Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophanes-abbot-and-confessor" aria-label="More works by Theophanes Abbot and Confessor">
—
⋯
Original / primary: Pg Scrape Grc
214.1.1
συνεστράτευες. τοιοῦτος δὲ ὢν μὴ περιΐδῃς τὴν Ῥωμαίων ἀρχὴν ὑπὸ κυνὸς μεθύοντος κατεχομένην. ἐγὼ δέ σοι καὶ Ἀρτασήριος ὅσα εἰς δύναμιν ἐπιτάττοντι ὑπουργήσομεν." Γόνθαρις δὲ τὸν Ἀρταβάνην ἡγεῖσθαι τοῦ στρατοῦ ἐπί τε Ἀντάλαν καὶ Μαυρουσίους τοὺς ἐν Βυζακίῳ ἐκέλευσε χωρεῖν. συνῆν δὲ αὐτῷ καὶ Ἰωάννης, ὁ τῶν στασιαστῶν ἄρχων, καὶ Οὐλίθεος ὁ δορυφόρος· εἵποντο δὲ αὐτῷ καὶ Μαυρούσιοι, ὧν Κουτζίνας ἦρχεν. συμβαλὼν δὲ τῷ Ἀντάλᾳ καὶ τοῖς βαρβάροις τούτους ἐτρέψατο. ἐθελοκακήσας δὲ Ἀρταβάνης, ἐκ τοῦ αἰφνιδίου στρέψας τὸ βάνδον εἰς τὸ στρατόπεδον ἤλαυνεν. Οὐλίθεος δὲ κτεῖναι τοῦτον εἰς τὸ στρατόπεδον διενοεῖτο. Ἀρταβάνης δὲ ἔφασκε δεῖσαι, μὴ ἐξ Ἀδραμύτου τῆς πόλεως ἐξελθόντες οἱ βάρβαροι βοηθήσωσι τοῖς ἐναντίοις καὶ ἀνήκεστα ἔργα εἰς ἡμᾶς πράξωσιν· ἀλλὰ Γονθάριδα σὺν παντὶ τῷ στρατῷ ἐληλυθέναι, καὶ οὕτως πάντας ἑλεῖν. καὶ ἀναστρέψας εἰς Καρχηδόνα τῷ τυράννῳ ταῦτα ἀπήγγειλεν. ὁ δὲ τύραννος τῷ Πασιφίλῳ βουλευσάμενος ἅπαντα μὲν διενοήθη τὸν στρατὸν ἐξοπλίσαι καὶ σὺν αὐτῷ στρατεύσασθαι, φύλακας δὲ μόνους τῇ πόλει καταλιπεῖν. καθ' ἑκάστην δὲ ἡμέραν πολλοὺς ἀνῄρει ὁ Γόνθαρις ἐξ ὑποψίας. ἐξελθὼν δὲ τῆς Καρχηδόνος ἐν προαστείῳ, οὗ δὴ στιβάδες ἦσαν ἐκ παλαιοῦ τρεῖς, ἐν αἷς κατεκλίθη σὺν Ἀρταβάνῃ καὶ Ἀθανασίῳ καὶ Πέτρῳ, τῷ δορυφόρῳ Σολόμωνος. Ἀρταβάνης τοίνυν τὸν καιρὸν ἐπιτήδειον εἰς τὸν τοῦ τυράννου φόνον οἰόμενος Γρηγορίῳ τε καὶ Ἀρτασηρίῳ καὶ δορυφόροις πιστοῖς τρισὶ τὸ πρᾶγμα ἐθάρρησεν· καὶ τοὺς μὲν δορυφόρους σὺν τοῖς ξίφεσιν ἔνδον ἐκέλευσε γενέσθαι· ἀρχόντων γὰρ ἑστιωμένων ὄπισθεν ἑστάναι δορυφόρους νόμος ἦν. ἐγχειρεῖν δὲ ἄφνω τὸ πρᾶγμα ἐκέλευσεν, ἡνίκα αὐτὸς τὸν καιρὸν αὐτοῖς διὰ νεύματος ποιήσῃ, τὸν Ἀρτασῆριν κελεύσας πρῶτον τοῦ ἔργου ἔχεσθαι τῷ δὲ Γρηγορίῳ ἐπέταττε τῶν Ἀρμενίων πολλοὺς τοὺς εὐτολμοτάτους ἀπολεξάμενον εἰς τὸ παλάτιον παρεῖναι τὰ ξίφη μόνα ἐπιφερομένους, καὶ αὐτοῖς τὸ μὲν βούλευμα μηδενὶ ἐξειπεῖν. προϊόντος δὲ τοῦ πότου, καὶ τοῦ Γονθάριδος καταβεβρεγμένου τῷ οἴνῳ, 215 Ἀρτασήρας σπασάμενος τὸ ξίφος κατὰ τοῦ τυράννου ἐχώρει. εἷς δὲ τῶν οἰκετῶν ἰδὼν τὸ ξίφος γυμνὸν ἀνέκραγεν," τί τοῦτο, ὦ βέλτιστε;" λέγων. ὁ δὲ Γόνθαρις στρέψας τὸ πρόσωπον εἰς αὐτὸν ἔβλεπεν. Ἀρτασήρας δὲ αὐτὸν τῷ ξίφει ἔπαισε καὶ τὴν δεξιὰν χεῖρα αὐτοῦ ἀφεῖλεν. ἀναπηδήσαντα δὲ τοῦτον Ἀρταβάνης μάχαιραν σπασάμενος ἐν τῇ τοῦ τυράννου πλευρᾷ ταύτην ἔπηξεν ἄχρι τῆς λαβῆς, καὶ τοῦτον ἄφνω ἀνεῖλεν. τότε Ἀρταβάνης τὸν Ἀθανάσιον ἐπιμελεῖσθαι τῶν ἐν τῷ παλατίῳ χρημάτων, καθὼς ἐπὶ Ἀρεοβίνδου, ἐκέλευσεν. ἐπεὶ δὲ οἱ φύλακες τὴν τοῦ Γονθάριδος τελευτὴν ἔμαθον, Ἰουστινιανὸν ἀνεβόων καλλίνικον βασιλέα. ἐντεῦθεν οἱ τῷ βασιλεῖ εὐνοηκότες εἰσπηδήσαντες εἰς τὰς τῶν στασιαστῶν οἰκίας τούτους ἔκτειναν. Ἰωάννης δὲ σὺν τοῖς Οὐανδήλοις εἰς τὸ ἱερὸν καταφεύγει, οὓς Ἀρταβάνης τὰ πιστὰ δοὺς καὶ ἐξαγαγὼν εἰς Βυζάντιον ἀπέστειλεν. γέγονε δὲ ὁ τοῦ τυράννου φόνος μετὰ λϛʹ ἡμέρας τῆς τούτου τυραννίδος, ἐννεακαιδεκάτου ἔτους Ἰουστινιανοῦ ὑπάρχοντος. Ἀρταβάνης δὲ ἐκ τούτου κλέος μέγα περιεβάλετο εἰς πάντας ἀνθρώπους. Περίεκτα δέ, ἡ Ἀρεοβίνδου γυνή, μεγάλα δῶρα τῷ Ἀρταβάνῃ ἐδωρήσατο. ὁ δὲ βασιλεὺς τοῦτον στρατηγὸν Λιβύης ἐποίησεν ἁπάσης. ὁ δὲ Ἀρταβάνης μετ' οὐ πολὺ παραιτησάμενος πρὸς βασιλέα εἰς Βυζάντιον ἦλθεν, καὶ ὁ βασιλεὺς Ἰωάννην, τὸν Πάππου ἀδελφόν, στρατηγὸν Λιβύης κατέστησεν. ὁ δὲ Ἰωάννης τὴν Λιβύην καταλαβὼν κατὰ Ἀντάλα καὶ Μαυρουσίων τῶν ἐν Βυζακίῳ ἐπεστράτευσε καὶ τούτους πολεμήσας νίκην ἤρατο καὶ πολεμίους πολλοὺς ἔκτεινε καὶ τὰ σημεῖα, ἅπερ Σολόμωνος οἱ βάρβαροι ἔλαβον, ἀφελόμενος ἐξ αὐτῶν τῷ βασιλεῖ εἰς Βυζάντιον ἔπεμψεν. τοὺς δὲ λοιποὺς τῶν βαρβάρων ἐδίωξε τῆς Ῥωμαίων ἀρχῆς. χρόνῳ δὲ ὑστέρῳ οἱ Λευάθαι στρατῷ μεγάλῳ ἐκ τῶν ἐπὶ Τριπόλεως χωρίων εἰς Βυζάκιον ἀφικόμενοι τῷ Ἀντάλᾳ ἡνώθησαν· οἷς Ἰωάννης ἀπαντήσας ἡττήθη καὶ πολλοὺς ἀποβαλὼν εἰς Καρχηδόνα ἐπανῆκεν. οἱ δὲ βάρβαροι μέχρι Καρχηδόνος κατελθόντες τὰ ἐκείνης χωρία ἐληΐσαντο. ὕστερον δὲ Ἰωάννης τῶν στρατιωτῶν τὴν προθυμίαν διεγείρας καὶ Μαυρουσίους ἄλλους τε καὶ τοὺς ὄντας σὺν τῷ Κουτζίνᾳ