλης ἐπιδραμόντος τοῖς τόποις, καὶ ὀξύτερον, ἤπερ ἐπέδραμεν, μετὰ τὴν λείαν ἐπαναδραμόντος, ὥστε μηδὲ ἐπιδιώξαντα Ῥωμανὸν καταλαβεῖν τοὺς ἐχθρούς. Τῷ δ' αὐτῷ ἔτει καὶ οἱ καλούμενοι Βούλγαροι τῷ Ἰλλυρικῷ καὶ Θρᾴκῃ ἐπιτρέχουσι καὶ ἐπανατρέχουσι πρὶν γνωσθῆναι αὐτούς. 144 Ἱεροσολύμων ἐπίσκοπος ναʹ Σαλούστιος ἔτη ηʹ. ιβʹ. ηʹ. βʹ. ζʹ. αʹ. ϛʹ. δʹ. Τούτῳ τῷ ἔτει σπένδεται πρὸς Ἀρέθαν Ἀναστάσιος, τὸν Βαδιχαρίμου καὶ Ὠγάρου πατέρα, τὸν τῆς Θαλαβάνης λεγόμενον, καὶ λοιπὸν πᾶσα ἡ Παλαιστίνη καὶ Ἀραβία καὶ Φοινίκη πολλῆς γαλήνης καὶ εἰρήνης ἀπήλαυον. ἐν Νεοκαισαρείᾳ δὲ μέλλοντος γίνεσθαι σεισμοῦ, στρατιώτης ὁδεύων ὡς δύο στρατιώτας ἐπ' αὐτὴν εἶδε καὶ ὄπισθεν ἄλλον κράζοντα·" φυλάξατε τὸν οἶκον, ἐν ᾧ ἡ θήκη Γρηγορίου ἐστίν." γενομένου δὲ τοῦ σεισμοῦ, τὸ πλεῖστον μέρος τῆς πόλεως ἐπτώθη πλὴν τοῦ ἁγίου Γρηγορίου τοῦ θαυματουργοῦ. Κόσμου ἔτη εϠϟϛʹ. Τῆς θείας σαρκώσεως ἔτη υϟϛʹ. Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔτη κζʹ. ιγʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. θʹ. Ῥώμης ἐπίσκοπος Σύμμαχος ἔτη ιβʹ. γʹ. Κωνσταντ. ἐπίσκοπος Μακεδόνιος ἔτη ιϛʹ. ηʹ. Ἱεροσολύμων ἐπίσκοπος Σαλούστιος ἔτη ηʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη θʹ. ζʹ. Ἀντιοχείας ἐπίσκοπος Φλαβιανὸς ἔτη ιγʹ. εʹ. Τούτῳ τῷ ἔτει Καβάδης, ὁ τῶν Περσῶν βασιλεύς, χρήματα ἀπαιτεῖ Ἀναστάσιον. ὁ δὲ Ἀναστάσιος, εἰ μὲν δανείσασθαι βούλοιτο, ἔγγραφον ὁμολογίαν ἔλεγε ποιῆσαι, εἰ δὲ ἄλλῳ τρόπῳ, μὴ διδόναι. ὅθεν παρασπονδήσας τὴν γενομένην πρὸς Θεοδόσιον τὸν νέον ἔμπροσθεν εἰρήνην ἐπέρχεται μετὰ πλήθους πολλοῦ Περσικοῦ τε καὶ ἐπεισάκτου πρότερον μὲν Ἀρμενίαν καὶ λαμβάνει Θεοδοσιούπολιν. Κωνσταντίνου προδόντος αὐτήν, ἀνδρὸς συγκλητικοῦ τε καὶ Ἰλλυρίων ἄρξαντος ταγμάτων. εἶτα εἰς Μεσοποταμίαν ἐλθὼν Ἄμιδαν ἐπολιόρκει, Ῥωμαϊκοῦ στρατεύματος ἀξιολόγου μήπω τοῖς τόποις ἐνδημοῦντος, Ἀλυπίου δὲ μόνου βοήθειαν ἔχοντος ὀλίγην, ἀνδρὸς πανταχόθεν ἐπαινετοῦ καὶ φιλοσοφίας ἐραστοῦ, μάλιστα τὴν ἐνδεχομένην περί τε τὴν φυλακὴν τῶν πόλεων καὶ τὰ ἀπόθετα τῶν τροφῶν ἐπιμέλειαν 145 ποιουμένου. ᾤκει δὲ αὐτὸς ἐν Κωνσταντίνῃ, σταδίοις φζʹ κατὰ δύσιν ἀφεστώσης Νισίβης,* ὄσισοι καὶ ἡ Ἄμιδα πρὸς ἄρκτον. ἀλλὰ χρόνου τινὸς μεταξὺ ῥεύσαντος, καί τινων μερικῶν συμπλοκῶν Πέρσαις τε καὶ Ῥωμαίοις γενομένων, καθ' ἃς ποτὲ μὲν ἐλάττους, ποτὲ δὲ ἐπικρατέστεροι τῶν ἐθνῶν ἐν διαφόροις τόποις γεγόνεισαν οἱ Ῥωμαῖοι, τέλος Ἄμιδα προδίδοται τοῖς Πέρσαις, πολιορκηθεῖσα μὲν ὑπὲρ τοὺς τρεῖς μῆνας παρὰ τῶν βαρβάρων, προδοθεῖσα δὲ νύκτωρ ἐξ ἑνὸς τῶν πύργων ὑπὸ μοναχῶν φυλαττομένων. κλίμαξιν οἱ πολέμιοι χρησάμενοι καὶ οὕτως ἔσω τῆς πόλεως γεγονότες ληΐζονται πᾶσαν καὶ καθαιροῦσι καὶ πλοῦτον λαμβάνουσι πολύν, Κουάδου τοῦ βασιλέως ἐπὶ ἐλέφαντος εἰς αὐτὴν ἐλθόντος μετὰ τρίτην ἡμέραν τῆς προδοσίας καὶ πλοῦτον μὲν ἀφελομένου πολύν, Γλώνην δὲ καταλιπόντος τῇ πόλει φύλακα, Κουάδου εἰς Νισίβιν ἐπαναζεύξαντος τὴν πόλιν, καὶ τῆς Περσικῆς δυναστείας μεταξὺ Ἀμίδης καὶ Κωνσταντίας διατριβούσης. ιδʹ. ιʹ. δʹ. θʹ. γʹ. ηʹ. ϛʹ. Τούτῳ τῷ ἔτει στέλλεται παρὰ τοῦ βασιλέως Ἀναστασίου στρατιὰ Γότθων τε καὶ Βέσσων καὶ ἑτέρων Θρᾳκίων ἐθνῶν, στρατηγοῦντος τῆς ἕω καὶ ἐξαρχοῦντος αὐτῆς Ἀρεοβίνδου, τοῦ Δαγαλαΐφου παιδός, ὑπάτου γεγονότος ὀρδιναρίου, (τούτου πρὸς πατρὸς ἐγένετο πάππος Ἀρεόβινδος, ὁ κατὰ τὸν Θεοδοσίου τοῦ νέου χρόνον εὐδοκιμήσας κατὰ Περσῶν· ἐτέχθη δὲ Ἀρεόβινδος τῷ Δαγαλαΐφῳ ἀπὸ Γοδισθέας, τῆς Ἀρδαβουρίου θυγατρὸς τοῦ παιδὸς Ἄσπαρος, οὗ πρόσθεν ἐμνημονεύσαμεν) ἐπὶ δυναστείᾳ μεγάλῃ. συναπεστάλησαν δὲ τῷ Ἀρεοβίνδῳ 146 καὶ ἕτεροι πλεῖστοι στρατηγοί, ὧν οἱ περιφανέστατοι Πατρίκιος ἦν καὶ Ὑπάτιος, ὁ Σεκουνδίνου καὶ τῆς ἀδελφῆς Ἀναστασίου τοῦ βασιλέως υἱός, καὶ Φαρισμάνης, ὁ Ζουνᾶ πατήρ, τὸ γένος Λαζός, καὶ Ῥωμανὸς ὁ προειρημένος ἐξ Εὐφρατησίας συναφθεὶς τῷ στρατεύματι, καὶ Ἰουστῖνος ὁ βασιλεύσας μετὰ ταῦτα, καὶ Ζήμαρχος καὶ ἕτεροί τινες, τῆς δυνάμεως συνελθούσης ἐν Ἐδέσῃ, πόλει τῆς Ὀσροηνῆς, καὶ Σαμοσάτοις, πόλει τῆς Εὐφρατησίας. καὶ οἱ μὲν περὶ Ὑπάτιον καὶ Πατρίκιον ἠσχολοῦντο τὴν Ἄμιδαν ἐλευθερῶσαι τῆς Περσικῆς φυλακῆς, Ἀρεόβινδος δὲ μετὰ Ῥωμανοῦ καὶ Ἀσουάδου τοῦ φυλάρχουκαί τινων ἑτέρων στρατοπεδευσάμενος ὡς πρὸς αὐτὸν Κουάδην τότε εἰς τὸ Νισίβιος διατρίβοντα διαφόροις μάχαις καταγωνίζεται τὸ Περσικὸν καὶ τοῦ Νισίβιος Κουάδην ἀπελαύνει καὶ πολλοῖς διαστήμασιν εἴσω χωρῆσαι τῆς χώρας πεποίηκεν. ἀνεῖλε δὲ καὶ στρατηγὸν μέγιστον τῶν Περσῶν ἐν μιᾷ συμπλοκῇ, οὗ καὶ τὸ ξίφος καὶ τὸ βραχιάλιον ἠνέχθη Ἀρεοβίνδῳ παρὰ τοῦ ἀνελόντος αὐτὸν Σκύθου, καὶ ἀξιόλογον ὡς μάλιστα φανὲν σύμβολον τῆς νίκης ἐστάλη τῷ βασιλεῖ. τῆς οὖν Περσικῆς στρατιᾶς ἐλαττωθείσης οὕτω τοῖς Ῥωμαϊκοῖς στρατηγοῖς παρασκευασάμενος Κουάδης εἰσπέμπει στράτευμα πλεῖστον κατὰ τῶν Ῥωμαίων, ὥστε Ἀρεόβινδον προτρέψαι τοὺς περὶ Ὑπάτιον καὶ Πατρίκιον, ἀπὸ τῶν περὶ Ἄμιδαν τόπων εἰς συμμαχίαν αὐτῷ συνδραμεῖν. ἐκείνων δὲ παραιτησαμένων διὰ φθόνον, ὑποχωρῆσαι ἠβουλήθη Ἀρεόβινδος καὶ εἰς τὸ Βυζάντιον εἰσελθεῖν, εἰ μὴ μόλις Ἀππίων ὁ Αἰγύπτιος, ὕπαρχος τότε τοῦ στρατεύματος ὢν καὶ τῆς δαπάνης καὶ τῆς ἐποψίας πάντων προεστηκώς, ἐπέσχεν αὐτὸν ἐν τοῖς τόποις. διαφερομένων δὲ τῶν στρατηγῶν πρὸς ἀλλήλους, Κουάδης εἰς Νισίβιν 147 ἐλθὼν καὶ τὰ τῆς διχονοίας τῶν στρατηγῶν μαθὼν αὐτός τε πολὺς ὢν τῷ πλήθει καὶ πολλαχοῦ τὴν ἑαυτοῦ στρατιὰν κατακερματίζων πᾶσαν ὡς εἰπεῖν τὴν Ῥωμαϊκὴν κατέδραμε γῆν καὶ ἐδίωξε μέχρι Συριῶν αὐτῶν, πολλοὺς μεταξὺ πρὸς Ἀρεόβινδον ὑπὲρ εἰρήνης ἐκπέμψας πρέσβεις καὶ ἐπὶ χρήμασι καταλύειν τὸν πόλεμον λέγων. οὕτω τοίνυν καὶ τὰ περὶ τὴν Ἔδεσαν μάλιστα καταδραμών, καθ' ἣν ὁ Ἀρεόβινδος ἦν· πλὴν οὐ πράξας ἐκεῖ δεξιῶς, ἀλλὰ παρ' ἐλπίδας ἐλαττοῦται τῆς Ἀρεοβίνδου μάχης. γνοὺς δὲ καὶ τὸν Ἀμίδης φύλακα Γλώνην, τὸν στρατηγὸν αὐτοῦ, διαφθαρῆναι μηχανώμενον, ἐπανέρχεται κακωθεὶς διὰ ἑτέρας ὁδοῦ, καταφρονήσας τῶν ὁμήρων, οὓς δεδώκει τῷ Ἀρεοβίνδῳ κατὰ τοὺς εἰρήνης λόγους· καὶ κατέσχον παρὰ τὰς συνθήκας Ἀλύπιόν τε τὸν χρηστὸν ἐκεῖνον καὶ Βασίλειον τὸν Ἐδεσηνόν· ὥστε μετὰ τὴν ἀναχώρησιν αὐτοῦ τὴν ἐπὶ τὰ οἰκεῖα, χειμῶνος ἤδη καταλαβόντος, τοὺς μὲν στρατηγοὺς Ῥωμαίων ἐν διαφόροις τῆς Εὐφρατησίας καὶ Ὀσροηνῆς καὶ Μεσοποταμίας καὶ Σύρων καὶ Ἀρμενίων διαιρεθῆναι πολίσμασι τὸν χειμέριον αὐλισθησομένους καιρόν. Τῷ δ' αὐτῷ ἔτει ἱππικοῦ ἀγομένου, ἀταξία γέγονε τῶν δύο μερῶν, καὶ πολλοὶ ἀπέθανον ἐξ ἀμφοτέρων, ἐν οἷς καὶ ὁ υἱὸς Ἀναστασίου τοῦ βασιλέως, ὃν εἶχεν ἀπὸ παλλακῆς· καὶ σφόδρα λυπηθεὶς Ἀναστάσιος πολλοὺς ἐτιμωρήσατο καὶ ἄλλους ἐξορίαις παρέπεμψεν. Κόσμου ἔτη
134.7.1
Τῆς θείας σαρκώσεως ἔτη υϟηʹ. Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔτη κζʹ. ιεʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. ιαʹ. Ῥώμης ἐπίσκοπος Σύμμαχος ἔτη ιβʹ. εʹ. Κωνσταντ. ἐπίσκοπος Μακεδόνιος ἔτη ιϛʹ. ιʹ. Ἱεροσολύμων ἐπίσκοπος Σαλούστιος ἔτη ηʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη θʹ. θʹ. Ἀντιοχείας ἐπίσκοπος Φλαβιανὸς ἔτη ιγʹ. ζʹ. Τούτῳ τῷ ἔτει Κέλαρα τὸν μάγιστρον ὑπὸ τοῦ βασιλέως πεμφθέντα μετὰ τῆς σὺν αὐτῷ πλείστης δυνάμεως, καὶ τὴν ὅλην σχεδὸν 148 ἐξουσίαν παρειληφότα σὺν Ἀρεοβίνδῳ τῷ στρατηγῷ, τούτοις κατεπίστευσεν ὁ βασιλεὺς τὴν τοῦ παντὸς πολέμου διοίκησιν. Ἀππίωνα δὲ καὶ Ὑπάτιον μεταπέμπεται σπουδαίως εἰς τὸ Βυζάντιον, οὐκ ἀναγκαίους ἡγησάμενος εἶναι τῷ στρατοπέδῳ διὰ τὴν πρὸς Ἀρεόβινδον τὸν στρατηγὸν ἔχθραν, Καλλιόπιον δὲ τὸν στρατηγὸν ἐπιστήσας τῇ τοῦ δαπανήματος ἀρχῇ. τοῦ Κέλαρος τοίνυν ἄριστα τὸν πάντα πόλεμον ἅμα τῷ Ἀρεοβίνδῳ καὶ Πατρικίῳ καὶ Βωνόσῳ καὶ Τιμοστράτῳ καὶ Ῥωμανῷ καὶ τοῖς λοιποῖς κατὰ διαφόρους τόπους οἰκονομήσαντος· (ἦν γὰρ ὁ ἀνὴρ μετὰ λόγου καὶ παιδείας πάσης χάριτος πολλῆς θεοῦ πεπληρωμένος καὶ ἀνδρεῖος, Ἰλλύριος μὲν τὸ γένος, ὅθεν καὶ Ἀναστάσιος ὥρμητο·) πολλὰ μὲν τῆς Περσικῆς χώρας καὶ φρούρια* ἐπιδρομάς, τὰ μὲν πυρί, τὰ δὲ καὶ ἄλλοις καθῃρέθη τρόποις· ὥστε καὶ αὐτὴν Νισίβιν μικροῦ δεῖν ὑπὸ Ῥωμαίους γενέσθαι· ἐκράτει γὰρ καὶ λιμὸς τῶν Περσῶν τηνικαῦτα· εἶτα καὶ ἐπανάστασις αὐτοῖς ἐπισυμβέβηκεν ἐθνικὴ τῶν λεγομένων Καδουσίων καὶ ἑτέρων ἐθνῶν, καὶ οὕτως ἁπλῶς ἐπικρατοῦσι τῶν Περσικῶν πραγμάτων Ῥωμαῖοι, ὡς ἀποστεῖλαι Κουάδην Ἀσπέτιον τὸν στρατηγὸν περὶ εἰρήνης ἐσπουδασμένως διαλεχθῆναι Ῥωμαίοις, καὶ ἢ μηδὲν ἢ ὀλίγον τι κομιζόμενον ἀποδοῦναι καὶ Ἄμιδαν αὐτοῖς, οὔπω δυνηθεῖσι μετὰ μυρίων πόνων καὶ λιμὸν ἤδη πολὺν ἐπικρατήσαντα τῶν φυλάκων ἀπὸ Περσῶν αὐτὴν ἐξελέσθαι, καὶ διὰ τὴν τοῦ τόπου θέσιν καὶ τὸ τῶν τειχῶν ἀκατάλυτον. πλὴν οἱ στρατηγοὶ χειμῶνα πάλιν ὁρῶντες ἐπιόντα καὶ αἱρετώτερον εἶναι κρίναντες ὀλίγων ταλάντων ἐξωνήσασθαι τὸ Ῥωμαϊκὸν στρατόπεδον ἐκ τοῦ δυσχειμερίου τῶν τόπων, ἐν οἷς οἱ πρὸς Ἀσπέτιον ἐγίνοντο λόγοι, τρία τάλαντα παρασχόντες καὶ ἀναλαβόντες Βασίλειον τὸν Ἐδεσηνόν, ὁμηρεύοντα παρὰ Πέρσας ἔτι, (Ἀλύπιοςγὰρ ὁ χρηστὸς ἐτεθνήκει νόσῳ καμὼν παρ' ἐκείνοις,) καὶ ἀναδόντες 149 οὓς εἶχον ὁμήρους, Ἄμιδάν τε ἀπολαμβάνουσι καὶ τὰς περὶ τῆς εἰρήνης ποιοῦνται συνθήκας, ἐν μεθορίοις γενόμενοι τοῦ Ἀμμουδίας καὶ τοῦ Μάρδης φρουρίου, καὶ γράμμασι αὐτὰ βεβαιώσαντες. καὶ τοῦτο τέλος ἔσχεν ὁ Περσικὸς Ἀναστασίου πόλεμος κατὰ τὸ πεντεκαιδέκατον ἔτος τῆς αὐτοῦ βασιλείας. τριετίαν μὲν κρατήσας, μᾶλλον δὲ τῶν ἔμπροσθεν πολέμων τὴν Περσῶν λυμηνάμενος γῆν, εἰς τοῦτο τὸ τέλος τοῦ πεντεκαιδεκάτου ἔτους τῆς Ἀναστασίου βασιλείας ἔληξεν. Ἰωάννου δὲ τοῦ ἐπισκόπου Ἀλεξανδρείας τελευτήσαντος, Ἰωάννης ὁ Νικαιώτης ἐχειροτονήθη ἀντ' αὐτοῦ. Τῷ δ' αὐτῷ ἔτει ἐκέλευσεν Ἀναστάσιος, καὶ ἐχωνεύθησαν πολλὰ χαλκουργήματα, ἐξ ὧν ἔστησεν ὁ μέγας Κωνσταντῖνος. ἐποίησε δὲ ἐξ αὐτῶν στήλην ἰδίαν, ἣν ἔστησεν εἰς τὸν κίονα τοῦ Ταύρου. ἡ γὰρ πρώην ἑστῶσα Θεοδοσίου τοῦ μεγάλου ἔπεσεν ἀπὸ σεισμοῦ καὶ συνετρίβη. Κόσμου ἔτη εϠϟθʹ. Τῆς θείας σαρκώσεως ἔτη υϟθʹ. Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔτη κζʹ. ιϛʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. ιβʹ. Ῥώμης ἐπίσκοπος Σύμμαχος ἔτη ιβʹ. ϛʹ. Κωνσταντ ἐπίσκοπος Μακεδόνιος ἔτη ιϛʹ. ιαʹ. Ἱεροσολύμων ἐπίσκοπος Σαλούστιος ἔτη ηʹ. δʹ. Ἀλεξανδρείας ἐπίσκ. Ἰωάννης ὁ Νικαιώτης ἔτη ιαʹ.
134.8.1
Ἀντιοχείας ἐπίσκοπος Φλαβιανὸς ἔτη ιγʹ. ηʹ. Τούτῳ τῷ ἔτει Ἀναστάσιος ἀνεθεὶς τῶν πολέμων Μακεδόνιον τὸν πατριάρχην διαστρέψαι ἐκ τῆς ὀρθοδόξου πίστεως ἔσπευδεν. πολλοὶ δὲ τῶν ἐπισκόπων Ἀναστασίῳ χαριζόμενοι τῇ ἐν Χαλκηδόνι συνόδῳ ἀντέπιπτον, ὧν πρώτιστος ἦν Ἐλευσίνιος ὁ Σασίμων. Μανιχαῖον δέ τινα ζωγράφον Συροπέρσην ἀπὸ Κυζίκου Ἀναστάσιος ἤγαγεν ἐν σχήματι πρεσβυτέρου, ὃς ἀλλότρια τῶν ἐκκλησιαστικῶν ἁγίων εἰκόνων ἐτόλμησε γράψαι φασματώδη ἐν τῷ παλατίῳ Ἑλενιανῶν καὶ ἐν τῷ ἁγίῳ Στεφάνῳ Αὐρηλιανῶν γνώμῃ τοῦ βασιλέως χαίροντος 150 τοῖς Μανιχαίοις, ὅθεν καὶ στάσις τοῦ λαοῦ γέγονε μεγάλη. τὸν ἔπαρχον ἐν ταῖς συνάξεσι καὶ ἐν ταῖς λιταῖς τότε ἐπενόησεν ἀκολουθεῖν ὁ βασιλεύς. ἐφοβεῖτο γὰρ τῶν ὀρθοδόξων τὰς ἐπαναστάσεις· καὶ ἐγένετο εἰς ἔθος. Ξεναΐαν τὸν μανιχαιόφρονα ἤγαγεν Ἀναστάσιος εἰς τὸ Βυζάντιον, τὸν καὶ Φιλόξενον, ὡς ὁμόφρονα. Μακεδόνιος δὲ οὔτε κοινωνίας οὔτε λόγου αὐτὸν ἠξίωσεν, τοῦ κλήρου καὶ τῶν μοναχῶν καὶ τοῦ λαοῦ κατ' αὐτοῦ ταραττομένων. ὅθεν καὶ λάθρα τῆς πόλεως αὐτὸν ἐξήγαγεν Ἀναστάσιος. Ἀχόλιον δέ τινα Μακεδόνιος σπασάμενον κατ' αὐτοῦ μάχαιραν ἐξ ὑποβολῆς τῶν ἐχθραινόντων αὐτόν, μηνιαίας ἀνόνας προσέταξεν αὐτὸν λαμβάνειν, ἐπαινεθεὶς τῆς πρᾳότητος. τοῦτο δὲ καὶ εἰς ἐνδεεῖς ἱεροσύλους ἔπραξεν. Τῷ δ' αὐτῷ ἔτει ἀνεφάνη τις ἀνὴρ χυμευτὴς ὑπάρχων φοβερός, Ἰωάννης ὀνόματι, ἐν Ἀντιοχείᾳ ἐπιθέτης, ὃς λάθρα εἰσερχόμενος εἰς τὰ ἀργυροπρατεῖα ὑπεδείκνυε τοῖς ἀργυροπράταις χεῖρας ἀνδριάντων χρυσᾶς καὶ πόδας καὶ ἄλλα ζώδια λέγων· ὅτι" θησαυρὸν εὗρον γέμοντα ταῦτα·" καὶ ἠπάτησε πολλοὺς καὶ ἐκόμβωσεν ἐπαρὼν πολλὰ χρήματα· καὶ λαθὼν ἔφυγε καὶ εἰσελθὼν ἐν Κωνσταντινουπόλει ἐκόμβωσε κἀκεῖ πολλούς· ὥστε γνόντα τὸν βασιλέα κρατῆσαι αὐτόν. ὁ δὲ προσήνεγκε τῷ βασιλεῖ χαλινὸν ἵππου ὁλόχρυσον διὰ μαργαριτῶν· καὶ τοῦτον λαβὼν ὁ βασιλεὺς λέγει αὐτῷ·" ὄντως ἐμὲ οὐ κομβώνεις." καὶ ἐξώρισεν αὐτὸν εἰς τὴν Πέτραν, τὸ φρούριον τῆς Ἀσίας, καὶ ἐκεῖ ἐτελεύτησεν. ϛʹ. φʹ. ιζʹ. ιγʹ. ζʹ.
134.9.1
εʹ. βʹ. θʹ. Τούτῳ τῷ ἔτει Ἀναστάσιος ὁ βασιλεὺς ἐτείχισε τὸ Δαρᾶς χωρίον ὂν τῆς Μεσοποταμίας μέγα καὶ ὀχυρόν, μέσον τῶν ὅρων κείμενον Ῥωμαίων τε καὶ Περσῶν, καὶ ἐποίησεν ἐκκλησίας καὶ ὄρια ἀπόθετα σίτου καὶ κιστέρνας ὑδάτων καὶ ἐμβόλους, ὀνομάσας αὐτὸ Ἀναστασιούπολιν. ἔκτισε δὲ καὶ δύο δημόσια λουτρὰ καὶ ἔδωκεν αὐτῇ δίκαια πόλεως. 151 Κόσμου ἔτη ϛαʹ. Τῆς θείας σαρκώσεως ἔτη φαʹ. Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔτη κζʹ. ιηʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. ιδʹ. Ῥώμης ἐπίσκοπος Σύμμαχος ἔτη ιβʹ. ηʹ. Κωνσταντ. ἐπίσκοπος Μακεδόνιος ἔτη ιϛʹ. ιγʹ. Ἱεροσολύμων ἐπίσκοπος Σαλούστιος ἔτη ηʹ. ϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. γʹ. Ἀντιοχείας ἐπίσκοπος Φλαβιανὸς ἔτη ιγʹ. ιʹ. Τούτῳ τῷ ἔτει Ἀναστάσιος ὁ βασιλεὺς Φλαβιανόν, τὸν Ἀντιοχείας ἐπίσκοπον, ἠνάγκασε τῷ ἑνωτικῷ Ζήνωνος ὑπογράψαι· ὃς ποιήσας σύνοδον τῶν ὑπ' αὐτὸν ἐπισκόπων πολύστιχον ἐπιστολὴν ἔγραψεν, τὴν ἐν Νικαίᾳ καὶ Κωνσταντινουπόλει καὶ Ἐφέσῳ ὁμολογῶν συνόδους, τὴν ἐν Χαλκηδόνι παρασιωπήσας. ἀπεκήρυξε δὲ Διόδωρον καὶ Θεόδωρον, ὑποτάξας κεφάλαια δʹ, δι' ὧν μὴ συνᾴδων τῇ ἐν Χαλκηδόνι φαίνεται συνόδῳ, μάλιστα δὲ τῇ φωνῇ τῇ," ἐν δύο φύσεσιν," ἀπομάχονται. φασὶ δὲ αὐτά τινες Ἀκακίου τοῦ Κωνσταντινουπόλεως εἶναι. ὁ δὲ Φλαβιανὸς ἰδιάζουσαν ἐπιστολὴν ἔγραψεν Ἀναστασίῳ τῷ σκοπῷ αὐτοῦ ἑπόμενος· ὁμοίως καὶ Ξεναΐας ὁ δυσσεβής, ὅστις καὶ αὐθεντήσας προσέθηκε τούτοις τοῖς κεφαλαίοις ἀνάθεμα κατὰ τοῦ θειοτάτου Λέοντος Ῥώμης καὶ τῆς συνόδου καὶ τῶν ὁμοφρόνων αὐτῶν. Κωνσταντῖνος, ἐπίσκοπος Σελευκείας, τὴν ἐν Χαλκηδόνι ἁγίαν σύνοδον ἀνεθεμάτισε γράψας τὸ αὐτὸ καὶ Ξεναΐᾳ. Φλαβιανὸς δὲ ὡς διαβάλλων αὐτοὺς ἔγραψε τῷ βασιλεῖ μηνύων ταῦτα. ὁ δὲ βασιλεὺς ἠγανάκτησε κατ' αὐτοῦ, Κωνσταντῖνον καὶ Ξεναΐαν μᾶλλον ἀποδεξάμενος. Ἡλίᾳ, τῷ ἐπισκόπῳ Ἱεροσολύμων, ἔγραψεν Ἀναστάσιος κελεύων κατὰ τῆς ἐν Χαλκηδόνι συνόδου ψηφίσασθαι. Ἡλίας δὲ ἀντέγραψε τῷ βασιλεῖ ἀναθεματίζων Νεστόριον καὶ Εὐτυχέα, Διόδωρον δὲ καὶ Θεόδωρον καὶ τὴν ἐν Χαλκηδόνι σύνοδον ἀποδεχόμενος. Τῷ δ' αὐτῷ ἔτει ἐγένετο ἐν Ἀλεξανδρείᾳ ταραχὴ μεταξὺ Ἰωάννουτοῦ ἐπισκόπου τοῦ Νικαιώτου καὶ Δαγαλαΐφου κόμητος περὶ Γεννα152 δίου τοῦ Φικοπτέρου· καὶ ἐγένετο στάσις ἐπὶ τῆς πόλεως ἐπὶ ἡμέρας πολλάς· καὶ ἐνεπύρισαν τὴν οἰκίαν τοῦ ἐπισκόπου Ἰωάννου οἱ στρατιῶται, ὑπὸ δὲ τῶν πολιτῶν ἡ οἰκία Φικοπτέρου· καὶ ἔστησαν οἱ Ἀλεξανδρεῖς στήλην τοῦ βασιλέως ἐν τῷ Ἀντικανθάρῳ. ιθʹ. ιεʹ. θʹ. ιδʹ. ζʹ. δʹ. ιαʹ. Τούτῳ τῷ ἔτει μοναχοί τινες αἱρετικοὶ σʹ ἐλθόντες ἀπὸ ἀνατολῆς ἐν τῷ Βυζαντίῳ ἅμα Σευήρῳ τῷ δυσσεβεῖ κατὰ Μακεδονίου καὶ τῆς συνόδου ἐσπούδαζον. τούτους Ἀναστάσιος ἐντίμως ἐδέξατο ὡς ἐχθροὺς τῆς ἀληθείας καὶ ταράξαντας τὴν ἀνατολὴν καὶ ὧδε τὰ αὐτὰ πράσσοντας. Ἰωάννης δέ, ὁ ἐπίσκοπος Ἀλεξανδρείας, δισχιλίας λίτρας χρυσίου δίδειν ὑπέσχετο τῷ βασιλεῖ, εἰ τὴν ἐν Χαλκηδόνι σύνοδον ἐκβάλῃ τελείως. ὁ δὲ βασιλεὺς ἠνάγκαζε Μακεδόνιον κοινωνῆσαι τοῖς ἀποκρισιαρίοις Ἰωάννου καὶ Ἰωάννην δέξασθαι μὴ δεχόμενον μηδὲ ἐκβάλλοντα τὴν σύνοδον. Μακεδόνιος δὲ ἀντέστη εἰπὼν μὴ κοινωνεῖν αὐτοῖς, εἰ μὴ ὁμολογήσωσι μητέρα καὶ διδάσκαλον τὴν ἐν Χαλκηδόνι σύνοδον. Δευτέριος δὲ ὁ ἐπίσκοπος τῶν Ἀρειανῶν τοῦ Βυζαντίου βαπτίζων τινὰ Βάρβαν λεγόμενον, παρὰ τὴν δεσποτικὴν παράδοσιν ἐτόλμησεν εἰπεῖν·" βαπτίζεται Βάρβας εἰς ὄνομα πατρὸς δι' υἱοῦ ἐν ἁγίῳ πνεύματι." καὶ εὐθέως ἐξηράνθη ἡ κολυμβήθρα. ὁ δὲ Βάρβας ἔμφοβος γενόμενος ἔφυγε καὶ πᾶσιν ἐγνώρισε τὸ θαῦμα. ὁ δὲ βασιλεὺς Μακεδόνιον τὸν Κωνσταντινουπόλεως ἐπίσκοπον ἠνάγκαζεν ἀναθεματίσαι τὴν ἐν Χαλκηδόνι σύνοδον, καθάπερ καὶ Ἡλίας ὁ Ἱεροσολύμων· ὁ δὲ Μακεδόνιος χωρὶς οἰκουμενικῆς συνόδου ἐχούσης πρόεδρον τὸν Ῥώμης ἐπίσκοπον ἀδύνατον ποιῆσαι τοῦτο ἔλεγεν. ὅθεν ἐχθράνας αὐτῷ ὁ βασιλεὺς τοὺς προσφεύγοντας τῇ ἐκκλησίᾳ ἀποσπᾶσθαι ἐκέλευσε βιαίως, καὶ ταῖς ἐκκλησίαις τῶν αἱρετικῶν ὅρους ἀσυλίας παρέσχετο. ὅσοι δὲ κληρικοὶ καὶ λαϊκοὶ αἱρετικοὶ ἐτύγχανον ἐν τῷ Βυζαντίῳ, τῷ Σευήρῳ καὶ τοῖς αἱρετικοῖς μοναχοῖς ἀνατολικοῖς ἐσχόλαζον κατὰ Μακεδονίου σπουδάζοντες. οἱ δὲ κατὰ τὴν Παλαιστίνην θεοφόροι μοναχοὶ ζήλῳ θείῳ κινηθέντες ἦλθον εἰς τὸ Βυζάντιον κατὰ Σευήρου καὶ τῶν σὺν αὐτῷ μοναχῶν Δωρόθεος δέ, μοναχὸς Ἀλεξανδρεύς, πολύστιχον βίβλον ἔγραψεν 153 ὑπὲρ τῆς ἐν Χαλκηδόνι συνόδου, ἣν δέδωκε Μάγνᾳ, τῇ νύμφῃ Ἀναστασίου ἐπ' ἀδελφῷ, ὀρθοδόξῳ οὔσῃ. αὕτη δὲ Ἀναστασίῳ τὴν βίβλον προσήνεγκεν ἐλπίζουσα δι' αὐτῆς μετατίθεσθαι αὐτόν. ὁ δὲ ἐντυχὼν αὐτῇ καὶ παρὰ γνώμην αὐτοῦ εὑρὼν οὖσαν, Δωρόθεον μὲν εἰς Ὄασιν ἐξορίζει καὶ τὴν βίβλον ἐξουθενεῖ διὰ τὸ ἐπιγράφειν," Τραγῳδία, ἤγουν προφητεία τῆς νῦν καταστάσεως." ὥσπερ τῷ μεγάλῳ Βασιλείῳ φασὶν εἰρῆσθαι κατὰ Ἰουλιανοῦ. ὁ δὲ Μακεδόνιος Φλαβιανὸν τὸν Ἀντιοχείας καὶ πάντας τοὺς τολμῶντας λέγειν τι κατὰ τῆς συνόδου ἀνεθεμάτιζεν, καὶ τοὺς ἀποκρισιαρίους Φλαβιανοῦ ἐλθόντας πρὸς αὐτὸν διά τινας χρείας ἀνεθεμάτισε καὶ ἐδίωξεν. κʹ. ιϛʹ. ιʹ. ιεʹ. ηʹ. εʹ. ιβʹ. Τούτῳ τῷ ἔτει σύνοδον κροτηθῆναι ἐν Σιδῶνι Ἀναστάσιος ἐθέσπισεν. Σωτήριχος γάρ, ὁ ἐπίσκοπος Καισαρείας Καππαδοκίας, ὑπὸ Μακεδονίου χειροτονούμενος ἐγγράφως ὡμολόγησε δέχεσθαι τὰ δόγματα τῆς ἐν Χαλκηδόνι συνόδου ὡς ὅρον πίστεως. μετὰ δὲ ταῦτα πολεμιώτατος γέγονεν οὕτως, ὡς ἀπελθεῖν εἰς ἀνατολὴν καὶ τῷ δυσσεβεῖ Ξεναΐᾳ κοινολογήσασθαι, καὶ ἄμφω σύνοδον γενέσθαι εἰς Σιδῶνα τὸν βασιλέα αἰτήσασθαι ἐπὶ τελείᾳ ἐκβολῇ τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου· ἥτις καὶ συνέστη καὶ θᾶττον διελύθη, τοῦ βασιλέως πέμψαντος εἰς τοῦτο Εὐτρόπιον τριβοῦνον, ὃς καὶ διαλύσας αὐτὴν Φλαβιανὸν τὸν Ἀντιοχείας καὶ Ἡλίαν τὸν Ἱεροσολύμων σὺντοῖς ἐπισκόποις αὐτῶν τὰ πρὸς ἡδονὴν γράψαι τῷ βασιλεῖ παρεσκεύασεν. Φλαβιανὸς δὲ τὰς τρεῖς μόνας συνόδους καὶ τὸ Ζήνωνος ἑνωτικὸν δέχεσθαι ἔγραψεν, τῆς ἐν Χαλκηδόνι μνήμην μὴ ποιησάμενος. Ἡλίας δὲ ὁ Ἱεροσολύμων καὶ τὴν ἐν Χαλκηδόνι ἔγραψεν ἀποβάλλεσθαι. Σωτήριχος δὲ ὁ Καισαρείας καὶ Ξεναΐας κατὰ Φλαβιανοῦ καὶ Ἡλία ἀνήγαγον τῷ βασιλεῖ, ὅτι διὰ τὸ μὴ θέλειν αὐτοὺς τρανῶς κατὰ τῆς συνόδου τῆς ἐν Χαλκηδόνι ἀποφήνασθαι οὐ συνῆλθον ἀλλήλοις. Ἀναστάσιος δὲ ὀργισθεὶς ὑπέθετο μοναχοῖς τισι ψευδωνύμοις συνελθεῖν ἐν Ἀντιοχείᾳ καὶ κατὰ Φλαβιανοῦ στασιάσαι, αἰτοῦντας αὐτὸν ἀναθεματίσαι τὴν ἐν Χαλκηδόνι σύνοδον καὶ Διόδωρον καὶ Θεόδω154 ρον καὶ Ἰβᾶν καὶ Θεοδώρητον· ὃ καὶ ἐποίησε μικροψυχήσας Φλαβιανὸς καὶ ἐπ' ἐκκλησίας αὐτοὺς ἀνεθεμάτισε σὺν τῇ συνόδῳ. Τῷ δ' αὐτῷ ἔτει καὶ κατὰ Μακεδονίου ὁ βασιλεὺς συνεσκεύαζεν· καὶ οἱ ἀποσχισταὶ μετὰ μισθωτῶν ὄχλων ἐν τῷ Ἀρχαγγέλῳ τοῦ παλατίου καὶ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ψάλλοντες ἐν κυριακῇ τὸ τρισάγιον προσετίθουν τό," ὁ σταυρωθεὶς δι' ἡμᾶς," ὥστε τοὺς ὀρθοδόξους ἐξ ἀνάγκης μετὰ πληγῶν αὐτοὺς ἐλάσαι. ὁ δὲ βασιλεὺς προφανῶς διὰ τῶν ἀποσχιστῶν μοναχῶν καὶ κληρικῶν καὶ Ἰουλιανοῦ τοῦ Καρίας ποτὲ ἐπισκόπου, ἔπειτα δὲ Ἁλικαρνασοῦ καὶ Σευήρου τοῦ δυσσεβοῦς ἔτι μοναχοῦ ὄντος ἐπολέμει τὸν Μακεδόνιον ὕβρεσιν αὐτὸν δημοσίαις αἰσχραῖς συμβάλλων. τὰ δὲ πλήθη σὺν γυναιξὶ καὶ τέκνοις ἡγουμένοις τε τῶν ὀρθοδόξων μοναχῶν ἔκραζον ἀθροισθέντα·" καιρὸς μαρτυρίου, Χριστιανοί, μὴ καταλείψωμεν τὸν πατέρα ἡμῶν·" ὑβρίζοντες τὸν βασιλέα Μανιχαῖον καὶ τοῦ κράτους ἀνάξιον. ὁ δὲ φοβηθεὶς ἀπέκλεισε τὰς θύρας τοῦ παλατίου, καὶ πλοῖα πρὸς τὸ φυγεῖν εὐτρέπισεν. τὸν δὲ Μακεδόνιον ὀμόσας μηκέτι θεάσασθαι τότε παρεκάλει ἰδεῖν, φοβηθεὶς τὰ πλήθη. τούτου δὲ ἐρχομένου πρὸς αὐτόν, ὁ λαὸς τοῖς ἡγουμένοις καὶ μοναχοῖς διεμαρτύρατο λέγων·" τὸν πατέρα παρ' ὑμῶν ἔχομεν." καὶ οἱ τῶν σχολῶν εὐφήμουν αὐτὸν διερχόμενον. εἰσελθὼν δὲ πρὸς Ἀναστάσιον ἤλεγξεν αὐτὸν ὡς πολέμιον τῆς ἐκκλησίας. ὁ δὲ ὑπεκρίθη πρὸς τὴν ὥραν ἑνοῦσθαι αὐτῷ. Ἱεροσολύμων ἐπίσκοπος νβʹ Ἡλίας ἔτη κγʹ. ϛδʹ. φδʹ. καʹ. ιζʹ. ιαʹ.
134.10.1
αʹ. ϛʹ. ιγʹ. Τούτῳ τῷ ἔτει Μακεδόνιον ἠπάτησεν ὁ βασιλεὺς διὰ Κέλαρος μαγίστρου ὑπομνηστικὸν ποιήσας πρὸς αὐτόν, ἐν ᾧ τὴν πρώτην καὶ δευτέραν σύνοδον ὁμολογεῖ δέχεσθαι, τὴν δὲ ἐν Ἐφέσῳ καὶ Χαλκηδόνι εἴασεν· ὅπερ μέμψιν μεγάλην τῷ Μακεδονίῳ προσήγαγεν. διὰ γὰρ τούτου καὶ τὸ ἑνωτικὸν Ζήνωνος ἐδέξατο, ᾧ τινι καὶ χειρο155 τονούμενος ὑπέγραψεν. ὁ δὲ Μακεδόνιος ἀπελθὼν εἰς τὴν Δαλμάτου μονὴν τοῖς μοναχοῖς καὶ κληρικοῖς ζηλωταῖς σκανδαλισθεῖσιν εἰς αὐτὸν ἀπελογήσατο διὰ προσφωνητικοῦ, ὅτι δέχεται τὴν ἁγίαν ἐν Χαλκηδόνι σύνοδον καὶ τοὺς μὴ δεχομένους αὐτὴν αἱρετικοὺς ἔχει· καὶ συνελειτούργησαν αὐτῷ. ὁ δὲ βασιλεὺς δώροις ἔπεισε τοὺς ὁμόφρονας αὐτοῦ μοναχοὺς καὶ κληρικοὺς ἄλλον ἐπίσκοπον ψηφίσασθαι, ὅπερ καὶ Ἀρεάδνην καὶ τοὺς τῆς συγκλήτου μεγάλως ἐλύπει· ἠγαπᾶτο γὰρ Μακεδόνιος καὶ διὰ τὸ καθαρὸν τοῦ βίου καὶ διὰ τὸ ὀρθὸν τῶν δογμάτων, εἰ καὶ ἠπατήθη. παρεσκεύασε δὲ ὁ βασιλεὺς δύο φαύλους τινὰς κατηγορῆσαι Μακεδόνιον ὡς παιδεραστὴν καὶ αἱρετικόν, ἐπιδοῦναί τε ταῦτα ἐγγράφως τῷ ἐπάρχῳ καὶ τῷ μαγίστρῳ· ὁμοίως δὲ καὶ κατὰ πρεσβυτέρων καὶ διακόνων ὀρθοδόξων. ἐκέλευσε δὲ Κέλαρα τὸν μάγιστρον καταγαγεῖν αὐτὸν τοῦ ἐπισκοπείου βιαίως, βοῶντος Μακεδονίου, ἑτοίμως ἀπολογεῖσθαι οὐ μόνον ἐν τῷ πραιτωρίῳ, ἀλλὰ καὶ ἐν τῷ θεάτρῳ. πολλοὶ δὲ τῶν κληρικῶν εἰς φυλακὰς ἐβλήθησαν· ἄλλοι δὲ φυγεῖν ἰσχύσαντες ἐν Ῥώμῃ καὶ Φοινίκῃ διεσπάρησαν. ὁ δὲ ἀσεβὴς βασιλεὺς τὸν αὐθεντικὸν χάρτην τῶν πεπραγμένων ἐν Χαλκηδόνι διὰ τοῦ μαγίστρου λαβεῖν παρὰ Μακεδονίου πρὸς διάρρηξιν ἔσπευδεν. Μακεδόνιος δὲ σφραγίσας αὐτὸν ἐν τῷ θυσιαστηρίῳ ἀπέθετο. Καλοπόδιος δὲ ὁ εὐνοῦχος, οἰκονόμος ὢν τῆς μεγάλης ἐκκλησίας, κλέψας αὐτὸν τῷ βασιλεῖ ἀπεκόμισεν. τότε Μακεδόνιον νυκτὸς ἐξαγαγὼν ὁ βασιλεὺς βιαίως εἰς Χαλκηδόνα κἀκεῖθεν ἐν Εὐχαΐτοις ἐξορισθῆναι προσέταξε μηδὲν τῶν κατ' αὐτοῦ ζητηθῆναι τολμήσας, φοβηθεὶς τὰ πλήθη. τῇ δὲ ἑξῆς προὐβάλετο ἐπίσκοπον Τιμόθεόν τινα, πρεσβύτερον καὶ σκευοφύλακα τῆς ἐκκλησίας, τὸ ἐπίκλην Λιτροβούλην καὶ Κήλωνα διά τινας πράξεις προσφόρους τοῖς ὀνόμασιν, ὅστις εἰσιὼν ἐν ταῖς ἐκκλησίαις πρότερον τὰς Μακεδονίου εἰκόνας κατέφερε καὶ οὕτως ἐλειτούργει· Ἰωάννην δὲ τὸν Ἀλεξανδρείας ἐν τοῖς διπτύχοις ἐνέταξε τὸν Νικαιώτην καὶ συνοδικὰ πρὸς αὐτὸν ἔγραψεν. Ἀναστάσιος δὲ ἐννοηθείς, ὅτι χωρὶς 156 καθαιρέσεως τὸν Μακεδόνιον ἀκρίτως ἐξώρισεν, πέμψας μαγιστριανὸν ἔστησεν αὐτὸν ἐπέκεινα Κλαυδιουπόλεως τῆς Ὀνωριάδος. αὐτοὶ δὲ δικασταὶ καὶ μάρτυρες καὶ κατήγοροι ὄντες ἀπόντα καθαιροῦσι τὸν ἐκβληθέντα πρὸ κρίσεως, δι' ἐπισκόπων τε πέμπουσι τὴν καθαίρεσιν καὶ πρεσβυτέρου Κυζικηνοῦ. τούτους ἰδὼν Μακεδόνιος, πρὶν αὐτοὺς λαλῆσαί τι, ἠρώτα, εἰ δέχονται τὴν ἐν Χαλκηδόνι σύνοδον; τῶν δὲ εἰπόντων·" τίς γὰρ εἴη τούτου;" αὐτὸς ἔφη·" Σαββατιανοὶ ἢ Μακεδονιανοὶ εἰ ἔφερόν μοι καθαίρεσιν, ἔδει με δέξασθαι." καὶ οὕτως ὑπέστρεψαν ἄπρακτοι· καὶ αὐτὸς κατέλαβε τὰ Εὐχάϊτα. τότε καὶ Φλαβιανὸν ἐσπούδασε τοῦ θρόνου Ἀντιοχείας ἐκβαλεῖν ὁ παράνομος βασιλεὺς καὶ Σευῆρον τὸν προφανῆ τῆς ἀληθείας ἐχθρὸν ἀντεισαγαγεῖν. ἐπέθεντο δὲ κατηγοροῦντες αὐτὸν ὅτι στόματι μόνον τὴν σύνοδον ἀνεθεμάτισεν, καὶ οὐ καρδίᾳ. λοιπὸν καὶ συνεβούλευον αὐτῷ οἱ πεμφθέντες ἄρχοντες παρὰ τοῦ βασιλέως τοῦ ἐξεῶσαι αὐτὸν ὀλίγον ὑποχωρῆσαι διὰ τὸν τάραχον. τούτου δὲ εἰς Πλατάνους ἐξελθόντος, εὐθέως τὸν δυσσεβῆ Σευῆρον ἐχειροτόνησαν προσμονάσαντα ἐν τῇ μονῇ τῶν ἀποσχιστῶν πλησίον τοῦ Μαϊουμᾶ Γάζης. Φλαβιανὸν δὲ ἐν Πέτραις ἐξώρισαν καὶ ἄλλους πολλοὺς ἐπισκόπους σιδηρωμένους καὶ κληρικοὺς καὶ μοναχούς. Ἡλίας δὲ ὁ Ἱεροσολύμων ἀναγκαζόμενος ὑπὸ τοῦ βασιλέως ἢ Σευήρῳ κοινωνῆσαι ἢ τῆς ἐπισκοπῆς ἐκβληθῆναι, τῶν μοναχῶν ὀχυρωσάντων αὐτόν, τῆς ἐπισκοπῆς μᾶλλον ᾑρετίσατο ἐκβληθῆναι, καὶ ἐχειροτονήθη Ἰωάννης ἀπὸ σταυροφυλάκων συνθέμενος ποιεῖν ὅσα θέλωσιν. χειροτονηθεὶς δὲ οὐδέτερον ἐποίησεν. 157 Κόσμου ἔτη ϛεʹ. Τῆς θείας σαρκώσεως ἔτη φεʹ. Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔτη κζʹ. κβʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. ιηʹ. Ῥώμης ἐπίσκοπος Σύμμαχος ἔτη ιβʹ. ιβʹ. Κωνσταντ. ἐπίσκοπος Τιμόθεος ἔτη ϛʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. ζʹ. Ἀντιοχείας ἐπίσκοπος Σευῆρος ἔτη ζʹ. αʹ. Τούτῳ τῷ ἔτει Βιταλιανόν, τὸν υἱὸν Πατρικιόλου κόμητος Φοιδεράτων, οἱ ἐν Σκυθίᾳ καὶ Μυσίᾳ καὶ λοιπαῖς χώραις ὀρθόδοξοι παρεκάλουν κινηθῆναι κατὰ Ἀναστασίου τοῦ δυσσεβοῦς. ὁ δὲ κινηθεὶς πολλὰς μυριάδας ἀνεῖλε στρατοῦ τῶν ὑπὲρ Ἀναστασίου μαχομένων, χρυσόν τε εἰς ῥόγας αὐτῶν πεμπόμενον πλεῖστον καὶ ὅπλα εἰς συμμαχίαν καὶ δαπάνας καὶ ὅσα ἄλλα ἐχειροῦτο. φασὶ δὲ ὅτι ἐν μιᾷ συμβολῇ ξεʹ χιλιάδας στρατοῦ βασιλικοῦ ἐκρήμνισε σὺν Ὑπατίῳ στρατηγοῦντι αὐτῶν, υἱῷ ἐξ ἀδελφῆς Ἀναστασίου καὶ Σεκουνδίνου πατρικίου, ὃν καὶ πιάσας ζῶντα ἐν φρουρᾷ εἶχεν. Ἀναστάσιος δὲ ὁ παράνομος βασιλεύς, καὶ Τιμόθεος, ὁ ἀνίερος ἐπίσκοπος Κωνσταντινουπόλεως, πολλὰ κακὰ τοῖς ὑπὲρ Μακεδονίου καὶ τῆς συνόδου μοναχοῖς τε καὶ κληρικοῖς καὶ λαϊκοῖς ἐπεδείξαντο· ὥστε καὶ εἰς Ὄασιν τῆς Θηβαΐδος ἐξώρισαν πολλούς. Τιμοθέου δὲ τὰ συνοδικὰ καὶ Μακεδονίου τὴν καθαίρεσιν τοῖς κατὰ πόλιν ἐπισκόποις ὑπογράψαι ἔπεμψαν· ὧν οἱ μὲν ἀνδρειότεροι πρὸς ἄμφω ἀντέστησαν· οἱ δὲ παράφοροι φόβῳ τοῦ βασιλέως ἀμφοτέροις ὑπέγραψαν· οἱ δὲ μέσοι τῇ καθαιρέσει Μακεδονίου οὐχ ὑπέγραψαν, εἰ μὴ μόνον τοῖς συνοδικοῖς Τιμοθέου, ὅπερ ταὐτὸν ἦν, εἰ καὶ διαφέρειν αὐτοῖς ἐδόκει. Τιμόθεος δὲ τὸ ὄνομα Σευήρου βουληθεὶς ἐντάξαι τοῖς διπτύχοις καὶ τὸ Φλαβιανοῦ ἐκβάλαι ὑπὸ τοῦ λαοῦ ἐκωλύθη. Σευήρου γὰρ τὴν κοινωνίαν πάντες οἱ ὀρθόδοξοι ἔφυγον, μάλιστα οἱ μοναχοί, οὓς μετὰ πλήθους ἀγροικικοῦ τιμωρῶν πολλοὺς ἐφόνευσε τὰ θυσιαστήρια ἀνατρέπων καὶ τὰ ἱερὰ σκεύη τῶν ὀρθοδόξων χωνεύων ὁ ἱερόσυλος. Ἰουλιάνα δὲ ἡ περιφανεστάτη, ἡ κτίσασα τὸν ἱερὸν ναὸν 158 τῆς θεοτόκου ἐν τοῖς Ὀνωράτοις, ἀντεποιεῖτο σφόδρα τῆς ἐν Χαλκηδόνι συνόδου, ὡς καὶ τὸν βασιλέα πολλὰς αὐτῇ διαστροφὰς ἐφευρόντα μὴ πεῖσαι κοινωνῆσαι τῷ Τιμοθέῳ. καὶ αὐτὸς δὲ Τιμόθεος πολλάκις πρὸς αὐτὴν ἀπελθὼν οὐκ ἔπεισεν αὐτήν. Πομπήϊον, τὸν ἀνεψιὸν αὐτοῦ, ὁ βασιλεὺς καὶ τὴν τούτου γαμετὴν κοσμίαν οὖσαν καὶ εὐποιΐαις σχολάζουσαν πολλαῖς περιστάσεσιν ἐταπείνου, ὡς ζηλωτὰς τῆς συνόδου καὶ ὡς χορηγοῦντας Μακεδονίῳ ἐν τῇ ἐξορίᾳ τὰ πρὸς χρείαν. οἱ δὲ σταλέντες παρὰ Τιμοθέου ἐν Ἀλεξανδρείᾳ πρὸς Ἰωάννην τὸν Νικαιώτην ἐπ' ἄμβωνος τὴν ἐν Χαλκηδόνι ἁγίαν σύνοδον ἀνεθεμάτισαν. τοῦ ἡγουμένου τῆς Δίου μονῆς τελευτήσαντος, ἦλθε Τιμόθεος προβαλέσθαι ἡγούμενον. ὁ δὲ μέλλων προβιβάζεσθαι ἔφη μὴ δέχεσθαι εὐλογίαν παρὰ ἀνδρὸς ἀθετοῦντος τὴν ἐν Χαλκηδόνι σύνοδον. Τιμόθεος δὲ ἔφη·" ἀνάθεμα παντὶ ἀνθρώπῳ τῷ μὴ δεχομένῳ τὴν ἐν Χαλκηδόνι σύνοδον." καὶ οὕτω προχειρισθῆναι ὑπ' αὐτοῦ κατεδέξατο ὁ ἡγούμενος. Ἰωάννης δέ, ὁ ἀρχιδιάκονος Τιμοθέου, Μανιχαῖος ὤν, ὑβρίσας Τιμόθεον τῷ βασιλεῖ ἐμήνυσεν. ὁ δὲ βασιλεὺς ἀτιμάσας Τιμόθεον χαλεπῶς κατὰ πρόσωπον ἀρνούμενον εὗρε καὶ πάλιν ἀναθεματίζοντα τοὺς δεχομένους τὴν ἐν Χαλκηδόνι σύνοδον. Ἰωάννης δὲ ὁ Ἀλεξανδρείας ὁ δυσσεβὴς ἐκώλυσε τοὺς Αἰγυπτίους ἀνέρχεσθαι εἰς Ἱεροσόλυμα διὰ τὸ μὴ κοινωνεῖν ἐν τῇ ὑψώσει τῇ ἐν Χαλκηδόνι συνόδῳ. φοβερὰ δέ τινα ὑπὸ δαιμονιώντων ἐγένετο τότε εἰς Ἱεροσόλυμα. Ἀναστάσιος δέ τις ἐπιθυμῶν γενέσθαι δοὺξ Παλαιστίνης ὑπέσχετο τῷ βασιλεῖ," εἰ μὴ πείσω Ἰωάννην, τὸν μετὰ Ἡλίαν ἐπίσκοπον Ἱεροσολύμων, κοινωνῆσαι Σευήρῳ, δίδειν τʹ λίτρας χρυσίου." λαβὼν οὖν τὴν ἀρχὴν ἦλθεν εἰς Ἱεροσόλυμα καὶ Ἰωάννην μὴ πειθόμενον εἰς φρουρὰν ἐνέβαλεν. Ζαχαρίας δέ τις ἄρχων Παλαιστίνης, θεοφιλὴς ἀνήρ, ὑπέθετο τῷ ἐπισκόπῳ ζήλῳ θείῳ φερόμενος ὑποσχέσθαι τῷ δουκὶ ποιεῖν τὰ δοκοῦντα αὐτῷ, εἰ ἀποκατασταθῇ εἰς τὸν θρόνον αὐτοῦ. τοῦ δὲ ἀπολύσαντος αὐτὸν καὶ ἀποκαταστήσαντος, συναγαγὼν τὰ μοναστήρια εἰς τὸν ναὸν τοῦ ἁγίου Στεφάνου καὶ ἀνελθὼν ἐπ' ἄμβωνος ἀνεθεμάτισε Νεστόριον καὶ Εὐτυχέα καὶ Σευῆρον καὶ Σωτήριχον τὸν Καισαρείας, ἀναγορεύσας τὰς ἁγίας καὶ 159 οἰκουμενικὰς τέσσαρας συνόδους· παρῆν δὲ καὶ Ὑπάτιος, ὁ ἀδελφιδὸς τοῦ βασιλέως, μὴ κοινωνῶν Σευήρῳ τὸ σύνολον· οὗτος κοινωνήσας Ἰωάννῃ τότε χρυσίου λίτρας ρʹ δέδωκε Θεοδοσίῳ τῷ ὁ σίῳ, ἐξάρχῳ ὄντι τῶν μοναστηρίων, εἰς διανομὴν τῶν ὑπὲρ τῆς ὀρθῆς πίστεως καὶ τῆς ἐν Χαλκηδόνι συνόδου ζηλούντων μοναχῶν. ὁ δὲ βασιλεύς τινας τῶν ἀρχόντων προσέταξεν εἰς τὸν ναὸν τοῦ ἁγίου Θεοδώρου τῶν Σφωρακίου ἐπ' ἄμβωνος τὴν προσθήκην τοῦ τρισαγίου ὑποβάλλειν· ὥστε τὰ πλήθη ἀγανακτοῦντα ἐξελθεῖν κατὰ τὴν ἡμέραν τῆς λιτῆς γινομένης ἐν τῷ Τρικόγχῳ διὰ τὴν κόνιν· ἡνίκα καὶ Τιμόθεος δι' ἐγγράφου ὑπομνηστικοῦ πάσαις ταῖς ἐκκλησίαις τῆς πόλεως προσέταξε τὸ τρισάγιον ἐν ταῖς λιταῖς μετὰ τῆς προσθήκης εἰπεῖν. ὅπερ πολλοὶ φοβούμενοι ἐποίησαν. οἱ δὲ μοναχοὶ ἄλλον ψαλμὸν ἦλθον ψάλλοντες. τούτους δὲ ἰδὼν ὁ λαὸς ἔκραζεν·" καλῶς ἦλθον οἱ ὀρθόδοξοι." στάσις τε πολλὴ γέγονε καὶ ἐμπρησμὸς οἴκων πολλῶν καὶ φόνοι μυρίοι, τοῦ ὄχλου καταβοῶντος Ἀναστασίου, καὶ ἄλλον βασιλέα αἰτούντων, Βιταλιανὸν δὲ πάντων εὐφημούντων ὡς αὐτοκράτορα· ὥστε φυγεῖν Ἀναστάσιον καὶ κρυβῆναι ἐν προαστείῳ ἐγγὺς Βλαχερνῶν, ὑπ' αὐτῆς δὲ Ἀρεάδνης ὑβρισθῆναι ὡς πολλῶν κακῶν αἴτιον Χριστιανοῖς. Ἀλαμουνδάρῳ δέ, τῷ φυλάρχῳ τῶν Σαρακηνῶν, βαπτισθέντι Σευῆρος ὁ δυσσεβὴς δύο ἐπισκόπους ἔπεμψε τῆς λώβης αὐτοῦ μεταδοῦναι αὐτῷ. θεοῦ δὲ προνοίᾳ ὑπὸ τῶν ὀρθοδόξων ὁ ἀνὴρ ἐβαπτίσθη τῶν δεχομένων τὴν σύνοδον. τῶν δὲ ἐπισκόπων Σευήρου διαστρέφειν τὸν φύλαρχον τοῦ ἀληθοῦς δόγματος σπευδόντων, θαυμαστῶς αὐτοὺς ἤλεγξεν Ἀλαμούνδαρος δραματουργίᾳ τοιαύτῃ. ἔφη γὰρ πρὸς αὐτούς·" γράμματα," φησίν," ἐδεξάμην σήμερον σημαίνοντά μοι ὅτι Μιχαὴλ ὁ ἀρχάγγελος τέθνηκεν." τῶν δὲ εἰπόντων ἀδύνατον εἶναι τοῦτο, ἔφη ὁ φύλαρχος·" καὶ πῶς θεὸς γυμνὸς ἐσταυρώθη καθ' ὑμᾶς, εἰ μὴ δύο φύσεων ἦν ὁ Χριστός, εἴπερ μηδὲ ἄγγελος ἀποθνήσκει; καὶ οὕτω μετ' αἰσχύνης ἀνεχώρησαν 160 οἱ τοῦ Σευήρου ἐπίσκοποι. Κουάδης δέ τινας τῶν ἐν Περσίδι Χριστιανῶν ἠγκυλοκόπησεν, οἳ μετὰ ταῦτα περιεπάτησαν. Κόσμου ἔτη ϛϛʹ. Τῆς θείας σαρκώσεως ἔτη φϛʹ. Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔτη κζʹ. κγʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. ιθʹ. Ῥώμης ἐπίσκοπος Ὁρμίσδας ἔτη ιʹ. αʹ. Κωνσταντ. ἐπίσκοπος Τιμόθεος ἔτη ϛʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. ηʹ. Ἀντιοχείας ἐπίσκοπος Σευῆρος ἔτη ζʹ.
134.11.1
Τούτῳ τῷ ἔτει Βιταλιανὸς παραλαβὼν πᾶσαν τὴν Θρᾴκην καὶ Σκυθίαν καὶ Μυσίαν, ἔχων μεθ' ἑαυτοῦ πλῆθος Οὔννων καὶ Βουλγάρων παρέλαβε τὴν Ἀγχίαλον καὶ τὴν Ὀδυσσόπολιν, πιάσας καὶ Κύριλλον, τὸν στρατηλάτην Θρᾴκης, καὶ ἦλθε πραιδεύων ἕως τοῦ Βυζαντίου. φειδόμενος δὲ τῆς πόλεως ἐν τῷ Σωσθενίῳ ἐστρατοπέδευσεν. Ἀναστάσιος δὲ ἀπογνοὺς πέμπει τινὰς τῆς συγκλήτου παρακαλῶν εἰρηνεῦσαι αὐτὸν καὶ ὀμόσαι σὺν τῇ συγκλήτῳ, τούς τε ἐξορισθέντας ἐπισκόπους ἀνακαλεῖσθαι..... ἐν Ἡρακλείᾳ τῆς Θρᾴκης. ὁ δὲ Βιταλιανὸς προσέθηκεν, ἵνα καὶ οἱ πρίγκιπες ἑκάστης σχολῆς τοῦτο ὀμόσωσιν, καὶ Μακεδόνιος καὶ Φλαβιανὸς οἱ ἀδίκως ἐκβληθέντες ἀπολάβωσι τοὺς ἰδίους θρόνους, ὁμοίως καὶ πάντες οἱ λοιποὶ ἐπίσκοποι, καὶ οὕτω κροτηθῇ ἡ σύνοδος, ἐρχομένου καὶ τοῦ Ῥώμης καὶ πάντων τῶν ἐπισκόπων, καὶ κοινῇ κρίσει δοκιμασθῇ τὰ κατὰ τῶν ὀρθοδόξων τολμηθέντα. τοῦ δὲ βασιλέως καὶ τῆς συγκλήτου καὶ τῶν λοιπῶν ἀρχόντων τε καὶ λαῶν ὀμοσάντων καὶ βεβαιωσάντων ταῦτα οὕτω γίνεσθαι, εἰρήνη γέγονεν· καὶ ἐπανέζευξεν ἐπὶ τὰ ἴδια. Σεκουνδῖνος δὲ ὁ πατρίκιος, γαμβρὸς Ἀναστασίου ἐπ' ἀδελφῇ, πατὴρ δὲ Ὑπατίου, εἰς τοὺς πόδας Βιταλιανοῦ προσπεσὼν πολλοῖς δάκρυσιν Ὑπάτιον τὸν ἴδιον υἱὸν ἐκ τῶν ἐν Μυσίᾳ δεσμῶν ζῶντα ἀπέλαβεν. Ὁρμίσδας δέ, ὁ ἐπίσκοπος Ῥώμης, ὀχλούμενος ὑπὸ Θευδερίχου χαριζομένου 161 Βιταλιανῷ Ἐννόδιον τὸν ἐπίσκοπον ἔπεμψε καὶ Βιταλιανὸν ἀρχιδιάκονον εἰς τὸ κροτηθῆναι τὴν ἐν Ἡρακλείᾳ σύνοδον. ἦλθον δὲ ἐπίσκοποι ὡς διακόσιοι ἐκ διαφόρων τόπων· οἵ τινες ἐμπαιχθέντες ὑπὸ τοῦ παρανόμου βασιλέως καὶ Τιμοθέου ἐπισκόπου Κωνσταντινουπόλεως ἀνεχώρησαν ἄπρακτοι. ὁ γὰρ ἀσεβὴς βασιλεὺς παραβὰς τὰς συνθήκας λάθρα ἐδήλωσε τῷ πάπᾳ Ῥώμης μὴ παραγενέσθαι. τῷ γὰρ Βιταλιανῷ σάκραν ἦν πέμψας τοῦ πέμψαι αὐτὴν εἰς Ῥώμην πρὸς τὸ παραγενέσθαι τὸν πάπαν ἐπὶ τὸ κροτηθῆναι τὴν σύνοδον ἐν Ἡρακλείᾳ. πᾶς δὲ ὁ λαὸς καὶ ἡ σύγκλητος παρρησίᾳ ἐλοιδόρουν Ἀναστάσιον ὡς ἐπίορκον. ὁ δὲ παράνομος ἀναιδῶς ἔλεγε νόμον εἶναι κελεύοντα βασιλέα κατ' ἀνάγκην ἐπιορκεῖν καὶ ψεύδεσθαι. ταῦτα ὁ παρανομώτατος μανιχαιόφρων. κδʹ. κʹ.
134.12.1
γʹ. δʹ. θʹ. γʹ. Τούτῳ τῷ ἔτει Βιταλιανὸς ἀγανακτήσας κατὰ Ἀναστασίου διὰ τὴν ἐπιορκίαν πολλὰ κακὰ τοῖς ὑπὸ Ἀναστάσιον στρατοπέδοις καὶ τῇ λοιπῇ πολιτείᾳ ἐπεδείκνυτο, ἀναιρῶν καὶ ἁρπάζων καὶ ἀφοπλίζων· καὶ τέλος πρὸς ὕβριν ἕκαστον στρατιώτην μιᾶς φόλλεως ἐπίπρασκεν. Κόσμου ἔτη ϛηʹ. Τῆς θείας σαρκώσεως ἔτη
134.13.1
Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔτη κζʹ. κεʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ.
134.14.1
Ῥώμης ἐπίσκοπος Ὁρμίσδας ἔτη ιʹ. γʹ. Κωνσταντ. ἐπίσκοπος Τιμόθεος ἔτη ϛʹ. δʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. εʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ.
134.15.1
Ἀντιοχείας ἐπίσκοπος Σευῆρος ἔτη ζʹ. δʹ. Τούτῳ τῷ ἔτει Οὖννοι οἱ λεγόμενοι Σαβὴρ περάσαντες τὰς Κασπίας πύλας τὴν Ἀρμενίαν ἐξέδραμον, Καππαδοκίαν τε καὶ Γαλατίαν καὶ Πόντον ληϊζόμενοι, ὡς καὶ Εὐχάϊτα μικροῦ παραστήσασθαι. ὅθεν καὶ φυγὼν ὁ ἱερὸς Μακεδόνιος κινδυνεύων σχεδὸν εἰς Γάγγραν διεσώθη. ὅπερ μαθὼν Ἀναστάσιος πικρῶς αὐτὸν κἀκεῖ προσέταξε φυλάττεσθαι, πέμψας, ὥς φασι, καὶ τὸν ἀναιρήσοντα αὐτόν. τελειωθεὶς 162 δὲ ἐν Γάγγραις κατετέθη ἐν τῷ ναῷ τοῦ ἁγίου μάρτυρος Καλλινίκου ἐγγὺς τῶν λειψάνων αὐτοῦ πολλὰς ἰάσεις ἐπιτελῶν. Μακεδονίου νεκροῦ κειμένου φασὶ τῇ χειρὶ κατασφραγίσασθαι τῷ σταυρῷ. Θεόδωρος δέ τις τῶν συνόντων αὐτῷ εἰς ὄναρ εἶδε Μακεδόνιον λέγοντα αὐτῷ·" ἔκλαβε, καὶ ἀπελθὼν ἐπανάγνωθι Ἀναστασίῳ, καὶ εἰπέ· ἐγὼ μὲν ἀπέρχομαι πρὸς τοὺς πατέρας μου, ὧν τὴν πίστιν τετήρηκα, οὐ παύσομαι δὲ ὀχλῶν τῷ δεσπότῃ ἄχρις οὗ ἔλθῃς, καὶ εἰς δίκην εἰσέλθωμεν." Τῷ δ' αὐτῷ ἔτει ἐν Ἀλεξανδρείᾳ πλεῖστοι ἄνδρες καὶ γυναῖκες καὶ νήπια δεινῶς πληγέντες ὑπὸ δαιμόνων ἀθρόως ὑλάκτουν· καθ' ὕπνους δέ τις εἶδέ τινα φοβερὸν λέγοντα, ὅτι διὰ τοὺς ἀναθεματισμοὺς τῆς συνόδου ταῦτα πάσχουσιν. Τῷ δ' αὐτῷ ἔτει καὶ Ἀρεάδνη ἡ βασίλισσα ἐτελεύτησεν. οἱ δὲ μοναχοὶ τῆς ἐρήμου θείῳ ζήλῳ κινούμενοι, τέσσαρας διαμαρτυρίας συντάξαντες δύο μὲν ἔπεμψαν τῷ βασιλεῖ, μίαν δὲ τοῖς ἄρχουσι τῆς χώρας, καὶ μίαν τῷ ἐπισκόπῳ Ἱεροσολύμων Ἰωάννῃ, διαμαρτυρόμενοι, μήτε τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου παρεξελθεῖν, μήτε τῷ δυσσεβεῖ Σευήρῳ κοινωνῆσαι· ἐπεὶ πρὸς θάνατον ἑτοίμως ἔχουσιν, ἐμπυρίζοντες καὶ τοὺς ἁγίους τόπους. τοῦ δὲ ἐπισκόπου Θεσσαλονίκης διὰ φόβον τοῦ βασιλέως κοινωνήσαντος Τιμοθέῳ τῷ Κωνσταντινουπόλεως ἐπισκόπῳ, μʹ ἐπίσκοποι τοῦ Ἰλλυρικοῦ καὶ τῆς Ἑλλάδος συνελθόντες εἰς ἓν δι' ἐγγράφου ὁμολογίας ὡς ἀπὸ ἰδίου μητροπολίτου ἀπέστησαν ἀπ' αὐτοῦ, καὶ εἰς Ῥώμην πέμψαντες τῷ Ῥώμης κοινωνεῖν ἐγγράφως συνέθεντο. τὸν δὲ Θεσσαλονίκης ἐπίσκοπον Θεόδωρος ὁ ἱστορικὸς πατριάρχην ὀνομάζει ἀλόγως, μὴ εἰδὼς τὸ διατί.
134.16.1
κβʹ. δʹ. εʹ. ϛʹ. ιαʹ. εʹ. Τούτῳ τῷ ἔτει Ἰωάννου τοῦ Νικαιώτου, ἐπισκόπου Ἀλεξανδρείας αἱρετικοῦ, ἀποθανόντος, Διόσκορος ὁ μικρός, Τιμοθέου τοῦ Ἐλούρου ἀνεψιός, προεβλήθη ἐπίσκοπος Ἀλεξανδρείας. ἐλθὼν δὲ ἐν τῷ Βυζαντίῳ ὑπὲρ Ἀλεξανδρέων πρὸς τὸν βασιλέα πρεσβεύσασθαι διὰ τὸν φόνον τοῦ υἱοῦ Καλλιοπίου τοῦ αὐγουσταλίου, ὑπὸ τῶν ὀρθοδόξων δημοσίως ὑβρίζετο κατὰ πρόοδον νομιζόντων αὐτὸν κατὰ 163 τῶν ὀρθῶν δογμάτων ἐληλυθέναι. πρεσβεύσας οὖν διὰ τὸν φόνον μετὰ σπουδῆς ἀνεχώρησεν. ἡ δὲ τοῦ φόνου αἰτία γέγονεν αὕτη χειροτονηθέντος Διοσκόρου, ἀνεχώρησαν τὰ πλήθη τῶν κληρικῶν λέγοντες· ὅτι" εἰ μὴ καθὼς περιέχουσιν οἱ κανόνες τῶν ἁγίων ἀποστόλων, οὐ καθέζεται ἐπίσκοπος." ἦσαν γὰρ οἱ ἄρχοντες ἐνθρονίσαντες αὐτόν. ὁ δὲ Διόσκορος ἦλθεν εἰς τὸν ἅγιον Μάρκον. καὶ ἐλθόντες οἱ κληρικοὶ ἐνέδυσαν αὐτὸν ἐκ δευτέρου καὶ πάλιν ἐχειροτόνησαν. καὶ οὕτως ἐλθὼν εἰς τὸν ἅγιον Ἰωάννην ἐπετέλεσε τὴν σύναξιν. ὄντος δὲ ἐκεῖ Θεοδοσίου, τοῦ υἱοῦ Καλλιοπίου τοῦ αὐγουσταλίου, καὶ Ἀκακίου στρατηλάτου, ἀτακτήσαντες οἱ ὄχλοι ἤρξαντο ὑβρίζειν τὸν αὐγουστάλιον διὰ τὸ ἐπαινεῖν τὸν βασιλέα Ἀναστάσιον. τῆς δὲ ἀηδίας κινουμένης, εἰσπηδήσαντές τινες ἀπὸ τοῦ θρόνου καθεῖλαν τὸν υἱὸν τοῦ αὐγουσταλίου καὶ ἀνεῖλον αὐτόν. ὁ δὲ στρατηλάτης Ἀκάκιος, ὅσους ἠδυνήθη πιάσαι, ἀνεῖλεν. καὶ ἀκούσας ὁ βασιλεὺς ὠργίσθη κατ' αὐτῶν. ὁ δὲ Διόσκορος πρεσβεύσας κατεπράϋνεν αὐτόν. μεταξὺ δὲ Ἰνδῶν καὶ Περσῶν κάστρον ἐστὶν ὀνόματι Τζουνδαδεέρ, ἔνθα πολλὰ χρήματα καὶ λίθους τιμίους εἶναι πολλοὺς Κουάδης μαθὼν ἐπεζήτει τοῦτο λαβεῖν. δαίμονες δὲ τῷ τόπῳ παρεδρεύοντες ἐκώλυον αὐτὸ χειρωθῆναι. πᾶσαν οὖν κινήσας τῶν παρ' αὐτῷ μάγων ἐπίνοιαν, ἔπειτα δὲ καὶ Ἰουδαίων, καὶ τοῦ σκοποῦ μὴ ἐπιτυχών, πεισθεὶς διὰ τῆς πρὸς θεὸν εὐχῆς τῶν Χριστιανῶν τούτου κυριεῦσαι, ἐπίσκοπόν τινα Χριστιανῶν τῶν ἐν Περσίδι περὶ τούτου παρεκάλεσεν, ὃς σύναξιν ἐπιτελέσας καὶ τῶν θείων μυστηρίων μεταλαβών, προσελθὼν τῷ τόπῳ τοὺς ἐκεῖσε δαίμονας ἐξεδίωξε καὶ τῷ Κουάδῃ τὸ κάστρον ἀπόνως παρέδωκεν· τούτῳ Κουάδης καταπλαγεὶς τῷ σημείῳ πρωτοκαθεδρίᾳ τὸν ἐπίσκοπον ἐτίμησεν, ἕως τότε Μανιχαίων καὶ Ἰουδαίων προκαθεζομένων, ἄδειαν δὲ παρέσχε καὶ τοῖς βουλομένοις βαπτίζεσθαι. Ἀλεξανδρείας ἐπίσκοπος Διόσκορος ἔτη γʹ. κζʹ. κγʹ. εʹ. ϛʹ. ζʹ. αʹ. ϛʹ. Τούτῳ τῷ ἔτει Ἀναστάσιος ὁ βασιλεὺς εἶδεν ἐν ὁράματι ἄνδρα φοβερὸν βαστάζοντα κώδικα· καὶ τοῦτον ἀναπτύξας καὶ εὑρὼν 164 τὸ τοῦ βασιλέως ὄνομα εἶπεν αὐτῷ·" ἰδού, διὰ τὴν κακοπιστίαν σου ἀπαλείφω ιδʹ." καὶ ἀπήλειψεν αὐτά. διυπνισθεὶς δὲ καὶ προσκαλεσάμενος Ἀμάντιον τὸν πραιπόσιτον εἶπεν αὐτῷ τὸ ὅραμα. ὁ δὲ εἶπεν·" κἀγὼ ἐθεασάμην ταύτῃ τῇ νυκτί, ὅτι παρισταμένου μου τῷ κράτει σου, χοῖρος μέγας ἐλθὼν καὶ δραξάμενός μου τῆς χλαίνης κατέρραξέ με εἰς τὴν γῆν καὶ ἀνήλωσεν." προσκαλεσάμενος δὲ Πρόκλον τὸν ὀνειροκρίτην ἐξεῖπεν αὐτῷ τὰ ὁραθέντα. ὁ δὲ εἶπεν αὐτοῖς· ὅτι" ἀμφότεροι οὐ μετὰ πολὺ τελειοῦσθε." τοῦ δὲ ἐπισκόπου Κωνσταντινουπόλεως Τιμοθέου ἀποθανόντος, Ἰωάννην τὸν Καππαδόκην, πρεσβύτερον καὶ σύγκελλον Κωνσταντινουπόλεως, ἐπίσκοπον ὁ βασιλεὺς προεχειρίσατο. οὗτος χειροτονηθεὶς τῇ τρίτῃ ἡμέρᾳ τοῦ πάσχα τὴν ἀποστολικὴν ἐνεδύσατο στολήν. ὁ δὲ λαὸς πολλὴν στάσιν ἐποίησε τῷ Ἰωάννῃ τοῦ ἀναθεματίσαι Σευῆρον. Τῷ δ' αὐτῷ ἔτει ἰνδικτιῶνος ιαʹ, μηνὶ Ἀπριλλίῳ θʹ, τέθνηκεν Ἀναστάσιος ὁ δυσσεβὴς βασιλεύς, βασιλεύσας ἔτη κζʹ μῆνας ζʹ, τῷ σλδʹ ἔτει ἀπὸ Διοκλητιανοῦ· καὶ ἐβασίλευσεν Ἰουστῖνος ὁ εὐσεβὴς ἀντ' αὐτοῦ, ἀνὴρ πρεσβύτης καὶ πολύπειρος, ἀπὸ στρατιωτῶν ἀρξάμενος καὶ ἕως τῆς συγκλήτου προκόψας, Ἰλλύριος τῷ γένει. τινὲς δέ φασιν ὅτι θείῳ σκηπτῷ κεραυνωθεὶς Ἀναστάσιος ἐμβρόντητος γέγονεν. Κόσμου ἔτη ϛιαʹ. Τῆς θείας σαρκώσεως ἔτη φιαʹ. Ῥωμαίων βασιλεὺς Ἰουστῖνος ἔτη θʹ. αʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. κδʹ. Ῥώμης ἐπίσκοπος Ὁρμίσδας ἔτη ιʹ. ϛʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη βʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. ηʹ. Ἀλεξανδρείας ἐπίσκοπος Διόσκορος ἔτη γʹ. βʹ. Ἀντιοχείας ἐπίσκοπος Σευῆρος ἔτη ζʹ. ζʹ. Τούτῳ τῷ ἔτει Ἰουστῖνος βασιλεύσας πᾶσιν ἄριστος ἀνεδείχθη, 165 ζηλωτὴς μὲν τῆς ὀρθοδόξου πίστεως ἔμπυρος καὶ ἐν πολέμοις εὐδοκιμῶν, σύμβιον δὲ ἔχων ὀνόματι Λουπικίαν. ταύτην Εὐφημίαν οἱ δῆμοι ἐκάλεσαν στεφθεῖσαν αὐτὴν αὐγούσταν. Βιταλιανὸς δὲ ὁ προρρηθεὶς μετὰ θάνατον Ἀναστασίου Ἰουστίνῳ τῷ μεγάλῳ σφόδρα ᾠκειώθη, ὥστε στρατηλάτου ἀξίαν παρ' αὐτοῦ δέξασθαι καὶ ὑπατεῦσαι ἐλθόντα ἐν Βυζαντίῳ καὶ ὕπατον ἀναγορευθῆναι καὶ κόμητα Πραισέντου παρρησίαν τε ἔχειν τοσαύτην πρὸς τὸν βασιλέα, ὥστε καὶ Σευῆρον προστάξαι ἐκβληθῆναι καὶ ἀναιρεθῆναι. λίαν γὰρ ἦν ὀρθόδοξος ὁ Βιταλιανός. ὁ δὲ Σευῆρος ἀκούσας ἔφυγεν, καὶ Ἰουλιανὸς Ἁλικαρνασοῦ ἐπίσκοπος· καὶ εἰς Αἴγυπτον ἀπελθόντες ταύτην ἐτάραξαν, τὸν περὶ φθαρτοῦ καὶ ἀφθάρτου λόγον κινήσαντες, Διοσκόρου ἐπισκοποῦντος Ἀλεξανδρείας. ἐπίσκοποι δὲ καὶ κληρικοὶ ἀπὸ Ῥώμης ἦλθον λαβόντες αὐθεντίαν ὑπὸ Ὁρμίσδου, τοῦ ἐπισκόπου Ῥώμης, σπουδῇ Βιταλιανοῦ, ἔτι ζῶντος Ἰωάννου τοῦ Καππάδοκος, ἐπισκόπου Κωνσταντινουπόλεως, καὶ τὴν ἁγίαν ἐν Χαλκηδόνι σύνοδον συνέταξαν τοῖς* διπτύχοις καὶ ταῖς ἄλλαις τρισὶ συνόδοις ἐν τοῖς ἱεροῖς διπτύχοις. Σευήρου δὲ τοῦ δυσσεβοῦς ἐκποδὼν γεγονότος, Παῦλος ἐχειροτονήθη ἐπίσκοπος Ἀντιοχείας, ὁ ξενοδόχος τῶν Εὐβούλου. καὶ ἐδωρήσατο ὁ βασιλεὺς τῇ πόλει Ἀντιοχείας χιλίας λίτρας χρυσίου· καὶ ταῖς ἄλλαις δὲ πόλεσι πολλὴν εὐνομίαν παρέσχεν, κωλύσας καὶ τὰς δημώδεις ταραχάς. Ξεναΐαν δὲ τὸν Φιλόξενον, ἐπίσκοπον Ἱεραπόλεως, μανιχαιόφρονα ὄντα, καὶ Πέτρον Ἀπαμείας ἐξώρισεν ὁ εὐσεβὴς βασιλεὺς Ἰουστῖνος σὺν πᾶσι τοῖς μετέχουσι τῆς λώβης αὐτῶν. Ἀμάντιον δὲ τὸν πραιπόσιτον καὶ Ἀνδρέαν τὸν κουβικουλάριον καὶ Θεόκριτον τὸν κόμητα Ἀμαντίου, ὃν ἐβούλετο ποιῆσαι βασιλέα, ὡς τυραννίδα μελετήσαντας ἀνεῖλεν. ὁ γὰρ πραιπόσιτος τῷ Ἰουστίνῳ δέδωκε χρήματα ῥογεῦσαι, ὅπως Θεόκριτος βασιλεύσῃ. ὁ δὲ στρατὸς καὶ οἱ δῆμοι οὐχ εἵλαντο Θεόκριτον βασιλεῦσαι, ἀλλ' Ἰουστῖνον 166 ἀνεκήρυξαν. αὐτοὶ δὲ δυσφορήσαντες τυραννίδα ἐμελέτησαν καὶ ἀνηρέθησαν. ἀνεκαλέσατο δὲ ὁ βασιλεὺς πάντας τοὺς ἀδίκως ἐξορισθέντας ὑπὸ Ἀναστασίου καὶ Ἀππίωνα τὸν πατρίκιον, ὃν ἐν Νικαίᾳ πρεσβύτερον βίᾳ ἐχειροτόνησεν· ὃν ὁ βασιλεὺς ὡς ἐχέφρονα ἐποίησεν ἔπαρχον πραιτωρίων, καὶ Διογενιανὸν ἀνατολῆς στρατηλάτην. Τῷ δ' αὐτῷ ἔτει ἐφάνη ἀστὴρ ἐν τῇ ἀνατολῇ, φοβερὸς κομήτης, ὃς εἶχεν ἀκτῖνα πέμπουσαν ἐπὶ τὰ κάτω, ὃν ἔλεγον οἱ ἀστρονόμοι πωγωνίαν εἶναι· καὶ ἐφοβοῦντο. Κόσμου ἔτη ϛιβʹ. Τῆς θείας σαρκώσεως ἔτη φιβʹ. Ῥωμαίων βασιλεὺς Ἰουστῖνος ἔτη θʹ. βʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. κεʹ. Ῥώμης ἐπίσκοπος Ὁρμίσδας ἔτη ιʹ. ζʹ. Κωνσταντιν. ἐπίσκοπος Ἰωάννης ἔτη βʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. θʹ. Ἀλεξανδρείας ἐπίσκοπος Διόσκορος ἔτη γʹ. γʹ. Ἀντιοχείας ἐπίσκοπος Παῦλος ἔτη γʹ.
134.17.1
Τούτῳ τῷ ἔτει Βιταλιανὸς ἐδολοφονήθη ὑπὸ τῶν Βυζαντίων μηνιώντων αὐτῷ διὰ τὸ πολλοὺς ἀνῃρηκέναι ἐν τῷ καιρῷ τῆς ἐπαναστάσεως αὐτοῦ κατὰ Ἀναστασίου. Ἰωάννου δὲ τοῦ Καππάδοκος, ἐπισκόπου Κωνσταντινουπόλεως, τελευτήσαντος, Ἐπιφάνιος, πρεσβύτερος τῆς αὐτῆς ἐκκλησίας καὶ σύγκελλος, ἐχειροτονήθη μηνὶ Φεβρουαρίῳ κεʹ. ὁμοίως καὶ Ὁρμίσδα τοῦ Ῥώμης κοιμηθέντος, Ἰωάννης τὴνἐπισκοπὴν διεδέξατο. Τῷ δ' αὐτῷ ἔτει ἐδημοκράτησε τὸ βένετον μέρος, ἐν πάσαις ταῖς πόλεσι ταραχὰς ἐγείροντες καὶ λιθασμοὺς καὶ φόνους πολλοὺς ἀπεργαζόμενοι. ἐπήρχοντο δὲ καὶ τοῖς ἄρχουσιν. ἀπὸ δὲ Ἀντιοχείας ἤρχθη τὸ κακὸν τῆς ἀταξίας, καὶ οὕτω διεδόθη ἐν πάσαις ταῖς πόλεσιν, καὶ ἐκράτησεν ἐπὶ χρόνους εʹ· καὶ ἔσφαζον ξίφεσι τοὺς ἀπαντῶντας Πρασίνους καὶ τοὺς κατ' οἶκον κρυπτομένους ἀνιόντες ἐφόνευον, μὴ τολμώντων τῶν ἀρχόντων ἐκδίκησιν τῶν φόνων ποιῆσαι. ταῦτα διεπράττοντο ἕως ἔτους ἕκτου Ἰουστίνου τοῦ εὐσεβοῦς. 167 Κωνσταντινουπόλεως ἐπίσκοπος Ἐπιφάνιος ἔτη ιϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιζʹ. γʹ. κϛʹ. ηʹ. αʹ.
134.18.1
αʹ. βʹ. Τούτῳ τῷ ἔτει πολέμου κινηθέντος μεταξὺ Ῥωμαίων καὶ Περσῶν ὁ Ἰουστῖνος ἀπέστειλε πρέσβεις καὶ δῶρα πρὸς Ζιλγβίν, τὸν ῥῆγα τῶν Οὔννων· καὶ συνέθετο μεθ' ὅρκων πατρίων συμμαχήσειν τῷ βασιλεῖ κατὰ Περσῶν. ἀποστείλας δὲ καὶ Κουάδης πρὸς αὐτόν, συνέθετο καὶ αὐτῷ. τοῦτο δὲ μαθὼν Ἰουστῖνος ἐλυπήθη σφόδρα. ἀπῆλθε δὲ πρὸς τοὺς Πέρσας ὁ Ζιλγβὶ μετὰ χιλιάδων κʹ τοῦ πολεμῆσαι Ῥωμαίους. ὁ δὲ Ἰουστῖνος ἐδήλωσε Κουάδῃ, τῷ βασιλεῖ τῶν Περσῶν, πρεσβεύων περὶ εἰρήνης καὶ ὡς ἐπ' ἄλλῳ τινὶ γράψας, καὶ περὶ Ζιλγβί, ὅτι συμμαχίας ὅρκους ἔχει μετὰ Ῥωμαίων, καὶ ὅτι δῶρα ἔλαβε πολλὰ καὶ βούλεται προδότης γενέσθαι τῶν Περσῶν, καὶ ὅτι" δεῖ ἡμᾶς ἀδελφοὺς ὄντας εἰς φιλίαν ἐλθεῖν καὶ μὴ ὑπὸ τῶν κυνῶν τούτων παίζεσθαι." ὁ δὲ Κουάδης ἠρώτησε κατ' ἰδίαν τὸν Ζιλγβίν, εἰ ἔλαβε παρὰ Ῥωμαίων δῶρα προτραπεὶς κατὰ Περσῶν; ὁ δὲ εἶπεν· ναί. καὶ ὀργισθεὶς ὁ Κουάδης ἐφόνευσε αὐτόν, καὶ διὰ τῆς νυκτὸς πέμψας πλῆθος Περσῶν ἀνεῖλε τὸν λαὸν αὐτοῦ, ὑπονοήσας, ὅτι δόλῳ ἦλθον πρὸς αὐτόν. ὅσοι δὲ ἠδυνήθησαν φυγεῖν, ἀνέζευξαν εἰς τὰ ἴδια. Εὐφράσιος δὲ ὁ Ἀντιοχείας τὴν ἐν Χαλκηδόνι σύνοδον ἐξέβαλε τῶν διπτύχων καὶ τὸ ὄνομα Ὁρμίσδα τοῦ πάπα Ῥώμης. μετὰ δὲ ταῦτα φοβηθεὶς τὰς τέσσαρας συνόδους ἐκήρυττεν. Καβάδης δέ, ὁ τῶν Περσῶν βασιλεύς, τὸν τῶν Ῥωμαίων βασιλέα ἐπίτροπον τοῦ ἑαυτοῦ οἴκου καταλιπεῖν ἠθέλησεν· οὐ γὰρ ἠβούλετο τὸν πρεσβύτερον αὐτοῦ υἱόν, ὃν καὶ ὁ νόμος Περσῶν ἐκάλει τοῦ ἄρξαι, οὐδὲ τὸν δεύτερον, διότι τὸν ὀφθαλμὸν ἐκκέκοπτο, Χοσρόην δέ, ὃς αὐτῷ ἐκ τῆς Ἀσπεβέδου ἀδελφῆς ἐγεννήθη, ὑπερηγάπα 168 ὁ πατήρ. ἔδοξεν οὖν αὐτῷ εἰς Ῥωμαίους εἰρηνεῦσαι, καὶ Χοσρόην εἰσποιητὸν παῖδα τοῦ βασιλέως γενέσθαι· ἐπὶ τούτῳ πρέσβεις εἰς Βυζάντιον πρὸς Ἰουστῖνον ἔπεμψεν. ὁ δὲ βασιλεὺς τὴν σύγκλητον εἰς βουλὴν καλέσας οὐ κατεδέξατο τοῦτο γενέσθαι, δόλον καὶ προδοσίαν Ῥωμαίων τοῦτο καλοῦντες, Πρόκλου κυαίστορος, ἀνδρὸς συνετοῦ καὶ ἀγχίνου, τοῦτο καλῶς βουλευσαμένου. δʹ. κζʹ. θʹ. βʹ. ιαʹ. βʹ. γʹ. Τούτῳ τῷ ἔτει ἔπαθεν ὑπὸ θεομηνίας τὸ Δοράχιον, πόλις τῆς νέας Ἠπείρου τοῦ Ἰλλυρικοῦ. ὁ δὲ βασιλεὺς πολλὰ χρήματα παρέσχεν εἰς ἀνανέωσιν τῆς πόλεως· ὁμοίως δὲ καὶ ἡ Κόρινθος, μητρόπολις τῆς Ἑλλάδος, καὶ ταύτην μεγάλως ἐφιλοτιμήσατο. Ἀντιοχείας ἐπίσκοπος Εὐφράσιος ἔτη εʹ. εʹ. κηʹ. ιʹ. γʹ. ιβʹ. γʹ. αʹ. Τούτῳ τῷ ἔτει Τζάθιος, ὁ τῶν Λαζῶν βασιλεύς, ἀποστατήσας τῆς τῶν Περσῶν βασιλείας, Καβάδου βασιλεύοντος καὶ φιλοῦντος τὸν Τζάθιον, ὡς καὶ αὐτοῦ προβαλλομένου αὐτὸν βασιλέα τῶν Λαζῶν, ἦλθε πρὸς Ἰουστῖνον εἰς τὸ Βυζάντιον καὶ παρεκάλεσε τὸν βασιλέα γενέσθαι αὐτὸν Χριστιανὸν καὶ ὑπ' αὐτοῦ ἀναγορευθῆναι βασιλέα τῶν Λαζῶν. ὁ δὲ βασιλεὺς μετὰ χαρᾶς αὐτὸν δεξάμενος ἐφώτισεν αὐτὸν καὶ υἱὸν αὐτὸν ἀνηγόρευσεν. ἔγημε δὲ καὶ γυναῖκα Ῥωμαίαν, τὴν ἐγγόνην Νόμου τοῦ πατρικίου καὶ ἀποκουροπαλάτου, Οὐαλεριανήν τινα, καὶ εἰς τὴν ἰδίαν χώραν ἔλαβεν, προχειρισθεὶς παρὰ Ἰουστίνου βασιλεὺς τῶν Λαζῶν, φορέσας στέφανον καὶ χλανίδα βασιλικὴν ἄσπρην ἔχουσαν ταβλὶν χρυσοῦν, ἐν ᾧ ἐκ κεντητοῦ ἐνεκεχάρακτο ἡ εἰκὼν τοῦ βασιλέως Ἰουστίνου, καὶ στιχάριν ἄσπρον ἔχον πλουμία χρυσᾶ καὶ εἰκόνα τοῦ βασιλέως· τὰ γὰρ τζαγγία αὐτοῦ ῥούσια ἦσαν ἔχοντα μαργαρίτας Περσικῷ σχήματι· ὁμοίως καὶ ἡ 169 ζώνη αὐτοῦ ἦν χρυσῆ διὰ μαργαριτῶν. ἔλαβε δὲ παρὰ τοῦ βασιλέως δῶρα πολλά, καὶ μετὰ χαρᾶς ἀπῆλθεν εἰς τὰ ἴδια. γνοὺς δὲ τοῦτο Καβάδης, ὁ τῶν Περσῶν βασιλεύς, ἐδήλωσε τῷ βασιλεῖ, ὅτι" φιλίας καὶ εἰρήνης μεταξὺ ἡμῶν οὔσης τὰ ἐχθρῶν πράττεις καὶ τοὺς ὑπὸ τὴν ἐξουσίαν Περσῶν ὄντας ἀπ' αἰῶνος προσελάβου." ὁ δὲ βασιλεὺς ἀντεδήλου αὐτῷ·" ἡμεῖς τινὰ τῶν ὑποκειμένων τῇ βασιλείᾳ σου οὔτε προσελαβόμεθα, οὔτε προετρεψάμεθα· ἀλλ' ἐλθόντος Τζαθίου εἰς τὰ ἡμέτερα βασίλεια, ἐδεήθη προσπίπτων ἡμῖν ῥυσθῆναι μυσαροῦ καὶ ἑλληνικοῦ δόγματος καὶ ἀσεβῶν θυσιῶν καὶ πλάνης δαιμόνων καὶ προσελθεῖν τῷ δημιουργῷ τῶν ὅλων θεῷ καὶ γενέσθαι Χριστιανός. τοῦτον ἡμεῖς βαπτίσαντες εἰς τὴν ἰδίαν ἀπελύσαμεν χώραν." ἔκτοτε λοιπὸν ἐγένετο ἔχθρα μεταξὺ Ῥωμαίων καὶ Περσῶν. Τῷ δ' αὐτῷ ἔτει καὶ τὰ κατὰ τὸν ἅγιον Ἀρέθαν καὶ τοὺς ἐν Νεγρᾷ τῇ πόλει ἐπράχθησαν ὑπὸ τῶν Ὁμηριτῶν, καὶ ὁ πόλεμος Ἐλεςβαᾶ, τοῦ βασιλέως τῶν Αἰθιόπων, πρὸς τοὺς Ὁμηρίτας, καὶ ἡ νίκη αὐτοῦ. Ῥώμης ἐπίσκοπος Ἰωάννης ἔτη γʹ. ϛʹ. κθʹ. αʹ. δʹ. ιγʹ. δʹ.
134.19.1
Τούτῳ τῷ ἔτει Θευδέριχος κρατῶν τῆς Ῥώμης ἀρειανοφρονῶν ἐβιάσατο τὸν πάπαν Ἰωάννην ἀνελθεῖν εἰς τὸ Βυζάντιον πρὸς τὸν βασιλέα Ἰουστῖνον καὶ πρεσβεῦσαι ὑπὲρ Ἀρειανῶν, ὥστε μὴ ἀναγκάζειν αὐτοὺς ἐξίστασθαι τῆς αἱρέσεως αὐτῶν· ἐπεὶ καὶ Θευδέριχος εἰς τοὺς κατὰ τὴν Ἰταλίαν ὀρθοδόξους τοῦτο ποιεῖν ἠπείλει. ὁ δὲ Ἰωάννης ἐλθὼν ἐν Βυζαντίῳ καὶ προτραπεὶς ὑπὸ Ἐπιφανίου τοῦ πατριάρχου οὐ κατεδέξατο, ἕως προεκάθισε τοῦ Ἐπιφανίου ὁ Ῥώμης. ὁ δὲ Ἰωάννης πᾶσι μὲν τοῖς ἐπισκόποις ἐκοινώνησεν, Τιμοθέῳ δὲ τῷ Ἀλεξανδρείας οὐκ ἐκοινώνησεν. Κουάδης δέ, υἱὸς Περόζου, ὁ τῶν Περσῶν βασιλεύς, πολλὰς μυριάδας Μανιχαίων σὺν τῷ ἐπισκόπῳ αὐτῶν Ἰνδαζάρῳ ἀνεῖλεν ἐν μιᾷ ἡμέρᾳ σὺν τοῖς οὖσι συγκλητικοῖς Πέρσαις ἐκ τοῦ αὐτῶν φρονήματος· τὸν γὰρ υἱὸν αὐτοῦ τὸν τρίτον, 1 τὸν λεγόμενον Φθασουαρσάν, ὃν ἐγέννησεν αὐτῷ Σαμβίκη, ἡ θυγάτηρ αὐτοῦ, οἱ Μανιχαῖοι παιδαγωγήσαντες καὶ τοῦ ἰδίου φρονήματος ποιήσαντες ἐπηγγείλαντο αὐτῷ, ὅτι" ὁ σὸς πατὴρ γεγήρακεν, καὶ εἰ συμβῇ αὐτὸν τελευτῆσαι, οἱ ἀρχιμάγοι ἕνα τῶν σῶν ἀδελφῶν ποιοῦσι βασιλέα διὰ τὸ κρατηθῆναι τὸ δόγμα αὐτῶν. ἡμεῖς δὲ δυνάμεθα δι' εὐχῶν ἡμῶν πεῖσαι τὸν σὸν πατέρα ἀποτάξασθαι τὴν βασιλείαν καὶ σὲ προχειρίσασθαι, ἵνα πανταχῆ κρατύνῃς τὸ τῶν Μανιχαίων δόγμα. ὁ δὲ συνετάξατο τοῦτο ποιεῖν, ἐὰν βασιλεύσῃ. γνοὺς δὲ ταῦτα Κουάδης ἐκέλευσε κομβέντον γενέσθαι διὰ τό, φησίν, ποιῆσαι τὸν υἱὸν αὐτοῦ Φθασουαρσὰν βασιλέα, κελεύσας καὶ πάντας τοὺς Μανιχαίους σὺν τῷ ἐπισκόπῳ αὐτῶν καὶ γυναιξὶ καὶ τέκνοις παραγενέσθαι ἐν τῷ κομβέντῳ, ὁμοίως καὶ τὸν ἀρχιμάγον Γλωνάζην καὶ τοὺς μάγους καὶ τὸν τῶν Χριστιανῶν ἐπίσκοπον Βοαζάνην, ἀγαπώμενον παρὰ Κουάδου ὡς ἰατρὸν ἄριστον· καὶ καλέσας τοὺς Μανιχαίους ἔφη·" χαίρω ἐπὶ τῷ ὑμετέρῳ δόγματι καὶ θέλω δοῦναι ἔτι ζῶν τὴν βασιλείαν τῷ υἱῷ μου Φθασουαρσάν, ὡς σύμφρονι ὑμῶν. ἀλλ' ἀφορίσατε ἑαυτοὺς πρὸς τὸ παραλαβεῖν αὐτόν." οἱ δὲ θαρρήσαντες πάντες μετὰ παρρησίας ἠφόρισαν ἑαυτούς. ὁ δὲ Κουάδης ἐπιτρέψας τὰ στρατεύματα αὐτοῦ εἰσελθεῖν, πάντας κατέκοψαν ξίφεσι σὺν τῷ ἐπισκόπῳ αὐτῶν ἐπ' ὄψεσι τοῦ ἀρχιμάγου καὶ τοῦ ἐπισκόπου τῶν Χριστιανῶν. καὶ ἐξέπεμψε σάκρας εἰς πᾶσαν τὴν ὑπ' αὐτὸν γῆν, ὥστε τὸν εὑρισκόμενον Μανιχαῖον ἀναιρεῖσθαι καὶ πυρίκαυστον γίνεσθαι, καὶ τὰς ὑποστάσεις αὐτῶν εἰς τὰ βασιλικὰ ταμιεῖα εἰσκομίζεσθαι, καὶ τὰς βίβλους αὐτῶν κατακαίεσθαι. ὁ δὲ εὐσεβὴς βασιλεὺς Ἰουστῖνος ἐν πάσῃ ἱκανότητι καὶ ἀνδρείᾳ τῆς βασιλείας ἐπιλαβόμενος σάκρας πανταχοῦ ἐν ταῖς πόλεσιν ἐξαπέστειλεν, ὥστε τιμωρηθῆναι πάντας τοὺς ἀταξίας ἢ φόνους ποιοῦντας, καὶ τοὺς ἐν Κωνσταντινουπόλει δήμους εἰρήνευσε καὶ φόβον ἔδειξε πολύν. ἔστεψε δὲ καὶ τὴν ἑαυτοῦ γαμετὴν Θεοδώραν ἀγούσταν ἅμα τῷ βασιλεῦσαι αὐτόν. καὶ προεβάλετο τὸν πατρίκιον Ὑπάτιον στρατηλάτην ἀνατο171 λῆς, τὸν Σεκουνδίνου, φυλάξαι τὰ ἀνατολικὰ μέρη διὰ τοὺς Πέρσας καὶ τὰς τῶν Σαρακηνῶν ἐπιδρομάς. ἐποίησε δὲ καὶ αὐτὸς διωγμὸν μέγαν κατὰ Μανιχαίων καὶ ἐτιμωρήσατο πολλούς. Κόσμου ἔτη ϛιζʹ. Τῆς θείας σαρκώσεως ἔτη φιζʹ. Ῥωμαίων βασιλεὺς Ἰουστῖνος ἔτη θʹ. ζʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. λʹ. Ῥώμης ἐπίσκοπος Ἰωάννης ἔτη γʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Ἐπιφάνιος ἔτη ιϛʹ. εʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. ιδʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιζʹ. εʹ. Ἀντιοχείας ἐπίσκοπος Εὐφράσιος ἔτη εʹ.
134.20.1
Τούτῳ τῷ ἔτει Ἀνάζαρβος, μητρόπολις τῆς δευτέρας Κιλικίας, ἔπαθεν ὑπὸ σεισμοῦ φοβερωτάτου, ἡγεμονεύοντος αὐτῆς Καλλιοπίου, υἱοῦ Εἰρηναίου, καὶ ἐπτώθη πᾶσα ἡ πόλις. ταύτην δὲ Ἰουστῖνος ἀνήγειρε καὶ Ἰουστινούπολιν ἐκάλεσεν. Τῷ δ' αὐτῷ ἔτει κατεποντίσθη ὑπὸ θεομηνίας ὑδάτων τοῦ ποταμοῦ Ἔδεσα, πόλις μεγάλη καὶ περιβόητος, τῆς Ὀσροηνῆς ἐπαρχίας μητρόπολις. ὁ γὰρ Σκιρτὸς ποταμὸς διὰ μέσου αὐτῆς παρερχόμενος πλοῦτον αὐτῇ πολὺν καὶ τέρψιν παρέχει. τὸ τηνικαῦτα δὲ πλημμυρήσας δίκην θαλάσσης τοὺς οἴκους σὺν τοῖς οἰκοῦσι σύρων ἐπόντιζεν. λόγος δὲ κρατεῖ ἐν αὐτοῖς τοῖς περισωθεῖσιν, ὅτι καὶ ἄλλοτε ἐπόρθησε τὴν πόλιν ὁ αὐτὸς ποταμός, ἀλλ' οὐχ οὕτως. μετὰ δὲ τὸ παῦσαι τὰ ὕδατα εὑρέθη πλὰξ λιθίνη ἐν τῇ ὄχθῃ τοῦ ποταμοῦ γεγραμμένη ἱερογλυφικὸς γράμμασιν ἔχουσα οὕτως· Σκιρτὸς ποταμὸς σκιρτήσει κακὰ σκιρτήματα πολίταις. ὁ δὲ βασιλεὺς Ἰουστῖνος πολλὰ παρέσχε ταῖς ἀμφοτέραις πόλεσιν εἰς ἀνανέωσιν. Τῷ δ' αὐτῷ ἔτει ἀνεφάνη γυνή τις ἐκ τῆς Κιλικίας γιγαντογενής, ὑπερέχουσα τῇ ἡλικίᾳ πάντα ἄνθρωπον τέλειον πῆχυν ἕνα, καὶ πλατεῖα σφόδρα. γυρεύουσα δὲ τὰς πόλεις ἐλάμβανε κατ' ἐργαστήριον φόλλιν μίαν. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ ηʹ. αʹ. γ ϛʹ. ιεʹ. ϛʹ. δʹ. 172 Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ τῆς δʹ ἰνδικτιῶνος τὰ προοίμια τῆς τοῦ θεοῦ ὀργῆς ἐπῆλθον τῇ πόλει Ἀντιοχείᾳ. ἐμπυρισμὸς γὰρ μέγας γέγονεν ἀοράτως ἐν τῷ μέσῳ τῆς πόλεως, ὅστις προεμήνυσε τὴν μέλλουσαν ἔσεσθαι τοῦ θεοῦ ἀπειλήν. ἀνήφθη γὰρ τὸ πῦρ ἀπὸ τοῦ μαρτυρίου τοῦ ἁγίου Στεφάνου καὶ ἕως τοῦ πραιτωρίου τοῦ στρατηλάτου ἔφθασεν. αὕτη ἐγένετο ἀρχὴ ὠδίνων. ἐγένοντο δὲ οἱ ἐμπρησμοὶ ἐπὶ μῆνας ἕξ, καὶ ἐκάησαν οἶκοι πολλοί, καὶ ἀπέθανον λαοὶ πολλοί. καὶ οὐδεὶς ἠδύνατο γνῶναι, πόθεν τὸ πῦρ ἀνήπτετο· ἐκ γὰρ τῶν κεράμων τῶν πενταστέγων ἀνελάμβανεν. κατὰ δὲ πρεσβείαν Εὐφρασίου τοῦ πατριάρχου ἐφιλοτιμήσατο ὁ βασιλεὺς τῇ πόλει κεντηνάρια δύο χρυσίου. τῷ δὲ Μαίῳ μηνὶ κʹ τῆς αὐτῆς δʹ ἰνδικτιῶνος, ὥρᾳ ζʹ, ὑπατεύοντος ἐν Ῥώμῃ Ὀλυβρίου ἔπαθεν ὑπὸ θεομηνίας Ἀντιόχεια ἡ μεγάλη τῆς Συρίας πάθος ἀνεξήγητον. τοσοῦτον γὰρ ἡ ὀργὴ τοῦ θεοῦ ἐπῆλθεν ἐπ' αὐτήν, ὥστε πτωθῆναι σχεδὸν πᾶσαν τὴν πόλιν καὶ τάφον τῶν οἰκητόρων γενέσθαι. τινὰς δὲ καταχωσθέντας καὶ ἔτι ζῶντας ὑπὸ τὴν γῆν πῦρ ἐκ τῆς γῆς ἐξελθὸν κατέφλεξεν. καὶ ἕτερον πῦρ ἐκ τοῦ ἀέρος, ὡς σπινθῆρες, κατήρχετο καὶ κατέκαιεν, ὥσπερ ἀστραπή, τὸν εὑρισκόμενον· καὶ ἐσείετο ἡ γῆ ἐπὶ ἐνιαυτὸν ἕνα. Κόσμου ἔτη ϛιθʹ. Τῆς θείας σαρκώσεως ἔτη φιθʹ. Ῥωμαίων βασιλεὺς Ἰουστῖνος ἔτη θʹ. θʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. βʹ. Ῥώμης ἐπίσκοπος Φίλιξ ἔτη δʹ. αʹ. Κωνσταντ. ἐπίσκοπος Ἐπιφάνιος ἔτη ιϛʹ. ζʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. ιϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιζʹ. ζʹ. Ἀντιοχείας ἐπίσκοπος Εὐφράσιος ἔτη εʹ. εʹ. Τούτῳ τῷ ἔτει τοῦ σεισμοῦ ἐπικρατοῦντος Εὐφράσιος, ὁ ἐπίσκοπος Ἀντιοχείας, κατεχώσθη ὑπὸ τοῦ σεισμοῦ καὶ ἀπέθανεν· καὶ πᾶς οἶκος καὶ ἐκκλησία κατέπεσον, καὶ τὸ κάλλος τῆς πόλεως ἠφανίσθη. καὶ οὐ γέγονε τοιαύτη θεομηνία ἐν ἄλλῃ πόλει ἐν πάσαις 173 ταῖς γενεαῖς. ὁ δὲ εὐσεβέστατος βασιλεὺς Ἰουστῖνος ταῦτα μαθὼν μεγάλως ἤλγησε τὴν ψυχήν, ὥστε ἐπῇρε τὸ διάδημα ἐκ τῆς κεφαλῆς αὐτοῦ καὶ τὴν πορφύραν καὶ ἐπένθησεν ἐν σάκκῳ ἐπὶ ἡμέρας πολλάς, ὥστε καὶ τῇ ἑορτῇ προσελθὼν ἐν τῇ ἐκκλησίᾳ οὐ κατεδέξατο φορέσαι τὸ στέμμα ἢ τὴν χλαμύδα· ἀλλ' οὕτω λιτῶς προσῆλθε μαντίον πορφυροῦν φορέσας καὶ κλαίων ἐπὶ πάσης τῆς συγκλήτου· καὶ πάντες ἔκλαιον σὺν αὐτῷ πενθικὰ φοροῦντες. ἀπέστειλε δὲ ὁ βασιλεὺς εὐθέως Καρῖνον τὸν κόμητα δοὺς αὐτῷ κεντηνάρια πέντε πρὸς ἐκχοϊσμόν, εἴ πως δυνηθῇ σῶσαί τινας, καὶ τὰ καταχωσθέντα πράγματα διασῶσαι ἐκ τῶν λῃστῶν καὶ ἁρπάγων. καὶ πάλιν ἀπέστειλεν ὄπισθεν αὐτοῦ τὸν πατρίκιον Φωκᾶν τὸν Κρατεροῦ, καὶ τὸν πατρίκιον Ἀστέριον, τὸν ἀπὸ ἐπάρχων, ἄνδρας σοφούς, δοὺς αὐτοῖς χρήματα πάμπολλα πρὸς ἀνακαινισμὸν τῆς πόλεως. τῷ δὲ Ἀπριλλίῳ μηνὶ αʹ τῆς αὐτῆς εʹ ἰνδικτιῶνος, τῇ ἑορτῇ τοῦ πάσχα, ἀσθενήσας ὁ βασιλεὺς Ἰουστῖνος προεχειρίσατο ἔτι ζῶν εἰς βασιλέα Ἰουστινιανόν, τὸν ἴδιον ἀνεψιόν, καὶ ἔστεψεν αὐτόν· καὶ συνεβασίλευσεν αὐτῷ μῆνας δʹ. τῷ δὲ Αὐγούστῳ μηνὶ τῆς αὐτῆς εʹ ἰνδικτιῶνος ἐτελεύτησεν ὁ εὐσεβέστατος Ἰουστῖνος καταλιπὼν βασιλέα τὸν Ἰουστινιανόν. Τοῦ δὲ Εὐφρασίου, ἐπισκόπου Ἀντιοχείας, τελευτήσαντος, Ἐφραΐμιος ὁ Ἀμιδηνός, κόμης ἀνατολῆς ὢν ἐν τῷ χρόνῳ ἐκείνῳ, ἐχειροτονήθη ἀντ' αὐτοῦ, ὅστις ζῆλον θεῖον κατὰ τῶν ἀποσχιστῶν ἐνεδείξατο. 174 Κόσμου ἔτη ϛκʹ. Τῆς θείας σαρκώσεως ἔτη φκʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. αʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. γʹ. Ῥώμης ἐπίσκοπος Φίλιξ ἔτη δʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Ἐπιφάνιος ἔτη ιϛʹ. ηʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. ιζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιζʹ. ηʹ. Ἀντιοχείας ἐπίσκοπος Ἐφραΐμιος ἔτη
134.21.1
αʹ. Τούτῳ τῷ ἔτει μόνος κρατήσας τὴν βασιλείαν ὁ μέγας Ἰουστινιανὸς προεβάλετο κόμητα ἀνατολῆς Πατρίκιον τὸν Ἀρμένιον, ᾧ τινι δέδωκε χρήματα κελεύσας αὐτῷ ἀπελθεῖν καὶ ἀνανεῶσαι πόλιν τῆς Φοινίκης Λιβανησίας εἰς τὸ λιμιτὸν τὸ ἐσώτερον, τὴν καλουμένην Παλμύραν, κελεύσας τοῦ καθέζεσθαι ἐν αὐτῇ τὸν δοῦκα...... καὶ τοὺς ἁγίους τόπους. τῷ δὲ Ἰαννουαρίῳ μηνὶ αʹ τῆς αὐτῆς ἰνδικτιῶνος ἔδωκεν ὁ βασιλεὺς ὑπατείαν καὶ τοσαῦτα ἔδωκε χρήματα, ὅσα οὐδεὶς βασιλέων ὑπατεύσας. Τῷ δ' αὐτῷ ἔτει ὁ βασιλεὺς Περσῶν ἐπολέμησε τῷ Λαζῷ Τζαθίῳ ὡς προσρυέντι Ῥωμαίοις. καὶ λοιπὸν ὁ βασιλεὺς Ἰουστινιανὸς ἔπεμψεν αὐτῷ βοήθειαν στρατοῦ καὶ στρατηλάτας τρεῖς, Βελισάριον καὶ Κήρυκον καὶ Εἰρηναῖον. καὶ πολεμήσαντες ἡττήθησαν. καὶ ἠγανάκτησεν ὁ βασιλεὺς κατὰ τῶν στρατηλατῶν, ὅτι φθονοῦντες ἀλλήλοις προέδωκαν τὴν νίκην, καὶ διαδεξάμενος αὐτοὺς ἀπέστειλε Πέτρον, τὸν νοτάριον αὐτοῦ, στρατηλάτην· καὶ συμβαλὼν τοῖς Πέρσαις μετὰ τῶν Λαζῶν ἐνίκησαν καὶ πολλοὺς ἀνεῖλον τῶν Περσῶν. Τῷ δ' αὐτῷ ἔτει προσερρύη τοῖς Ῥωμαίοις ὁ βασιλεὺς τῶν Ἐλούρων, Γρέτης ὀνόματι, καὶ ἦλθεν ἐν Κωνσταντινουπόλει μετὰ τοῦ λαοῦ αὐτοῦ καὶ ᾔτησε τὸν βασιλέα γενέσθαι Χριστιανός. ὁ δὲ 175 βασιλεὺς βαπτίσας αὐτὸν ἐν τοῖς θεοφανίοις ἐδέξατο αὐτὸν ἐκ τοῦ 175 βαπτίσματος. καὶ ἐβαπτίσθησαν σὺν αὐτῷ συγκλητικοὶ αὐτοῦ καὶ συγγενεῖς αὐτοῦ δώδεκα· καὶ ἀπῆλθε μετὰ χαρᾶς εἰς τὰ ἴδια φιλιωθεὶς τῷ βασιλεῖ καὶ ἐπαγγειλάμενος συμμαχεῖν αὐτῷ, ἐν οἷς ἂν βουληθῇ. προεβάλετο δὲ ὁ βασιλεὺς στρατηλάτην Ἀρμενίας Τζίταν, ἄνδρα πολεμικὸν καὶ ἱκανώτατον. οὐ γὰρ εἶχεν ἡ Ἀρμενία στρατηλάτην, ἀλλὰ δοῦκας καὶ κόμητας. ἐστράτευσε δὲ ὑπ' αὐτὸν Ἀρμενίων πλῆθος, ὡς εἰδότας τὰ μέρη τῆς Ἀρμενίας. ἔδωκε δὲ αὐτῷ καὶ ἀπὸ τῆς ἀνατολῆς στρατοῦ ἀριθμοὺς τέσσαρας· καὶ γέγονε μεγάλη φυλακὴ καὶ βοήθεια Ῥωμαίων. ἔζευξε δὲ αὐτῷ καὶ γυναῖκα τὴν ἀδελφὴν Θεοδώρας τῆς αὐγούστης, ὀνόματι Κομητώ. Τῷ δ' αὐτῷ ἔτει προσερρύη τοῖς Ῥωμαίοις γυνή τις ἐκ τῶν Οὔννων τῶν λεγομένων Σαβήρ, βάρβαρος, ὀνόματι Βωαρήξ, χήρα, ἔχουσα μεθ' ἑαυτῆς Οὔννων χιλιάδας ρʹ, ἥτις κατεδυνάστευσε τῶν Οὐννικῶν μερῶν μετὰ τὴν τοῦ ἰδίου ἀνδρὸς Βαλὰχ ἀποβολήν. αὕτη τοὺς προτραπέντας παρὰ Κουάδου, βασιλέως Περσῶν, δύο ῥῆγας ἀπὸ ἄλλου ἔθνους Οὔννων ἐνδοτέρων, ὀνόματι Στύραξ καὶ Γλώνης, τοῦ συμμαχῆσαι αὐτῷ κατὰ Ῥωμαίων, παρέλαβεν ἡ αὐτὴ Βωαρὴξ παριόντας διὰ τῆς χώρας αὐτῆς ἐπὶ τὰ Περσικὰ μετὰ χιλιάδων κʹ· οὓς καὶ κατέκοψεν, καὶ τὸν μὲν ἕνα ῥῆγα αὐτῶν, τὸν λεγόμενον Στύρακα, συλλαβομένη δέσμιον εἰς τὴν Κωνσταντινούπολιν τῷ βασιλεῖ ἔπεμψεν, τὸν δὲ Γλώνην ἐν τῷ πολέμῳ ἔσφαξεν. καὶ ταύτῃ γέγονε σύμμαχος καὶ εἰρηνικὴ τῷ βασιλεῖ Ἰουστινιανῷ. Τῷ δ' αὐτῷ ἔτει καὶ ὁ πλησίον Βοσφόρου ῥὴξ τῶν Οὔννων, ὀνόματι Γορδᾶς, προσερρύη τῷ βασιλεῖ καὶ ἐγένετο Χριστιανὸς καὶ ἐφωτίσθη· καὶ ἐδέξατο αὐτὸν ὁ βασιλεὺς καὶ πολλὰ αὐτῷ παρεσχηκὼς δῶρα ἀπέστειλεν αὐτὸν εἰς τὴν ἰδίαν χώραν φυλάττειν τὰ Ῥωμαϊκὰ καὶ τὴν Βόσφορον πόλιν. ἥτις ἐκλήθη ἐκ τοῦ συντελεῖν Ῥωμαίοις ἀντὶ χρημάτων βόας κατ' ἔτος Βοῶν φόρος· ἐκάθισε δ' ἐκεῖ καὶ ἀριθμὸν στρατιωτῶν Ῥωμαίων καὶ τριβοῦνον φυλάττειν τὴν πόλιν 176 διὰ τοὺς Οὔννους καὶ ἀπαιτεῖν τὰς συντελείας τῶν βοῶν. ἦν δὲ ἐν τῇ αὐτῇ πόλει συναλλάγματα πολλὰ Ῥωμαίων καὶ Οὔννων. ὁ δὲ γενόμενος Χριστιανὸς ῥὴξ τῶν Οὔννων ἀπελθὼν εἰς τὴν ἰδίαν χώραν εὗρε τὸν ἴδιον ἀδελφὸν καὶ διηγήσατο αὐτῷ τὴν τοῦ βασιλέως ἀγάπην καὶ φιλοτιμίαν, καὶ ὅτι Χριστιανὸς γέγονεν· καὶ λαβὼν τὰ ἀγάλματα, ἃ ἐσέβοντο οἱ Οὖννοι, ταῦτα ἐχώνευσεν, ἦσαν γὰρ ἀργυρᾶ καὶ ἠλέκτρινα. καὶ χολέσαντες οἱ Οὖννοι, συμποιήσαντες μετὰ τοῦ ἀδελφοῦ αὐτοῦ, ἀπελθόντες ἔσφαξαν αὐτόν· καὶ ἐποίησαν ῥῆγα τὸν ἀδελφὸν αὐτοῦ Μουάγεριν. καὶ φοβηθέντες, μὴ ἐκζητήσωσιν αὐτὸν οἱ Ῥωμαῖοι, ἦλθον αἴφνης ἐν τῇ Βοσφόρῳ πόλει καὶ ἐφόνευσαν τὸν τριβοῦνον Δαλμάτιον καὶ τοὺς στρατιώτας. καὶ ἀκούσας ταῦτα ὁ βασιλεὺς ἀπέστειλε τὸν ἀπὸ ὑπάτων Ἰωάννην, τὸν ἔγγονον Ἰωάννου τοῦ Σκύθου, υἱὸν δὲ τοῦ πατρικίου Ῥουφίνου, μετὰ βοηθείας Σκυθικῆς πολλῆς, καὶ ἐστράτευσε κατ' αὐτῶν ἅμα καὶ Γώδιλαν διὰ γῆς ἀπὸ Ὀδυσσοπόλεως καὶ Βαδούριον στρατηγόν. καὶ ἀκούσαντες οἱ Οὖννοι ἔφυγον ἀφανεῖς γενόμενοι. καὶ γέγονεν εἰρήνη ἐν Βοσφόρῳ, καὶ ἐκράτησαν αὐτὴν οἱ Ῥωμαῖοι ἀφόβως. ὁ δὲ βασιλεὺς Ἰουστινιανὸς ἀπέσπασε πάσας τὰς ἐκκλησίας τῶν αἱρετικῶν καὶ ἀπέδωκεν αὐτὰς τοῖς ὀρθοδόξοις δίχα τῶν Ἐξακιονιτῶν Ἀρειανῶν. ἐξεφώνησε δὲ τύπον ὁ βασιλεὺς περὶ τῶν ἐπισκόπων καὶ οἰκονόμων καὶ ὀρφανοτρόφων καὶ ξενοδόχων, ὥστε μὴ κληρονομεῖσθαι, εἰ μὴ ἃ πρὸ τοῦ γενέσθαι εἶχεν ἐν ὑποστάσει, εἰς ταῦτα ἵνα διατίθεται· ἀφ' ἧς δὲ ὥρας προεχειρίσθη, μὴ ἔχειν αὐτὸν ἄδειαν διατίθεσθαι, ἀλλὰ τὰ ἑαυτοῦ πάντα τὸν εὐαγῆ οἶκον κληρονομεῖν. ὁ δ' αὐτὸς βασιλεὺς ἐπλήρωσε καὶ τὸ δημόσιον λουτρὸν τὸ εἰς τὰ Δαγισθέου, ὃ ἤρξατο κτίζειν Ἀναστάσιος ὁ βασιλεύς, καὶ τὸ μεσίαυλον τῆς βασιλικῆς Ἴλλου κιστέρναν μεγάλην ἐποίησεν. 177 Κόσμου ἔτη ϛκαʹ. Τῆς θείας σαρκώσεως ἔτη φκαʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. βʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. δʹ. Ῥώμης ἐπίσκοπος Φίλιξ ἔτη δʹ. γʹ. Κωνσταντ. ἐπίσκοπος Ἐπιφάνιος ἔτη ιϛʹ. θʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. ιηʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιζʹ. θʹ. Ἀντιοχείας ἐπίσκοπος Ἐφραΐμιος ἔτη ιηʹ. βʹ. Τούτῳ τῷ ἔτει Ἡσαΐας, ἐπίσκοπος Ῥόδου, καὶ Ἀλέξανδροςἐπίσκοπος Διοσπόλεως τῆς Θρᾴκης, καθῃρέθησαν ὡς παιδερασταὶ εὑρεθέντες, καὶ ἐτιμωρήθησαν δεινῶς ὑπὸ τοῦ βασιλέως, καυλοτομηθέντες καὶ πομπεύσαντες, τοῦ κήρυκος βοῶντος·" ἐπίσκοποι ὄντες τὸ τίμιον σχῆμα μὴ ἐνυβρίζετε." καὶ ἐξέθετο ὁ βασιλεὺς νόμους σφοδροὺς κατὰ τῶν ἀσελγαινόντων, καὶ πολλοὶ ἐτιμωρήθησαν. καὶ ἐγένετο φόβος πολὺς καὶ ἀσφάλεια. ἀνενέωσε δὲ ὁ εὐσεβὴς βασιλεὺς πάντας τοὺς παλαιοὺς νόμους ποιήσας μονόβιβλον καὶ καλέσας αὐτὸ τὰς νεαρὰς διατάξεις, ἐν αἷς οὐ καταδέχεται τὸν ἄρχοντα ἐν οἷς ἄρχει τόποις ἀγοράζειν κτῆμα, ἢ κτίζειν οἶκον, ἢ κληρονομεῖν ξένον πρόσωπον, εἰ μή τις συγγενὴς αὐτῷ ὑπάρχει. Τῷ δ' αὐτῷ ἔτει μηνὶ Νοεμβρίῳ κθʹ, ὥρᾳ γʹ, ἡμέρᾳ δʹ ἰνδικτιῶνος ζʹ ἔπαθεν ὑπὸ θεομηνίας πάλιν Ἀντιόχεια ἡ μεγάλη μετὰ δύο ἔτη τοῦ πρώτου αὐτῆς πάθους. καὶ ἐγένετο σεισμὸς μέγας ἐπὶ ὥραν μίαν, καὶ ἐγένετο βρυγμὸς ἐκ τοῦ οὐρανοῦ φοβερός· καὶ ἔπεσον πάντα τὰ κτισθέντα ἕως ἐδάφους καὶ τὰ τείχη, καὶ ἐκ τῶν μὴ πεσόντων παλαιῶν κτισμάτων ἐν τῷ πρώτῳ σεισμῷ κατηνέχθησαν νῦν· καὶ πᾶσα ἡ εὐπρέπεια, ἡ γενομένη ἐν τῇ πόλει ἔκ τε τῶν τοῦ βασιλέως φιλοτιμιῶν καὶ ὧν ἐξ ἰδίων οἱ πολῖται ᾠκοδόμησαν, πάντα κατέπεσον. ταῦτα μαθοῦσαι αἱ πλησιάζουσαι πόλεις μετὰ πένθους ἐλιτάνευον. ἀπέθανον δὲ καὶ ἐν ταύτῃ τῇ πτώσει χιλιάδες τέσσαρες καὶ ὀκτακόσιοι ἑβδομήκοντα. οἱ δὲ σωθέντες ἔφυγον εἰς τὰ ἄλλας πόλεις καὶ εἰς τὰ ὄρη ἐν καλύβαις ᾤκουν. γέγονε δὲ καὶ χειμὼν μέγας καὶ βαρύτατος· καὶ ἐλιτάνευον οἱ ἀπομείναντες πάντες ἀνυπό178 δητοι, κλαίοντες καὶ ῥίπτοντες ἑαυτοὺς πρηνεῖς εἰς τὰς χιόνας, κράζοντες τό," Κύριε ἐλέησον." ἐφάνη δὲ ἐν ὁράματί τινι θεοσεβεῖ ἀνθρώπῳ, ὥστε εἰπεῖν πᾶσι τοῖς ὑπολειφθεῖσιν, ἵνα ἐπιγράψωσι εἰς τὰ ὑπέρθυρα αὐτῶν·" Χριστὸς μεθ' ἡμῶν· στῆτε." καὶ τούτου γενομένου, ἔστη ἡ ὀργὴ τοῦ θεοῦ. καὶ πάλιν ὁ βασιλεὺς καὶ ἡ αὐγούστα πολλὰ ἐδωρήσαντο χρήματα εἰς ἀνανέωσιν καὶ οἰκοδομὴν τῆς Ἀντιοχέων πόλεως· καὶ μετωνόμασεν αὐτὴν Θεούπολιν. ἐν δὲ τῇ καʹ τοῦ Μαρτίου μηνὸς τῆς ζʹ ἰνδικτιῶνος ἐπέρριψεν Ἀλαμούνδαρος ὁ Ζεκικῆς, ὁ βασιλίσκος τῶν Σαρακηνῶν, καὶ ἐπραίδευσε τὴν πρώτην Συρίαν ἕως τῶν ὁρίων Ἀντιοχείας, εἰς τὸ λεγόμενον Λίταργον, καὶ Σκαφαθῶν τῶν κτημάτων. καὶ ἐφόνευσε πολλοὺς καὶ ἔκαυσε τὰ ἔξω Χαλκηδόνος καὶ τὸ Σέρμιον κτῆμα καὶ τὴν Κυνηγίαν χώραν. καὶ ἀκούσαντες οἱ ἔξαρχοι τῶν Ῥωμαίων ἐξῆλθον κατ' αὐτοῦ. καὶ γνόντες οἱ Σαρακηνοὶ σὺν τοῖς Πέρσαις λαβόντες τὴν πραῖδαν καὶ τοὺς αἰχμαλώτους διὰ τοῦ ἐσωτέρου λιμιτοῦ ἔφυγον. τῷ δὲ Ἀπριλλίῳ μηνὶ τῆς αὐτῆς ζʹ ἐπινεμήσεως κατέλαβε βοήθεια στρατοῦ πεμφθεῖσα ὑπὸ τοῦ βασιλέως καὶ πεζικὴ ἐκ Φρυγίας τῶν λεγομένων Λυκοκρανιτῶν· καὶ προεβάλετο στρατηλάτην ἀνατολῆς Βελισάριον διαδεξάμενος Ὑπάτιον πατρίκιον τὸν Σεκουνδίνου. καὶ τῇ ιβʹ τοῦ Μαΐου μηνὸς εἰσῆλθεν ἐν Ἀντιοχείᾳ Ἑρμογένης ὁ μάγιστρος ὁ Σκύθης, ἀνὴρ σοφός, πρέσβις ἀπολυθεὶς παρὰ τοῦ βασιλέως Ἰουστινιανοῦ πρὸς τὸν βασιλέα Περσῶν περὶ εἰρήνης. τῷ δὲ Ἰουνίῳ μηνὶ Σαμαρεῖται καὶ Ἰουδαῖοι ἐν Παλαιστίνῃ βασιλέα Ἰουλιανόν τινα ἔστεψαν καὶ κατὰ Χριστιανῶν ὅπλα κινήσαντες ἁρπαγὰς καὶ φόνους καὶ ἐμπυρισμοὺς κατὰ Χριστιανῶν εἰργάσαντο. οὓς ὁ θεὸς παρέδωκεν εἰς χεῖρας Ἰουστινιανοῦ, καὶ ἀνήλωσε πάντας, καὶ ἀπεκεφάλισε τὸν τύραννον Ἰουλιανόν. Χοσρόης δέ, ὁ τῶν Περσῶν βασιλεύς, δεξάμενος Ἑρμογένην τὸν μάγιστρον μετὰ δώρων πρεσβεύοντα περὶ εἰρήνης τῷ Ἰουλίῳ μηνὶ τῆς αὐτῆς ζʹ ἰνδικτιῶνος, λαβὼν τὰ δῶρα εἰρήνην οὐ κατεδέξατο 179 ποιῆσαι, ἀναπεισθεὶς ὑπὸ Σαμαρειτῶν προσφυγόντων αὐτῷ καὶ ὑποτιθεμένων αὐτῷ προδιδόναι τὴν χώραν αὐτῶν, πᾶσαν τὴν Παλαιστίνην, ὡς ἔχοντες καὶ συμμαχίαν Ἰουδαίους τε καὶ Σαμαρείτας χιλιάδας νʹ. τούτοις θαρρήσας Χοσρόης οὐ προείλετο τὴν εἰρήνην βουλόμενος καὶ τὴν Ἱερουσαλὴμ δι' αὐτῶν παραλαβεῖν ἔχουσαν χρυσοῦ ἀναρίθμητα κεντηνάρια καὶ λιθέαν πολλήν. ἀφορμὴν δὲ ἔλαβε περὶ τῶν χρυσωρυχίων τῶν ἐν τοῖς ὄρεσιν Ἀρμενίας, ὡς πρώην ἀνὰ ταλάντου τελούντων Ῥωμαίοις τε καὶ Πέρσαις, νῦν δὲ τοῖς Ῥωμαίοις μόνοις τελούντων. καὶ ἄλλα τινὰ κεφάλαια προφασιζόμενος ἔγραφε τῷ βασιλεῖ. γνωσθέντος δὲ τοῦ δράματος τῶν Σαμαρειτῶν, ἐν τῳ ὑποστρέφειν αὐτοὺς ἐκ τῶν Περσῶν ἐκρατήθησαν εἰς τὸ Ἀμμάδιος. ἦσαν δὲ Σαμαρεῖται ὀνόματα πέντε ἐκ τῶν εὐπόρων αὐτῶν· καὶ παρεδόθησαν τῷ στρατηλάτῃ Βελισαρίῳ καὶ ἐξετασθέντες ὡμολόγησαν πάντα. Τῷ δ' αὐτῷ χρόνῳ ὁ δοὺξ Παλαιστίνης ἐποίησεν ἔχθραν μετὰ τοῦ φυλάρχου τῶν ὑπὸ Ῥωμαίους Σαρακηνῶν· καὶ φοβηθεὶς ὁ φύλαρχος εἰσῆλθεν εἰς τὸ ἐσώτερον λιμιτόν. καὶ μαθὼν ὁ Ἀλαμούνδαρος, ἐπιρρίψας παρέλαβεν αὐτὸν καὶ ἐφόνευσεν, καὶ λαβὼν τὰς γυναῖκας αὐτοῦ καὶ τὰ τέκνα ὑπέστρεψεν. καὶ μαθόντες οἱ δοῦκες τῆς Φοινίκης καὶ Ἀραβίας καὶ Μεσοποταμίας καὶ ὁ φύλαρχος ἐδίωξαν ὀπίσω αὐτοῦ· καὶ ἀκούσας ὁ Ἀλαμούνδαρος ἔφυγεν εἰς τὰ Ἰνδικὰ μέρη, εἰς ἃ οὐδεὶς τῶν Ῥωμαίων εἰσῆλθέ ποτε. παρέλαβον δὲ καὶ τὰς σκηνὰς αὐτῶν καὶ ἤνεγκαν αἰχμαλωσίαν πολλὴν Σαρακηνῶν, ἀνδρῶν καὶ γυναικῶν καὶ παίδων, καὶ ὅσους εὗρον Ῥωμαίους αἰχμαλώτους καὶ καμήλους καὶ πρόβατα καὶ βόας καὶ πολλὴν μέταξιν καὶ ἱματισμόν. ἔκαυσαν δὲ καὶ Περσικὰ κάστρα τέσσαρα καὶ ὑπέστρεψαν μετὰ νίκης μεγάλης. 180 Κόσμου ἔτη ϛκβʹ. Τῆς θείας σαρκώσεως ἔτη
134.22.1
Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. γʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη
134.23.1
εʹ. Ῥώμης ἐπίσκοπος Φίλιξ ἔτη δʹ. δʹ. Κωνσταντ. ἐπίσκοπος Ἐπιφάνιος ἔτη ιϛʹ. ιʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. ιθʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη
134.24.1
ιʹ. Ἀντιοχείας ἐπίσκοπος Ἐφραΐμιος ἔτη ιηʹ. γʹ. Τούτῳ τῷ ἔτει τῆς ηʹ ἐπινεμήσεως ἐποίησεν ὁ βασιλεὺς Ἰουστινιανὸς διωγμὸν μέγαν κατὰ Ἑλλήνων καὶ πάσης αἱρέσεως καὶ τὰς τούτων οὐσίας ἐδήμευσεν. κατηγορήθη δὲ καὶ Μακεδόνιος, ὁ ἀπὸ ῥεφερενδαρίων, καὶ Ἀσκληπιόδοτος, ὁ ἀπὸ ἐπάρχων, ὅστις καὶ φοβηθεὶς ἐπίπισε καὶ ἀπέθανεν· καὶ Πηγάσιος ὁ Ἡλιουπολίτης σὺν τοῖς τέκνοις αὐτοῦ ἐν προόδῳ ἐξητάσθησαν· καὶ Φωκᾶς, ὁ πατρίκιος τοῦ Κρατεροῦ, καὶ ὁ κυαίστωρ Θωμᾶς καὶ ἄλλοι συνελήφθησαν· καὶ πολὺς φόβος ἐγένετο. καὶ ἐθέσπισεν ὁ βασιλεύς, ὥστε μὴ πολιτεύεσθαι τοὺς ἑλληνίζοντας μηδὲ τοὺς αἱρετικούς, εἰ μὴ μόνους τοὺς ὀρθοδόξους Χριστιανούς, δοὺς αὐτοῖς καὶ προθεσμίαν ἕως μηνῶν τριῶν πρὸς ἐπιστροφήν. τῷ δὲ Μαρτίῳ μηνὶ τῆς αὐτῆς ηʹ ἰνδικτιῶνος ἐν Ἀντιοχείᾳ Ἑρμογένης, ὁ ἀπὸ ὑπάτων μάγιστρος, καὶ Ῥουφῖνος, ὁ ἀπὸ στρατηλατῶν πατρίκιος, ἐπὶ τὰ Περσικὰ μέρη ἀπερχόμενοι πρεσβευταί, καὶ φθάσαντες εἰς τὸ Δαρᾶς ἐμήνυσαν τῷ βασιλεῖ τῶν Περσῶν τοῦ δέξασθαι αὐτούς. καὶ ἐν τῷ διάγειν αὐτοὺς εἰς τὸ Δαρᾶς ἅμα Βελισαρίῳ τῷ στρατηλάτῃ τῆς ἀνατολῆς καὶ τῶν λοιπῶν ἐξάρχων Ῥωμαίων, καὶ ἀπληκευόντων αὐτῶν πρὸ μικροῦ τῆς πόλεως, μαθὼν ὁ Μηράμ, πρωτοστράτηγος τῶν Περσῶν τοῦ βασιλέως, σὺν τῷ υἱῷ τοῦ βασιλέως καὶ τοῖς λοιποῖς στρατηγοῖς Περσίδος συνηγμένοι ἐν τῷ Νιτζίβιος μετὰ Περσικῆς δυνάμεως πολλῆς, τῷ Ἰουνίῳ μηνὶ 181 τῆς ηʹ ἰνδικτιῶνος ἐπέρριψεν αὐτοῖς μερίσας τὸ ἴδιον πλῆθος εἰς τρία τάγματα. καὶ τοῦτο γνόντες οἱ στρατηγοὶ Ῥωμαίων σὺν τῷ μαγίστρῳ, καλῶς στρατηγήσαντες ὥρμησαν κατὰ Περσῶν, καὶ ἐγένετο πόλεμος μέγας καὶ συμβολὴ φοβερά. καὶ ἔκοψαν οἱ Ῥωμαῖοι τοὺς Πέρσας, καὶ ἀπώλεσαν αὐτοὺς ἐπάραντες καὶ τὸ βάνδον αὐτῶν. ὁ δὲ Μηρὰμ καὶ ὁ υἱὸς τοῦ βασιλέως Περσῶν καὶ ὀλίγοι ἐκ τῶν περισωθέντων κατέφυγον εἰς τὸ Νιτζίβιος· καὶ ἐνίκησαν οἱ Ῥωμαῖοι νίκην μεγάλην. γνοὺς δὲ τοῦτο ὁ τῶν Περσῶν βασιλεὺς ἐπέτρεψεν εἰσελθεῖν πρὸς αὐτὸν τὸν πατρίκιον Ῥουφῖνον μόνον ἅμα τῷ κόμητι Ἀλεξάνδρῳ. καὶ τῷ Αὐγούστῳ μηνὶ εἰσῆλθε πρὸς αὐτόν, καὶ πολλὰ διαλεχθέντες καὶ εἰρήνης πάκτα κατατυπώσαντες ἐξῆλθον ἐν εἰρήνῃ. Ῥώμης ἐπίσκοπος Βονιφάτιος ἔτη βʹ. ϛκγʹ. φκγʹ. δʹ. ϛʹ. αʹ. ιαʹ. κʹ.
134.25.1
δʹ. Τούτῳ τῷ ἔτει μηνὶ Σεπτεμβρίῳ ἰνδικτιῶνος θʹ ἐφάνη μέγας καὶ φοβερὸς ἀστὴρ εἰς τὸ δυτικὸν μέρος, κομήτης, πέμπων ἐπὶ τὰ ἄνω τὰς ἑαυτοῦ ἀκτῖνας ἀστραπτούσας, ὃν ἔλεγον Λαμπαδίαν, καὶ ἔμεινεν ἐπὶ εἴκοσι ἡμέρας λάμπων· καὶ ἐγένοντο κοσμικαὶ δημοκρατίαι καὶ φόνοι. ἐν δὲ τῇ συμπληρώσει τοῦ Νοεμβρίου μηνὸς κατέλαβεν ὁ πατρίκιος Ῥουφῖνος ἐκ τῆς πρεσβείας τῶν Περσῶν πρὸς τὸν βασιλέα Ἰουστινιανὸν εἰρήνης πάκτα στοιχήσας· ὅν τινα δεξάμενος ὁ βασιλεὺς ἐχάρη λίαν διὰ τὴν εἰρήνην, καὶ ἠσμένισε τὰ στοιχηθέντα πάκτα, καὶ ἔτυχον εἰρήνης τὰ πράγματα ἀμφοτέρων. ϛκδʹ. φκδʹ. εʹ. ζʹ. βʹ. ιβʹ. καʹ. ιβʹ. εʹ. Τούτῳ τῷ ἔτει πέμπτῳ ὄντι τῆς βασιλείας Ἰουστινιανοῦ μηνὶ Ἰαννουαρίῳ ἰνδικτιῶνος ιʹ γέγονε τοῦ λεγομένου Νίκα ἡ ἀνταρσία. καὶ ἔστεψαν οἱ τῶν δήμων εἰς βασιλέα Ὑπάτιον, τὸν συγγενῆ τοῦ βασιλέως Ἀναστασίου· καὶ ἐκαύθη πολὺ μέρος τῆς πόλεως, καὶ ἡ μεγάλη ἐκκλησία, καὶ ἡ ἁγία Εἰρήνη, καὶ ὁ ξενὼν τοῦ Σαμψών, καὶ τὸ Αὐγουσταῖον, καὶ τὸ προσκιόνιον τῆς βασιλικῆς, καὶ ἡ Χαλκῆ τοῦ παλατίου. καὶ ἐγένετο φόβος μέγας, καὶ πολλοὶ τῶν εὑρεθέντων ἐν τῷ λεγομένῳ ἱππικῷ μετὰ Ὑπατίου, ὥς φασι λεʹ χιλιάδες, ἀπέθανον. γέγονε δὲ ἡ ἀταξία τοῦ Νίκα τρόπῳ τοιούτῳ. ἀνελθόντα τὰ μέρη ἐν τῷ ἱππικῷ, ἔκραξαν οἱ τῶν Πρασίνων· ἄκτα διὰ Καλοπόδιον τὸν κουβικουλάριον καὶ σπαθάριον. οἱ Πράσινοι· 20" ἔτη πολλά, 182 Ἰουστινιανὲ αὔγουστε· τούβικας. ἀδικοῦμαι, μόνε ἀγαθέ, οὐ βαστάζω, οἶδεν ὁ θεός. φοβοῦμαι ὀνομάσαι, μὴ πλέον εὐτυχήσῃ καὶ μέλλω κινδυνεύειν."– Μανδάτωρ· 20" τίς ἐστιν, οὐκ οἶδα."– οἱ Πράσινοι20" Ὁ πλεονεκτῶν με, τρισαύγουστε, εἰς τὰ τζαγγαρεῖα εὑρίσκεται."– Μανδάτωρ· 20" οὐδεὶς ὑμᾶς ἀδικεῖ."– Οἱ Πράσινοι· 20" εἷς καὶ μόνος ἀδικεῖ με, θεοτόκε, μὴ ἀνακεφαλίσῃ."– Μανδάτωρ· 20" τίς ἐστιν ἐκεῖνος, οὐκ οἴδαμεν."– Οἱ Πράσινοι· 20" σὺ καὶ μόνος οἶδας, τρισαύγουστε, τίς πλεονεκτεῖ με σήμερον."– Μανδάτωρ· 20" εἴ τις ἐάν ἐστιν, οὐκ οἴδαμεν."– Οἱ Πράσινοι· 20" Καλοπόδιος ὁ σπαθάριος ἀδικεῖ με, δέσποτα πάντων."– Μανδάτωρ· 20" οὐκ ἔχει πρᾶγμα Καλοπόδιος."– Οἱ Πράσινοι· 20" εἴ τίς ποτέ ἐστιν, τὸν μόρον ποιήσει τοῦ Ἰούδα, ὁ θεὸς ἀνταποδώσει αὐτῷ ἀδικοῦντί με διὰ τάχους."– Μανδάτωρ· 20" ὑμεῖς οὐκ ἀνέρχεσθε εἰς τὸ θεωρῆσαι, εἰ μὴ εἰς τὸ ὑβρίζειν τοὺς ἄρχοντας."– Οἱ Πράσινοι· 20" εἴʹ τις δήποτε ἀδικεῖ με, τὸν μόρον ποιήσει τοῦ Ἰούδα."– Μανδάτωρ· 20" ἡσυχάσατε, Ἰουδαῖοι, Μανιχαῖοι καὶ Σαμαρεῖται."– Οἱ Πράσινοι·" Ἰουδαίους καὶ Σαμαρείτας ἀποκαλεῖς; ἡ θεοτόκος μετὰ ὅλων."– Μανδάτωρ· 20" ἕως πότε ἑαυτοὺς καταρᾶσθε;"– Οἱ Πράσινοι20" εἴ τις οὐ λέγει, ὅτι ὀρθῶς πιστεύει ὁ δεσπότης, ἀνάθεμα αὐτῷ, ὡς τῷ Ἰούδᾳ."– Μανδάτωρ· 20" ἐγὼ ὑμῖν λέγω, εἰς ἕνα βαπτίζεσθε."– Οἱ δὲ Πράσινοι ἀνεβόησαν ἐπάνω ἀλλήλων καὶ ἔκραζον, ὡς ἐκέλευσεν Ἄντλας·" εἰς ἕνα βαπτίζομαι."– Μανδάτωρ· 20" ὄντως εἰ μὴ ἡσυχάσητε, ἀποκεφαλίζω ὑμᾶς."– Οἱ Πράσινοι· 20" ἕκαστος σπεύδει ἀρχὴν κρατῆσαι, ἵνα σωθῇ· καὶ εἴ τι ἐὰν εἴπωμεν θλιβόμενοι, μὴ ἀγανακτήσῃ τὸ κράτος σου· τὸ γὰρ θεῖον πάντων ἀνέχεται."– Οἱ Πράσινοι· 20" ἡμεῖς λόγον ἔχοντες, αὐτοκράτωρ, ὀνομάζομεν ἄρτι πάντα· ποῦ ἐστιν, ἡμεῖς οὐκ οἴδαμεν, οὐδὲ τὸ παλάτιον, τρισαύγουστε, οὐδὲ πολιτείας κατάστασις. μίαν εἰς τὴν πόλιν προέρχομαι, ὅτ' ἂν εἰς βορδώνην καθέζομαι· εἴθοις μηδὲ τότε, 183 τρισαύγουστε."– Μανδάτωρ· 20" ἕκαστος ἐλεύθερος ὅπου θέλει ἀκινδύνως δημοσιεύει."– Οἱ Πράσινοι· 20" καὶ θαρρῶ ἐλευθερίας, καὶ ἐμφανίσαι οὐ συγχωροῦμαι· καὶ ἐάν ἐστιν ἐλεύθερος, ἔχει δὲ Πρασίνων ὑπόληψιν, πάντως εἰς φανερὸν κολάζεται."– Μανδάτωρ· 20" ἑτοιμοθάνατοι, οὐδὲ τῶν ψυχῶν ὑμῶν φείδεσθε;"– Οἱ Πράσινοι· 20" ἐπαρθῇ τὸ χρῶμα τοῦτο, καὶ ἡ δίκη οὐ χρηματίζει· ἄνες τὸ φονεύεσθαι· καὶ ἄφες, κολαζόμεθα. ἴδε πηγὴ βρύουσα, καὶ ὅσους θέλεις, κόλαζε. ἀληθῶς τὰ δύο ταῦτα οὐ φέρει ἀνθρωπίνη φύσις. εἴθοις Σαββάτης μὴ ἐγεννήθη, ἵνα μὴ ἔσχεν υἱὸν φονέα. εἰκότως ἕκτος φόνος ἐστὶν ὁ γενόμενος εἰς τὸ Ζεῦγμα· τῇ πρωΐᾳ ἐθεώρησεν, καὶ τῇ δείλῃ ἐσφάγη, δέσποτα πάντων."– Οἱ Βένετοι· 20" τοὺς φονεῖς ὅλου τοῦ σταδίου ὑμεῖς μόνοι ἔχετε."– Οἱ Πράσινοι· 20" πότε σφάζεις, καὶ ἀποδημεῖς."– Οἱ Βένετοι· 20" σὺ δὲ σφάζεις, καὶ διακινεῖς. τοὺς φονεῖς γὰρ τοῦ σταδίου ὑμεῖς μόνοι ἔχετε."– Οἱ Πράσινοι· 20" δέσποτα Ἰουστινιανέ, αὐτοὶ παρακαλοῦσιν, καὶ οὐδεὶς αὐτοὺς φονεύει. νοήσει ὁ θέλων τὸν ξυλοπώλην, τὸν εἰς τὸ Ζεῦγμα, τίς ἐφόνευσεν, αὐτοκράτωρ;"– Μανδάτωρ· 20" ὑμεῖς αὐτὸν ἐφονεύσατε."– Οἱ Πράσινοι· 20" τὸν υἱὸν τοῦ Ἐπαγάθου τίς ἐφόνευσεν, αὐτοκράτωρ;"– Μανδάτωρ· 20" καὶ αὐτὸν ὑμεῖς ἐφονεύσατε· καὶ τοὺς Βενέτους πλέκετε."– Οἱ Πράσινοι· 20" ἄρτι καὶ ἄρτι· κύριε ἐλέησον. τυραννεῖται ἡ ἀλήθεια. ἤθελον ἀντιβάλαι τοῖς λέγουσιν ἐκ θεοῦ διοικεῖσθαι τὰ πράγματα· πόθεν αὕτη ἡ δυστυχία;"– Μανδάτωρ· 20" ὁ θεὸς κακῶν ἀπείραστος."– Οἱ Πράσινοι· 20" θεὸς κακῶν ἀπείραστος; καὶ τίς ἐστιν ὁ ἀδικῶν με; εἰ φιλόσοφός ἐστιν ἢ ἐρημίτης, τὴν διαίρεσιν εἴπῃ τῶν ἑκατέρων."– Μανδάτωρ· 20" βλάσφημοι καὶ θεοχόλωτοι, ἕως πότε οὐχ ἡσυχάζετε;"– Οἱ Πράσινοι· 20" ἂν θεραπεύεται τὸ κράτος σου, στέγω, καὶ μὴ θέλων, τρισαύγουστε. ὅλα, ὅλα οἶδα· ἀλλὰ σιωπῶ. σώζου, δίκη, οὐκέτι χρηματίζεις. μεταβαίνω, καὶ τότε ἰουδαΐζω. μᾶλλον δὲ ἑλληνίσαι συμφέρει, καὶ μὴ βενετίσαι, ὁ θεὸς οἶδεν."– Οἱ Βένετοι." τὸ μισῶ οὐ θέλω βλέπειν· καὶ ὁ φθόνος παρενοχλεῖ μοι."– Οἱ 184 Πράσινοι· 20" ἀνασκαφῇ τὰ ὀστέα τῶν θεωρούντων."– Καὶ κατῆλθον οὗτοι καὶ ἔασαν τὸν βασιλέα καὶ τοὺς Βενέτους θεωροῦντας. καὶ εὐθὺς συνέβη γενέσθαι ὑπό τινων μαϊστόρων πρόφασιν δημοτικῆς ταραχῆς τρόπῳ τοιῷδε. κρατήσας ὁ ἔπαρχος τρεῖς δημότας τῶν ἀτακτούντων ἐφούρκισεν αὐτούς. καὶ ὁ μὲν εἷς παραυτὰ ἀπέθανεν, οἱ δὲ δύο ἔπεσον ἐκ τῆς φούρκας. πάλιν ἐκρεμάσθησαν, καὶ πάλιν ἔπεσον. τούτους οὖν ἑωρακὼς ὁ ἑστὼς ὄχλος ἔκραξεν·" τούτους τῇ ἐκκλησίᾳ." ἀκηκοότες οὖν οἱ μοναχοὶ τοῦ ἁγίου Κόνωνος ἥρπασαν αὐτοὺς ἐν ἀκατίῳ καὶ ἐπέρασαν εἰς τὸν ἅγιον Λαυρέντιον, διότι προνόμια εἶχε τοῦ μηδένα ἐκβλήσκεσθαι τοῦ ναοῦ, ἕως οὗ πάθῃ τὸ ἱκανόν. ἀκούσας δὲ ὁ ἔπαρχος ἔπεμψε στρατιώτας τοῦ φυλάττειν αὐτούς, καὶ γνόντες οἱ δῆμοι ἀπῆλθον εἰς τὸ πραιτώριον αἰτοῦντες τὸν ἔπαρχον ἀποστῆναι ἐκ τοῦ ἁγίου Λαυρεντίου τοὺς φυλάσσοντας στρατιώτας· καὶ ἀποκρίσεως οὐκ ἔτυχον παρ' αὐτοῦ· καὶ θυμωθέντες ἔβαλον πῦρ εἰς τὸ πραιτώριον, καὶ ἐκάησαν οἱ ἔμβολοι ἀπὸ τῆς καμάρας τοῦ Φόρου ἕως τῆς Χαλκῆς, τά τε ἀργυροπρατεῖα, καὶ τὰ Λαύσου πάντα πυρὶ ἀνηλώθησαν· καὶ τοὺς ἐμπίπτοντας αὐτοῖς στρατιώτας κατέσφαξαν ἀφειδῶς. καὶ εἰσερχόμενοι ἐν τοῖς οἴκοις διήρπαζον τὰς ὑποστάσεις, καὶ ἐνεπύρισαν τὴν εἴσοδον τοῦ παλατίου τὴν χαλκόστεγον, καὶ τὸν πόρτικον τῶν προτικτόρων καὶ τὸ ἕνατον τοῦ Αὐγουστέως. καὶ κατῆλθεν ὁ δῆμος εἰς τὸν Ἰουλιανοῦ, τὸν Σοφίας λέγω, λιμένα εἰς τὸν οἶκον Πρόβου ζητοῦντες ὅπλα καὶ κράζοντες" ἄλλον βασιλέα τῇ πόλει·" καὶ ἔβαλον πῦρ εἰς τὰ Πρόβου, καὶ κατηνέχθη ὁ οἶκος. καὶ ἦλθον καὶ ἔκαυσαν τὸ βαλανεῖον τοῦ Ἀλεξάνδρου καὶ τὸν ξενῶνα τῶν Σαμψὼν τὸν μέγαν, καὶ ἀπώλοντο οἱ ἄρρωστοι, καὶ τὴν μεγάλην ἐκκλησίαν σὺν τοῖς ἀμφοτέροις κίοσιν· καὶ πᾶσα ἐκ τετραέντου κατηνέχθη. ὁ δὲ βασιλεὺς φοβηθεὶς ἠθέλησε βαλεῖν εἰς δρόμωνα τὰ χρήματα καὶ ἐξελθεῖν ἐπὶ τὴν Θρᾴκην ἕως Ἡρακλείας, καταλείψας φυλάττειν τὸ παλάτιον τὸν στρατηλάτην Μοῦνδον μετὰ τοῦ υἱοῦ αὐτοῦ καὶ γ ἀνδρῶν καὶ Κωνσταντιόλου, καὶ τοὺς κουβικουλαρίους. 185 οἱ δὲ δῆμοι τοὺς νεκροὺς σύραντες ἔβαλον εἰς τὴν θάλασσαν, φονεύσαντες καὶ γυναῖκας πολλάς. φήμης δὲ γενομένης, ὅτι ὁ βασιλεὺς λαβὼν τὴν αὐγούσταν ἐξῆλθεν ἐν τῇ Θρᾴκῃ, ἀνηγόρευσαν βασιλέα Ὑπάτιον τὸν πατρίκιον, καὶ καθεζόμενος ἐν τῷ ἱππικῷ εὐφημεῖτο ὑπὸ τῶν δήμων καὶ ἤκουε τὰς ὑβριστικὰς φωνὰς τὰς πρὸς Ἰουστινιανὸν τὸν βασιλέα. ἦλθον δὲ καὶ ἀπὸ Φλακιανῶν νεώτεροι Πράσινοι σʹ λωρικάτοι ὑπολαμβάνοντες ἀνοῖξαι τὸ παλάτιον καὶ εἰσαγαγεῖν τὸν Ὑπάτιον. ὁ δὲ βασιλεὺς ἀκούσας τὰ παρὰ τοῦ δήμου καὶ Ὑπατίου τολμηθέντα εἰσῆλθεν ἐν τῷ παλατίῳ καὶ ἀνῆλθεν ἐπὶ τὰ λεγόμενα Πούλπιτα ὄπισθεν τοῦ καθίσματος τοῦ ἱπποδρομίου εἰς τὸν τρίκλινον τὸν ἔχοντα τὰς χαλκᾶς θύρας, ἔχων μεθ' ἑαυτοῦ Μοῦνδον καὶ Κωνσταντίολον καὶ Βελισάριον καὶ ἄλλους συγκλητικοὺς καὶ ἐνόπλων στρατιωτῶν βοήθειαν καὶ κουβικουλαρίους καὶ σπαθαρίους. ἐξελθὼν δὲ Ναρσῆς ὁ κουβικουλάριος ὑπέσυρέ τινας ἐκ τοῦ Βενέτου μέρους ῥογεύσας χρήματα· καὶ ἤρξαντο κράζειν·" Ἰουστινιανὲ αὔγουστε, τούβικας. κύριε, σῶσον Ἰουστινιανὸν τὸν βασιλέα καὶ Θεοδώραν τὴν αὐγούσταν." τότε διχονοῆσαν τὸ πλῆθος, ὥρμησαν κατ' ἀλλήλων. καὶ ἐξελθόντες οἱ τοῦ παλατίου μετὰ τῆς αὐτῆς βοηθείας ἀπέσχισάν τινας αὐτῶν ἀπὸ τοῦ δήμου καὶ ὥρμησαν εἰς τὸ ἱπποδρόμιον, καὶ ὁ μὲν Ναρσῆς διὰ τῶν θυρῶν, ὁ δὲ υἱὸς Μούνδου διὰ τῆς σφενδόνης, ἄλλοι δὲ διὰ τοῦ μονοπάτου τοῦ καθίσματος εἰς τὸ πέλμα, καὶ ἤρξαντο κόπτειν τοὺς δήμους, οἱ μὲν τοξεύοντες, οἱ δὲ κατασφάζοντες, ὥστε μηδένα τῶν πολιτῶν ἢ Βενέτων ἢ Πρασίνων εὑρεθέντων ἐν τῷ ἱππικῷ σωθῆναι. ὁ δὲ Βελισάριος εἰσδραμὼν ἐπὶ τὸ κάθισμα τοῦ βασιλέως μετὰ σπαθαρίων, συλλαβόμενος Ὑπάτιον προσήγαγε τῷ βασιλεῖ, καὶ ἀπέθεντο αὐτὸν ἐν τῇ φυλακῇ. ἀπέθανον δὲ τῇ ἡμέρᾳ ἐκείνῃ χιλιάδες λεʹ ἀνδρῶν. καὶ οὐκέτι ἐφαίνετο δημότης πώποτε, ἀλλ' ἐγένετο ἡσυχία τῇ ἡμέρᾳ ἐκείνῃ. τῇ δὲ ἐπαύριον ἐσφάγησαν Ὑπάτιος καὶ Πομπήιος, ὁ ἀδελφὸς αὐτοῦ· καὶ ἐρρίφησαν τὰ σώματα αὐτῶν ἐν τῇ θαλάσσῃ, καὶ ἐδημεύθησαν οἱ οἶκοι αὐτῶν, μετὰ καὶ ἄλλων ιηʹ πατρικίων καὶ ἰλλουστρίων καὶ ὑπατικῶν δημευθέντων ὡς συνδρό186 μων Ὑπατίου. καὶ ἐγένετο φόβος μέγας, καὶ ἡσύχασεν ἡ πόλις, καὶ οὐκ ἤχθη ἱππικὸν ἐπὶ ἱκανὸν χρόνον. Τῷ δ' αὐτῷ ἔτει γέγονε καὶ ἀστέρων δρόμος πολὺς ἀπὸ ἑσπέρας ἕως αὔγους· ὥστε πάντας ἐκπλήττεσθαι καὶ λέγειν, ὅτι οἱ ἀστέρες πίπτουσιν, καὶ οὐκ οἴδαμέν ποτε τοιοῦτον πρᾶγμα. Ῥώμης ἐπίσκοπος Ἰωάννης ἔτη γʹ. ϛκεʹ. φκεʹ. ϛʹ. ηʹ. αʹ. ιγʹ. κβʹ. ιγʹ. ϛʹ. Τούτῳ τῷ ἔτει Θεοδώρα, ἡ εὐσεβεστάτη αὐγούστα, ἐξῆλθεν εἰς τὰ θερμὰ τῶν Πυθίων θερμίσαι· καὶ συνεξῆλθον αὐτῇ ὅ τε πατρίκιος Μηνᾶς ὁ ἔπαρχος, καὶ ὁ πατρίκιος Ἡλίας, ὁ κόμης τῶν λαργιτιώνων, καὶ ἄλλοι πατρίκιοι καὶ οἱ κουβικουλάριοι καὶ σατράπαι, χιλιάδες τέσσαρες· καὶ πολλὰ ἐχαρίσατο ταῖς ἐκκλησίαις καὶ πτωχείοις καὶ τοῖς μοναστηρίοις. ϛκϛʹ. φκϛʹ. ζʹ. θʹ. βʹ. ιδʹ. κγʹ. ιδʹ. ζʹ. Τούτῳ τῷ ἔτει Πρίσκος ὕπατος ἀπὸ νοταρίων τοῦ βασιλέως, ἀγανακτηθεὶς ὑπὸ Θεοδώρας τῆς βασιλίσσης ἐδημεύθη καὶ διάκονος Κυζίκου ἐχειροτονήθη, κελεύσαντος τοῦ βασιλέως. Τῷ δ' αὐτῷ ἔτει γεγόνασιν Οὐανδαλικοὶ πόλεμοι, καὶ παρέλαβε Βελισάριος τὴν Ἀφρικήν. Οὐανδῆλοι, καθὼς ἐν τοῖς ἄνω χρόνοις εἴρηται, ἐπὶ Ἀρκαδίου βασιλέως καὶ Ὀνωρίου τὴν Ἱσπανίαν καταλαβόντες μετὰ Γοδιγίσκλου, τοῦ ῥηγὸς αὐτῶν, ἐκ ταύτης ἐπὶ Λιβύην περάσαντες, ταύτην κατέσχον. τοῦ δὲ Γοδιγίσκλου τελευτήσαντος, Γόγδαρις καὶ Γιζέριχος, οἱ τούτου υἱοί, τὴν τούτου ἀρχὴν διεδέξαντο. Γόγδαρις δὲ ἐξ ἀνθρώπων γενόμενος, Γιζέριχος βασιλεὺς Οὐανδήλων ἀναδείκνυται, καὶ πόλιν Καρθαγένναν βασιλεύσας ἔτη λθʹ, παραλαβὼν καὶ Ῥώμην. τούτου δὲ τελευτήσαντος, Ὀνώριχος, ὁ υἱὸς αὐτοῦ, τὴν βασιλείαν διεδέξατο πολλὰ κακὰ τοῖς ἐν Λιβύῃ Χριστιανοῖς ἐνδειξάμενος καὶ ἀρειανίζειν βιαζόμενος· καὶ πολλοὺς ἐφόνευσε καὶ ἐγλωσσοτόμησεν ἀπὸ τῆς φάρυγγος, οἳ καὶ τῇ τοῦ θεοῦ χάριτι 187 ὕστερον ἐλάλουν. τούτων καταφρονήσαντες ἐπολέμησαν οἱ Μαυρούσιοι καὶ πολλὰ κακὰ εἰς Οὐανδήλους εἰργάσαντο. ὀκτὼ δὲ ἔτη βασιλεύσας τελευτᾷ ἀπολέσας τὴν Νουμιδίαν καὶ τὸ Αὐράσιον ὄρος, οἳ οὐκέτι ὑπὸ τοὺς Οὐανδήλους ἐγένοντο. Γουνδαμοῦνδος δέ, ὁ Γεήζωνος υἱός, υἱοῦ Γιζερίχου, τὴν ἀρχὴν διεδέξατο μείζονα κακὰ τοῖς Χριστιανοῖς ἐνδειξάμενος· ἐτελεύτησε βασιλεύσας ἔτη ιβʹ. τούτου τὴν ἀρχὴν διεδέξατο Τρασαμοῦνδος, ἀνὴρ εὐειδὴς καὶ συνετὸς καὶ μεγαλόψυχος. οὗτος τοὺς Χριστιανοὺς ἐβιάζετο μεταβαλέσθαι τὴν πατρῴαν δόξαν, οὐκ αἰκιζόμενος, τοὺς δὲ ἀπειθοῦντας ἀποστρεφόμενος. τελευτησάσης δὲ τῆς γυναικὸς αὐτοῦ ἀτέκνου βουλεύεται ἄριστα, καὶ πέμψας πρὸς Θευδέριχον, τὸν βασιλέα Γότθων, εἰς Ἱσπανίαν ᾔτει τὴν τούτου ἀδελφὴν λαβεῖν πρὸς γάμον Ἀμαλαφρίδα χήραν οὖσαν. ὁ δὲ καὶ τὴν ἀδελφὴν δέδωκεν αὐτῷ εἰς γυναῖκα καὶ Γότθων δοκίμων χιλίους ἐν τάξει δορυφόρων σὺν ἄλλαις πέντε χιλιάσιν ἀνδρῶν μαχίμων πρὸς ὑπουργίαν τούτων. ἐδωρήσατο δὲ τῇ ἀδελφῇ Θευδέριχος καὶ τῶν ἐν Σικελίᾳ ἀκρωτηρίων ἓν τὸ καλούμενον Λύσιον· καὶ ἀπ' αὐτοῦ ἔδοξεν ὁ Τρασαμοῦνδος πάντων τῶν ἐν Λίβυσι βασιλευσάντων κρείσσων τε καὶ δυνατώτατος· ἐγένετο δὲ καὶ φίλος Ἀναστασίου τοῦ βασιλέως. ἐκράτησε δὲ τῆς βασιλείας ἔτη κζʹ. τούτου δὲ τελευτήσαντος, Ἰλδέριχος ὁ Ὀνωρίχου τοῦ Γιζερίχου παιδὸς ἐβασίλευσεν, ἀνὴρ πρᾷος καὶ ἀγαθός, καὶ οὐδὲ Χριστιανοῖς χαλεπὸς ἐγεγόνει· τὰ δὲ εἰς τὸν πόλεμον μαλακός τε λίαν, καὶ οὐδὲ ἀκοῦσαι ἤθελε τοῦτο τὸ πρᾶγμα. Ἀμεργοῦς δέ, ὁ τούτου ἀδελφιδός, ἀνὴρ ἀγαθὸς τὰ πολέμια, ἐστρατήγει Οὐανδήλων, ὃν δὴ καὶ Ἀχιλλέα ἐκάλουν. Ἰλδέριχος δὲ φίλος ἦν Ἰουστινιανοῦ πρὸ τοῦ βασιλεῦσαι αὐτὸν ἐπὶ Ἰουστίνου, τοῦ θείου αὐτοῦ, καὶ πολλὰ χρήματα πρὸς αὐτὸν ἐπεμπέ τε καὶ ἐδέχετο παρ' αὐτοῦ τὴν φιλίαν κρατύνων. ἦν δέ τις τούτου συγγενὴς ἐκ τοῦ γένους Γιζερίχου, Γελίμερ ὀνόματι, ἀνὴρ δεινὸς καὶ κακοήθης καὶ πράγμασι νεωτέροις καὶ χρήμασιν ἀλλοτρίοις 188 ἐπιτίθεσθαι ἐπιστάμενος. οὗτος τυραννήσας κατὰ τοῦ ἰδίου δεσπότου Ἰλδερίχου ἑπταετίαν βασιλεύσαντος, τοῦτον κρατήσας εἰς φυλακὴν ἀπέθετο σὺν τῇ γυναικὶ Ἀμαλαφρίδι καὶ τοὺς Γότθους διέφθειρεν ἅπαντας καὶ Ἄμερα καὶ τὸν αὐτοῦ ἀδελφὸν Εὐαγέην ἐν φυλακῇ ἔσχεν. ἐπαρθεὶς δὲ τῇ τυραννίδι οὐκ ἠδύνατο ἐν τῷ καθεστῶτι βιοτεύειν. γράφει τοίνυν πρὸς βασιλέα Ἰουστινιανὸν ἀπολογούμενος, ὡς αὐτῷ ἡ βασιλεία ἐννόμως προσήκει, Ἰλδερίχου μὴ ἰσχύοντος ταύτην διοικῆσαι. ταῦτα δὲ Ἰουστινιανὸς μαθὼν ἔγραψε πρὸς αὐτόν, ὡς οὐ καταδέξεται ταύτην τὴν τυραννίδα. αὐτὸς δὲ μὴ προσχὼν τοῖς γεγραμμένοις τόν τε Ἄμερα ἐξετύφλωσε καὶ Ἰλδέριχον σὺν Εὐαγέῃ ἐν μείζονι φυλακῇ ἀπέκλεισεν. ταῦτα μαθὼν Ἰουστινιανὸς κατὰ Λιβύης ἐστράτευσε καταλύσας τὸν Μηδικὸν πόλεμον, καὶ μεταπεμψάμενος Βελισάριον ἐκ τῆς ἑῴας ἐβουλεύετο περὶ τούτου. ἡ δὲ σύγκλητος ἐδυσχέραινεν ἀναμιμνήσκουσα τόν τε Λέοντος τοῦ βασιλέως στόλον τὸν κατὰ Οὐανδήλων στρατεύσαντα σὺν τῷ Βασιλίσκῳ καὶ ἀπολωλότα, ὅσοι τε στρατιῶται ἀπέθανον, καὶ ὅσα χρήματα ἀνηλώθησαν, δεδιότες δὲ τοῦ κινδύνου τὸ μέγεθος, μὴ αὐτὸν στρατηγὸν ταύτης τῆς στρατείας ἐκλέξοιτο ὁ βασιλεύς. παρελθὼν δὲ Ἰωάννης ὁ πατρίκιος εἰς τὸ μέσον ἔλεξε τάδε·" ἡμεῖς μέν, ὦ δέσποτα, τοῖς σοῖς προστάγμασι πειθόμεθα καὶ οὐκ ἀντιτείνομεν ἀλλὰ δίκαιόν ἐστι λογίσασθαί σε τό τε τῆς ὁδοῦ μῆκος καὶ τὰ τῆς θαλάσσης πελάγη, καὶ τὸ διὰ ξηρᾶς ρμʹ ἡμερῶν ὁδοῦ διάστημα ἔχον, καὶ τῆς νίκης τὸ ἄδηλον, καὶ τῆς ἥττης τὸ ἐπώδυνον, καὶ τῆς μεταμελείας τὸ ἀνόνητον." ἀποδεξάμενος δὲ ὁ βασιλεὺς τὸν λόγον τὴν εἰς τὸν πόλεμον προθυμίαν κατέπαυσεν. ἐπίσκοπος δέ τις τῆς ἑώας τὸν βασιλέα ἀνεπτέρωσε λέγων ἐκ θεοῦ ἐπισκῆψαι αὐτῷ ὄναρ κελεῦον αὐτὸν πρὸς τὸν βασιλέα γενέσθαι καὶ αἰτήσασθαι αὐτὸν τοὺς ἐν Λιβύῃ Χριστιανοὺς ῥύσασθαι ἐκ τῶν τυράννων." κἀγὼ αὐτῷ συλλήψομαι, καὶ Λιβύης κύριον θήσομαι." ταῦτα ὁ βασιλεὺς ἀκούσας κατέχειν τὴν διάνοιαν οὐκέτι ἠδύνατο, ἀλλὰ τήν τε στρατιὰν καὶ τὰς ναῦς ἐξώπλιζεν, ὅπλα τε καὶ σιτία ἡτοίμαζεν. καὶ Βελισάριον ἐμπαράσκευον ἐκέλευσεν εἶναι ὡς ἐν Λιβύῃ στρατηγήσοντα. Πουδέντιος δὲ εὐθὺς 189 τυραννήσας Τρίπολιν ἐκράτησε καὶ τῷ Ἰουστινιανῷ ἔγραψε πέμψαι στρατὸν καὶ ταύτην παραλαβεῖν. ὁμοίως καὶ Γόδδας ὁ Γότθος τυραννήσας κατὰ τοῦ ἰδίου δεσπότου Γελίμερος Σαρδανίαν τὴν νῆσον ἐκράτησε καὶ πρὸς Ἰουστινιανὸν ἔγραψεν, ὅπως πέμψῃ στρατὸν καὶ στρατηγὸν καὶ παραλάβῃ τὴν νῆσον· ὃς καὶ ἀπέστειλε Κύριλλον μετὰ τετρακοσίων ἀνδρῶν πρὸς βοήθειαν αὐτοῦ. ὁ δὲ Γελίμερ ἀποστείλας τὸν ἀδελφὸν αὐτοῦ μετὰ στόλου πολλοῦ καὶ ἐπιλογῆς καὶ τοῦ στρατοῦ τῶν Οὐανδήλων, ταύτην παρέλαβε καὶ τὸν Γόδδαν ἀνεῖλεν. Βελισάριος δὲ παρέλαβε τὴν στρατιὰν καὶ τὸν στόλον καὶ τοὺς ἄρχοντας, Σολόμωνά τε τὸν στρατηγὸν καὶ Δωρόθεον, τὸν τῆς Ἀρμενίας, καὶ Κυπριανὸν καὶ Βαλεριανὸν καὶ Μαρτῖνον καὶ Ἀλφίαν καὶ Ἰωάννην καὶ Μάρκελλον καὶ Κύριλλον, οὗ πρόσθεν ἐμνήσθην, καὶ ἑτέρους πολλοὺς τῶν Θρᾴκην οἰκούντων. εἵποντο δὲ αὐτοῖς Ἐλοῦροι, ὧν Φάρας ἦρχεν, χίλιοι, καὶ Μασσαγέται ἱπποτοξόται, ὧν ἡγοῦντο Σισίννιός τε καὶ Βάλας. ναῦς δὲ ὑπῆρχον φʹ ἀνὰ μυριάδας πέντε μεδίμνων χωροῦσαι. ναῦται δὲ τρισμύριοι Αἰγύπτιοί τε καὶ Ἴωνες καὶ Κίλικες. ἀρχηγὸς δὲ εἷς ἐπὶ ταῖς ναυσὶ Καλώνυμος Ἀλεξανδρεύς. ἦσαν δὲ καὶ δρόμωνες διὰ ναυμαχίαν ἐνενήκοντα. στρατηγὸν δὲ αὐτοκράτορα ἐφ' ἅπασι Βελισάριον ὁ βασιλεὺς ἔστησεν. ὥρμητο δὲ ὁ Βελισάριος ἐκ Γερμανίας, ἣ Θρᾳκῶν τε καὶ Ἰλλυριῶν μεταξὺ κεῖται. συνεπεφέρετο δὲ μετ' αὐτοῦ καὶ Ἀντωνῖναν, τὴν ἑαυτοῦ γαμετήν. ὁ δὲ Γελίμερ τὸν ἑαυτοῦ ἀδελφὸν Τζάτζωνα σὺν ρκʹ ναυσὶ καὶ στρατὸν ἐκλελεγμένον ἐν Σάρδῳ τῇ νήσῳ κατὰ Γόδδα ἀπέστειλεν. ἕβδομον δὲ ἦν ἔτος Ἰουστινιανοῦ ὅτε ὁ Βελισάριος ἐν τῇ νήσῳ ἐστάλη. συνῆν δὲ αὐτῷ καὶ Προκόπιος ὁ συγγραφεύς. ἀπάραντες δὲ τῆς βασιλίδος πόλεως ἦλθον ἐν Ἀβύδῳ. Βελισάριος δὲ ἐφρόντιζεν, ὅπως ὁ σύμπας στόλος ἅμα πλέοι καὶ εἰς χωρίον τὸ αὐτὸ προσορμίζοιτο. καταλαβὼν δὲ τὴν Σικελίαν ἀπέστειλε Προκόπιον 190 τὸν συγγραφέα εἰς τὴν Συράκουσαν, εἴπως εὕροι τινὰς ὁδηγήσοντας αὐτὸν εἰς Λιβύην ἐκ τοῦ αἰφνιδίου προσορμίσασθαι τῇ γῇ καὶ τὸν λαὸν ἐξαγαγεῖν δεδιότα τὴν ναυμαχίαν. αὐτὸς δὲ τὸν στόλον ἀράμενος εἰς Καύκανα τὸ χωρίον προσώρμισεν, διακοσίοις σταδίοις τῆς Συρακούσης ἀπέχον. Προκόπιος δὲ ἐν Συρακούσῃ εἰσελθὼν τροφάς τε ὠνήσατο παρὰ Ἀμαλασούνθας, τῆς γυναικὸς Θευδερίχου, μητρὸς δὲ Ἀταλαρίχου, βασιλέως Ἰταλίας, φιλίαν πρὸς Ἰουστινιανὸν ἐχόντων· ἐπέτυχέ τε παραδόξως καὶ ἀνδρός, φίλου μὲν αὐτῷ ὑπάρχοντος ἐκ παιδός, πεπειραμένου δὲ τῶν τῆς Λιβύης τόπων καὶ τῆς θαλάσσης, τρίτην* ἔχοντος ἡμέραν ἐκ Καρχηδόνος ἀφικομένου. καὶ διεβεβαιοῦτο πᾶσαν ἀμεριμνίαν ἔχειν αὐτοὺς καὶ μὴ ὑποπτεύειν τινὰ κατ' αὐτῶν στρατεύεσθαι, ὥστε ἀπὸ τεσσάρων μονῶν τῆς θαλάσσης τὸν Γελίμερα αὐλίζεσθαι. τοῦτον οὖν λαβὼν Προκόπιος εἰς Καύκανα πρὸς Βελισάριον ἀπήγαγεν. ταῦτα μαθὼν Βελισάριος τῇ τῆς Λιβύης ἀκτῇ τριταῖος προσώρμισεν εἰς χωρίον, ὃ Κεφαλὴν Βράχους καλοῦσιν. ἀποβάντες δὲ τῶν νηῶν χάρακά τε καὶ τάφρον βαθεῖαν ποιήσαντες ἐστρατοπεδεύσαντο ἐν ἡμέρᾳ μιᾷ, ἔνθα καὶ ὕδατος πολύ τι χάσμα τῆς τάφρου ὀρυττομένης ἡ γῆ ἀνῆκεν, τοῦ τόπου ἀνύδρου ὄντος, καὶ εἰς πᾶσαν χρείαν τοῖς τε ζώοις καὶ τῷ στρατῷ γέγονεν. τῇ δὲ ἐπιούσῃ ὁ λαὸς πρὸς πραῖδαν ἐχώρει. ὁ δὲ στρατηγὸς τούτους ᾐκίσατο λέγων πρὸς αὐτοὺς τάδε·" τὸ μὲν βιάζεσθαι καὶ τοῖς ἀλλοτρίοις σιτίζεσθαι ἄδικόν ἐστιν ἐν παντὶ καιρῷ, καὶ μάλιστα ἐν τοῖς κινδύνοις. ἐγὼ γὰρ ἐκείνῳ μόνον τὸ θαρρεῖν ἔχων εἰς τὴν γῆν ταύτην ὑμᾶς ἀπεβίβασα, ὅπως τῇ δικαιοσύνῃ καὶ ἀγαθοεργίᾳ τόν τε θεὸν θεραπεύσωμεν καὶ τοὺς Λίβυας πρὸς ἡμᾶς ἐπισπασώμεθα. αὕτη δὲ ὑμῶν ἡ ἀκράτεια εἰς τοὐναντίον ἡμῖν μεταβήσεται, καὶ τοὺς Λίβυας συμμαχεῖν τοῖς Οὐανδήλοις παρασκευάσει. ἀλλὰ πειθόμενοι τῷ ἐμῷ λόγῳ, ὠνούμενοι τὰς τροφὰς κομίζεσθε, καὶ μήτε ἄδικοι δόξητε εἶναι, μήτε τὴν φιλίαν τῶν Λιβύων εἰς ἔχθραν μεταβάλητε, 191 καὶ τὸν θεὸν ἀναπαύσητε. παύσασθε τοῖς ἀλλοτρίοις ἐπιπηδῶντες, καὶ κέρδος ἀποσείσασθε κινδύνων μεστόν." ἀποστείλας τε Βελισάριος ἐπὶ Σύλλεκτον τὴν πόλιν στρατὸν ταύτην ἀπονητὶ παρέλαβεν. ἐν νυκτὶ γὰρ πρὸς αὐτὴν ἀφικόμενοι, σὺν ταῖς εἰσιούσαις ἁμάξαις τῶν ἀγροίκων εἰσελθόντες ταύτην ἔσχον. καὶ ἐπειδὴ ἡμέρα ἐγένετο, τόν τε ἱερέα καὶ τοὺς ταύτης πρώτους λαβόντες πρὸς τὸν στρατηγὸν ἔπεμψαν. τῇ δὲ αὐτῇ ἡμέρᾳ καὶ ὁ τοῦ δημοσίου δρόμου ἐπιμελούμενος ηὐτομόλησε παραδοὺς τοὺς δημοσίους ἵππους. συνελήφθη δὲ καὶ ὁ τὰς βασιλικὰς ἀποκρίσεις ποιῶν βεριδάριος. Βελισάριος δὲ διακοσμήσας τὸ στράτευμα ἐπὶ Καρχηδόνα ἐβάδιζεν. Ἰωάννῃ δὲ τῷ Ἀρμενίῳ τριακοσίους ἐπιλέκτους παραδοὺς παρήγγειλε παρακολουθεῖν τε ἀεὶ καὶ τοῦ στρατεύματος μὴ πολὺ διεστάναι. εἰς δὲ Σύλλεκτον τὴν πόλιν ἀφικόμενος ἀγαθότητι καὶ γλυκολογίᾳ τούτους ἀνεκτήσατο, ὥστε τοὺς λοιποὺς καθάπερ ἐν χώρᾳ οἰκείᾳ τὴν πορείαν ποιήσασθαι, οὔτε ὑποχωρούντων, οὔτε κρυπτομένων, ἀλλὰ καὶ ἀγορὰν παρεχομένων καὶ τὰ ἄλλα τοῖς στρατιώταις ὑπηρετούντων. ὀγδοήκοντα δὲ σταδίους ἀνύοντες ἡμέραν ἑκάστην ἄχρι Καρχηδόνος διετέλεσαν. οὕτως δὲ διὰ τῆς Λεπτῆς πόλεως καὶ Ἀδραμούτου εἰς Χράσιν τὸ χωρίον ἀφίκοντο, ὀκτὼ καὶ τριακοσίους σταδίους Καρχηδόνος ἀπέχον, ἔνθα ἦν καὶ βασίλεια τῶν Οὐανδήλων καὶ παράδεισοι κάλλιστοι καὶ κρῆναι διειδέσταται καὶ ὀπωρῶν παντοδαπῶν πλῆθος ἄπειρον· ὥστε τῶν στρατιωτῶν ἕκαστος τὴν καλύβην ἐν δένδροις ὀπώρας ἐπήξατο, καὶ τῶν καρπῶν ὡραίων ὄντων καὶ πάντων ἀπολαυόντων, αἴσθησις οὐ γέγονε ἐλαττουμένης ταύτης. ὁ δὲ Γελίμερ ἀκούσας παρεῖναι τοὺς Ῥωμαίους γράφει εἰς Καρχηδόνα πρὸς τὸν ἀδελφὸν Ἀματᾶν, Ἰλδέριχον μὲν καὶ ἄλλους ὅσους ἔχει συγγενεῖς αὐτοῦ ἐν φυλακῇ ἀποκτεῖναι, αὐτὸν δὲ καὶ τοὺς Οὐανδήλους καὶ εἴ τι ἄλλο μάχιμον ἐν τῇ πόλει ἦν, ἐξοπλίσαι πρὸς πόλεμον. ὁ δὲ Ἀματᾶς τὰ κελευσθέντα αὐτῷ ἐποίησεν. Βελισάριος δὲ Ἀρχελάῳ τῷ ὑπάρχῳ καὶ Καλωνύμῳ τῷ ναυάρχῳ ἐπέστελλε πλησιάσαι τῇ 192 Καρχηδόνι καὶ μὴ εἰσβαλεῖν πρὸς αὐτήν, ἄχρις ἂν αὐτοὺς κελεύσῃ. αὐτὸς δὲ εἰς Δέκιμον ἀφίκετο ἀπέχον Καρχηδόνος σταδίους ἑβδομήκοντα. ὁ δὲ Γελίμερ τὸν ἀνεψιὸν Κιβαμοῦνδον ἐκέλευσεν ἅμα δισχιλίων κατὰ τὸ εὐώνυμον μέρος ἰέναι, ὅπως Ἀματᾶς μὲν ἐκ Καρχηδόνος, Γελίμερ δὲ ὄπισθεν, Κιβαμοῦνδος δὲ ἐκ τῶν ἀριστερὰ χωρίων εἰς ταὐτὸ τὴν κύκλωσιν τῶν πολεμίων ποιήσωνται. Βελισάριος δὲ τὸν μὲν Ἰωάννην, ὡς προέφην, προάγειν ἐκέλευσεν, Μασσαγέτας δὲ ἐν ἀριστερᾷ τῆς στρατιᾶς ἰέναι. Ἀματᾶς δὲ οὐκ ἐν δέοντι ἀφίκετο χρόνῳ, ἀλλὰ καὶ τὸ πλῆθος τῶν Οὐανδήλων ἐν Καρχηδόνι ἀπέλιπεν, καὶ ὡς τάχιστα εἰς τὸ Δέκιμον ἀφίκετο σὺν ὀλίγοις, καὶ οὐδ' αὐτοῖς συνειλεγμένοις. συναντήσας δὲ τῷ Ἰωάννῃ εἰς χεῖρας ἦλθεν, καὶ κτείνεται ὑπὸ Ἰωάννου, καὶ τρέπονται οἱ σὺν αὐτῷ φεύγοντες ἀκρατῶς, καὶ ἀνεσόβουν πάντας τοὺς ἐκ Καρχηδόνος εἰς Δέκιμον ἰόντας, οἰόμενοι τοὺς διώκοντας παμπληθεῖς εἶναι. Ἰωάννης δὲ καὶ οἱ σὺν αὐτῷ οὓς* ἔσφαζον ἕως τῶν πυλῶν Καρχηδόνος τοσούτους, ὥστε εἰκάζειν τοὺς ὁρῶντας δισμυρίων πολεμίων τὸ ἔργον εἶναι. Κιβαμοῦνδος δὲ καὶ οἱ σὺν αὐτῷ δισχίλιοι περιπεπτωκότες ἐν τῇ ἀλκῇ τοῖς Οὔννοις ἀπώλοντο πάντες. Βελισάριος δὲ εἰς Δέκιμον ὢν οὐδὲν τούτων ἔμαθεν, ἀλλὰ χαράκωμα περιβαλὼν ἐφωσάτευσεν, καταλιπὼν αὐτόθι τὴν γυναῖκα αὐτοῦ καὶ τοὺς πεζούς. αὐτὸς δὲ λαβὼν τοὺς ἱππεῖς καὶ τοὺς ἡγεμόνας ἐπὶ Καρχηδόνα ἐχώρει. εὑρὼν δὲ τοὺς πεπτωκότας νεκροὺς τόν τε Ἀματᾶν καὶ τοὺς Οὐανδήλους καὶ μαθὼν τὰ γεγονότα, εἰς λόφον τινὰ ἀνελθὼν ὁρᾷ κονιορτὸν ἐκ μεσημβρίας, καὶ Οὐανδήλων ἱππέων πλῆθος πολύ, ἡγουμένου αὐτοῖς Γελίμερος, μὴ γνώσαντος μήτε τὸ Κιβαμούνδου πάθος μήτε τὸ τοῦ Ἀματᾶ. ἐπεὶ δὲ ἐγγὺς ἀλλήλων γεγόνασιν, προτερήσαντες Οὐανδῆλοι τὸν λόφον καταλαμβάνουσι καὶ φοβεροὶ τοῖς ἐναντίοις ἐδείχθησαν. οἱ δὲ Ῥωμαῖοι τραπέντες εἰς χωρίον ἀφικνοῦν193 ται σταδίους ἑπτὰ τοῦ Δεκίμου ἀπέχον. θεὸς δὲ παραδόξως τούτους ἀλλοιώσας εἰς δειλίαν κατέστησεν. εἰ γὰρ τὴν δίωξιν εὐθὺς ἐποιήσαντο, ἄρδην ἂν ἅπαντας σὺν Βελισαρίῳ διέφθειραν, (τοσοῦτον ἦν πλῆθος τῶν Οὐανδήλων) καὶ τὸν Ἰωάννην ὑποστρέφοντα ἐκ Καρχηδόνος καὶ σκυλεύοντα τοὺς τεθνεῶτας ἀπονητὶ κρατῆσαι ἤμελλον. κατιὼν δὲ ἐκ τοῦ λόφου Γελίμερ καὶ εὑρὼν τὸν ἀδελφὸν νεκρὸν εἴς τε ὀλοφύρσεις ἐτράπη καὶ τῆς νίκης τὴν ἀκμὴν ἤμβλυνεν. Βελισάριος δὲ τούς τε φεύγοντας στῆναι κελεύσας καὶ κοσμίως τὰ πάντα διατάξας καὶ ὀνειδίσας τῆς δειλίας καὶ τὴν τελευτὴν τῶν ἐναντίων ἅμα τε καὶ Ἰωάννου νίκην μαθών, δρόμῳ καὶ ἀνδρείᾳ ἐπὶ Γελίμερα χωρεῖ. οἱ δὲ βάρβαροι ἀπαρασκεύαστοι εὑρεθέντες εἰς φυγὴν ἐτράπησαν κραταιὰν καὶ πολλοὺς ἀποβαλόντες ἐπὶ Νουμιδίαν ἐχώρουν καταλιπόντες Καρχηδόνα. νυκτὸς δὲ καταλαβούσης, ὅ τε Βελισάριος καὶ Ἰωάννης καὶ οἱ Μασσαγέται εἰς Δέκιμον ἀφικόμενοι, ἅπαντα τὰ συμβεβηκότα μαθόντες ἔχαιρον· τῇ δὲ ἐπαύριον ἅμα τοῖς πεζοῖς καὶ τῇ Βελισαρίου γυναικὶ ἅπαντες ἐπὶ Καρχηδόνα ἐπορεύοντο. οἱ δὲ Καρχηδόνιοι τὰς πύλας ἀναπετάσαντες καὶ λύχνα ἅψαντες πανδημεὶ πρὸς ὑπάντησιν Βελισαρίου ἐξῄεσαν. οἱ δὲ ἐν αὐτῇ Οὐανδῆλοι ἐν τοῖς ἱεροῖς προσέφυγον. καταλαβόντος δὲ καὶ τοῦ στόλου τὴν ἅλυσιν ἄραντες ἐν τῷ λιμένι τούτους ἐδέξαντο. καὶ ὁ μὲν πλεῖστος στόλος τὴν ἐντολὴν Βελισαρίου φυλάξαντες οὐκ εἰσῆλθον ἐν τῷ λιμένι, ἀλλ' ἔξω προσώρμισαν. Καλώνυμος δὲ τὴν παρακοὴν ἐνδυσάμενος εἰσῆλθε καὶ τὰ πλοῖα ληϊσάμενος πολλὰ χρήματα ἀφήρπαζεν, καὶ ἐν τοῖς ἐργαστηρίοις καὶ οἴκοις τοῖς πλησίον τοῦ λιμένος εἰσῆλθε καὶ πολλοὺς ᾐχμαλώτευσεν. ἀπονητὶ δὲ Βελισάριος τῆς Καρχηδόνος κρατήσας παρῄνει τοῖς στρατιώταις λέγων·" ὁρᾶτε, ἡλίκα εὐτυχήματα γεγόνασιν ἡμῖν, ἐπειδὴ σωφροσύνην εἰς τοὺς Λίβυας ἐπεδειξάμεθα. βλέπετε, τὴν εὐκοσμίαν ἐν Καρχηδόνι διασώσασθε, καὶ μήτις ἀδικήσῃ τινά, ἢ ἀφαρπάσῃ τι αὐτοῦ. πολλὰ γὰρ κακὰ παθόντες ὑπὸ Οὐανδήλων ἀνδρῶν βαρβάρων, βασιλεὺς ὁ ἡμέτερος βοηθῆσαι τούτοις ἡμᾶς ἀπέστειλε καὶ τὴν ἐλευθερίαν χαρίσασθαι." 194 ταῦτα παραινῶν εἰς Καρχηδόνα εἰσῆλθεν. καὶ ἀναβὰς εἰς τὸ παλάτιον ἐν τῷ Γελίμερος θρόνῳ ἐκάθισεν. τούτῳ προσῆλθον οἵ τε ἔμποροι Καρχηδόνος καὶ ὅσοι πλησίον τῆς θαλάσσης ἔμενον, ὀλοφυρόμενοι ἁρπαγὴν πεπονθέναι ὑπὸ τοῦ στόλου. ὁ δὲ Βελισάριος Καλώνυμον τὸν ναύαρχον ὥρκισεν, ὅπως ἅπαντα τὰ διαρπαγέντα ἐνέγκῃ καὶ ἀποδώσῃ τοῖς οἰκείοις δεσπόταις. ὁ δὲ σφετερισάμενος ἐξ αὐτῶν καὶ ἐπιορκήσας οὐ μετὰ πολὺ τὴν δίκην ἔτισεν. ἔξω γὰρ φρενῶν γενόμενος, τὴν ἑαυτοῦ γλῶσσαν φαγὼν ἀπέθανεν. Βελισάριος δὲ τὸν λαὸν εἱστία βασιλικῶς, καὶ ἡ τοῦ Γελίμερος θεραπεία παρετίθει τε καὶ ᾠνοχόει καὶ τὰ ἄλλα πάντα ὑπούργει. οὕτω δὲ ὁ στρατηγὸς ἀθορύβως τὴν πόλιν ἔσχεν, ὥστε οὐδὲ ὕβριν τινὰ ἐπήγαγεν ἀνθρώπῳ, οὐδὲ ἐπὶ τῆς ἀγορᾶς τινας συνέβη τὴν οἰκίαν ἀσφαλίσαι· ἀλλ' ἀγοράζοντες οἱ στρατιῶται ἤσθιον καὶ εὐφραίνοντο. τοὺς δὲ εἰς τὰ ἱερὰ καταφυγόντας Οὐανδήλους πιστὰ δοὺς ἐξήγαγεν. τῶν δὲ τειχῶν τῆς πόλεως ἐπεμελεῖτο ἠμελημένων πρότερον ὄντων. ἔλεγον δὲ καὶ παλαιὸν λόγον ἐν Καρχηδόνι εἰρῆσθαι, ὡς τὸ γάμμα διώξει τὸ βῆτα, καὶ πάλιν τὸ βῆτα διώξει τὸ γάμμα· νυνὶ δὲ τετέλεσται. πρότερον γὰρ Γιζέριχος Βονιφάτιον ἐξεδίωξεν, νῦν δὲ Βελισάριος Γελίμερα. Γελίμερ δὲ χρήματα πολλὰ τοῖς γεωργοῖς Λιβύων προιέμενος πρὸς ἑαυτὸν ὑπηγάγετο καὶ ἐκέλευσεν αὐτοὺς Ῥωμαίων τοὺς εἰς τὰ χωρία περιόντας κτείνειν. τοῦτο δὲ ποιησάντων τῶν γεωργῶν, μαθὼν ὁ Βελισάριος ἀποστέλλει Διογένην, ἕνα τῶν αὐτοῦ δορυφόρων, αἰκίσασθαι τοὺς γεωργούς. ὁ δὲ Διογένης ἅμα τοῖς σὺν αὐτῷ εἰς οἰκίαν εἰσελθὼν ἐκάθευδε μηδὲν πολέμιον ἐννοούμενος· τοῦτο μαθὼν Γελίμερ τριακοσίους ἐπιλεξάμενος ἀποστέλλει κατ' αὐτοῦ. ἐλθόντες δὲ περιεκύκλωσαν τὴν οἰκίαν δεδιότες εἰσελθεῖν τὴν νύκτα. οἱ δὲ Ῥωμαῖοι αἰσθόμενοι, ἀναστάντες καὶ ὁπλισάμενοι τοῖς ἵπποις τε ἐπιβάντες, εἴκοσι τὸν ἀριθμὸν ὄντες ἀνοίγουσιν ἐξαπίνης τὰς θύρας καὶ ταῖς ἀσπίσι περιφραξάμενοι καὶ τοῖς δόρασιν ἀμυνόμενοι τοὺς ἐναντίους ἐτρέψαντο. Γελίμερ δὲ ἐν 195 Νουμιδίᾳ γενόμενος Οὐανδήλους πάντας συνήγαγε καὶ ὅσους προσφιλεῖς εἶχε τῶν Μαυρουσίων καὶ πρὸς πόλεμον εὐτρεπίζετο. ἀπέστειλε δὲ καὶ γράμματα ἐν Σαρδανίᾳ πρὸς Τζάτζωνα, τὸν ἴδιον ἀδελφόν, τὰ συμβάντα αὐτῷ δηλοποιῶν· ὃς ἀπάρας εὐθὺς μετὰ παντὸς τοῦ λαοῦ ἀπὸ Σαρδανίας εἰς τὴν Λιβύης ἀκτὴν τριταῖος κατέλαβε καὶ εὗρε τὸν Γελίμερα. οἳ καὶ περιπλακέντες ἀλλήλων τῷ τραχήλῳ οὐδὲν μέντοι εἰς ἀλλήλους ἐφθέγγοντο· ἀλλὰ τὼ χεῖρε σφίγγοντες ἔκλαιον· ὁμοίως καὶ ὁ στρατὸς τὴν συμφορὰν ἀπωδύροντο. ὁ δὲ Γελίμερ παραλαβὼν ἀμφοτέρους ἐπὶ Καρχηδόνα ἐχώρει καὶ ταύτην πολιορκεῖν ἐπειρᾶτο, οἰόμενος τοὺς ἐν Καρχηδόνι προδιδόναι αὐτῷ τὴν πόλιν, καὶ Ῥωμαίων στρατιωτῶν, οἷς ἡ τοῦ Ἀρείου δόξα ἤσκητο. πέμψας δὲ καὶ εἰς τοὺς ἄρχοντας τῶν Οὔννων πολλὰ αὐτοῖς ἀγαθὰ ὑπισχνεῖτο διδόναι, εἰ καταπροδώσουσιν αὐτῷ Ῥωμαίους. ταῦτα δὲ Βελισάριος μαθὼν παρὰ τῶν αὐτομόλων καὶ Λαυρέντιόν τινα ἐν Καρχηδόνι ὄντα προδότην εὑρὼν ἀνεσκολόπισεν ἐπὶ λόφου πρὸ τῆς πόλεως, καὶ ἀπὸ τούτου εἰς δέος μέγα ἐνέπεσον οἱ προδοσίαν μελετήσαντες, ὥστε τοὺς Μασσαγέτας ὁμολογῆσαι τὰ ὑπὸ Γελίμερος αὐτοῖς δηλωθέντα. τοῦ δὲ Βελισαρίου πάντας λόγῳ πειθικῷ καὶ ὅρκοις πρὸς φιλίαν αὐτοῦ μεταβαλόντος, αὐτὸς ἐκέλευσεν εὐθὺς Ἰωάννην τὸν Ἀρμένιον παραλαβεῖν πάντας τοὺς ἱππεῖς πάρεξ πεντακοσίων καὶ ἐξελθόντα πρὸς τοὺς Οὐανδήλους ἀκροβολίσασθαι. αὐτὸς δὲ τῇ ὑστεραίᾳ ἅμα τῷ πεζῷ στρατῷ καὶ τοῖς πεντακοσίοις ἱππεῦσιν εἵπετο. καταλαβὼν δὲ τοὺς Οὐανδήλους ἐν Τρικαμάρῳ στρατοπεδεύσαντας, ἔμειναν τὴν νύκτα πλησίον ἀλλήλων. συνέβη δὲ τέρας γενέσθαι ἐν τῷ Ῥωμαϊκῷ στρατῷ· τῶν γὰρ δοράτων τὰ ἄκρα πυρὶ πολλῷ κατελάμπετο. τοῦτο θεασάμενοι κατεπλάγησαν· φραξάμενοι δὲ ἅμα πρωῒ ἀμφότεροι πρὸς πόλεμον ὥρμησαν. Ἰωάννης δὲ τῶν ἀμφ' αὐτὸν ὀλίγους ἀπολεξάμενος τόν τε ποταμὸν διέβη καὶ τοῖς Οὐανδήλοις εἰσέβαλεν. ὁ δὲ Τζάτζων ὠθισμῷ χρησάμενος ἐδίωξεν 196 αὐτόν. οἱ δὲ Οὐανδῆλοι διώκοντες ἄχρι εἰς τὸν ποταμὸν ἦλθον. αὖθις δὲ Ἰωάννης πλείους τῶν ὑπασπιστῶν Βελισαρίου λαβὼν κατὰ τοῦ Τζάτζωνος εἰσεπήδησε σὺν βοῇ τε καὶ πατάγῳ πολλῷ. γίνεται οὖν καρτερὰ ἡ μάχῃ, καὶ πίπτει Τζάτζων, ὁ τοῦ Γελίμερος ἀδελφός. τότε δὴ πᾶν τὸ στράτευμα Ῥωμαίων τὸν ποταμὸν διαβάντες ἐπὶ τοὺς πολεμίους ἐχώρησαν, καὶ τούτους τρεψάμενοι μέχρι τοῦ στρατοπέδου ἐδίωξαν· καὶ ὑποστρέψαντες τοὺς νεκροὺς ἀπέδυον, ὅσοι μάλιστα ἐχρυσοφόρουν, καὶ εἰς τὸ ἑαυτῶν στρατόπεδον ὑπεχώρησαν. ἀπέθανον δὲ ἐν ταύτῃ τῇ μάχῃ Ῥωμαίων πεντήκοντα, Οὐανδήλων δὲ ὀκτακόσιοι. καταλαβὼν δὲ Βελισάριος σὺν τοῖς πεζοῖς τῇ δείλῃ πρὸς ὀψίαν, ἄρας ὡς εἶχε τάχους σὺν παντὶ τῷ στρατῷ ἐπὶ τὸ τῶν Οὐανδήλων στρατόπεδον ᾤχετο. Γελίμερ δὲ γνοὺς Βελισάριον παρόντα σὺν τοῖς πεζοῖς καὶ παντὶ τῷ στρατῷ, ἐπιβὰς τῷ ἵππῳ, μηδὲν διαταξάμενος ἀκρατῶς ἐπὶ Νουμιδίαν ἔφυγε μετ' ὀλίγων συγγενῶν καὶ οἰκετῶν αὐτοῦ καταπεπληγμένος. ἐπεὶ δὲ αὐτὸν φυγόντα ᾔσθοντο Οὐανδῆλοι, καὶ οἱ πολέμιοι ἤδη ἑωρῶντο, τότε δὴ οἵ τε ἄνδρες καὶ αἱ γυναῖκες καὶ τὰ παιδία ἐθορύβουν τε καὶ ἐκώκυον καὶ οὔτε χρημάτων μετεποιοῦντο οὔτε τῶν φιλτάτων ὀδυρομένων, ἀλλ' ἕκαστος ἔφυγεν, ὅπου ἠδύνατο. ἐπελθόντες δὲ οἱ Ῥωμαῖοι τό τε στρατόπεδον αἱροῦσιν, καὶ ἐπιδιώξαντες τὴν νύκτα ὅλην ἄνδρας μέν, ὅσοις ἐνέτυχον, ἔκτειναν, παῖδας δὲ καὶ γυναῖκας ἐν ἀνδραπόδων λόγῳ ἐποιοῦντο, χρήματα δὲ τοσαῦτα τὸ πλῆθος εὗρον, ὅσα οὐδεπώποτε ἐν ἑνὶ χωρίῳ τετύχηκεν εἶναι. τὴν γὰρ Ῥωμαίων ἀρχὴν ληϊσάμενοι χρήματα εἰς Λιβύην πολλὰ μετήνεγκαν· καὶ τῆς χώρας αὐτῆς ἀγαθῆς οὔσης καὶ εὐκάρπου, χρημάτων πρόσοδοι αὐτοῖς πολλαὶ γεγόνασιν. ἐνενήκοντα πέντε γὰρ ἔτη Οὐανδῆλοι Λιβύης ἐκράτησαν, καὶ πολὺν πλοῦτον συναγαγόντες, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς τὰς τῶν Ῥωμαίων χεῖρας ὁ πᾶς πλοῦτος ἐπανῆκεν. ἐν τρισὶ γὰρ μησὶ πολε197 μήσας ὁ Βελισάριος ἀπὸ τοῦ Ὀκτωβρίου μηνὸς εἰς τὸ τέλος τοῦ Δεκεμβρίου πᾶσαν τὴν Λιβύην ὑπέταξεν. ἀπέστειλε δὲ Ἰωάννην τὸν Ἀρμένιον σὺν διακοσίοις ἐπιλέκτοις διώκειν τὸν Γελίμερα ἕως αὐτὸν ζῶντα ἢ νεκρὸν λάβῃ. ὃς φθάσας τὸν Γελίμερα ἤμελλε λαμβάνειν, εἰ μὴ συνηνέχθη πρᾶγμα τοιόνδε. Οὐλίαρίς τις τῶν Βελισαρίου δορυφόρων συνῆν τῷ Ἰωάννῃ, ὃς οἴνῳ μεμεθυσμένος ἰδὼν ὄρνιν ἐπὶ δένδρου καθημένην, ἐντείνας τὸ τόξον κατ' αὐτῆς ἔβαλεν· καὶ τῆς μὲν ὄρνιθος ἀπέτυχεν, τὸν δὲ Ἰωάννην ὄπισθεν εἰς τὸν αὐχένα ἔβαλεν. ὁ δὲ καιρίαν πληγεὶς τέθνηκε πολὺ αὑτοῦ πένθος βασιλεῖ τε Ἰουστινιανῷ καὶ Βελισαρίῳ καὶ πᾶσι Ῥωμαίοις καὶ Καρχηδονίοις ἀπολιπών. οὕτω Γελίμερ διαφυγὼν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐπὶ Μαυρουσίους ἐχώρει. Βελισάριος δὲ τοῦτον διώξας εἰς Παππούαν τὸ ὄρος ἀπέκλεισεν εἰς τὰ ἔσχατα Νουμιδίας. τοῦτο δὲ παρακαθίσας διὰ τοῦ χειμῶνος, λειψάντων αὐτῷ πάντων τῶν ἐπιτηδείων, (ἄρτος γὰρ παρὰ Μαυρουσίοις οὐ γίνεται, οὔτε οἶνος, οὔτε ἔλαιον, ἀλλὰ τὰ ὄλυρα καὶ τὰς κριθὰς ὡς ἄλογα ζῶα ἄνεφθα ἐσθίουσιν.) τούτοις Γελίμερ περιπεσὼν γράφει πρὸς Φαρᾶν, ὃν Βελισάριος κατέλιπε φυλάσσειν αὐτόν, πεμφθῆναι αὐτῷ κιθάραν καὶ ἄρτον ἕνα καὶ σπόγγον. ὁ δὲ Φαρᾶς διηπόρει, τί ἂν εἴη τοῦτο, ἕως ἂν ὁ τὴν ἐπιστολὴν κομίσας εἶπεν, ὡς ἄρτον μὲν ἐπιθυμεῖ θεάσασθαι Γελίμερ, μὴ ἰδὼν ἄρτον, ἀφ' οὗ ἀναβέβηκεν, σπόγγον δὲ διὰ τὸ τοὺς ὀφθαλμοὺς ἐκ τῆς ἀλουσίας κακοῦσθαι, ὅπως τῷ σπόγγῳ τούτους παραμυθήσηται· κιθάραν δὲ κιθαριστῇ ἀγαθῷ ὄντι, ὅπως τὴν συμφορὰν τὴν παροῦσαν τῇ κιθάρᾳ θρηνήσῃ καὶ ἀποκλαύσηται. ταῦτα ἀκούσας Φαρᾶς περιαλγήσας τε καὶ τύχην τὴν ἀνθρωπείαν ἀπολοφυρόμενος, κατὰ τὰ γεγραμμένα ἐποίει καὶ πάντα ἔπεμπεν, ὅσα ἔχρηζε τῷ Γελίμερι. τοῦ δὲ χειμῶνος παρελθόντος, δεδιὼς ὁ Γελίμερ τὴν 198 πολιορκίαν Ῥωμαίων καὶ ἐλεήσας τὰ τῶν συγγενῶν τέκνα σκώληκας ἐν αὐτῇ τῇ ταλαιπωρίᾳ πεποιηκότα, ἐθηλύνθη τε τὴν διάνοιαν καὶ πρὸς Φαρᾶν ἔγραψεν, ὅπως τὰ πιστὰ λαβών, αὐτός τε καὶ οἱ σὺν αὐτῷ πρὸς Βελισάριον παραγένωνται. ὁ δὲ ὅρκῳ τοῦτον πληροφορήσας, λαβὼν ἅπαντας εἰς Καρχηδόνα ἧκεν. Βελισάριος δὲ τοῦτον περιχαρῶς ἐδέξατο, ὁ δὲ Γελίμερ γελῶν πρὸς Βελισάριον εἰσῆλθεν· ὃν οἱ μὲν τῇ ὑπερβολῇ τοῦ πάθους ἐκστάντα τῶν κατὰ φύσιν ὑπώπτευον καὶ παραπαίοντα· οἱ δὲ φίλοι τούτου ἀγχίνουν τε τὸν ἄνθρωπον λογίζεσθαι, ὅτι βασιλέα ὄντα καὶ βασιλικοῦ γένους καὶ δύναμιν ὀχυρὰν ἔχοντα καὶ χρήματα μεγάλα, ἄφνω εἰς φυγήν τε* καὶ κακοπάθειαν τὴν ἐν Παππούᾳ ὑποστάντα καὶ νῦν ἐν αἰχμαλώτων λόγῳ ἥκοντα, οὐδενὸς ἄξια τὰ ἀνθρώπινα ἢ γέλωτος πολλοῦ οἴεσθαι εἶναι. Βελισάριος δὲ τοῦτον σὺν τοῖς ἄρχουσι πᾶσι τῶν Οὐανδήλων οὐκ ἐν ἀτιμίᾳ ἐφύλαττεν, ὅπως πρὸς βασιλέα Ἰουστινιανὸν τοῦτον ἀπαγάγῃ εἰς τὸ Βυζάντιον. Κύριλλον δὲ εὐθὺς Βελισάριος σὺν τῇ κεφαλῆ Τζάτζωνος εἰς Σαρδὼ τὴν νῆσον πέμψας, ἣ Κύρνος ἐκαλεῖτο πρότερον, ταύτην Ῥωμαίοις ὑπέταξεν. εἰς δὲ Καισάρειαν τὴν ἐν Μαυριτανίᾳ Ἰωάννην ἕτερον ἀποστείλας, ἥτις τριάκοντα ἡμερῶν ὁδὸν ἀπέχει Καρχηδόνος εἰς τὰ Γάδειρά τε καὶ τὰς ἡλίου δυσμὰς κεῖται, ἄλλον τε Ἰωάννην, τῶν ὑπασπιστῶν ἕνα, εἰς τὸν ἐν Γαδείροις πορθμὸν καὶ τὴν ἑτέραν τῶν Ἡρακλείων στηλῶν ἔπεμψεν, τὸ ἐκεῖ φρούριον, ὃ Σεπτὸν καλοῦσιν, καθέξοντα. εἰς δὲ τὰς νήσους, αἵπερ ἐγγύς εἰσι τῆς Ὠκεανοῦ εἰσβολῆς, Μαϊόρικά τε καὶ Μινόρικα, Ἀπολινάριον ἔστελλεν, ἄνδρα ἀγαθὸν εἰς τὰ πολέμια. ἀπέστειλε δὲ καὶ ἐν Σικελίᾳ τινὰς τῶν Λιβυαίων καὶ τῶν Οὐανδήλων τὸ φρούριον λαβεῖν ἐκέλευσεν. οἱ δὲ τοῦτο φυλάσσοντες Γότθοι τῇ μητρὶ Ἀταλαρίχου ταῦτα δῆλα ἐποίησαν. ἡ δὲ γράφει 199 πρὸς Βελισάριον μὴ τοῦτο τυραννίδι λαβεῖν τὸ φρούριον, ἕως ἂν βασιλεὺς Ἰουστινιανὸς γνῷ καὶ τὸ δοκοῦν αὐτῷ ποιήσῃ. ἐν τούτοις ὁ Οὐανδαλικὸς πόλεμος ἐτελεύτα. ὁ δὲ φθόνος, οἷα ἐν μεγάλῃ εὐδαιμονίᾳ φιλεῖ γίνεσθαι, ὤδινε καὶ εἰς Βελισάριον. τινὲς γὰρ διέβαλον αὐτὸν εἰς τὸν βασιλέα τυραννίδα μελετᾷν. ὁ δὲ βασιλεὺς πέμψας Σολόμωνα ἀποπειρᾶται τὴν Βελισαρίου γνώμην, πότερον σὺν Γελίμερί τε καὶ Οὐανδήλοις εἰς Βυζάντιον ἥκειν, ἤ, αὐτοῦ μένοντος, ἐκείνους στεῖλαι ὧδε· οὐ γὰρ ἔλαθον αὐτὸν οἱ ἄρχοντες οἱ τὴν τυραννίδα ἐπενεγκόντες. ὁ δὲ Βελισάριος εἰς Βυζάντιον ἀφίκετο Σολόμωνα στρατηγὸν Λιβύης καταλιπών. καταλαβὼν δὲ Βελισάριος τὸ Βυζάντιον ἅμα Γελίμερι καὶ τοῖς Οὐανδήλοις γερῶν ἠξιώθη μεγάλων, οἵων ἐν τοῖς ἄνω χρόνοις οἱ Ῥωμαίων στρατηγοὶ ἐν μεγίσταις νίκαις ἀνεδήσαντο. ἑξακοσίων τε χρόνων παρῳχηκότων οὐδεὶς ἐληλύθει εἰς τιμὴν τοιαύτην, εἰ μὴ Τίτος καὶ Τραϊανὸς καὶ ἄλλοι αὐτοκράτορες στρατηγήσαντες ἐπὶ τὸ βαρβαρικὸν ἔθνος ἐνίκησαν. τά τε γὰρ λάφυρα ἐνδεικνύμενος καὶ τὰ τοῦ πολέμου ἀνδράποδα ἐν μέσῃ τῇ πόλει ἐπόμπευσεν, ὃν θρίαμβον καλοῦσι Ῥωμαῖοι, οὐ τῷ παλαιῷ μέντοι τρόπῳ, ἀλλὰ πεζῇ βαδίζων ἐκ τῆς οἰκίας τῆς αὑτοῦ ἄχρις εἰς τὸ ἱπποδρόμιον. ἦν δὲ τὰ λάφυρα, ὅσα δὴ ὑπουργικὰ τῇ βασιλέως τάξει ἀνεῖσθαι εἰώθει, θρόνοι χρυσοῖ, καὶ ὀχήματα, οἷς τῶν βασιλέων αἱ γυναῖκες ὀχοῦνται, κόσμος τε πολὺς ἐκ λίθων ἐντίμων συγκείμενος, ἐκπώματα δὲ χρυσᾶ, καὶ τὰ ἄλλα σύμπαντα, ὅσα εἰς τὴν βασιλέως θοίνην χρήσιμα. ἦν δὲ καὶ ἄργυρος ἕλκων μυριάδας πολλὰς ταλάντων καὶ παντοδαπῶν βασιλικῶν κειμηλίων, ἅπερ Γιζέριχος τὸ ἐν Ῥώμῃ συλήσας παλάτιον ἔλαβεν· ἐν οἷς καὶ τὰ Ἰουδαίων κειμήλια ἦν, ἅπερ ὁ Οὐεσπασιανοῦ Τίτος μετὰ τὴν Ἱεροσολύμων ἅλωσιν εἰς Ῥώμην ἤνεγκεν. ἀνδράποδα δὲ ἦν τοῦ θριάμβου Γελίμερ τε αὐτὸς ἐσθῆτά τινα ἐπὶ τῶν ὤμων ἀμπεχόμενος πορφυρᾶν, καὶ τὸ 200 συγγενὲς ἅπαν, Οὐανδήλων τε ὅσοι εὐμήκεις ἄγαν καὶ καλοὶ τῷ σώματι ἦσαν. ὡς δὲ ἐν τῷ ἱπποδρομίῳ Γελίμερ ἐγένετο τόν τε βασιλέα ἐπὶ βήματος καθήμενον καὶ τὸν δῆμον ἑστῶτα ἐφ' ἑκάτερα μέρη εἶδεν, ἐπιλέγων οὐκ ἐπαύσατο βοῶν·" ματαιότης ματαιοτήτων· τὰ πάντα ματαιότης." ἀφικόμενον δὲ αὐτὸν κατὰ τὸ τοῦ βασιλέως βῆμα τὴν πορφυρίδα περιελόντες πρηνῆ πεσόντα προσκυνῆσαι τὸν βασιλέα ἠνάγκασαν. ὁ δὲ βασιλεύς τε καὶ ἡ αὐγούστα τοῦ Ἰλδερίχου παῖδας καὶ ἐγγόνους πάντας τε τοὺς ἐκ τῆς Οὐαλεντινιανοῦ βασιλέως συγγενείας χρήματα ἱκανὰ ἐδωρήσατο, καὶ Γελίμερι χωρία ἐν Γαλατίᾳ μεγάλα τε καὶ τερπνὰ μετὰ πάντων τῶν συγγενῶν αὐτοῦ ἐν τούτοις οἰκεῖν συνεχώρησεν, εἰς πατρικίου δὲ τάξιν τοῦτον οὐκ ἀνεβίβασε διὰ τὸ μὴ δέχεσθαι αὐτὸν τῆς Ἀρείου δόξης μεταστῆναι. ὁ δὲ Βελισάριος μετὰ τὸν θρίαμβον ὑπάτευσεν, καὶ πάμπολλα χρήματα ἐκ τῆς αὐτοῦ νίκης ὁ δῆμος τοῦ Βυζαντίου ἀπήλαυσεν, ὅσα οὐδέποτε. τοῦ δὲ Σολόμωνος τὴν Λιβύην διέποντος, Μαυρούσιοι πόλεμον κατὰ Λιβύων ἐκίνησαν. οἱ δὲ Μαυρούσιοι ἐκ τῶν ἐθνῶν κατάγονται, οὓς Ἰησοῦς ὁ τοῦ Ναυῆ ἐκ τῆς Φοινίκων χώρας ἀπὸ Σιδῶνος μέχρις Αἰγύπτου κατοικοῦντας ἀπήλασεν. οἵ τινες καταλαβόντες τὴν Αἴγυπτον καὶ μὴ δεχθέντες ὑπ' αὐτῶν καταλαμβάνουσι τὴν Λιβύην, καὶ ταύτην παροικήσαντες (ἐν ὑστέρῳ καιρῷ οἱ παρὰ Ῥωμαίοις βασιλεῖς κρατήσαντες Τίγισιν ταύτην ὠνόμασαν) στήσαντες δύο στήλας ἐπὶ τῆς μεγάλης κρήνης ἐκ λίθων λευκῶν ἐγκεκολαμμένα ἐχούσας γράμματα Φοινικικὰ λέγοντα τάδε·" ἡμεῖς ἐσμεν οἱ φυγόντες ἀπὸ προσώπου Ἰησοῦ τοῦ λῃστοῦ, υἱοῦ Ναυῆ." ἦσαν δὲ καὶ ἄλλα ἔθνη ἐν Λιβύῃ πρότερον αὐτόχθονες, ἔχοντες βασιλέα 201 Ἀνταῖον εἰς Κλιπέαν, ὃς Ἡρακλεῖ ἐπάλαισεν, ὃν τῆς γῆς υἱὸν ἔφασκον εἶναι, οἵ τινες Καρχηδόνα ἔκτισαν. Σολόμων δὲ λαβὼν ἐκ Καρχηδόνος τὰ στρατεύματα κατὰ Μαυρουσίων ἐχώρει. ἐλθὼν δὲ εἰς Βυζάκιον εἰς Ῥαμμῆς τὸ χωρίον, ἔνθα οἱ Μαυρούσιοι ἐστρατοπέδευσαν κύκλον ἐκ τῶν καμήλων ποιησάμενοι τάς τε γυναῖκας καὶ τοὺς παῖδας ἐντὸς τοῦ κύκλου ἀποθέμενοι, καὶ τοὺς Μαυρουσίους κατ' αὐτοῦ ἐξερχομένους, ἀποβὰς τοῦ ἵππου, πεντακοσίους ἐπιλέκτους ἐπαγόμενος εἰς ἓν τοῦ κύκλου ἐπισκῆψαι μέρος καὶ τὰς καμήλους κτείνειν ἐκέλευσεν. φονεύσας δὲ ἀμφὶ σʹ δρόμῳ εἰς τὸ τοῦ κύκλου μέσον ἐχώρησεν, ἔνθα αἱ γυναῖκες ἐκάθηντο. οἱ δὲ βάρβαροι ἐκπλαγέντες ἐπὶ τὸ ὄρος ἔφυγον σὺν πάσῃ ἀκοσμίᾳ. κτείνονται δὲ Μαυρουσίων ἐν ταύτῃ τῇ ἡμέρᾳ μύριοι. αἱ δὲ γυναῖκες πᾶσαι σὺν τοῖς παισὶν ἐν ἀνδραπόδων λόγῳ ἐγένοντο. καὶ τούτους λαβόντες σὺν ταῖς καμήλοις καὶ πάσῃ τῇ λείᾳ εἰς Καρχηδόνα εἰσῄεσαν τὴν ἐπινίκιον ἑορτὴν ἄγοντες. οἱ δὲ βάρβαροι πάλιν συναθροισθέντες πανδημεὶ σὺν γυναιξὶ καὶ τέκνοις μηδένα καταλιπόντες ἐστράτευσαν κατὰ Ῥωμαίων καὶ τὰ ἐν Βυζακίῳ χωρία ἐληΐζοντο. Σολόμων δὲ ἄρας κατὰ τάχος πᾶν τὸ στράτευμα ἐπ' αὐτοὺς ᾔει. γενόμενος δὲ ἐν Βουργαρίωνι, ἔνθα οἱ πολέμιοι ἐστρατοπεδεύσαντο, διεκόσμησε τὸ στράτευμα ὡς εἰς μάχην. οἱ δὲ Μαυρούσιοι ἐν τῷ ὄρει τῶν Βουργαρίων ἐπὶ πλεῖον ἔμενον εἰς τὸ πεδίον κατελθεῖν μὴ βουλόμενοι. Σολόμων δὲ ἀποστέλλει Θεόδωρον διὰ τῆς νυκτὸς σὺν χιλίοις πεζοῖς καὶ τῶν σημείων τινά, ὅπως εἰς τὸ ὄρος ἐκ τῶν ὄπισθεν αὐτῶν διὰ τῆς νυκτὸς ἀνέλθωσι καὶ ἅμα τῷ ἡλίῳ ἀνίσχοντι* τὰ σημεῖά τε ὕπερθεν ἄραντες κατὰ τῶν πολεμίων χωρήσωσιν. ὁμοίως δὲ καὶ αὐτὸς ὄρθρου βαθέος ἀνελθών, ἅμα κατὰ τῶν πολεμίων ἐχώρησαν. ἰδόντες δὲ οἱ βάρβαροι, ὅτι ἐν μέσῳ τῶν Ῥωμαίων γεγόνασιν, εἰς φυγὴν ὥρμησαν κατὰ κρημνῶν ὠθίζοντες ἑαυτοὺς καὶ ἀναιροῦντες. ἀπέθανον δὲ ἐν τῷ πολέμῳ Μαυρουσίων μυριάδες εʹ, 202 τῶν δὲ Ῥωμαίων τὸ παράπαν οὐδὲ εἷς, οὐ μὴν οὐδὲ πληγήν τινα ἔλαβεν, ἀλλὰ πάντες ὑγιεῖς τὴν νίκην ἤραντο. οἱ δὲ πλεῖστοι τῶν ἀρχόντων αὐτῶν τοῖς Ῥωμαίοις προσερρύησαν. γυναικῶν μέντοι καὶ παίδων τοσοῦτον πλῆθος οἱ Ῥωμαῖοι ἔλαβον, ὥστε προβάτου τιμῆς παῖδα Μαυρούσιον ὠνήσασθαι βουλομένῳ ἀπεδίδοντο. καὶ τότε αὐτοῖς τὸ παλαιὸν λόγιον γυναικὸς μάντιδος ἀπέβη, ὡς ἄρα τὸ πλῆθος αὐτῶν παρὰ ἀνδρὸς ἀγενείου ὄλλυται. ὁ γὰρ Σολόμων εὐνοῦχος ἐκ παίδων παρὰ γνώμην καθέστηκεν ὑπὸ πάθους τὰ γεννητικὰ μόρια ἀποβαλών. λαβὼν δὲ τὴν λείαν πᾶσαν εἰς Καρχηδόνα ὑπέστρεψεν. Ἐν τούτῳ δὲ τῷ χρόνῳ τέρας ἐν τῷ οὐρανῷ συνέβη γενέσθαι. ὁ γὰρ ἥλιος ἀκτίνων χωρὶς τὴν αἴγλην ὥσπερ ἡ σελήνη ἐστύγναζεν ἅπαντα τὸν ἐνιαυτόν· ἐπὶ πλεῖστον δὲ ἐκλείποντι ἐῴκει, οὐ καθαρῶς φαίνων, ὥσπερ εἰώθει. χρόνος δὲ ἦν δέκατος τῆς βασιλείας Ἰουστινιανοῦ. ἐν τούτῳ τῷ χρόνῳ οὔτε πόλεμος, οὔτε θάνατος ἐπιφερόμενος τοῖς ἀνθρώποις ἐπέλειπεν. ἔαρι δὲ ἀρχομένῳ Βελισάριος ἀπεστάλη παρὰ Ἰουστινιανοῦ τὴν Σικελίαν ὑπόφορον ποιῆσαι Ῥωμαίοις. χειμάσαντος δὲ αὐτοῦ ἐν Σικελίᾳ, τῆς ἑορτῆς τοῦ πάσχα καταλαβούσης, ἐστασίασαν οἱ ἐν Λιβύῃ Ῥωμαῖοι κατὰ Σολόμωνος τρόπῳ τοιῷδε· λαβόντες γὰρ τῶν ἀναιρεθέντων Οὐανδήλων τὰς γυναῖκας κατέσχον τοὺς ἀγροὺς αὐτῶν ὡς ἰδίους καὶ τελεῖν τῷ βασιλεῖ τὰ ὑπὲρ αὐτῶν τέλη οὐκ ἤθελον· ὁ δὲ Σολόμων παρῄνει αὐτοῖς μὴ ἀνταίρειν κατὰ τοῦ βασιλέως, ἀλλὰ τὰ ὁρῶντα τούτῳ ἀποδιδόναι. μετέπεσον δέ τινες αὐτῶν, καὶ μάλιστα τῶν Γότθων, πρὸς τὴν Ἀρείου δόξαν, οὓς οἱ ἱερεῖς τῆς ἐκκλησίας ἠφόριζον, καὶ οὐδὲ τὰ τέκνα αὐτῶν βαπτίζειν ἤθελον· ὅθεν ἐν τῇ ἑορτῇ γέγονεν ἡ στάσις. ἐβουλεύσαντο δὲ οἱ στρατιῶται Σολόμωνα ἐν τῷ ἱερῷ κτεῖναι. ἐξελθόντες δὲ τῆς πόλεως ἐληΐζοντο τὰ ἐκείνης χωρία καὶ τοὺς Λίβυας ὡς πολεμίους ἐχρῶντο. Σολόμων δὲ ἀκούσας ταῦτα, εἰς θόρυβον πολὺν ἐμπεσὼν πιθανολο203 γίαις πείθειν τὸν στρατὸν ἐπειρᾶτο παύσασθαι τῆς στάσεως. συλλεγέντες δὲ τόν τε Σολόμωνα καὶ τοὺς ἄρχοντας ἀναιδῶς ὕβριζον. Θεόδωρον δὲ τὸν Καππάδοκα εἰς τὸ παλάτιον ἐλθόντες στρατηγὸν τοῦτον ἐψηφίσαντο καὶ σιδηροφοροῦντες ἅπαντα τὸν προστυγχάνοντα ἔκτεννον, εἴτε Λίβυν, εἴτε Ῥωμαῖον, Σολόμωνι γνώριμον, τά τε χρήματα ἐληΐσαντο καὶ εἰς τὰς οἰκίας εἰσερχόμενοι ἅπαντα τὰ τίμια ἥρπαζον. Σολόμων δὲ εἰς τὸ ἱερὸν τοῦ παλατίου προσφυγὼν ἔλαθεν. νυκτὸς δὲ ἐπιγενομένης ἐξελθὼν τοῦ παλατίου σὺν τῷ Προκοπίῳ τῷ συγγραφεῖ καὶ Μαρτίνῳ, καὶ εἰς ναῦν εἰσελθὼν πρὸς Βελισάριον ἐν Συρακούσῃ τῆς Σικελίας ἀφίκετο, γράψας Θεοδώρῳ φροντίζειν τῆς Καρχηδόνος καὶ τῶν βασιλικῶν πραγμάτων. οἱ δὲ στρατιῶται συλλεγέντες εἰς τὸ Βουλῆς πεδίον Στότζαν, τὸν Μαρτίνου δορυφόρον, τύραννον εἵλοντο, ἄνδρα θυμοειδῆ καὶ δραστήριον, ἐφ' ᾧ τοὺς βασιλέως ἄρχοντας ἐξελάσαντες Λιβύης κρατήσωσιν. Στότζας δὲ ἐλθὼν πλησίον Καρχηδόνος ἔπεμψε κελεύων τάχιστα παραδοῦναι αὐτῷ Θεόδωρον τὴν πόλιν, ὅπως κακῶν ἀπαθεῖς μείνωσιν. οἱ δὲ Καρχηδόνιοι καὶ Θεόδωρος τῷ βασιλεῖ ὡμολόγουν Καρχηδόνα φυλάσσειν. Στότζας δὲ ταῦτα ἀκούσας εἰς πολιορκίαν τῆς πόλεως καθίστατο. Βελισάριος δὲ ἀπολεξάμενος ἄνδρας ρʹ τῶν αὐτοῦ δορυφόρων τε καὶ ὑπασπιστῶν,* οὓς ὁ Σολόμων ἐπαγόμενος μιᾷ νηῒ εἰς Καρχηδόνα κατέπλευσε περὶ λύχνων ἁφάς. ἐπεὶ δὲ ἡμέρα ἐγεγόνει, μαθὼν ὁ τύραννος καὶ οἱ στρατιῶται τὸν Βελισάριον ἥκειν αἰσχρῶς τε καὶ κόσμῳ οὐδενὶ εἰς φυγὴν ὥρμηντο. Βελισάριος δὲ τοῦ στρατοῦ ἀμφὶ δισχιλίους ἀγείρας τὴν δίωξιν ἐπὶ τοὺς φεύγοντας ἐποιήσατο καὶ τούτους κατέλαβεν εἰς Μέμβρεσαν τὴν πόλιν. ἰδὼν δὲ αὐτοὺς τὴν τάξιν λιπόντας καὶ κόσμῳ οὐδενὶ περιϊόντας κατ' αὐτῶν ὁμοίως ἐχώρει. οἱ δὲ εἰς φυγὴν ὥρμηντο εἰς Νουμιδίαν τε 204 ἀφικόμενοι συνελέγοντο. ὀλίγοι δὲ ἐν τῷ πολέμῳ τούτῳ ἀπέθανον, καὶ αὐτῶν οἱ πλεῖστοι Οὐανδῆλοι ἦσαν. ἐφείδετο δὲ τῶν Ῥωμαίων Βελισάριος. ληϊσάμενος δὲ τὸ στρατόπεδον αὐτῶν εὗρέ τε χρήματα πολλὰ καὶ γυναῖκας, δι' ἃς καὶ ὁ πόλεμος κατέστη. ταῦτα Βελισάριος διαπραξάμενος εἰς Καρχηδόνα ἀπήλαυνεν. ἐλθὼν δέ τις ἐκ Σικελίας ἀπήγγειλεν, ὡς στάσις ἐν τῷ στρατοπέδῳ ἐπιπεσοῦσα τὰ πράγματα ἀνασοβεῖν μέλλοι, εἰ μὴ αὐτὸς διὰ τάχους καταλάβοι· διαθέμενος δὲ τὰ ἐν Λιβύῃ, ὡς ἠδύνατο, Ἰλδίγερι τε καὶ Θεοδώρῳ παραδοὺς Καρχηδόνα εἰς Σικελίαν ᾔει. ταῦτα ἀκούσας Ἰουστινιανὸς Γερμανόν, τὸν ἀνεψιὸν αὐτοῦ, ἄνδρα πατρίκιον, εἰς Λιβύην σὺν ὀλίγοις τισὶν ἔπεμψε σὺν Δομνίκῳ καὶ Συμμάχῳ, ἀνδράσι σοφοῖς. γενόμενος δὲ ἐν Καρχηδόνι τούς τε στρατιώτας ὁ Γερμανὸς ἠρίθμει, καὶ τῶν γραμματέων τὰ βιβλία, ἐν οἷς τῶν στρατιωτῶν τὰ ὀνόματα ἐνεγέγραπτο, ἀναλεξάμενος εὗρε τὸ μὲν τρίτον μέρος τοῦ στρατοῦ ἔν τε Καρχηδόνι καὶ ταῖς ἄλλαις πόλεσιν ὑπὲρ τοῦ βασιλέως εἶναι, τοὺς δὲ ἄλλους ἅπαντας τῷ τυράννῳ συντεταγμένους. διὰ τοῦτο πρὸς μάχην μὲν οὐχ ὑπεξέβη, τοῦ δὲ στρατοῦ ἐπεμελεῖτο. ἐπεφθέγγετο δὲ παρὰ τοῦ βασιλέως σταλῆναι, ὅπως τοῖς ἠδικημένοις στρατιώταις ἐπαμύνῃ, κολάσῃ δὲ τοὺς ἀδικίαν εἰς αὐτοὺς ἄρξαντας. τούτων οἱ στρατιῶται ἀκούσαντες τῶν λόγων κατ' ὀλίγον αὐτῷ προσεχώρουν. ὁ δὲ Γερμανὸς αὐτοὺς σὺν πολλῇ φιλοφροσύνῃ ἐδέχετο, καὶ τὰ πιστὰ δοὺς ἐν τιμῇ εἶχε καὶ τὰς ῥόγας αὐτῶν παρεῖχεν. ἐπεὶ δὲ ὁ τούτων λόγος περιφερόμενος εἰς πάντας ἦλθεν, ἀποταξάμενοι τὸν τύραννον εἰς Καρχηδόνα ἦλθον. ὁ δὲ Στότζας τοῦ κακοῦ ἤδη αἰσθόμενος, τοὺς ἀπομείναντας ἐπιρρώσας ἐπὶ Καρχηδόνα ἤλαυνεν. ὁ δὲ Γερμανὸς ἐξοπλίσας τὸ στράτευμα κατ' αὐτοῦ ἐχώρει. ὁ δὲ σὺν αὐτῷ στρατὸς προθυμίαν πολλὴν ἐπιδειξάμενος εὐνοεῖν τῷ βασιλεῖ τὸν στρατηγὸν ἔπειθον. τούτους ἑωρακότες οἱ μετὰ Στότζα καὶ δειλίᾳ κατασχεθέντες ἀνεχώρησαν ἐπὶ Νουμιδίαν. ὁ δὲ Γερμανὸς παντὶ τῷ στρατῷ οὐκ εἰς μακρὰν ἦλθεν, καὶ τούτους καταλαβὼν εὗρεν, ὅτι συνέμιξαν αὐτοῖς Μαυρουσίων βαρβάρων μυριάδες πολλαί, ὧν 205 Ἰαύδας τε καὶ Ὀρταΐας ἦρχον. συμβαλόντες δὲ πόλεμον, καὶ τῆς μάχης κραταιᾶς γενομένης, τὸν Γερμανοῦ ἵππον τις τῶν πολεμίων ἔκτεινεν. πεσὼν δὲ ἐπὶ γῆς Γερμανὸς εἰς κίνδυνον ἦλθεν, εἰ μὴ τὸ τάχος οἱ δορυφόροι φραξάμενοι ἔφερον ἵππον καὶ τοῦτον ἀνεβίβασαν. τρέπονται τοίνυν οἱ στρατιῶται, καὶ ὁ Στότζας ἐν τῷ θορύβῳ τούτῳ σὺν ὀλίγοις διαφυγεῖν ἴσχυσεν. ὁ δὲ Γερμανὸς τοῖς ἀμφ' αὐτὸν ἐγκελευσάμενος εὐθὺς ἐπὶ τὸ στρατόπεδον τῶν πολεμίων ὥρμησε καὶ τοῦτο παρέλαβε πολέμῳ. ἐνταῦθα δὲ τὰ χρήματα οἱ στρατιῶται οὐδενὶ λόγῳ ἁρπάζοντες τοῦ στρατηγοῦ λόγον οὐκ ἐποιοῦντο. δείσας δὲ ὁ Γερμανός, μὴ συμφρονήσαντες οἱ πολέμιοι ἐπ' αὐτὸν ἴωσιν, ἵστατο ὀδυρόμενος καὶ πρὸς εὐκοσμίαν τούτους παρακαλῶν. οἱ δὲ Μαυρούσιοι τὴν τροπὴν θεασάμενοι κατὰ τῶν στασιαστῶν ὥρμησαν καὶ τούτους ἐδίωκον σὺν τῷ τοῦ βασιλέως στρατῷ. Στότζας δὲ τὸ θάρσος εἰς αὐτοὺς ἔχων, ἑωρακὼς τὰ ὑπ' αὐτῶν γινόμενα μετὰ ρʹ εἰς φυγὴν ἐτράπη καὶ εἰς Μαυριτανίαν τὴν ἐνδοτέραν ἐχώρησεν. καὶ ἡ στάσις ἐν τούτοις ἐτελεύτα. Γερμανὸν δὲ σὺν Δομνίκῳ καὶ Συμμάχῳ μεταπεμψάμενος ὁ βασιλεὺς εἰς Βυζάντιον Σολόμωνι πάλιν τὰ τῆς Λιβύης πράγματα ἐνεχείρισεν, (τρισκαιδέκατον δὲ ἔτος ἦν τοῦτο τῆς Ἰουστινιανοῦ βασιλείας) παρασχόμενος αὐτῷ ἄρχοντάς τε ἄλλους καὶ Ῥουφῖνον καὶ Λεόντιον καὶ Ἰωάννην, τὸν Σισιννίου υἱόν. Σολόμων δὲ καταπλεύσας εἰς Καρχηδόνα μετρίως τὸν λαὸν ἐξηγεῖτο καὶ Λιβύην ἀσφαλῶς διεφύλαττεν, διακοσμῶν τε τὸν στρατόν, [καὶ] εἴ τινα ὕποπτον ἐν αὐτῷ εὕρισκεν, εἰς Βυζάντιον ἔπεμπεν. Βελισάριος δὲ τήν τε Σικελίαν καὶ Ῥώμην ὑπὸ Οὐιττίου κατεχομένην καὶ τὰς πέριξ πόλεις παραλαβὼν Οὐίττιον εἰς Βυζάντιον πρὸς Ἰουστινιανὸν ἤγαγε μετὰ τῆς γυναικὸς καὶ τῶν τέκνων αὐτοῦ. καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ναρσῆν τὸν κουβικουλάριον μετὰ στόλου ἐν τῇ Ῥώμῃ πρὸς τὸ διακρατῆσαι τὰ ἐκεῖσε. Σολόμων δὲ τὰ ἐν Καρχηδόνι καὶ Λιβύῃ καλῶς διοικήσας κατὰ Μαυρουσίων ἐστράτευσεν. καὶ πρῶτον μὲν Γόνθαριν, τὸν αὐτοῦ δορυφόρον, ἄνδρα ἀγαθὸν εἰς τὰ πολέμια, σὺν στρατεύματι ἔπεμψεν, ὅστις εἰς 206 Βίγαν ποταμὸν ἀφικόμενος εἰς Βαύγαϊν, πόλιν ἔρημον, ἐστρατοπεδεύσατο. ἐνταῦθα δὲ μάχης γενομένης, ἡττηθεὶς καὶ εἰς τὸ χαράκωμα ἀποχωρήσας ὑπὸ τῆς τῶν Μαυρουσίων προσεδρίας ἐπιέζετο. Σολόμων δὲ πλησίον γενόμενος καὶ ταῦτα μαθὼν κατὰ τάχος ἤει. οἱ δὲ βάρβαροι δείσαντες ἀναχωροῦσι καὶ εἰς τὸν Αὐρασίου ὄρους πρόποδα στρατοπεδεύουσιν. ὁ δὲ Σολόμων τούτοις συμβαλὼν εἰς φυγὴν ἔτρεψεν. οἱ δὲ Μαυρούσιοι ἐπὶ τὴν δυσχωρίαν τοῦ ὄρους ἔφυγον καὶ ἐπὶ Μαυριτάνους ᾤχοντο. Σολόμων δὲ τὰς ἐν Μουγάδῃ πεδιάδας ληϊσάμενος καὶ πᾶσαν τὴν γῆν αὐτῶν πυρπολήσας σῖτόν τε πολὺν κομισάμενος εἰς Ζερβούλην τὸ φρούριον ἀνέστρεψεν. ἔνθα Ἰαύδας σὺν δισμυρίοις Μαυρουσίοις προσέφυγεν. Ἰαύδας δὲ καταλιπὼν τὸ φρούριον εἰς τὸ τοῦ Αὐρασίου ὄρος εἰς ὕψος ἀναβὰς ἡσύχαζεν. Σολόμων δὲ Ζερβούλην τὸ φρούριον εἰς τρεῖς ἐπολιόρκησεν ἡμέρας, καὶ πάντα τὰ ἐν αὐτῷ ληϊσάμενος φύλακάς τε εἰς αὐτὸ καταστήσας ἐπὶ τὰ πρόσω ἐχώρει. καὶ διεσκοπεῖτο, ὅθεν εἰς τὴν κορυφὴν τοῦ ὄρους δυνηθείη γενέσθαι ἀποτόμου τε ὄντος καὶ πολλῇ δυσχερείᾳ κατεχομένου. ὁ δὲ θεὸς πόρον ἐν τῇ ἀπορίᾳ ἐποίησεν οὕτως. εἷς τῶν στρατιωτῶν τοῦ πεζικοῦ στρατοῦ, ὀπτίων ὤν, Γένζων ὀνόματι, εἴτε θυμῷ χρώμενος, εἴτε τι θεῖον αὐτὸν ἐκίνησεν, ἐπὶ τοὺς πολεμίους ἀνέβαινε μόνος. ὀπίσω δὲ τούτου τινὲς συστρατιῶται ἠκολούθουν ἐν θαύματι μεγάλῳ ποιούμενοι τὸ γινόμενον, τρεῖς δὲ τῶν Μαυρουσίων οἱ εἰς τὸ φυλάσσειν τὴν εἴσοδον τεταγμένοι ἰδόντες τὸν ἄνθρωπον ὑπήντων δρόμῳ νομίσαντες πρὸς αὐτοὺς ἀνιέναι. ὁ δὲ καθ' ἕνα τούτους ἐρχομένους διὰ τὴν στενοχωρίαν τοῦ τόπου τόν τε πρῶτον ἀνεῖλεν, ὁμοίως καὶ τὸν ἄλλον σὺν τῷ τρίτῳ. τοῦτο κατιδόντες οἱ ὄπισθεν ἰόντες πολλῷ θορύβῳ τε καὶ ταραχῇ ἐπὶ τοὺς πολεμίους ἐχώρουν. ὡς δὲ τὸ γενόμενον ἤκουσέ 207 τε καὶ εἶδεν ἡ τῶν Ῥωμαίων στρατιά, οὐδὲ τὸν στρατηγὸν ἀναμείναντες οὐδὲ τὰς σάλπιγγας, οὐδὲ τὴν τάξιν φυλάξαντες, ἀλλὰ πατάγῳ τε πολλῷ χρώμενοι καὶ ἀλλήλους ἐγκελευόμενοι ἔθεον ἐπὶ τὸ τῶν πολεμίων στρατόπεδον. ἐνταῦθα Ῥουφῖνός τε καὶ Λεόντιος ἔργα ἐπεδείξαντο εἰς τοὺς πολεμίους ἀρετῆς ἄξια. αὐτίκα οἱ βάρβαροι εἰς φυγὴν ὅπου ἕκαστος ἠδύνατο ᾔεσαν. Ἰαύδας δὲ πληγεὶς ἀκοντίῳ τὸν μηρὸν διέφυγέ τε καὶ εἰς Μαυριτάνους ἀπεχώρησεν. οἱ δὲ Ῥωμαῖοι διαρπάσαντες τὸ τῶν πολεμίων στρατόπεδον οὐκέτι τὸ Αὐράσιον ὄρος κατέλιπον, ἀλλὰ φρούρια οἰκοδομησάμενοι τοῦτο φυλάττουσιν. ἦν δέ τις πέτρα ἀπότομος πάνυ, ἐν ᾗ πύργον οἰκοδομήσαντες οἱ Μαυρούσιοι ὀχυρὰν ταύτην ἐποίησαν καταφυγήν, ἰσχυράν τε καὶ ἀμαχωτάτην. ἐνταῦθα ἐτύγχανεν Ἰαύδας τά τε χρήματα αὐτοῦ καὶ τὰς γυναῖκας ἀποθέμενος καὶ ἕνα φύλακα γέροντα τῶν χρημάτων καταστησάμενος. οὐ γὰρ ἄν ποτε ὑπετόπησε τοὺς πολεμίους εἰς τόνδε τὸν πύργον ἀφίξεσθαι, οὐδὲ βίᾳ τοῦτον ἑλεῖν δύνασθαι. οἱ δὲ Ῥωμαῖοι τὰς τοῦ Αὐρασίου δυσχωρίας διερευνώμενοι ἐνταῦθα ἧκον· καὶ αὐτῶν τις ἀναβαίνειν εἰς τὸν πύργον σὺν γέλωτι ἐνεχείρησεν. αἱ δὲ γυναῖκες τοῦτον κατεγέλων σὺν τῷ πρεσβύτῃ. ὁ δὲ Ῥωμαῖος, ἐπειδὴ χερσὶ καὶ ποσὶν ἀναβαίνων ἐγγύς που ἐγεγόνει, σπασάμενος τὸ ξίφος ἐξήλατο καὶ τοῦ γέροντος εἰς τὸν αὐχένα ἐπιτυχὼν τούτου τὴν κεφαλὴν ἐξέτεμεν. οἱ δὲ στρατιῶται θαρροῦντες ἤδη καὶ ἀλλήλων ἐχόμενοι εἰς τὸν πύργον ἀνέβαινον καὶ τὰς γυναῖκας τά τε χρήματα μεγάλα ὄντα λαβόντες πρὸς Σολόμωνα ἤγαγον. ὁ δὲ Σολόμων τείχη ταῖς ἐν Λιβύῃ πόλεσι περιέβαλεν, καὶ ἐπεὶ Μαυρούσιοι ἀνεχώρησαν ἐκ Νουμιδίας νικηθέντες, Ζάβην τε τὴν χώραν καὶ Μαυριτανίαν καὶ Ἴτιφιν τὴν μητρόπολιν ὑπόφορον Ῥωμαίοις πεποίηκεν. τῆς γὰρ ἑτέρας Μαυριτανίας Καισάρεια ἡ πρώτη μητρόπολις ὑπάρχει. ταύτην δὲ Βελισάριος τὸ πρότερον καθυπέταξεν. διὰ τοῦτο Λίβυες ἅπαντες ὑπήκοοι Ῥωμαίων γεγόνασιν εἰρήνης ἀσφαλοῦς τυχόντες. τετραετίαν δὲ ποιήσαντες ταύτῃ τῇ εἰρήνῃ, ἐν τῷ ιζʹ ἔτει Ἰουστινιανοῦ, Κῦρός τε καὶ Σέργιος, οἱ Βάκχου, τοῦ Σολό208 μωνος ἀδελφοῦ, παῖδες, ὑπὸ τοῦ βασιλέως ἀπεστάλησαν ἄρχειν ἐν Λιβύῃ, Πενταπόλεως μὲν Κῦρος, Τριπόλεως δὲ Σέργιος. οἱ δὲ Μαυρούσιοι τοὺς αὑτῶν πρεσβυτέρους εἰς Λεπτιμάγναν τὴν πόλιν ἔπεμψαν πρὸς Σέργιον, ὅπως δῶρά τε αὐτῷ προσαγάγωσι καὶ τὴν εἰρήνην κρατύνωσιν. Σέργιος δὲ Πουδεντίῳ πεισθείς, ἀνδρὶ Τριπολίτῃ, ὀγδοήκοντα μὲν τῶν βαρβάρων τοὺς δοκιμωτέρους ἐν τῇ πόλει ἐδέξατο πάντα ἐπιτελεῖν τὰ αἰτούμενα ὑπισχνούμενος, καὶ ὅρκοις τὴν εἰρήνην ἐκράτυνεν· τοὺς δὲ λοιποὺς ἔξω ἐν προαστείῳ ἤλασεν. τούτους δὲ ἐπ' ἄριστον καλέσας ἅπαντας ἔκτεινεν. εἷς δὲ τούτων λάθρα ἐκπηδήσας τοῖς ὁμοφύλοις τὰ γενόμενα ἐμήνυσεν. οἱ δὲ ταῦτα ἀκούσαντες δρόμῳ ἐπὶ τὸ οἰκεῖον στρατόπεδον ᾔεσαν καὶ σὺν πᾶσι τοῖς ἄλλοις ἐπὶ Ῥωμαίους ἐγένοντο. ὁ δὲ Σέργιος σὺν τῷ Πουδεντίῳ τούτοις ἀπήντησεν, καὶ μάχης κροτηθείσης, Πουδέντιος μὲν πολλοὺς ἀποβαλὼν θνήσκει, Σέργιος δὲ εἰς ἄφατον φόβον ἐμπεπτωκὼς ἐπὶ Καρχηδόνα ἔπλευσε πρὸς Σολόμωνα, τὸν αὐτοῦ θεῖον. πᾶσαν δὲ τὴν Τρίπολιν Μαυρούσιοι ἀπέλιπον. οἱ δὲ βάρβαροι ἅπαντα ληϊσάμενοι τὰ ἐκεῖ χωρία ἐξανδραποδίσαντές τε πλῆθος Ῥωμαίων ἐπὶ Πεντάπολιν ᾔεσαν. ὁ δὲ Κῦρος γνοὺς φυγὰς εἰς Καρχηδόνα κατέπλει. οἱ δὲ βάρβαροι, μηδενὸς ἀντιστάντος αὐτοῖς, Βερονίκην τὴν πόλιν ἑλόντες ἐπὶ Καρχηδόνα ἐστράτευσαν, καὶ εἰς τὸ Βυζάκιον ἀφικόμενοι πλεῖστα ἐξ ἐπιδρομῆς τῶν ἐκεῖ ἐληΐσαντο χωρία. Ἀντάλας δὲ ἔχθραν ἔχων πρὸς Σολόμωνα, διότι τὸν αὐτοῦ ἀδελφὸν ἔκτεινεν, τοῖς βαρβάροις ἑνοῦται καὶ κατὰ Καρχηδόνος καὶ Σολόμωνος τούτους ὡδήγησεν. Σολόμων δὲ ταῦτα ἀκούσας, παραλαβὼν τὸ στράτευμα κατ' αὐτῶν ὥρμησεν. ἐλθὼν δὲ εἰς Βέστην τὴν πόλιν ἓξ ἡμερῶν Καρχηδόνος ὁδὸν ἀπέχουσαν ἐν αὐτῇ ἐστρατοπεδεύσατο, ἦσάν τε σὺν αὐτῷ Κῦρος καὶ Σέργιος καὶ Σολόμων ὁ νέος, οἱ τοῦ Βάκχου παῖδες. ἰδὼν δὲ τὸ πλῆθος τῶν βαρβάρων καὶ δειλιάσας ἔπεμψε πρὸς τοὺς ἄρχοντας αὐτῶν μεμφόμενος αὐτούς, ὅτι ἔνσπονδοι Ῥωμαίων ὄντες ὅπλα κατ' αὐτῶν ἐκίνησαν, ἀξιῶν δὲ τὴν εἰρήνην κρατύνεσθαι καὶ 209 ὅρκοις βεβαιοῦσθαι. οἱ δὲ βάρβαροι χλευάσαντες τὰ εἰρημένα ἔφησαν·" ἐπειδὴ Σέργιος εἰς τὰ εὐαγγέλια ὀμόσας καλῶς ἐφύλαξε τοὺς ὅρκους ἀποκτείνας τοὺς ὀγδοήκοντα, πῶς νῦν ὑμῶν πιστεύσομεν τοὺς ὅρκους;" πολέμου δὲ κροτηθέντος, τρέπονται οἱ Ῥωμαῖοι. τοῦ δὲ ἵππου ὀκλάσαντος κτείνεται Σολόμων, καὶ οἱ τούτου δορυφόροι, Σέργιος δέ, ὁ τούτου ἀνεψιός, τὴν τῆς Λιβύης ἀρχὴν ὑπὸ τοῦ βασιλέως ἐνεχειρίσθη. Ἰωάννης δὲ ὁ Σισιννιόλου καὶ οἱ λοιποὶ ἄρχοντες μῖσος πρὸς τὸν Σέργιον μέγα ἐκίνησαν, ὥστε μηδὲ ὅπλα κατὰ τῶν ἐχθρῶν αἴρειν βούλεσθαι. καὶ οἱ βάρβαροι ἀδεῶς πάντα ἐληΐζοντο. Ἀντάλας δὲ ἔγραψε τῷ βασιλεῖ Ἰουστινιανῷ, ὅτι" πάντες Μαυρούσιοι τὴν σὴν φιλίαν καὶ δουλείαν αἱροῦνται, ἀλλὰ τὴν Σολόμωνος καὶ τῶν τούτου ἀνεψιῶν βιαίαν ἐπαγωγὴν οὐχ ὑποφέροντες ἐτυράννησαν. τούτους παράστειλον, καὶ εἰρήνη Ῥωμαίοις καὶ Μαυρουσίοις συνίσταται." ὁ δὲ βασιλεὺς τοῦτο ποιῆσαι οὐ κατεδέξατο· ὁ δὲ Ἀντάλας καὶ ὁ τῶν Μαυρουσίων στρατὸς συνήχθησαν αὖθις ἐν Βυζακίῳ, καὶ σὺν αὐτοῖς Στότζας στρατιώτας ὀλίγους καὶ Οὐανδήλους ἔχων. οἱ δὲ Λίβυες παρεκάλουν Ἰωάννην τὸν Σισιννιόλου στράτευμα ἀγεῖραι καὶ κατὰ τῶν πολεμίων χωρῆσαι σὺν Ἱμερίῳ, τῷ ἄρχοντι τῶν ἐν Βυζακίῳ καταλόγων. ὁ δὲ λαβὼν τὸν στρατὸν ἐπὶ τοὺς πολεμίους ᾔει, Ἱμέριον προάγειν κελεύσας. συμβολῆς δὲ γενομένης ἡττῶνται Ῥωμαῖοι, καὶ συλλαμβάνονται οἱ βάρβαροι τὸν Ἱμέριον ζῶντα σὺν τῷ στρατῷ αὐτοῦ· καὶ τοῦτον εἰς φυλακὴν ἀποθέμενοι τοὺς στρατιώτας Στότζᾳ παρέδωκαν ὁμολογοῦντας κατὰ Ῥωμαίων στρατεύεσθαι. παραλαμβάνουσι δὲ δόλῳ διὰ τοῦ Ἱμερίου Ἀδράμυτον τὴν πόλιν. καὶ οἱ μὲν τῶν Λιβύων εἰς Σικελίαν κατέφυγον, ἄλλοι δὲ εἰς ἄλλας νήσους καὶ εἰς Βυζάντιον. Μαυρούσιοι δὲ καὶ Στότζας ἐν ἀδείᾳ πολλῇ τὴν Λιβύην πᾶσαν ἐληΐζοντο. οἱ δὲ ἐν Βυζαντίῳ εἰσελθόντες Λίβυες ἐδέοντο τῷ βασιλεῖ, ὅπως στράτευμα καὶ στρατηγὸν ἄριστον εἰς Λιβύην ἀποστείλῃ. ὁ δὲ βασιλεὺς 210 Ἀρεόβινδον σὺν στρατιώταις ὀλίγοις, ἄνδρα μὲν εὐγενῆ καὶ εὔβουλον, ἔργων δὲ πολεμίων οὐδαμῶς ἔμπειρον, καὶ σὺν αὐτῷ Ἀθανάσιον καὶ Ἀρμενίους ὀλίγους, ὧν Ἀρταβάνης τε καὶ Ἰωάννης ἦρχον, οἱ Ἀρσακίδαι. οὐ μὴν οὐδὲ Σέργιον μετεπέμπετο, ἀλλὰ καὶ αὐτὸν σὺν Ἀρεοβίνδῳ Λιβύης στρατηγοὺς εἶναι ἐκέλευσεν· Σέργιον μὲν τὸν πόλεμον διενεγκεῖν πρὸς τοὺς ἐν Νουμιδίᾳ βαρβάρους, Ἀρεόβινδον δὲ πρὸς τοὺς ἐν Βυζακίῳ Μαυρουσίους διαμάχεσθαι. Ἀρεόβινδος δὲ τὴν Λιβύην καταλαβὼν καὶ τὸ ἥμισυ τοῦ στρατοῦ παραλαβὼν Ἰωάννην τὸν Κωνσταντιόλου κατὰ Στότζα καὶ τῶν βαρβάρων ἀπέστειλεν. Ἰωάννης δὲ τὰ πλήθη τῶν πολεμίων θεασάμενος ἠναγκάσθη χεῖρα αὐτοῖς ἐπιβαλεῖν. ἦν δὲ ἐν ἔχθρᾳ μεγάλῃ μετὰ Στότζα, ὥστε ἑκάτερος ηὔχετο φονεὺς τοῦ ἑτέρου γενέσθαι καὶ οὕτως ἀποθανεῖν. τῆς δὲ μάχης γενομένης, ἀμφότεροι τῶν στρατοπέδων ἐξελθόντες ἐπ' ἀλλήλους ἦλθον. ὁ μὲν οὖν Ἰωάννης τείνας τὸ τόξον κατὰ τὸν δεξιὸν βουβῶνα τῷ Στότζᾳ ἐπέτυχεν, ὃς μετ' ὀλίγας ἡμέρας τέθνηκεν. οἱ δὲ βάρβαροι θυμῷ πολλῷ ἐπὶ τοὺς πολεμίους χωρήσαντες, πλῆθος ἄπειρον ὄντες, τόν τε Ἰωάννην καὶ Ῥωμαίους ἅπαντας ἀπέκτειναν. τοῦτον δέ φασιν εἰρηκέναι·" ἡδύν τινα θάνατον θνήσκω, τῆς εὐχῆς μου εἰς Στότζαν πληρωθείσης·" καὶ ὁ Στότζας μαθὼν τὸν τοῦ Ἰωάννου θάνατον ἐν χαρᾷ ἐτελεύτησεν. θνήσκει δὲ καὶ Ἰωάννης ὁ Ἀρμένιος. ὁ δὲ βασιλεὺς ταῦτα ἀκούσας περίλυπος γέγονε καὶ τὸν Σέργιον τῆς ἀρχῆς παραλύσας μετεπέμψατο, Ἀρεοβίνδῳ δὲ μόνῳ τὴν τῆς Λιβύης ἀρχὴν ἐνεχείρισεν. μετὰ δὲ δύο μῆνας Γονθάριός τις, τῶν ἐν Νουμιδίᾳ καταλόγων ἡγούμενος, δόλον μελετήσας κατὰ Ἀρεοβίνδου λάθρα τοῖς Μαυρουσίοις ἐδήλου, ὅπως κατὰ Καρχηδόνος χωρήσωσιν. αὐτίκα γοῦν ἔκ τε Νουμιδίας καὶ Βυζακίου πολεμίων στρατὸς εἰς ταὐτὸ ἀγηγερμένος ἐπὶ Καρχηδόνα σπουδῇ ᾔεσαν. ἡγεῖτο δὲ Νουμιδῶν μὲν Κουτζίνας καὶ Ἰαύδας, Βυζακίων δὲ Ἀντάλας. συνῆν δὲ αὐτοῖς καὶ Ἰωάννης ὁ τύραννος 211 σὺν τοῖς στρατιώταις ἀντὶ Στότζα. ταῦτα γνοὺς Ἀρεόβινδος Γονθαρίῳ ὡς φίλῳ θαρρῶν τὸ στράτευμα παραδοὺς σὺν Ἀρταβάνῃ καὶ τοῖς Ἀρμενίοις κατὰ τῶν πολεμίων ἔστελλεν. ὁ δὲ Γόνθαρις τὸν ἑαυτοῦ μάγειρον ἐκ Μαυρουσίων ὄντα πρὸς τοὺς βαρβάρους ἀπέστειλε πρὸς Ἀντάλαν εἰπεῖν, ὡς αὐτῷ Γόνθαρις βούλεται τῆς Λιβύης ἀρχῆς κοινωνὸν λαβεῖν. ὁ δὲ Ἀντάλας τὸν μὲν λόγον ἀσμένως ἤκουσεν, ἀπεκρίθη δέ, ὡς οὐκ ἀσφαλῶς διὰ μαγείρου τὰ τοιαῦτα διοικεῖσθαι. ταῦτα Γόνθαρις ἀκούσας Οὐλίθεον, τὸν αὐτοῦ δορυφόρον, ὡς πιστὸν πρὸς Ἀντάλαν ἔπεμψεν, παρακαλῶν αὐτὸν πλησιάσαι τῇ Καρχηδόνι, ὅπως αὐτὸς τὸν Ἀρεόβινδον ἀνέλῃ. Οὐλίθεος δὲ κρυφῇ τῷ Ἀντάλᾳ συνέτυχεν, καὶ συνεφώνησαν, ἵνα ὁ μὲν Ἀντάλας τοῦ Βυζακίου ἄρχῃ καὶ τὸ ἥμισυ τῶν Ἀρεοβίνδου χρημάτων λάβῃ καὶ χιλίους πεντακοσίους στρατιώτας Ῥωμαίους σὺν αὐτῷ, Γόνθαρις δὲ τὸ βασιλέως ἀξίωμα λάβῃ καὶ Καρχηδόνος τὸ κράτος. ταῦτα διαπραξάμενος Οὐλίθεος ἐπανῆκε πρὸς Γονθάριδα. οἱ δὲ βάρβαροι κατὰ Καρχηδόνος σπουδῇ πολλῇ ᾔεσαν. καταλαβόντες δὲ τὸ Δέκιμον καὶ στρατοπεδευσάμενοι ἐν αὐτῷ τῇ ὑστεραίᾳ ἐπὶ Καρχηδόνα ἐχώρουν. ὑπαντήσαντες δὲ τοῦ Ῥωμαίων στρατεύματος ἀπροσδοκήτως αὐτοῖς συνέβαλον καὶ πολλοὺς τῶν Μαυρουσίων ἔκτειναν, οὓς δὴ ὁ Γόνθαρις κακίζων ἐπέσκωπτεν ὡς θρασυνομένους, καὶ τὰ τῶν Ῥωμαίων πράγματα εἰς κίνδυνον φέρειν. ὁ δὲ Ἀρεόβινδος πέμψας πρὸς Κουτζίναν παρεκάλει προδότην αὐτὸν γενέσθαι Μαυρουσίων· ὁ δὲ ὡμολόγησε τοῦτο ποιεῖν. ἄπιστον γὰρ τὸ τῶν Μαυρουσίων γένος πρός τε ἀλλήλους καὶ πρὸς ἅπαντας. ταῦτα Ἀρεόβινδος τῷ Γονθάριδι ἐθάρρησεν. ὁ δὲ παρῄνει τῷ Ἀρεοβίνδῳ τῷ Κουτζίνᾳ μὴ πιστεύειν, Οὐλίθεον δὲ ἀποστείλας τῷ Ἀντάλᾳ ταῦτα 212 ἐμήνυσεν. Γόνθαρις δὲ κτεῖναι τὸν Ἀρεόβινδον λάθρα διενοεῖτο καὶ πείθει τοῦτον ἐξελθεῖν τῆς Καρχηδόνος καὶ ἐν τῷ πολέμῳ εὑρεθῆναι. ὁ δὲ Ἀρεόβινδος ἄπειρος τοῦ πολέμου ὤν, τὰ ὅπλα περιβαλέσθαι μὴ δυνάμενος ἀνεβάλετο· καὶ οὕτως ὁ χρόνος προῆλθε τῆς ἡμέρας. διὸ δὴ τὴν παράταξιν εἰς τὴν αὔριον ἀποθέμενος ἡσύχασεν. Γόνθαρις δὲ αὐτὸν ἐξεπίτηδες τὴν μέλλησιν ποιεῖσθαι ὑποπτεύσας, ἅτε τῶν πραττομένων αἰσθόμενον, ἐκ τοῦ ἐμφανοῦς κατ' αὐτοῦ ἐτυράννησεν. Ἀρεόβινδος δὲ κατὰ τάχος τὴν Καρχηδόνα καταλιπὼν καὶ φυγῇ χρησάμενος, εἰς ναῦν τε εἰσελθὼν ἐπὶ τὸ Βυζάντιον πορεύεσθαι ἤμελλεν, εἰ μὴ χειμὼν μεταξὺ ἐπιγενόμενος διεκώλυσεν. ἀποστείλας δὲ Ἀθανάσιον ἐν Καρχηδόνι μετεπέμψατό τινας, ἐν οἷς καὶ Ἀρταβάνην, ὅστις πολλὰ παρῄνει τῷ Ἀρεοβίνδῳ, μήτε ἀναπεπτωκέναι μήτε δειλιαίνειν καὶ δεδιέναι τὸν Γονθάριδα, ἀλλ' ἐπ' αὐτὸν ὁμοῦ σὺν πᾶσι τοῖς αὐτῷ ἑπομένοις ἰέναι, πρίν τι περαιτέρω γενέσθαι κακόν. ὁ δὲ Γόνθαρις τὸν Ἀρεόβινδον εἰς τοὺς στρατιώτας διέβαλλεν ὡς ἄνανδρόν τε καὶ δειλὸν καὶ τὰς ῥόγας τούτοις μὴ βούλεσθαι διδόναι. ὁ δὲ Ἀρεόβινδος σὺν Ἀρταβάνῃ καὶ τοῖς ἑπομένοις κατὰ Γονθάριδος ἦλθεν. καὶ γίνεται μάχη ἔν τε ταῖς ἐπάλξεσι καὶ ταῖς πύλαις. τῶν δὲ στρατιωτῶν οἱ πλεῖστοι οὐκ ἔγνωσαν τὰ ὑπὸ Γονθάριδος μελετηθέντα, καὶ συναγόμενοι κατ' αὐτοῦ ὡπλίζοντο. ὁ δὲ Ἀρεόβινδος ἰδὼν ἀνθρώπους κτεινομένους, ἀήθης ὢν τοῦ τοιούτου θεάματος, τὴν δειλίαν οὐκ ἐνεγκὼν ἔφυγε καὶ εἰς τὸ τῆς παραθαλασσίας μοναστήριον, ὅπερ Σολόμων ἐδείματο καὶ περιετείχισεν ὡς φρούριον ἀσφαλές, εἰς αὐτὸ κατέφυγε σὺν τῇ γυναικὶ καὶ τῇ ἀδελφῇ. τότε καὶ Ἀρταβάνης φυγῇ ἐχρήσατο. Γόνθαρις δὲ κατὰ κράτος νικήσας τὸ παλάτιον ἔλαβεν. μεταπεμψάμενος δὲ τὸν τῆς πόλεως ἀρχιερέα καὶ Ἀθανάσιον τὰ πιστὰ τῷ Ἀρεοβίνδῳ ἐκέλευσε διδόναι καὶ εἰς τὸ παλάτιον αὐτὸν ἀγαγεῖν, ἀπειλήσας πολιορκήσειν αὐτὸν ἀπειθήσαντα καὶ μηκέτι αὐτῷ ὑπὲρ τῆς σωτηρίας τὰ πιστὰ δώσειν. ὁ δὲ παρὰ τοῦ ἐπισκόπου Ῥεπαράτου τὰ πιστὰ λαβὼν τῷ Γονθάριδι εἰς ὄψιν ἦλθε καὶ πρηνὴς πεσὼν ἔκειτο τὴν ἱκετηρίαν 213 αὐτῷ τὰ εὐαγγέλια προτεινόμενος, ἐφ' ἃ τὰ πιστὰ ὁ ἱερεὺς αὐτῷ δέδωκεν. ὁ δὲ Γόνθαρις τοῦτον ἀνέστησεν ὀμωμοκὼς αὐτῷ ἐπὶ πάντων μηδὲν αὐτῷ κακὸν ποιεῖν, ἀλλὰ τῇ ὑστεραίᾳ σὺν τῇ γυναικὶ καὶ τοῖς χρήμασιν αὐτοῦ εἰς Βυζάντιον στέλλεσθαι. τὸν δὲ ἱερέα ἀποπεμψάμενος Ἀρεόβινδον καὶ Ἀθανάσιον συνδειπνεῖν ἐν τῷ παλατίῳ ἔλαβεν. ἐτίμησε δὲ τὸν Ἀρεόβινδον καὶ πρῶτον αὐτοῦ ἐπὶ τῆς στιβάδος κατέκλινεν, δειπνήσαντα δὲ αὐτὸν ἐν κοιτῶνι καθεύδειν ἐκέλευσεν. ἀποστείλας δὲ Οὐλίθεον σὺν ἑτέροις τισὶ κωκύοντά τε καὶ ὀλολυγμοῖς χρώμενον τοῦτον ἔκτεινεν. Ἀθανασίου δὲ ἐφείσατο διὰ τὸ γῆρας. τῇ δὲ ἐπαύριον τὴν τούτου κεφαλὴν τῷ Ἀντάλᾳ ἔπεμψεν, τὰ δὲ χρήματα κατασχὼν οὐδὲν τούτῳ κατὰ τὰς συνθήκας δέδωκεν. Ἀντάλας δὲ μαθὼν τὰ εἰς Ἀρεόβινδον πεπραγμένα καὶ τὰς τοῦ Γονθάριδος ἐπιορκίας λογισάμενος Ἰουστινιανῷ τῷ βασιλεῖ προσχωρεῖν ἤθελεν. Ἀρταβάνης δὲ τὰ πιστὰ λαβὼν παρὰ τοῦ Γονθάριδος εἰς τὸ παλάτιον σὺν τοῖς Ἀρμενίοις ἀνέβη καὶ τοῦ τυράννου ὑπηρέτης εἶναι ὡμολόγησεν, λάθρα δὲ τοῦτον ἀνελεῖν ἐβουλεύετο. Γρηγορίῳ δὲ τῷ ἀνεψιῷ καὶ Ἀρτασηρίῳ τῷ δορυφόρῳ θαρρήσας τὸ βούλευμα ἔφη αὐτῷ Γρηγόριος·" νῦν σοί, Ἀρταβάνη, πάρεστι μόνῳ τὸ Βελισαρίου ἀναδήσασθαι κάλλος. ὁ μὲν γὰρ στρατιάν τε καὶ χρήματα μεγάλα παρὰ βασιλέως λαβὼν καὶ ἄρχοντας συνεπομένους καὶ στόλον, οἷον οὐδέποτέ τις ἠκηκόει, πόνῳ πολλῷ τοῖς Ῥωμαίοις τὴν Λιβύην ὑπόφορον κατεστήσατο· νῦν δὲ ὡς ἐξ ἀρχῆς πάλιν γέγονεν εἰς τὸ ἀρχαῖον Λιβύη ἀποστατήσασα, ἐν σοὶ μόνῳ κεῖται ταύτην πάλιν τῷ βασιλεῖ προσενεγκεῖν καὶ τὰ πράγματα διασώσασθαι. λογίζου δὲ τὸ σὸν γένος, ὅτι Ἀρσακίδης ἀνέκαθεν εἶ, καὶ ὅτι εὐγενὴς ὢν ἀνδραγαθίζεσθαι ἀεὶ πρέπει καὶ πολλὰ ἔργα ὑπὲρ ἀρετῆς ἐπιδεικνύειν. νέου γὰρ σοῦ ὄντος, ἐνθυμήθητι ὡς Ἀκάκιον, τὸν Ἀρμενίων ἄρχοντα, καὶ Τζίταν, τὸν Ῥωμαίων στρατηγόν, ἐν πολέμοις ἔκτεινας Χοσρόῃ τε, τῷ βασιλεῖ τῶν Περσῶν,

Intertext edge

Open linked passage

Note