Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronographia
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophanes-abbot-and-confessor" aria-label="More works by Theophanes Abbot and Confessor"> —
⋯
More
Original / primary: Pg Scrape Grc
216.1.1
εἰς συμμαχίαν λαβὼν καὶ τούτους πολεμήσας ἔτρεψεν. καὶ δίωξιν μεγάλην ποιησάμενος πολὺ πλῆθος ἀνεῖλεν, οἱ δὲ λοιποὶ εἰς τὰς ἐσχατιὰς τῆς Λιβύης ἔφυγον, καὶ οὕτω τὰ πράγματα ἐν Λιβύῃ εἰρήνης βαθείας ἔτυχον. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. ϛκζʹ. φκζʹ. ηʹ. ιʹ. γʹ. ιεʹ. αʹ. ιεʹ. ηʹ. Τούτῳ τῷ ἔτει ὁ τῶν Ἰβήρων βασιλεὺς Ζαμαναρζὸς ἀνῆλθεν ἐν Κωνσταντινουπόλει πρὸς τὸν εὐσεβέστατον βασιλέα Ἰουστινιανὸν μετὰ τῆς γυναικὸς καὶ τῶν συγκλητικῶν αὐτοῦ, παρακαλῶν αὐτὸν τοῦ εἶναι αὐτὸν σύμμαχον Ῥωμαίων καὶ φίλον γνήσιον. ὁ δὲ βασιλεὺς τὴν τοιαύτην προαίρεσιν ἀποδεξάμενος πολλὰ αὐτὸν ἐφιλοτιμήσατο καὶ τοὺς αὐτοῦ συγκλητικούς· ὁμοίως καὶ ἡ αὐγούστα τῇ αὐτοῦ γυναικὶ κόσμια παντοῖα διὰ μαργαριτῶν ἐχαρίσατο. καὶ ἀπέλυσεν αὐτοὺς ἐν εἰρήνῃ εἰς τὴν ἰδίαν βασιλείαν. Ῥώμης ἐπίσκοπος Ἀγαπητὸς ἔτη βʹ. ϛκηʹ. φκηʹ. θʹ. ιαʹ. αʹ. ιϛʹ. βʹ. ιϛʹ. θʹ. Τούτῳ τῷ ἔτει ἔπαθεν ὑπὸ θεομηνίας Πομπηϊούπολις τῆς Μυσίας. ἐσχίσθη γὰρ ἡ γῆ ὑπὸ τοῦ σεισμοῦ, καὶ ἐχαώθη τὸ ἥμισυ τῆς πόλεως μετὰ τῶν οἰκητόρων. καὶ ἦσαν ὑπὸ τὴν γῆν, καὶ αἱ φωναὶ αὐτῶν ἠκούοντο βοώντων ἐλεηθῆναι. καὶ πολλὰ ἐδωρήσατο ὁ βασιλεὺς πρὸς τὸ ἐκχοηθῆναι καὶ βοηθηθῆναι αὐτούς, καὶ τοὺς ζήσαντας ἐφιλοτιμήσατο. Τῷ δ' αὐτῷ ἔτει παρέδωκεν Ἰουστινιανὸς τοῦ ψάλλεσθαι ἐν ταῖς ἐκκλησίαις τό·" ὁ μονογενὴς υἱὸς καὶ λόγος τοῦ θεοῦ." ἐποίησε δὲ καὶ τὸ ὡρολόγιον τοῦ Μιλίου. Κόσμου ἔτη ϛκθʹ. Τῆς θείας σαρκώσεως ἔτη φκθʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. ιʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. ιβʹ. Ῥώμης ἐπίσκοπος Ἀγαπητὸς ἔτη βʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Ἄνθιμος ἔτος αʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιζʹ. ιζʹ. Ἀντιοχείας ἐπίσκοπος Ἐφραΐμιος ἔτη ιηʹ. ιʹ. 217 Τούτῳ τῷ ἔτει Ἐπιφανίου, ἐπισκόπου Κωνσταντινουπόλεως, τελευτήσαντος μηνὶ Ἰουνίῳ εʹ, ἰνδικτιῶνος ιεʹ, ἐπισκοπήσαντος ἔτη ιϛʹ καὶ μῆνας γʹ, Ἄνθιμος, αἱρετικός, ἐπίσκοπος Τραπεζούντων, μετετέθη ἐν Κωνσταντινουπόλει. Ἀγαπητὸς δέ, ὁ ἐπίσκοπος Ῥώμης, ἐν τούτῳ τῷ ἔτει ἀνελθὼν ἐν Κωνσταντινουπόλει σύνοδον ἐκρότησε κατὰ τοῦ δυσσεβοῦς Σευήρου καὶ Ἰουλιανοῦ τοῦ Ἁλικαρνασέως καὶ τῶν λοιπῶν Θεοπασχιτῶν· ἐν οἷς καὶ Ἄνθιμος, ὁ ἐπίσκοπος Κωνσταντινουπόλεως, ὡς ὁμόφρων αὐτῶν καθαιρεθεὶς ἐξεβλήθη τῆς βασιλίδος ἐπισκοπήσας μῆνας ιʹ· καὶ ἐχειροτονήθη ἀντ' αὐτοῦ Μηνᾶς, πρεσβύτερος καὶ ξενοδόχος τῶν Σαμψών, ὑπὸ Ἀγαπητοῦ, τοῦ πάπα Ῥώμης. Ἀγαπητὸς δέ, ὁ ἐπίσκοπος Ῥώμης, ἐν Βυζαντίῳ ὢνἐκοιμήθη, καὶ ἐχειροτονήθη ἀντ' αὐτοῦ Σιλβέριος ζήσας ἔτος ἕν. Ῥώμης ἐπίσκοπος Σίλβεστρος ἔτος αʹ. Κωνσταντινουπόλεως ἐπίσκοπος Μηνᾶς ἔτη ιϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Γαϊνᾶς ἔτος αʹ. ιαʹ. ιγʹ. αʹ. αʹ. δʹ. αʹ. ιαʹ. Τούτῳ τῷ ἔτει μηνὶ Δεκεμβρίῳ κζʹ, ἰνδικτιῶνος αʹ, γέγονε τὰ πρότερα ἐγκαίνια τῆς μεγάλης ἐκκλησίας· καὶ ἐξῆλθεν ἡ λιτὴ ἀπὸ τῆς ἁγίας Ἀναστασίας, καθημένου Μηνᾶ τοῦ πατριάρχου ἐν τῷ βασιλικῷ ὀχήματι, καὶ τοῦ βασιλέως συλλιτανεύοντος τῷ λαῷ. γίνονται οὖν ἀπὸ τῆς ἡμέρας τῆς καύσεως τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας μέχρι τῶν ἐγκαινίων ἔτη εʹ μῆνες ιαʹ ἡμέραι ιʹ. Ῥώμης ἐπίσκοπος Βιγίλιος ἔτη ιηʹ. Ἀλεξανδρείας ἐπίσκοπος Θεοδόσιος ἔτη βʹ. ιβʹ. ιδʹ.
216.2.1
βʹ. εʹ. αʹ. ιβʹ. Τούτῳ τῷ ἔτει ἐκίνησαν οἱ Βούλγαροι, δύο ῥῆγες μετὰ πλήθους Βουλγάρων καὶ δρούγγου, εἰς τὴν Σκυθίαν καὶ Μυσίαν, στρατηλάτου ὄντος τῆς Μυσίας Ἰουστίνου καὶ τῆς Σκυθίας Βαουδαρίου. οἵ τινες ἐξελθόντες κατὰ τῶν Βουλγάρων συνέβαλον πόλεμον, 218 καὶ ἐσφάγη Ἰουστῖνος ὁ στρατηλάτης ἐν τῷ πολέμῳ, καὶ ἐγένετο ἀντ' αὐτοῦ Κωνσταντῖνος ὁ Φλωρεντίου· καὶ ἦλθον οἱ Βούλγαροι ἕως τῶν μερῶν τῆς Θρᾴκης. καὶ ἐξῆλθε κατ' αὐτῶν ὁ στρατηλάτης Κωνσταντῖνος καὶ Γώδιλας καὶ [ἀκούσας] ὁ στρατηλάτης τοῦ Ἰλλυρικοῦ, Ἀκοὺμ ὁ Οὖννος, ὃν ἐδέξατο ὁ βασιλεὺς ἀπὸ τοῦ βαπτίσματος· καὶ μέσον βαλόντες τοὺς Βουλγάρους ἔκοψαν αὐτοὺς καὶ ἀπέκτειναν πλήθη πολλά, καὶ ἐξετίναξαν πᾶσαν τὴν πραῖδαν καὶ ἐνίκησαν κατὰ κράτος φονεύσαντες καὶ τοὺς δύο ῥῆγας αὐτῶν. καὶ ἐν τῷ ὑποστρέφειν αὐτοὺς μετὰ χαρᾶς ὑπήντησαν αὐτοῖς ἄλλοι Βούλγαροι, καὶ ὡς ἀπὸ κόπου ὄντες οἱ στρατηλάται δέδωκαν αὐτοῖς νῶτα, καὶ κατεδίωξαν αὐτοὺς οἱ Βούλγαροι καὶ ἐσώκισαν αὐτοὺς φεύγοντας, Κωνσταντῖνον καὶ τὸν Ἀκοὺμ καὶ Γώδιλαν. καὶ ὁ μὲν Γώδιλας μετὰ τοῦ παραμηρίου αὐτοῦ κόψας τὸν σῶκον ἐξείλησεν, ὁ δὲ Κωνσταντῖνος σὺν τῷ Ἀκοὺμ συνελήφθησαν ζῶντες. καὶ τὸν μὲν Κωνσταντῖνον δέδωκαν λαβόντες χίλια νομίσματα, καὶ ἦλθεν ἐν Κωνσταντινουπόλει, τὸν δὲ Ἀκοὺμ ἐκράτησαν εἰς τὴν ἰδίαν πατρίδα μετὰ καὶ ἄλλων αἰχμαλώτων. Τῷ δ' αὐτῷ ἔτει παρέλαβε Χοσρόης, ὁ βασιλεὺς Περσῶν, Ἀντιόχειαν τῆς Συρίας τὴν μεγάλην, καὶ εἰσῆλθεν ἐν Ἀπαμείᾳ καὶ ἑτέραις πόλεσιν. Κόσμου ἔτη
216.3.1
Τῆς θείας σαρκώσεως ἔτη φλβʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. ιγʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. ιεʹ. Ῥώμης ἐπίσκοπος Βιγίλιος ἔτη ιηʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Μηνᾶς ἔτη ιϛʹ. γʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. ϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Θεοδόσιος ἔτη βʹ. βʹ. Ἀντιοχείας ἐπίσκοπος Ἐφραΐμιος ἔτη
216.4.1
ιγʹ. Τούτῳ τῷ ἔτει προσερρύη Ῥωμαίοις Μοῦνδος ἐκ τοῦ γένους τῶν Γηπαίδων καταγόμενος, υἱὸς Γιέσμου, ὅστις μετὰ τὴν τελευτὴν 219 τοῦ πατρὸς αὐτοῦ ἦλθε πρὸς Ῥῆγαν, τὸν θεῖον αὐτοῦ ἀπὸ μητρός, 219 ῥῆγα ὄντα τοῦ Σερμίου. καὶ γνοὺς τοῦτο ὁ ῥὴξ Ῥώμης, ὁ Θευδέριχος, πέμψας πρὸς αὐτόν, καὶ πεισθεὶς ἀπῆλθε πρὸς αὐτὸν καὶ ἦν μετ' αὐτοῦ συμμαχῶν αὐτῷ. μετὰ δὲ τὴν τελευτὴν Θευδερίχου ἦλθεν ἐπὶ τὸν Δανούβιον ποταμὸν καὶ ᾐτήσατο τὸν βασιλέα Ἰουστινιανὸν εἶναι ὑπὸ τὴν βασιλείαν αὐτοῦ· καὶ ἦλθεν ἐν Κωνσταντινουπόλει. καὶ πολλὰ αὐτὸν φιλοτιμησάμενος ὁ βασιλεὺς καὶ τὸν υἱὸν αὐτοῦ ἀπέλυσεν αὐτούς, ποιήσας αὐτὸν στρατηλάτην τοῦ Ἰλλυρικοῦ. καὶ ἐν τῷ παραγενέσθαι αὐτὸν εἰς τὸ Ἰλλυρικόν, ἐξῆλθον οἱ Βούλγαροι πλῆθος πολύ, καὶ ὁρμήσας κατ' αὐτῶν πάντας ἀνήλωσεν. καὶ ἀπέστειλεν ἐν Κωνσταντινουπόλει ἐκ τῆς αἰχμαλωσίας τὸν ἡγούμενον αὐτῶν μετὰ καὶ ἄλλων, καὶ ἐπόμπευσαν ἐν τῷ ἱππικῷ. καὶ ἐγένετο εἰρήνη βαθεῖα ἐν τῇ Θρᾴκῃ, μηκέτι τολμώντων τῶν Οὔννων περᾶσαι τὸν Δανοῦβιν. τοὺς δὲ αἰχμαλώτους τῶν Βουλγάρων ἔπεμψεν ὁ βασιλεὺς εἰς Ἀρμενίαν καὶ εἰς Λαζικήν, καὶ κατετάγησαν ἐν τοῖς νουμερίοις ἀριθμοῖς. Ἀλεξανδρείας ἐπίσκοπος Παῦλος ἔτη βʹ. ιδʹ. ιϛʹ. γʹ. δʹ. ζʹ. αʹ.
216.5.1
Τῷ ιδʹ ἔτει Ἰουστινιανοῦ Χοσρόης, ὁ τῶν Περσῶν βασιλεύς, τετάρτην εἰσβολὴν εἰς τὴν τῶν Ῥωμαίων γῆν ἐποιήσατο. ἐλθόντι δὲ εἰς τὴν Κωμαγηνῶν χώραν κατὰ Παλαιστίνης καὶ Ἱεροσολύμων διενοεῖτο χωρεῖν, ὅπως τὰ ἐν Ἱεροσολύμοις κειμήλια ληΐσηται. χώραν γὰρ ταύτην ἀγαθὴν καὶ πολυχρύσων οἰκητόρων ἤκουεν εἶναι. Ῥωμαῖοι δὲ τούτοις ὑπαντιάζειν τρόπῳ οὐδενὶ διενοοῦντο, τὰ δὲ ὀχυρώματα καταλαβόντες, ὡς ἕκαστος ἠδύνατο, ταῦτα διαφυλάττειν καὶ αὐτοὶ σώζεσθαι ἠβούλοντο. γνοὺς δὲ ταῦτα Ἰουστινιανὸς Βελισάριον αὖθις ἐκ τῶν ἑσπερίων ἐληλυθότα ἐπ' αὐτοὺς ἔπεμψεν. ὁ δὲ ἵπποις τοῖς τοῦ δημοσίου ὀχούμενος τάχει πολλῷ εἰς τὴν Εὐφρατησίαν ἀφίκετο. Ἰοῦστος δέ, ὁ τοῦ βασιλέως ἀνεψιός, σὺν Βούζῃ, τῷ στρατηγῷ τῆς ἑῴας, ἐν Ἱεραπόλει καταφυγὼν ἐτύγχανεν. ἀκούσαντες 220 δὲ Βελισάριον ἥκειν γράφουσι πρὸς αὐτοὺς ἀφίκεσθαι, καὶ τὴν Ἱεράπολιν διαφυλάττειν. ὁ δὲ Βελισάριος τούτους λίαν κατεμέμψατο, γράψας πρὸς αὐτούς, οὐ δίκαιον εἶναι μίαν πόλιν φυλάττειν καὶ τοὺς ἐχθροὺς ἀφιέναι ἐπὶ τὴν τῶν Ῥωμαίων χώραν μετὰ ἀδείας βαδίζειν καὶ τὰς τῆς βασιλείας πόλεις λυμαίνεσθαι." εὖ γὰρ ἴστε, ὅτι τὸ σὺν τῇ ἀρετῇ ἀπολωλέναι τοῦ σεσῶσθαι ἀμαχητὶ ἄμεινον. οὐ γὰρ ἂν σωτηρία τοῦτο κληθείη, ἀλλὰ προδοσία δικαίως. ἀλλ' ἥκετε τάχιστα εἰς Εὔρωπον τὸ χωρίον, οὗ δὴ συλλέξας τὸ στράτευμα ὅλον, ὅσ' ἂν ὁ θεὸς θέλῃ ἐλπίδα ἔχω τοὺς πολεμίους ἐργάσασθαι." ταῦτα ἀκούσαντες οἱ ἄρχοντες ἐθάρσησαν, καὶ Ἰοῦστον μὲν σὺν ὀλίγοις τισὶ φυλάττειν τὴν Ἱεράπολιν κατέλιπον, οἱ δὲ λοιποὶ εἰς Εὔρωπον ἦλθον. γνοὺς δὲ Χοσρόης Βελισάριον πάντα τὸν στρατὸν Ῥωμαίων στρατοπεδεύεσθαι ἐν Εὐρώπῳ ἐξέστη· καὶ πρόσω μὲν ἐλαύνειν οὐκέτι ἔγνω, Ἀβανδάνην δὲ τὸν γραμματέα, ἄνδρα συνετόν, πρὸς Βελισάριον ἔπεμψεν, τόν τε στρατηγὸν κατασκεψόμενον καὶ τὸ στρατόπεδον, τῷ δὲ λόγῳ δῆθεν μεμψόμενον, ὅτι βασιλεὺς Ἰουστινιανὸς τοὺς πρέσβεις ἐν Περσίδι οὐκ ἔπεμψε τὴν εἰρήνην πρυτανεύσοντας. ὁ δὲ Βελισάριος μαθὼν τοὺς πρέσβεις ἥκειν, αὐτὸς μὲν ἑξακισχιλίους ἀπολεξάμενος ἄνδρας εὐμήκεις τε καὶ τὰ σώματα καλοὺς ἄπωθεν τοῦ στρατοπέδου κυνηγήσων ἐξῄει. Διογένην δὲ τὸν δορυφόρον καὶ Ἀδούλιον, ἄνδρα Ἀρμένιον, τὸν ποταμὸν διαβῆναι σὺν ἱππεῦσι χιλίοις ἐκέλευσεν, ὡς ψηλαφήσοντας τὴν τοῦ ποταμοῦ διάβασιν. Βελισάριος δέ, ἐπεὶ τὸν πρεσβευτὴν ἐγγὺς ἐρχόμενον ἔγνω, τὸν παπυλεῶνα ἐπήξατο ἐν χωρίῳ ἐρήμῳ παραδηλῶν ὅτι οὐδεμιᾷ παρασκευῇ ἐνταῦθα ἥκει. τοὺς δὲ στρατιώτας διέταξεν, τῆς μὲν καλύβης ἐφ' ἑκάτερα εἶναι Θρᾷκάς τε καὶ Ἰλλυριούς, Γότθους τε καὶ Ἐλούρους, μεθ' οὓς Οὐανδήλους τε καὶ Μαυρουσίους. τοῦ τε πεδίου ἐπὶ πλεῖστον διῆκον· οὐ γὰρ εἰς ἕνα τόπον ἵσταντο, ἀλλ' ἐβάδιζον 221 εἰλυόμενοι, ὡς κυνηγετοῦντες, καὶ παρέργως, τὸ δοκεῖν, τὸν Χοσρόου πρεσβευτὴν ἔβλεπον· διεζωσμένοι τε ἐβάδιζον καὶ φαιδροὶ τὰ πρόσωπα, πελέκυάς τε βαστάζοντες καὶ μεναύλους. ὁ δὲ Ἀβανδάνης εἰς ὄψιν Βελισαρίου ἐλθὼν λυπεῖσθαι τὸν Χοσρόην ἔφασκεν, ὅτι δή, καθὰ συνέθετο, οὐκ ἔπεμψεν Ἰουστινιανὸς πρέσβεις πρὸς αὐτὸν περὶ τῆς εἰρήνης καὶ ἠνάγκασε Χοσρόην κατὰ Ῥωμαίων στρατεύεσθαι. Βελισάριος δὲ ἀντ' οὐδενὸς τούτου τοὺς λόγους ἐποιεῖτο τὸν Χοσρόην λέγων αἴτιον εἶναι τοῦ πολέμου. εἰ γὰρ εἰρήνης ἐφίετο, οὐκ ἂν εἰς τὴν τῶν Ῥωμαίων γῆν ἀφικόμενος ταύτην ἐζήτει, ἀλλ' εἰς τὴν ἰδίαν χώραν μένων τοὺς πρέσβεις ἐξεδέχετο. καὶ ταῦτα εἰπὼν τὸν πρέσβιν ἀπεπέμψατο. ὁ δὲ πρὸς Χοσρόην ἀφικόμενος ἔφη στρατηγὸν ἑωρακέναι Βελισάριον συνετόν τε καὶ ἀνδρεῖον ὑπεράγαν, στρατιώτας δὲ οἵους αὐτὸς ἄλλους οὐ πώποτε εἶδεν," ὧν τὴν εὐκοσμίαν ἐθαύμασα ἐκ διαφόρων ἐθνῶν συνειλεγμένους·" καὶ συνεβούλευσε Χοσρόῃ μὴ συμπλέκεσθαι εἰς μάχην μετ' αὐτῶν, ὅπως μὴ ἡττηθέντος αὐτοῦ τὸ πᾶν διαπέσῃ τῆς τῶν Περσῶν βασιλείας ἐν γῇ Ῥωμαίων ὑπάρχοντι καὶ φυγῆς τόπον μὴ ἔχοντι. καὶ τὸ νικᾷν αὐτὸν οὐ μέγα, στρατηγὸν γὰρ τῶν Ῥωμαίων καὶ μόνον νικήσειεν. ὁ δὲ Χοσρόης τῇ τούτου παραινέσει ἀναστρέφειν εὐθὺς ἐπὶ τὰ ἴδια διενοεῖτο. ἐφοβεῖτο γὰρ τὴν διάβασιν τοῦ ποταμοῦ ποιήσασθαι, ὡς τῶν Ῥωμαίων ταύτην κατεχόντων. καὶ πολλὰ διαλογισάμενος ἀπέστειλε πρὸς Βελισάριον παρακαλῶν αὐτὸν τοῦ τὸν ποταμὸν διαβάντας ἀναστεῖλαι καὶ τούτῳ τὴν πάροδον ἀκωλύτως παρέχειν. Βελισάριος δὲ εὐθὺς πρὸς αὐτὸν πρέσβεις ἔπεμψε καὶ τοῦτον τῆς ἀναχωρήσεως ἐπῄνεσε καὶ πρέσβεις ἐκ τοῦ βασιλέως συντόμως ἥκειν διεβεβαιώσατο, ὅπως τὴν εἰρήνην βραβεύσωσιν. ἠξίου δὲ Χοσρόης τὸν Βελισάριον διὰ τῆς τῶν Ῥωμαίων γῆς τὴν πάροδον ποιήσασθαι ἀκινδύνως. ὁ δὲ Βελισάριος Ἰωάννην τὸν Ἐδεσηνόν, ἄνδρα διαφανέστατον, ὅμηρον τῷ Χοσρόῃ ἀπέστειλε πρὸς τὸ ἀκινδύνως παρελθεῖν αὐτὸν τὴν τῶν Ῥωμαίων χώραν. οἱ δὲ Ῥωμαῖοι τὸν Βελισάριον ἐν εὐφημίαις εἶχον, μᾶλλον [δὲ] ἐνευδοκιμήσαντα ἐν τούτῳ τῷ ἔργῳ, ἢ ὅτε Γελίμερά τε 222 δορυάλωτον καὶ Οὐιττίγιν τοὺς δύο βασιλεῖς εἰς Βυζάντιον ἤγαγεν. ἦν γὰρ ὡς ἀληθῶς λόγου τε καὶ ἐπαίνου ἄξιον, πεφοβημένων τῶν Ῥωμαίων καὶ ἐν τοῖς ὀχυρώμασι κρυπτομένων πάντων, Χοσρόου δὲ στρατῷ μεγάλῳ ἐν μέσῳ γεγονότος τῆς Ῥωμαίων ἀρχῆς, ἄνδρα ἕνα ἐν τῷ ὀξεῖ δρόμῳ ἐκ Βυζαντίου ἥκοντα ἀπεναντίας τοῦ τῶν Περσῶν βασιλέως στρατοπεδεύσασθαι, Χοσρόην δὲ ἐκ τοῦ ἀπροσδοκήτου τῇ τούτου σοφίᾳ ἐξαπατηθέντα ἄπρακτον εἰς τὴν οἰκείαν ἀναχωρῆσαι χώραν. Τῷ δ' αὐτῷ ἔτει Τιμοθέου, ἐπισκόπου Ἀλεξανδρείας, τελευτήσαντος, Σευῆρος ὁ δυσσεβής, Ἀντιοχείας μοιχὸς πρόεδρος, καὶ Ἰουλιανὸς ὁ Ἁλικαρνασεὺς ἐν Ἀλεξανδρείᾳ φυγόντες, περὶ φθαρτοῦ καὶ ἀφθάρτου διενεχθέντες κατ' ἀλλήλων γεγόνασιν, ὡς ἀληθείας ὄντες ἀλλότριοι. καὶ ὁ μὲν Θεοδόσιον, ὁ δὲ Γαϊνᾶν προεβάλοντο εἰς ἐπισκόπους Ἀλεξανδρείας· καὶ Γαϊνᾶς μὲν ἐκράτησε τῆς ἐπισκοπῆς ἐνιαυτόν, ὁ δὲ Θεοδόσιος δύο. τούτους δὲ Ἰουστινιανὸς πέμψας ἤγαγεν ἐν Βυζαντίῳ καὶ ἀλλήλων κεχωρισμένους διαιτᾶσθαι προσέταξεν, Παῦλον δέ τινα δοκούμενον εἶναι ὀρθόδοξον ἐπίσκοπον Ἀλεξανδρείας προεβάλετο. οὗτος τὴν μνήμην Σευήρου τοῦ ἀνιέρου ποιήσας ἐξεβλήθη τῆς ἐπισκοπῆς ὀργῇ τοῦ βασιλέως καὶ ἐλθὼν διέτριβεν εἰς Ἱεροσόλυμα. ιεʹ.
216.6.1
δʹ. εʹ. ηʹ. βʹ. ιεʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ, ἰνδικτιῶνος εʹ, γέγονεν ἐν Βυζαντίῳ τὸ μέγα θανατικόν. καὶ τῷ αὐτῷ χρόνῳ ἡ ὑπαπαντὴ τοῦ κυρίου ἔλαβεν ἀρχὴν ἐπιτελεῖσθαι ἐν τῷ Βυζαντίῳ τῇ βʹ τοῦ Φεβρουαρίου μηνός. καὶ τῷ Αὐγούστῳ μηνὶ ιϛʹ τῆς αὐτῆς εʹ ἰνδικτιῶνος ἐγένετο σεισμὸς μέγας ἐν Κωνσταντινουπόλει, καὶ ἔπεσον ἐκκλησίαι καὶ οἶκοι καὶ τὸ τεῖχος, μάλιστα τὸ κατὰ τὴν Χρυσῆν πόρταν. ἔπεσε δὲ καὶ ἡ λόγχη, ἣν ἐκράτει ὁ ἀνδριὰς ὁ ἑστὼς εἰς τὸν φόρον τοῦ ἁγίου Κωνσταντίνου, καὶ ἡ δεξιὰ χεὶρ τοῦ ἀνδριάντος τοῦ Ξηρολόφου· καὶ ἀπέθανον πολλοί, καὶ ἐγένετο φόβος μέγας. Ἀλεξανδρείας ἐπίσκοπος Ζώϊλος ἔτη ζʹ. ιϛʹ. ιηʹ. εʹ.
216.7.1
θʹ. αʹ. ιϛʹ. Τούτῳ τῷ ἔτει συνέβη πολεμῆσαι ἀλλήλους τὸν βασιλέα τῶν 223 Αὐξουμιτῶν Ἰνδῶν..... Ἰουδαίων ἐξ αἰτίας τοιαύτης. ὁ τῶν Αὐξουμιτῶν βασιλεὺς ἐνδότερός ἐστι τῆς Αἰγύπτου, [ἰουδαΐζων.] οἱ δὲ τῶν Ῥωμαίων πραγματευταὶ διὰ τοῦ Ὁμηρίτου εἰσέρχονται ἐπὶ τὸν Αὐξουμίτην καὶ τὰ ἐνδότερα μέρη τῶν Ἰνδῶν καὶ Αἰθιόπων. τῶν δὲ πραγματευτῶν κατὰ τὸ εἰωθὸς εἰσελθόντων ἐν τοῖς ὁρίοις τοῦ Ὁμηρίτου, Δαμιανός, ὁ τούτων βασιλεύς, ἐφόνευσεν αὐτοὺς καὶ ἀφείλατο πάντα αὐτῶν λέγων, ὅτι·" οἱ Ῥωμαῖοι κακοποιοῦσι τοὺς ἐν τῇ χώρᾳ αὐτῶν Ἰουδαίους καὶ φονεύουσιν αὐτούς." καὶ ἐκ τούτου ἔλυσαν τὴν πραγματείαν τῶν ἐνδοτέρων Ἰνδῶν τοῦ Αὐξουμίτου. καὶ ἀγανακτήσας ὁ τῶν Αὐξουμιτῶν βασιλεὺς Ἀδὰδ ἐδήλωσε τῷ Ὁμηρίτῃ, ὅτι·" ἔβλαψας τὴν βασιλείαν μου καὶ τὴν ἐνδοτέραν Ἰνδίαν, κωλύσας τοὺς Ῥωμαίων πραγματευτὰς τοῦ εἰσέρχεσθαι πρὸς ἡμᾶς." καὶ ἦλθον εἰς ἔχθραν μεγάλην καὶ συνέβαλον πόλεμον μετ' ἀλλήλων. καὶ ἐν τῷ μέλλειν αὐτοὺς πολεμεῖν Ἀδάδ, ὁ τῶν Αὐξουμιτῶν βασιλεύς, ἐτάξατο λέγων, ὅτι·" εἰ νικήσω τὸν Ὁμηρίτην, Χριστιανὸς γίνομαι, ὅτι ὑπὲρ Χριστιανῶν πολεμῶ." καὶ τῇ τοῦ θεοῦ συνεργίᾳ ἐνίκησε κατὰ κράτος καὶ ἔλαβεν αἰχμάλωτον ζῶντα Δαμιανόν, τὸν βασιλέα αὐτῶν, καὶ τὴν χώραν αὐτῶν καὶ τὰ βασίλεια αὐτῶν· καὶ εὐχαριστήσας τῷ θεῷ Ἀδάδ, ὁ βασιλεὺς τῶν Αὐξουμιτῶν, ἔπεμψε πρὸς τὸν βασιλέα Ἰουστινιανὸν λαβεῖν ἐπίσκοπον καὶ κληρικούς, καὶ διδαχθῆναι καὶ γενέσθαι Χριστιανός. καὶ ἐχάρη ἐπὶ τούτῳ μεγάλως Ἰουστινιανός, καὶ ἐκέλευσε δοθῆναι αὐτοῖς ἐπίσκοπον, ὃν ἂν θελήσωσιν. καὶ ἐπελέξαντο οἱ αὐτοὶ πρεσβευταὶ περιεργασάμενοι παραμονάριον τοῦ ἁγίου Ἰωάννου ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ, ἄνδρα. εὐλαβῆ καὶ παρθένον, ὀνόματι Ἰωάννην, ἐτῶν ξβʹ. καὶ λαβόντες αὐτὸν ἀπῆλθον εἰς τὴν ἰδίαν χώραν πρὸς Ἀδάδ, τὸν βασιλέα αὐτῶν καὶ οὕτως ἐπίστευσαν τῷ Χριστῷ καὶ ἐφωτίσθησαν [ἅπαντες αὐτῶν.] 224 Κόσμου ἔτη ϛλϛʹ. Τῆς θείας σαρκώσεως ἔτη φλϛʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. ιζʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. ιθʹ. Ῥώμης ἐπίσκοπος Βιγίλιος ἔτη ιηʹ. ϛʹ. Κωνσταντ. ἐπίσκοπος Μηνᾶς ἔτη ιϛʹ. ζʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. ιʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ζώϊλος ἔτη ζʹ. βʹ. Ἀντιοχείας ἐπίσκοπος Ἐφραΐμιος ἔτη ιηʹ. ιζʹ. Τούτῳ τῷ ἔτει μηνὶ Σεπτεμβρίῳ ϛʹ, ἡμέρᾳ αʹ, ἰνδικτιῶνος ζʹ, γέγονε σεισμὸς μέγας εἰς ὅλον τὸν κόσμον, ὥστε πτωθῆναι τὸ ἥμισυ τῆς Κυζίκου. καὶ τῷ αὐτῷ ἔτει ἐπληρώθη ὁ χαλκοῦς κίων ὁ μέγας, ὁ πλησίον τοῦ παλατίου, ὁ λεγόμενος Αὐγουστεύς. καὶ ἀνηνέχθη ἡ στήλη τοῦ βασιλέως Ἰουστινιανοῦ ἔφιππος. καὶ τῷ αὐτῷ ἔτει ἀνεφάνη τις ἐκ τῆς τῶν Ἰταλῶν χώρας κωμοδρόμος ὀνόματι Ἀνδρέας ἔχων μεθ' ἑαυτοῦ κύνα ξανθὸν καὶ τυφλόν, ὅστις κελευόμενος ὑπ' αὐτοῦ ἐποίει θαύματα· ἑστῶτος γὰρ αὐτοῦ ἐν τῇ ἀγορᾷ, καὶ ὄχλου παρεστῶτος, λάθρα τοῦ κυνὸς ἐκομίζετο τὰ τῶν ἑστώτων δακτυλίδια χρυσᾶ τε καὶ ἀργυρᾶ καὶ σιδηρᾶ· καὶ ἐτίθει εἰς τὸ ἔδαφος περισκέπων αὐτὰ τῷ χώματι καὶ ἐπέτρεπε τῷ κυνί, καὶ ἔπαιρνεν καὶ ἐδίδου ἑκάστῳ τὸ ἴδιον. ὁμοίως καὶ διαφόρων βασιλέων νομίσματα μιγνύμενα ἐπεδίδου κατ' ὄνομα. ἀλλὰ καὶ παρεστῶτος ὄχλου ἀνδρῶν τε καὶ γυναικῶν, ἐπερωτώμενος ἐδείκνυε τὰς ἐν γαστρὶ ἐχούσας καὶ τοὺς πόρνους καὶ μοιχοὺς καὶ κνιποὺς καὶ μεγαλοψύχους· καὶ ὑπεδείκνυε πάντα μετὰ ἀληθείας. ὅθεν ἔλεγον, ὅτι" πνεῦμα ἔχει Πύθωνος." ιηʹ. κʹ. ζʹ. ηʹ. ιαʹ. γʹ. ιηʹ. Τούτῳ τῷ ἔτει ἐπανέστη ἡ θάλασσα τῇ Θρᾴκῃ ἐπὶ μίλια δʹ καὶ ἐκάλυψεν αὐτὴν ἐπὶ τὰ μέρη Ὀδύσσου καὶ Διονυσοπόλεως καὶ τὸ Ἀφροδίσιον· καὶ πολλοὶ ἐπνίγησαν ἐν τοῖς ὕδασιν. καὶ πάλιν τῷ τοῦ θεοῦ προστάγματι ἀπεκατέστη ἡ αὐτὴ θάλασσα εἰς τοὺς ἰδίους τόπους. 225 Ἱεροσολύμων ἐπίσκοπος Πέτρος ἔτη κʹ. Ἀντιοχείας ἐπίσκοπος Δόμνος ἔτη ιδʹ. ιθʹ. καʹ. ηʹ. θʹ. αʹ. δʹ. αʹ. Τούτῳ τῷ ἔτει γέγονε λεῖψις σίτου καὶ οἴνου καὶ χειμερία πολλή. καὶ ἐγένετο σεισμὸς μέγας ἐν Βυζαντίῳ, καὶ διαστροφὴ περὶ τοῦ ἁγίου πάσχα. καὶ ἐποίησαν οἱ δῆμοι τὴν ἀποκρεώσιμον μηνὶ Φεβρουαρίῳ δʹ. ὁ δὲ βασιλεὺς προσέταξεν ἑτέραν ἑβδομάδα πραθῆναι κρέα. καὶ πάντες οἱ κρεωπῶλαι ἔσφαξαν καὶ προέθηκαν, καὶ οὐδεὶς ἠγόραζεν, οὔτε ἤσθιεν. τὸ δὲ πάσχα γέγονεν, ὡς ὁ βασιλεὺς ἐκέλευσεν, καὶ εὑρέθη ὁ λαὸς νηστεύων ἑβδομάδα περιττήν. κʹ. κβʹ. θʹ. ιʹ. βʹ. εʹ. βʹ. Τούτῳ τῷ ἔτει παρελήφθη ἡ Ῥώμη ὑπὸ τῶν Γότθων. καὶ ὁ πάπας Βιγίλιος παρεγένετο ἐν Κωνσταντινουπόλει, καὶ δεχθεὶς ὑπὸ τοῦ βασιλέως μετὰ μεγάλης τιμῆς ὑπισχνεῖτο ποιεῖν ἕνωσιν τῆς καθολικῆς ἐκκλησίας καὶ ἀναθεματίζειν τὰ τρία κεφάλαια, τοσοῦτον τιμηθεὶς ὑπὸ τοῦ βασιλέως, ὡς ἐπαρθέντα ἀκοινωνησίαν τεσσάρων μηνῶν δοῦναι Μηνᾷ, τῷ Κωνσταντινουπόλεως ἐπισκόπῳ, εἰς ἐπιτίμιον. καὶ Μηνᾶς δὲ αὐτῷ τὸ αὐτὸ ἐπιτίμιον δέδωκεν. ἀγανακτήσας δὲ ὁ βασιλεὺς κατὰ Βιγιλίου διὰ τὸ ἐπιτίμιον καὶ διὰ τὸ ὑπερτίθεσθαι πληρῶσαι τὰ δόξαντα περὶ τῆς ἑνώσεως τῶν ἐκκλησιῶν ἀπέστειλε συλλαβεῖν αὐτόν. ὁ δὲ φοβηθεὶς τὴν ὀργὴν τοῦ βασιλέως τῷ θυσιαστηρίῳ Σεργίου τοῦ μάρτυρος μονῆς τῶν Ὁρμίσδου προσέφυγεν. κἀκεῖθεν ἑλκόμενος κατέσχε τοὺς βαστάζοντας τὸ θυσιαστήριον κίονας καὶ τούτους κατέστρεψεν, βαρὺς ὢν καὶ μέγας τῷ σώματι. ὁ δὲ βασιλεὺς μεταμεληθεὶς ἐδέξατο τὸν πάπαν Βιγίλιον. καὶ παρακληθεὶς Βιγίλιος ὑπὸ Θεοδώρας τῆς αὐγούστης ἐδέξατο Μηνᾶν, τὸν πατριάρχην Κωνσταντινουπόλεως, τῇ κθʹ τοῦ Ἰουνίου μηνὸς τῶν ἁγίων ἀποστόλων. Τῷ δ' αὐτῷ ἔτει μηνὶ Μαίῳ ιαʹ, τῷ σαββάτῳ τῆς ἁγίας πεντηκοστῆς, τοῦ γενεθλίου ἀγομένου ἱππικοῦ, γέγονε μάχη τῶν δύο μερῶν. καὶ ἀποστείλας ὁ βασιλεὺς τοὺς ἐκσκουβίτορας καὶ στρα226 τιώτας ξιφήρεις ἀνεῖλον πολλοὺς ἐξ αὐτῶν, καὶ ἐπνίγησαν φεύγοντες πολλοί. ἄλλοι δὲ καὶ ἐσφάγησαν, καὶ γέγονεν ὄλεθρος πολύς. καʹ. κγʹ. ιʹ. ιαʹ. γʹ. ϛʹ. γʹ. Τούτῳ τῷ ἔτει ἐγένοντο σεισμοὶ συνεχεῖς καὶ βροχαὶ μεγάλαι, ὁμοίως καὶ τῷ Φεβρουαρίῳ μηνὶ σεισμὸς μέγας, ὥστε πάντας ἀπογινώσκειν καὶ ἐν φόβῳ μεγάλῳ γίνεσθαι καὶ λιτανεύειν καὶ δέεσθαι τοῦ θεοῦ ῥυσθῆναι τῶν ἐπικειμένων ἀπειλῶν. Τῷ δ' αὐτῷ ἔτει μηνὶ Ἰουνίῳ, ἰνδικτιῶνος ιαʹ, ἐκοιμήθη ἡ βασίλισσα Θεοδώρα εὐσεβῶς. κβʹ. κδʹ. ιαʹ. ιβʹ. δʹ. ζʹ. δʹ. Τούτῳ τῷ ἔτει γεγόνασι βρονταὶ καὶ ἀστραπαὶ φοβεραὶ πάνυ, ὥστε πολλοὺς καθεύδοντας ἐκ τῶν ἀστραπῶν βλαβῆναι. καὶ τῇ ἡμέρᾳ τοῦ ἁγίου Ἰωάννου γεγόνασι βρονταὶ καὶ ἀστραπαὶ πάνυ φοβεραί, ὥστε τοῦ Ξηρολόφου κίονος ἀποπεταλωθῆναι μέρος καὶ ἡ κεφαλὴ ἡ γεγλυμμένη τοῦ αὐτοῦ κίονος. τῷ δὲ Ἰουλίῳ μηνὶ γέγονε συμβολὴ ἐξ ἀμφοτέρων τῶν μερῶν, καὶ ἐνεπυρίσθη ἡ οἰκία ἡ λεγομένη τῶν Πάρδου· καὶ ἐκαύθησαν πολλά, τοῦτ' ἔστιν ἀπὸ τοῦ χαλκοῦ τετραπύλου ἕως τῆς λεγομένης τὰ Ἐλευσίας. καὶ ἐγένοντο φόνοι πολλοί. προκένσου δὲ γενομένου ἐν τῷ Ἑβδόμῳ ἀπώλεσαν οἱ βεστίτορες τὸ στέμμα τοῦ βασιλέως, ὅπερ μετὰ μῆνας ηʹ εὑρέθη. ὅπου καὶ ἓν μαργαριτάριν καὶ πᾶσα ἡ λοιπὴ αὐτοῦ λιθέα ἐσώθη καὶ εὑρέθη. Κόσμου ἔτη
216.8.1
Τῆς θείας σαρκώσεως ἔτη φμβʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. κγʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. κεʹ. Ῥώμης ἐπίσκοπος Βιγίλιος ἔτη ιηʹ. ιβʹ. Κωνσταντ. ἐπίσκοπος Μηνᾶς ἔτη ιϛʹ. ιγʹ. Ἱεροσολύμων ἐπίσκοπος Πέτρος ἔτη κʹ. εʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀπολινάριος ἔτη ιθʹ. αʹ. Ἀντιοχείας ἐπίσκοπος Δόμνος ἔτη
216.9.1
εʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ ιγʹ ἀχθέντος ἱππικοῦ πρεσβευ227 τὴς Ἰνδῶν ἦλθεν ἐν Κωνσταντινουπόλει φέρων ἐλέφαντα· καὶ εἰσῆλθεν ἐν τῷ ἱπποδρομίῳ. τῷ δὲ Ἰαννουαρίῳ μηνὶ κατεβιβάσθη τὸ ὄνομα Μηνᾶ, πατριάρχου Κωνσταντινουπόλεως, καὶ προεβιβάσθη τὸ ὄνομα Βιγιλίου προτασσομένου ἐν τοῖς διπτύχοις. τῷ δὲ Μαρτίῳ μηνὶ ἐξείλησεν ὁ ἐλέφας νυκτὸς ἀπὸ τοῦ σταύλου καὶ πολλοὺς ἐφόνευσε καὶ ἄλλους ἐκύλλωσεν. τῷ δὲ Ἀπριλλίῳ μηνὶ ιϛʹ ἐγένετο συμβολὴ τῶν δήμων πρὸς ἀλλήλους ἐν δειλινῇ, ἱππικοῦ ἀγομένου· καὶ πολλοὶ ἀπέθανον ἀμφοτέρων τῶν μερῶν· καὶ εἰς ἐργαστήρια εἰσῆλθον καὶ ἥρπαζον, εἴ τι εὕρισκον, ἐπάρχου ὄντος Ἰωάννου τοῦ ἐπιλεγομένου Κοκκοροβίου. τῷ δὲ Ἰουνίῳ μηνὶ κηʹ ἡμέρᾳ γʹ γέγονε τὰ ἐγκαίνια τῶν ἁγίων ἀποστόλων καὶ ἡ κατάθεσις τῶν ἁγίων λειψάνων Ἀνδρέου, Λουκᾶ καὶ Τιμοθέου, τῶν ἀποστόλων. καὶ διῆλθεν ὁ ἐπίσκοπος Μηνᾶς μετὰ τῶν ἁγίων λειψάνων καθήμενος ἐν ὀχήματι χρυσῷ βασιλικῷ διαλίθῳ κρατῶν τὰς τρεῖς θήκας τῶν ἁγίων ἀποστόλων εἰς τὰ γόνατα αὐτοῦ· καὶ οὕτως ἐποίησε τὰ ἐγκαίνια. κδʹ. κϛʹ. ιγʹ. ιδʹ. ϛʹ. βʹ. ϛʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ἀπριλλίῳ, ἰνδικτιῶνος ιδʹ, ἐπέμφθη Ναρσῆς ὁ κουβικουλάριος εἰς Ῥώμην ὀφείλων πολεμῆσαι τοῖς Γότθοις τοῖς παραλαβοῦσι τὴν Ῥώμην, ἐπειδὴ μετὰ τὸ παραλαβεῖν αὐτὴν τὸν Βελισάριον πάλιν ἐπανέστησαν καὶ παρέλαβον αὐτὴν οἱ Γότθοι. τῷ δὲ Ἰουλίῳ μηνὶ θʹ ἐγένετο σεισμὸς μέγας καὶ φοβερὸς ἐν πάσῃ τῇ χώρᾳ Παλαιστίνης καὶ Ἀραβίας καὶ Μεσοποταμίας καὶ Συρίας καὶ Φοινίκης, καὶ ἔπαθε Τύρος καὶ Σιδὼν καὶ Βηρυτὸς καὶ Τρίπολις καὶ Βύβλος· καὶ ἀπέθανον ἐν αὐταῖς ἀνθρώπων πλήθη πολλά. ἐν δὲ τῇ πόλει Βότρυος ἀπεσπάσθη ἀπὸ τοῦ παρακειμένου τῇ θαλάσσῃ ὄρους, τοῦ λεγομένου Λιθοπροσώπου, μέρος πολὺ καὶ εἰσηνέχθη εἰς τὴν θάλασσαν καὶ ἀπετέλεσε λιμένα, ὡς δύνασθαι ὁρμᾷν ἐν αὐτῇ πλοῖα πολλὰ παμμεγέθη. οὐκ εἶχε γὰρ ἡ αὐτὴ πόλις πρὸ

Intertext edge

Open linked passage

Note