Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophanes-abbot-and-confessor" aria-label="More works by Theophanes Abbot and Confessor">
—
⋯
Original / primary: Pg Scrape Grc
228.1.1
τούτου λιμένα. ὁ δὲ βασιλεὺς ἀπέστειλε χρήματα πρὸς τὸ ἀνεγεῖραι τὰ πεπτωκότα τῶν αὐτῶν πόλεων. ἔφυγε δὲ ἡ θάλασσα εἰς τὸ πέλαγος ἐπὶ μίλιον ἕν, καὶ ἀπώλοντο πλοῖα πολλά. καὶ πάλιν τῇ τοῦ θεοῦ κελεύσει ἀπεκατέστη εἰς τὴν ἰδίαν κοίτην. κεʹ. κζʹ. ιδʹ. ιεʹ. ζʹ. γʹ. ζʹ. Τούτῳ τῷ ἔτει μηνὶ Σεπτεμβρίῳ, ἰνδικτιῶνος ιεʹ, γεγόνασι τὰ ἐγκαίνια τῆς ἁγίας Εἰρήνης πέραν ἐν Συκαῖς. καὶ ἐξῆλθον τὰ ἅγια λείψανα ἐκ τῆς μεγάλης ἐκκλησίας μετὰ καὶ τῶν δύο πατριαρχῶν, Μηνᾶ τοῦ Κωνσταντινουπόλεως καὶ Ἀπολιναρίου Ἀλεξανδρείας. καὶἐκάθισαν ἀμφότεροι ἐν τῷ βασιλικῷ ὀχήματι κατέχοντες ἐν τοῖς γόνασιν αὐτῶν τὰ ἅγια λείψανα· καὶ ἦλθον ἕως τοῦ Περάματος καὶ ἐπέρασαν, καὶ ὑπήντησεν αὐτοῖς ὁ βασιλεύς. καὶ ἠνέῳξαν τὴν αὐτὴν ἐκκλησίαν τῆς ἁγίας μάρτυρος Εἰρήνης. τῷ δ' αὐτῷ ἔτει ἐκαθαρίσθη ὁ λιμὴν τοῦ Ἑβδόμου. καὶ τῷ αὐτῷ χρόνῳ τελευτᾷ Μηνᾶς, ὁ ἐπίσκοπος Κωνσταντινουπόλεως, καὶ γέγονεν ἀντ' αὐτοῦ Εὐτύχιος, ὁ ἀποκρισιάριος Ἀμασείας, μοναχὸς τῆς ἐν Ἀμασείᾳ μονῆςκαὶ πρεσβύτερος τῇ αὐτῇ ἡμέρᾳ, τοῦ λειψάνου Μηνᾶ ἔτι κειμένου ἐν τῷ ἱερατείῳ. καὶ τῷ Αὐγούστῳ μηνὶ ἐπινίκια ἦλθον ἀπὸ Ῥώμης Ναρσῆ, τοῦ κουβικουλαρίου καὶ ἐξάρχου Ῥωμαίων. συμβαλὼν γὰρ πόλεμον μετὰ Τοτίλα, ῥηγὸς τῶν Γότθων, κατὰ κράτος ἐνίκησε καὶ ἔλαβε τὴν Ῥώμην καὶ ἔσφαξε τὸν Τότιλαν καὶ τὰ ἱμάτια αὐτοῦ ᾑμαγμένα σὺν τῷ διαλίθῳ καμηλαυκίῳ αὐτοῦ ἔπεμψεν ἐν Κωνσταντινουπόλει· καὶ ἐρρίφησαν εἰς τοὺς πόδας τοῦ βασιλέως ἐπὶ σεκρήτου. [δεῖ δὲ ταγῆναι καὶ τὸ τοῦ Ἀνθίμου ἔτος εἰς τὸν πατριάρχην Μηνᾶν, ἵνα συσταθῶσι τὰ ιϛʹ ἔτη.] Κωνσταντινουπόλεως ἐπίσκοπος Εὐτύχιος ἔτη ιγʹ. κϛʹ. κηʹ. ιεʹ.
228.2.1
ηʹ. δʹ. ηʹ. Τούτῳ τῷ ἔτει γέγονεν ἡ ἁγία καὶ οἰκουμενικὴ πέμπτη σύνοδος κατὰ Ὠριγένους τοῦ παράφρονος καὶ Διδύμου τοῦ ἀπὸ ὀμμάτων καὶ Εὐαργίου καὶ τῆς ἑλληνόφρονος αὐτῶν ληρῳδίας καὶ αὖθις κατὰ 229 τῶν [ἀκεφάλων] κεφαλαίων. Βιγίλιος δὲ ὁ Ῥώμης τοῖς συνελθοῦσιν οὐ συνήδρευσεν· ἀπελύθη δὲ πολλῶν κινηθέντων ὑπὸ τοῦ βασιλέως καὶ ἐν τῷ Ἰλλυρικῷ ἐτελεύτησε τὴν ἐπὶ Ῥώμην ἀναλύων ὁδόν. κζʹ. κθʹ. ιϛʹ. βʹ. θʹ. εʹ. θʹ. Τούτῳ τῷ ἔτει μηνὶ Αὐγούστῳ ιεʹ, ἰνδικτιῶνος βʹ, ὥρᾳ μεσονυκτίου, διαφαυούσης κυριακῆς, ἐγένετο σεισμὸς φοβερός, ὥστε παθεῖν οἴκους πολλοὺς καὶ λουτρὰ καὶ ἐκκλησίας καὶ μέρος τῶν τειχῶν Κωνσταντινουπόλεως, μάλιστα τὸ τῆς Χρυσῆς πόρτης· καὶ πολλοὶ ἀπέθανον. πέπτωκε δὲ καὶ Νικομηδείας μέρος πολύ. ἐπεκράτησε δὲ ὁ αὐτὸς σεισμὸς ἡμέρας μʹ. καὶ πρὸς ὀλίγον οἱ ἄνθρωποι κατενύγησαν λιτανεύοντες καὶ προσεδρεύοντες καὶ εἰς τὰς ἐκκλησίας μένοντες, καὶ πάλιν φιλανθρωπίας θεοῦ γενομένης ἐπὶ τὸ χεῖρον γεγόνασιν. γίνεται δὲ ἡ μνήμη τοῦ σεισμοῦ τούτου κατ' ἔτος ἐν τῷ Κάμπῳ, λιτανεύοντος τοῦ λαοῦ. οἱ δὲ Λαζοὶ ἀθετήσαντες Ῥωμαίους διὰ τὰς Ἰωάννου τοῦ ἄρχοντος αὐτῶν φιλαργυρίας καὶ ἀδικίας καὶ πρὸς Πέρσας αὐτομολήσαντες πάλιν τῷ χρόνῳ τούτῳ τοῖς Ῥωμαίοις προσερρύησαν, καὶ τὴν Πέτραν τὸ φρούριον παρέλαβον οἱ Ῥωμαῖοι καὶ τοὺς Πέρσας ἀπήλασαν. Κόσμου ἔτη ϛμζʹ. Τῆς θείας σαρκώσεως ἔτη φμζʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. κηʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. λʹ. Ῥώμης ἐπίσκοπος Βιγίλιος ἔτη ιηʹ. ιζʹ. Κωνσταντ. ἐπίσκοπος Εὐτύχιος ἔτη ιγʹ. γʹ. Ἱεροσολύμων ἐπίσκοπος Πέτρος ἔτη κʹ. ιʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀπολινάριος ἔτη ιθʹ. ϛʹ. Ἀντιοχείας ἐπίσκοπος Δόμνος ἔτη
228.3.1
ιʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ἰουλίῳ ιαʹ, ἰνδικτιῶνος γʹ, ἐν τῇ συνάξει τῆς ἁγίας Εὐφημίας τοῦ Ὅρου, γέγονε σεισμὸς μέγας· καὶ τῷ αὐτῷ 230 μηνὶ ιθʹ ἐγένοντο βρονταὶ καὶ ἀστραπαὶ φοβεραὶ καὶ ἄνεμος Λὶψ φοβερός, ὥστε πεσεῖν τὸν σταυρὸν τὸν ἔσωθεν ἱστάμενον τῆς πόρτης τοῦ Ῥησίου. κθʹ. λαʹ. ιηʹ. δʹ. ιαʹ. ζʹ. ιαʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ἰουλίῳ, ἰνδικτιῶνος δʹ, ἐστασίασαν Ἰουδαῖοι καὶ Σαμαρεῖται ἐν Καισαρείᾳ τῆς Παλαιστίνης καὶ ποιήσαντες πρὸς ἀλλήλους ἐν τάξει πρασινοβενέτων ἐπῆλθον τοῖς Χριστιανοῖς τῆς αὐτῆς πόλεως καὶ πολλοὺς ἀνεῖλον καὶ ἐκκλησίας κατέκαυσαν, Στέφανον δέ, τὸν ἔπαρχον τῆς αὐτῆς πόλεως, ἐν τῷ πραιτωρίῳ ἀνεῖλον καὶ τὴν ὑπόστασιν αὐτοῦ καθήρπαξαν. ἡ δὲ γυνὴ αὐτοῦ ἀνελθοῦσα ἐν τῇ πόλει προσῆλθε τῷ βασιλεῖ· καὶ ἐκέλευσεν Ἀμαντίῳ τῷ στρατηλάτῃ κατελθεῖν ἐν Παλαιστίνῃ καὶ τὸν φόνον τοῦ Στεφάνου ἐκζητῆσαι· ὅστις εὑρὼν τοὺς μὲν ἐφούρκισεν, τοὺς δὲ ἀπεκεφάλισεν, τοὺς δὲ ἠκρωτηρίασε καὶ ἐδήμευσεν. καὶ ἐγένετο φόβος μέγας ἐν πᾶσι τοῖς ἀνατολικοῖς μέρεσιν. τῷ δὲ Δεκεμβρίῳ μηνὶ ἐγένετο θνῆσις ἀνθρώπων ἐν διαφόροις πόλεσιν, μάλιστα δὲ τῶν παίδων. ὁμοίως καὶ τῷ Μαΐῳ μηνὶ ἐγένετο σπάνις ἄρτου ἐν Βυζαντίῳ. καὶ ἐστενώθησαν καὶ ἔκραζον τῷ βασιλεῖ·" δέσποτα, εὐθηνίαν τῇ πόλει." καὶ ἀνέσκαψαν τὸν ἔπαρχον ἐν γενεθλιακῷ θεωρίῳ, ὄντων ἐν τῷ ἱππικῷ καὶ πρεσβευτῶν τῶν Περσῶν. καὶ ἀγανακτήσας ὁ βασιλεὺς κελεύει Μουσωνίῳ τῷ ἐπάρχῳ κρατῆσαι τοὺς τοῦτο ποιήσαντας, καὶ ἐκολάσθησαν. ἐλύπησαν γὰρ τὸν βασιλέα, ὅτι ἐπὶ τοῦ πρεσβευτοῦ τῶν Περσῶν κατέκραζον αὐτοῦ οἱ δῆμοι. οἴνου μὲν γὰρ καὶ λάρδου καὶ παντοίου εἴδους εὐθηνία ἦν, σίτου δὲ καὶ κριθῆς λεῖψις τῷ δὲ Ἰουλίῳ μηνὶ ιγʹ, ἡμέρᾳ εʹ, ἐγένοντο ἀστραπαὶ καὶ βρονταὶ φοβεραί, ὥστε πολλοὺς βλαβῆναι, καὶ βροχὴ πολλή, ὥστε ἀπὸ πολλῆς ἀβροχίας οὖσαν κορεσθῆναι τὴν γῆν. Ῥώμης ἐπίσκοπος Πελάγιος ἔτη εʹ. λʹ. λβʹ. αʹ. εʹ. ιβʹ. ηʹ.
228.4.1
Τούτῳ τῷ ἔτει μηνὶ Νοεμβρίῳ ϛʹ εἰς τὴν μνήμην τῆς κόνεως ἐτελεύτησε Τιμόθεος, ὁ ἔξαρχος τῶν μοναστηρίων καὶ ἡγούμενος τῆς Δαλμάτου μονῆς· καὶ ἐγένετο ἀντ' αὐτοῦ Ἄνθιμος, ἔγκλειστος τοῦ αὐτοῦ μοναστηρίου. καὶ ἐφάνη πῦρ ἐν τῷ οὐρανῷ ὡς εἶδος λόγχης 231 ἀπὸ ἄρκτου ἕως δυσμῶν. καὶ τῷ Ἀπριλλίῳ μηνὶ ιϛʹ, ἡμέρᾳ βʹ, ἐγένετο σεισμὸς φοβερὸς καὶ ἀβλαβής. Κόσμου ἔτη ϛνʹ. Τῆς θείας σαρκώσεως ἔτη φνʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. λαʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. λγʹ. Ῥώμης ἐπίσκοπος Πελάγιος ἔτη εʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Εὐτύχιος ἔτη ιγʹ. ϛʹ. Ἱεροσολύμων ἐπίσκοπος Πέτρος ἔτη κʹ. ιγʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀπολινάριος ἔτη ιθʹ. θʹ. Ἀντιοχείας ἐπίσκοπος Δόμνος ἔτη ιδʹ. ιγʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ ιθʹ, ἡμέρᾳ ϛʹ, ἰνδικτιῶνος ϛʹ, γέγονε σεισμὸς μέγας διαφαύοντος σαββάτου. καὶ τῷ Δεκεμβρίῳ μηνὶ ιδʹ γέγονεν ἕτερος σεισμὸς φοβερὸς πάνυ, ὥστε παθεῖν τὰ δύο τείχη Κωνσταντινουπόλεως, τό τε Κωνσταντινιακὸν καὶ τὸ ὑπὸ Θεοδοσίου κτισθέν. κατέπεσον δὲ ἐν ἐξαιρέτῳ ἐκκλησίαι καὶ τὰ ἐπέκεινα τοῦ Ἑβδόμου καὶ ὁ ἅγιος Σαμουὴλ καὶ ἡ ἁγία θεοτόκος τῶν Πεταλᾶ καὶ τοῦ ἁγίου Βικεντίου καὶ πολλὰ θυσιαστήρια ἐκκλησιῶν καὶ κιβώρια, ἀπὸ τῆς Χρυσῆς πόρτης ἕως τοῦ Ῥησίου· καὶ οὐκ ἦν τόπος ἡ προάστειον, ὃ οὐκ ἔπεσεν ἀπὸ τῆς φοβερᾶς ἀπειλῆς τοῦ σεισμοῦ. τὸ δὲ Ῥήγιον οὕτως ἔπεσεν ἕως ἐδάφους, ὥστε μὴ γνωρίζεσθαι αὐτό. ἔπεσε δὲ καὶ ἡ ἐκκλησία τοῦ ἁγίου Στρατονίκου καὶ Καλλινίκου ἕως ἐδάφους, αἱ οὖσαι ἐν τῷ Ῥηγίῳ. καὶ ὁ κίων δὲ ὁ πορφυροῦς, ὁ ἑστὼς ἔμπροσθεν τοῦ παλατίου Ἰουκουνδιανῶν μετὰ τῆς ἐπικειμένης αὐτῷ στήλης ἔπεσε καὶ ἐπάγη εἰς τὴν γῆν πόδας ὀκτώ. ἔπεσε δὲ καὶ ἡ στήλη Ἀρκαδίου τοῦ βασιλέως ἡ εἰς τὴν ἀψίδα τοῦ Ταύρου, ἡ εἰς τὸ ἀριστερὸν μέρος ἑστῶσα. καὶ πολλοὶ ἔπαθον ἐν τοῖς συμπτώμασιν, ἕτεροι δὲ καὶ μεθ' ἡμέρας ἐκ τῶν καταληφθέντων ὑπὸ τῶν συμπτωμάτων διεσώθησαν μετὰ δύο καὶ τρεῖς ἡμέρας. ἠκούσθη δὲ ὅτι καὶ ἐν ἑτέραις πόλεσι τὸ αὐτὸ γέγονεν. τοιοῦτον γὰρ μέγαν καὶ φοβερὸν σεισμὸν οὐ μέμνηται ἄνθρωπος ἐπὶ τῆς γῆς ἐν τῇ γενεᾷ ἐκείνῃ. ἔμεινε δὲ σειομένη ἡ γῆ νυκτὸς καὶ ἡμέρας μετὰ φιλανθρωπίας ἡμέρας δέκα, καὶ πρὸς ὀλίγον οἱ 232 ἄνθρωποι κατενύγησαν λιτανεύοντες, φιλανθρωπίας δὲ γενομένης παρὰ θεοῦ ἐπὶ τὸ χεῖρον πάλιν γεγόνασιν. ὁ δὲ βασιλεὺς οὐκ ἐφόρεσε τὸ στέμμα ἐπὶ ἡμέρας μʹ, ἀλλὰ καὶ τῇ ἁγίᾳ Χριστοῦ γεννήσει χωρὶς αὐτοῦ προῆλθεν ἐν τῇ ἐκκλησίᾳ· ὥστε καὶ τὰ ἐξ ἔθους γινόμενα ἄριστα εἰς τὰ ιθʹ ἀκούβιτα ἔπαυσε καὶ τὴν τούτων ἔξοδον τοῖς πτωχοῖς δέδωκεν. τῷ δ' αὐτῷ χρόνῳ εἰσῆλθεν ἔθνος ἐν Βυζαντίῳ παράδοξον τῶν λεγομένων Ἀβάρων, καὶ πᾶσα ἡ πόλις συνέτρεχεν εἰς τὴν θέαν αὐτῶν, ὡς μηδέποτε ἑωρακότες τοιοῦτον ἔθνος. εἶχον γὰρ τὰς κόμας ὄπισθεν μακρὰς πάνυ, δεδεμένας πρανδίοις καὶ πεπλεγμένας, ἡ δὲ λοιπὴ φορεσία αὐτῶν ὁμοία τῶν λοιπῶν Οὔννων. οὗτοι φυγόντες ἐκ τῆς ἰδίας χώρας ἦλθον εἰς τὰ μέρη Σκυθίας καὶ Μυσίας καὶ ἔπεμψαν πρὸς Ἰουστινιανὸν πρέσβεις αἰτοῦντες δεχθῆναι αὐτούς. τῷ δὲ Φεβρουαρίῳ μηνὶ γέγονε θνῆσις ἀνθρώπων ἀπὸ βουβῶνος, μάλιστα δὲ τοῖς νέοις, ὥστε μὴ ἐπαρκεῖν τοὺς ζῶντας θάπτειν τοὺς τεθνεῶτας· ἐπεκράτησε δὲ ἡ θνῆσις ἀπὸ μηνὸς Φεβρουαρίου ἕως μηνὸς Ἰουλίου. Κόσμου ἔτη ϛναʹ. Τῆς θείας σαρκώσεως ἔτη φναʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. λβʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. λδʹ. Ῥώμης ἐπίσκοπος Πελάγιος ἔτη εʹ. γʹ. Κωνσταντ. ἐπίσκοπος Εὐτύχιος ἔτη ιγʹ. ζʹ. Ἱεροσολύμων ἐπίσκοπος Πέτρος ἔτη κʹ. ιδʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀπολινάριος ἔτη ιθʹ. ιʹ. Ἀντιοχείας ἐπίσκοπος Δόμνος ἔτη ιδʹ. ιδʹ. Τούτῳ τῷ ἔτει μηνὶ Μαΐῳ ζʹ, ἡμέρᾳ γʹ, ὥρᾳ εʹ, φιλοκαλουμένου τοῦ τρούλλου τῆς μεγάλης ἐκκλησίας, (ἦν γὰρ διερρηγμένος ἐκ τῶν γενομένων σεισμῶν) ἐργαζομένων τῶν Ἰσαύρων, ἔπεσε τὸ ἀνατολικὸν μέρος τῆς προϋποστολῆς τοῦ ἁγίου θυσιαστηρίου καὶ συνέτριψε τὸ κιβώριον καὶ τὴν ἁγίαν τράπεζαν καὶ τὸν ἄμβωνα. καὶ κατεγινώσκοντο οἱ μηχανικοί, ὡς ὅτι περ ἀποκάτωθεν οὐκ ἐποίησαν τὴν κρέμασιν φυγόντες τὴν ἔξοδον, ἀλλ' ἐτρύπησαν τοὺς πινσοὺς τοὺς βαστάζοντας τὸν τροῦλλον, καὶ διὰ τοῦτο οὐκ ἐβάσταξαν. λοι233 πὸν συνιδὼν ὁ εὐσεβέστατος βασιλεὺς ἤγειρεν ἄλλους πινσοὺς καὶ ἐδέξατο τὸν τροῦλλον, καὶ οὕτως ἐκτίσθη, ὑψωθεὶς πλέον εἴκοσι πόδας εἰς ἀνάστασιν ἐπάνω τοῦ πρώτου κτίσματος. Τῷ δ' αὐτῷ ἔτει ἐπανέστησαν οἱ Οὖννοι καὶ οἱ Σκλάβοι τῇ Θρᾴκῃ πλήθη πολλὰ καὶ ἐπολέμησαν αὐτὴν καὶ πολλοὺς ἐφόνευσαν καὶ ᾐχμαλώτευσαν. ἐπίασαν δὲ καὶ Σέργιον τὸν στρατηλάτην, τὸν υἱὸν Βάκχου τοῦ πρεσβυτέρου, καὶ τὸν Ἐδερμᾶν, τὸν στρατηγὸν Καλοποδίου, τοῦ ἐνδοξοτάτου κουβικουλαρίου καὶ πραιποσίτου. εὑρόντες δὲ τοῦ τείχους τοῦ Ἀναστασιακοῦ τόπους τινὰς πεπτωκότας ἐκ τῶν σεισμῶν, εἰσελθόντες ᾐχμαλώτευσαν ἕως Δρυπίας καὶ Νυμφῶν καὶ Χίτου κώμης· καὶ πάντες ἔφυγον ἐν τῇ πόλει μετὰ τῶν ὑπαρχόντων αὐτῶν. τοῦτο δὲ γνοὺς ὁ βασιλεὺς ἐδημότευσε πολλοὺς καὶ ἔπεμψεν εἰς τὸ μακρὸν τεῖχος· καὶ συγκρούσαντες πόλεμον ἐκεῖ πολλοὶ ἀπέθανον τῶν Ῥωμαίων καὶ σχολαρίων. λοιπὸν ἐκέλευσεν ὁ βασιλεὺς καὶ κατηνέχθησαν τὰ ἀργυρᾶ κιβώρια καὶ αἱ ἅγιαι τράπεζαι αἱ ἀργυραῖ αἱ ἔξω τῆς πόλεως, καὶ παρεφύλαττον τὰς πόρτας πάσας τοῦ τείχους τοῦ Θεοδοσιακοῦ αἱ σχολαὶ καὶ οἱ προτίκτορες καὶ οἱ ἀριθμοὶ καὶ πᾶσα ἡ σύγκλητος. ἰδὼν δὲ ὁ βασιλεὺς ὅτι ἐπιμένουσιν οἱ βάρβαροι, ἐκέλευσε Βελισάριον τὸν πατρίκιον ἐξελθεῖν κατ' αὐτῶν μετὰ ἑτέρων τῆς συγκλήτου. ὁ δὲ Βελισάριος ἔλαβε πᾶσαν τὴν ἵππον, τήν τε βασιλικὴν καὶ τοῦ ἱππικοῦ καὶ τῶν εὐαγῶν οἴκων καὶ παντὸς ἀνθρώπου, ὅπου ἦν ἵππος· καὶ ὁπλίσας λαὸν ἐξῆλθεν εἰς Χίτου κώμην· καὶ ἐποίησε φωσάτον καὶ ἤρξατο πιάζειν ἐξ αὐτῶν τινὰς καὶ φονεύειν. καὶ ἐκέλευσε κοπῆναι δένδρα καὶ σύρεσθαι ὄπισθεν τοῦ ἐξερκέτου αὐτῶν, καὶ ἐγένετο ἐκ τοῦ ἀνέμου κονιορτὸς μέγας, καὶ ἐπῆγεν ἐπάνω τῶν βαρβάρων. οἱ δὲ νομίσαντες, ὅτι πλῆθος πολύ εἰσιν, ἔφυγον καὶ ἦλθον εἰς τὰ μέρη τοῦ ἁγίου Στρατονίκου εἰς τὸ Δέκατον. μαθόντες δὲ ἐκ τῶν κατασκόπων, ὅτι παραφυλακὴ πολλή ἐστιν εἰς τὰ τείχη Κωνσταντι234 νουπόλεως, ἦλθον εἰς τὰ μέρη Τζουρουλοῦ καὶ Ἀρκαδιουπόλεως καὶ 234 τοῦ ἁγίου Ἀλεξάνδρου Ζουπαρῶν καὶ ἔμειναν ἐκεῖ παρακαθήμενοι ἕως τὸ ἅγιον πάσχα. μετὰ δὲ τὴν ἑορτὴν τοῦ πάσχα ἐξῆλθεν ὁ βασιλεὺς καὶ πάντες τῆς πόλεως σὺν αὐτῷ ἐν Σηλυμβρίᾳ ἐπὶ τὸ κτίσαι τὸ τεῖχος τὸ μακρόν, ὅθεν οἱ βάρβαροι εἰσῆλθον. καὶ ἔμεινεν ὁ βασιλεὺς ἐκεῖ ἕως τοῦ Αὐγούστου μηνός· ὁμοίως καὶ οἱ βάρβαροι ἔξω τῆς πόλεως περιεπόλευον ἕως τοῦ Αὐγούστου. λοιπὸν ἐκέλευσεν ὁ βασιλεὺς γενέσθαι πλοῖα διάπρυμνα, ὥστε ἀπελθεῖν εἰς τὸν Δανοῦβιν καὶ ἀπαντῆσαι τοῖς βαρβάροις περνοῦσι καὶ πολεμῆσαι αὐτούς. τοῦτο γνόντες οἱ βάρβαροι παρεκάλεσαν διὰ πρεσβευτοῦ ἀκινδύνως ἐᾶσαι αὐτοὺς περᾶσαι τὸν Δανοῦβιν. καὶ ἔπεμψεν Ἰουστῖνον, τὸν ἀνεψιὸν αὐτοῦ καὶ κουροπαλάτην, καὶ διέσωσεν αὐτούς. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη ιαʹ. λγʹ.
228.5.1
δʹ. ηʹ. ιεʹ. ιαʹ. αʹ. Τούτῳ τῷ ἔτει ἤρξατο κτίζειν ὁ βασιλεὺς τὴν γέφυραν τοῦ Σαγάρεως ποταμοῦ. καὶ ἀποστρέψας τὸν αὐτὸν ποταμὸν ἐν ἄλλῃ κοίτῃ εἴλησε καμάρας φοβερὰς πέντε καὶ ἐποίησεν αὐτὸν διοδεύεσθαι, ξυλίνης πρότερον οὔσης τῆς γεφύρας. λδʹ. λϛʹ. εʹ. θʹ. ιϛʹ. ιβʹ. βʹ. Τούτῳ τῷ ἔτει μηνὶ Σεπτεμβρίῳ θʹ, ἡμέρᾳ εʹ, ἰνδικτιῶνος θʹ, ἐφημίσθη ἐν Κωνσταντινουπόλει, ὅτι ἐτελεύτησεν ὁ βασιλεύς· ἦν γὰρ ἐλθὼν ἀπὸ τῆς Θρᾴκης καὶ οὐδένα ἐθεώρει. καὶ λοιπὸν οἱ δῆμοι ἥρπασαν τοὺς ἄρτους αἰφνίδιον ἐκ τῶν ἀρτοπωλίων καὶ μαγκιπίων, καὶ περὶ ὥραν τρίτην οὐχ εὑρίσκετο ἄρτος ἐν πάσῃ τῇ πόλει· καὶ βροχὴ μεγάλη τῇ αὐτῇ ἡμέρᾳ. ἐκλείσθησαν δὲ καὶ τὰ ἐργαστήρια, καὶ ἐθρυλήθη τὸ παλάτιον, ὅτι οὐδεὶς ἐκ τῆς συγκλήτου ἐθεώρει τὸν βασιλέα διὰ τὸ κεφαλαλγεῖσθαι αὐτόν. ἐκ τούτου ἐπίστευον, ὅτι ἀπέθανεν. περὶ ὥραν δὲ ἐννάτην συμβούλιον ἐποίησεν ἡ σύγκλητος, καὶ ἀπέστειλαν τὸν ἔπαρχον καὶ ἐποίησαν φῶτα ἅψαι εἰς πᾶσαν τὴν πόλιν, ὅτι ὑγίανεν ὁ βασιλεύς. καὶ τούτῳ τῷ τρόπῳ κατέστη 235 ἡ πόλις ἐκ τῆς ταραχῆς. μετὰ δὲ τὸ ὑγιᾶναι τὸν βασιλέα Εὐγένιος ὁ ἀπὸ ἐπάρχων διέβαλε Γεώργιον, τὸν κουράτορα τῶν Μαρίνης, καὶ Αἰθέριον, τὸν κουράτορα τῶν Ἀντιόχου, ὡς θελήσαντας ποιῆσαι βασιλέα Θεόδωρον, τὸν υἱὸν Πέτρου τοῦ μαγίστρου, οἷς συνεφώνησε καὶ Γερόντιος, ὁ ἔπαρχος τῆς πόλεως. ζητηθείσης δὲ τῆς ὑποθέσεως καὶ μὴ ἀποδειχθείσης, ἠγανακτήθη Εὐγένιος, καὶ ἐδημεύθη ὁ οἶκος αὐτοῦ. προσφυγὼν δὲ ἐκεῖνος τῇ ἐκκλησίᾳ ἐσώθη. τῷ δὲ Δεκεμβρίῳ μηνὶ γέγονεν ἐμπυρισμὸς μέγας ἐν τῷ λιμένι Ἰουλιανοῦ, καὶ πολλοὶ οἶκοι ἐκάησαν καὶ ἐκκλησίαι ἀπὸ ἀρχῆς τοῦ λιμένος ἕως τῶν Πρόβου. γέγονε δὲ καὶ θανατικὸν μέγα ἐν Κιλικίᾳ καὶ Ἀναζαρβῷ καὶ ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ, καὶ σεισμοί. καὶ συνέβαλον κατ' ἀλλήλων οἱ ὀρθόδοξοι καὶ οἱ Σευηριανοί, καὶ πολλοὶ φόνοι γεγόνασιν. καὶ ἀποστείλας ὁ βασιλεὺς Ζήμαρχον, τὸν κόμητα τῆς ἀνατολῆς, ἐκώλυσε τοὺς ἀτάκτους καὶ πολλοὺς ἐξώρισε καὶ ἐδήμευσε καὶ ἠκρωτηρίασεν. Κόσμου ἔτη ϛνδʹ. Τῆς θείας σαρκώσεως ἔτη φνδʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. λεʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. λζʹ. Ῥώμης ἐπίσκοπος Ἰωάννης ἔτη
228.6.1
αʹ. Κωνσταντ. ἐπίσκοπος Εὐτύχιος ἔτη ιγʹ. ιʹ. Ἱεροσολύμων ἐπίσκοπος Πέτρος ἔτη
228.7.1
ιζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀπολινάριος ἔτη ιθʹ. ιγʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη ιαʹ. γʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ ιβʹ, ἡμέρᾳ δʹ, ἰνδικτιῶνος ιʹ, ἑσπέρας βαθείας, γέγονεν ἐμπυρισμὸς μέγας ἐν τοῖς Καισαρίου ἕως τῆς λεγομένης Ὀμφακερᾶς· καὶ ἐκάησαν ὅλα τὰ ἐργαστήρια καὶ οἱ πυλεῶνες ἕως τοῦ Βοός. τῷ δὲ Νοεμβρίῳ μηνὶ ἱππικοῦ ἀγομένου, πρὸ τοῦ ἀνελθεῖν τὸν βασιλέα γέγονε δημοτικὴ ταραχή, καὶ ἐπῆλθον οἱ Πράσινοι τοῖς Βενέτοις· καὶ γνοὺς ὁ βασιλεὺς ἀνῆλθεν ἐν τῷ καθίσματι, καὶ θεασάμενος τὴν μάχην ἐκέλευσε Μαρίνῳ, τῷ κόμητι τῶν ἐκσκουβιτόρων, σὺν τῷ κουράτορι τῶν Καισαρίου κατ236 ελθεῖν καὶ χωρίσαι τὰ μέρη. οἱ δὲ ἀπελθόντες οὐκ ἠδυνήθησαν χωρίσαι αὐτούς. καὶ πολλοὶ μὲν ἀπέθανον ἐξ ἀμφοτέρων τῶν μερῶν, πολλοὶ δὲ καὶ ἐπληγώθησαν. εἰσελθόντες δὲ οἱ Βένετοι εἰς τὰ βάθρα τῶν Πρασίνων ἔκραζον·" ἅψον ὧδε, ἅψον ἐκεῖ· ὧδε Πράσινος οὐ φαίνεται." καὶ πάλιν οἱ Πράσινοι ἔκραζον·" αἴ, αἴ, ὅλοι, ὅλοι." εἰς τὴν Μέσην ἦλθον, εἰς τὰς γειτονίας τῶν Βενέτων, καὶ ἐλίθαζον οὓς εὕρισκον καὶ ἔκραζον·" ἅψον, ἅψον· ὧδε Βένετος οὐ φαίνεται." καὶ εἰσήρχοντο εἰς τὰς γειτονίας διαφαυούσης κυριακῆς καὶ ἥρπαζον τὰς ὑποστάσεις. καὶ ἐκέλευσεν ὁ βασιλεὺς συσχεθῆναι τοὺς Πρασίνους, καὶ πολλαῖς βασάνοις ἐκολάσθησαν. οἱ δὲ Βένετοι προσέφυγον τῇ ἐκκλησίᾳ τῆς θεοτόκου τῶν Βλαχερνῶν. οἱ δὲ ἐξειλήσαντες Πράσινοι προσέφυγον εἰς τὴν ἁγίαν Εὐφημίαν ἐν Χαλκηδόνι· οὓς ἐκβαλὼν ὁ ἔπαρχος ἐτιμωρήσατο. ἤρξαντο δὲ αἱ γυναῖκες αὐτῶν καὶ αἱ μητέρες κράζειν εἰς τὰς ἐκκλησίας τῷ βασιλεῖ, ἵνα παράσχῃ τοῖς Πρασίνοις ἰνδουλγεντίας· καὶ ἐδιώχθησαν μετὰ βάκλων, καὶ οὐ διηλλάγη αὐτοῖς ὁ βασιλεὺς ἕως τῆς Χριστοῦ γεννήσεως. τῷ δὲ Φεβρουαρίῳ μηνὶ ἐκέλευσεν ὁ βασιλεὺς τῶν ἑπτὰ σχολαρίων τοὺς καθεζομένους ἐν τῇ Νικομηδείᾳ καὶ Κίῳ καὶ Προύσῃ καὶ Κυζίκῳ καὶ Κοτυαείῳ καὶ Δορυλαίῳ ἀπελθεῖν καὶ καθίσαι ἐν τῇ Θρᾴκῃ, ἔν τε Ἡρακλείᾳ καὶ ταῖς πέριξ αὐτῆς πόλεσιν. τῷ δὲ Μαρτίῳ μηνὶ ἐπανέστησαν αἱ σχολαὶ τῷ κόμητι αὐτῶν διά τινας συνηθείας, ἃς ἐλάμβανον· καὶ ἀπέκοψαν αὐτάς. καὶ ἐπῆλθον αὐτῷ. εὑρέθη δὲ ἐκεῖ Θεόδωρος, ὁ υἱὸς Πέτρου τοῦ μαγίστρου, ὁ Κονδοχέρης, καὶ ἀπειλητικοῖς λόγοις χρησάμενος ἠδυνήθη αὐτοὺς καταπραΰναι. τῷ δ' αὐτῷ ἔτει παρελήφθη* Ὁβαισίπολις ὑπὸ τῶν Οὔννων· καὶ ἔπεμψεν ὁ βασιλεὺς Μάρκελλον τὸν στρατηλάτην καὶ ἴδιον αὐτοῦ ἀνεψιὸν μετὰ πλήθους στρατοῦ, τοῦ ἀναρρύσασθαι τὴν πόλιν καὶ τὴν* Περσίδα. τῷ δὲ Ἀπριλλίῳ μηνὶ παρελήφθη καὶ ἡ Ἀναστασιούπολις τῆς Θρᾴκης 237 ὑπὸ τῶν αὐτῶν Οὔννων. καὶ τῷ Μαίῳ μηνὶ γʹ κατηγορήθη Ζήμαρχος, ὁ κουράτωρ τῶν Πλακιδίας, ὡς κατὰ τοῦ βασιλέως πολλὰ λαλήσας καὶ δεινά, ὑπὸ Γεωργίου, κουράτορος τῶν Μαρίνης, καὶ Ἰωάννου ἀπὸ ὑπάτων, συγγενῶν Θεοδώρας τῆς βασιλίσσης. λϛʹ. ληʹ. βʹ. ιαʹ. ιηʹ.
228.8.1
δʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ γέγονε στάσις δημοτικὴ ἐν τοῖς Πιττακίοις, καὶ πολλοὺς ὁ βασιλεὺς ἐτιμωρήσατο. τῷ δὲ Νοεμβρίῳ μηνὶ ἀβροχία πολλὴ ἐγένετο καὶ λεῖψις ὑδάτων, ὥστε γενέσθαι μάχας πολλὰς ἐν τοῖς ὑδρείοις. ἐφύσησε δὲ καὶ βορρᾶς ἄνεμος ἀπὸ Αὐγούστου μηνός, καὶ οὐδαμοῦ νότος, καὶ οὐκ ἤρχοντο τὰ πλοῖα ἐν τῇ πόλει, ὥστε καὶ λιτὰς ἐκβαλεῖν Εὐτύχιον τὸν πατριάρχην εἰς Ἱερουσαλήμ, τοῦτ' ἔστιν εἰς τὸν ἅγιον Διομήδην. τῷ δ' αὐτῷ μηνὶ ἐπινίκια ἦλθον ἀπὸ Ῥώμης Ναρσοῦ τοῦ πατρικίου δηλοῦντα παραλαβεῖν αὐτὸν πόλεις ὀχυρὰς τῶν Γότθων δύο, Βηρωΐαν καὶ Βρίγκας. τῇ δὲ κεʹ τοῦ αὐτοῦ μηνὸς ἡμέρᾳ σαββάτῳ ἑσπέρας ἐπιβουλὴν ἐμελέτησάν τινες τοῦ φονεῦσαι τὸν βασιλέα, ὡς κάθηται ἐν τῷ παλατίῳ. ἦσαν δὲ Ἀβλάβιος ἀπὸ μελιστῶν καὶ Μάρκελλος ἀργυροπράτης καὶ Σέργιος, ὁ ἀνεψιὸς τοῦ κουράτορος Αἰθερίου. ἡ δὲ μελέτη αὐτῶν ἦν αὕτη· ὡς κάθηται ἐν τῷ τρικλίνῳ ἑσπέρας πρὸ τοῦ μισεῦσαι, εἰσπηδήσαντες σφάξωσιν αὐτόν, ἔχοντες ἰδίους ἀνθρώπους συνεργοῦντας αὐτοῖς Ἰνδοὺς κρυπτομένους εἰς τὸ Σελεντιαρίκιν καὶ εἰς τὸν Ἀρχάγγελον καὶ εἰς τὸ Ἅρμα, ἵνα γενομένης τῆς ἐπιβουλῆς ταραχὴν ποιήσωσιν. ὁ δ' αὐτὸς Ἀβλάβιος καὶ χρυσίον ἔλαβε παρὰ Μαρκέλλου τοῦ ἀργυροπράτου λίτρας νʹ εἰς τὸ συνεργῆσαι αὐτῷ. καὶ τοῦ θεοῦ εὐδοκήσαντος ἐθάρρησεν ὁ Ἀβλάβιος Εὐσεβίῳ, τῷ ἀπὸ ὑπάτων ὄντι κόμητι φοιδεράτων, καὶ Ἰωάννῃ τῷ λογοθέτῃ, τῷ κατὰ Δομεντζίολον, λέγων, ὅτι" ἐν τῇ ἑσπέρᾳ ταύτῃ βουλόμεθα ἐπελθεῖν τῷ βασιλεῖ." ὁ δὲ μηνύσας τῷ βασιλεῖ ἐκρά238 τησεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς φοροῦντας κρυπτὰ ξίφη. καὶ ὁ μὲν ἀργυροπράτης Μάρκελλος ἀστοχήσας τοῦ προσδοκωμένου, σύρας ὃ ἐφόρει ξίφος δέδωκεν ἑαυτῷ τρεῖς πληγὰς ἐν τῷ τρικλίνῳ συσχεθεὶς καὶ τελευτᾷ. Σέργιός τε, ὁ Αἰθερίου ἀνεψιός, διαδρὰς προσέφυγεν ἐν Βλαχέρναις, ὃν ἐξαγαγόντες τῆς ἐκκλησίας καὶ ἐξετάσαντες ἔπεισαν ὁμολογῆσαι, ὡς καὶ Ἰσάκιος ὁ ἀργυροπράτης καὶ Βελισάριος ὁ ἐνδοξότατος πατρίκιος καὶ αὐτὸς συνῄδει τῇ τοιαύτῃ ἐπιβουλῇ, καὶ Βῖτος ὁ ἀργυροπράτης καὶ Παῦλος, ὁ κουράτωρ τοῦ αὐτοῦ Βελισαρίου, ἐγίνωσκον τὴν σκέψιν. καὶ συσχεθέντων ἀμφοτέρων καὶ ἐκδοθέντων Προκοπίῳ τῷ ἐπάρχῳ, κατέθεντο καὶ κατεῖπον Βελισαρίου τοῦ πατρικίου. αὐτίκα οὖν ὁ βασιλεὺς γέγονεν ὑπὸ ἀγανάκτησιν Βελισαρίου· πολλοὶ δὲ καὶ φυγῇ ἐχρήσαντο. καὶ τῇ εʹ τοῦ Δεκεμβρίου μηνὸς ἐποίησεν ὁ βασιλεὺς σελέντιον ἐνέγκας καὶ τὸν ἁγιώτατον πατριάρχην Εὐτύχιον, κελεύσας ἀναγνωσθῆναι τὰς αὐτῶν καταθέσεις· καὶ ἀκούσας Βελισάριος μεγάλως ἐβαρήθη καὶ γέγονεν ὑπὸ ἀγανάκτησιν τοῦ βασιλέως. καὶ πέμψας ὁ βασιλεὺς ἔλαβε πάντας τοὺς ἀνθρώπους αὐτοῦ καὶ αὐτὸν ἐκάθισεν ἐν τῷ οἴκῳ αὐτοῦ παραφυλαττόμενον. τῷ δὲ Δεκεμβρίῳ μηνὶ κδʹ γέγονε τὰ ἐγκαίνια τῆς μεγάλης ἐκκλησίας τὸ δεύτερον· ἡ δὲ παννυχὶς τῶν αὐτῶν ἐγκαινίων γέγονεν εἰς τὸν ἅγιον Πλάτωνα, καὶ ἐξῆλθεν ἐκεῖθεν ὁ πατριάρχης Κωνσταντινουπόλεως Εὐτύχιος μετὰ τῆς λιτῆς, συμπαρόντος καὶ τοῦ βασιλέως, καθεζόμενος ἐν τῷ ὀχήματι καὶ φορῶν τὸ ἀποστολικὸν σχῆμα καὶ κρατῶν τὸ ἅγιον εὐαγγέλιον, πάντων ψαλλόντων τό·" Αρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν." τῷ δ' αὐτῷ μηνὶ παρελήφθη μέρη τινὰ τῆς Ἀφρικῆς ὑπὸ τῶν Μαυριτάνων, ἐπαναστάντων αὐτῶν τῇ Ἀφρικῇ τρόπῳ τοιούτῳ. Κουτζίνας τις ὀνόματι ἐκ τοῦ αὐτοῦ ἔθνους, ἔξαρχος τῶν Μαυριτάνων, εἶχεν ἔθος λαμβάνειν παρὰ τοῦ κατὰ τὸν καιρὸν ἄρχοντος τῆς Ἀφρικῆς ῥητὸν χρυσίον. ἐλθόντος δὲ αὐτοῦ λαβεῖν αὐτό, Ἰωάννης, ὁ ἄρχων Ἀφρικῆς, ἐφόνευσεν αὐτόν. 239 ἀνέστησαν δὲ τὰ τέκνα τοῦ αὐτοῦ Κουτζίνα ἐκδικοῦντες τὸ πατρῷον αἷμα, καὶ ἐπαναστάντες τῇ Ἀφρικῇ παρέλαβον αὐτῆς μέρη τινὰ πραιδεύσαντες. ὁ οὖν βασιλεὺς γνοὺς τοῦτο ἀπέστειλε πρὸς βοήθειαν τῆς Ἀφρικῆς Μαρκιανόν, τὸν ἀνεψιὸν αὐτοῦ καὶ στρατηλάτην, μετὰ ἐξερκέτου πρὸς τὸ εἰρηνεῦσαι τοὺς Μαύρους. καὶ προσερρύησαν αὐτῷ, καὶ εἰρήνευσεν ἡ Ἀφρική. τῷ δὲ Ἀπριλλίῳ μηνὶ διεδέχθη Προκόπιος, ὁ ἔπαρχος τῆς πόλεως, καὶ γέγονεν ἀντ' αὐτοῦ Ἀνδρέας, ὁ ἀπὸ λογοθετῶν. καὶ ἐξερχομένου αὐτοῦ ἐκ τοῦ παλατίου τῆς Χαλκῆς καθημένου ἐν τῷ ὀχήματι καὶ ἀπερχομένου εἰς τὸ πραιτώριον, ὑπήντησαν αὐτῷ οἱ Πράσινοι εἰς τὸ Λαῦσον· καὶ ἤρξαντο αὐτὸν ὑβρίζειν καὶ λιθάζειν· καὶ ἐγένετο ἀταξία μεγάλη ἐν τῇ Μέσῃ τῶν δύο μερῶν. καὶ εἰσῆλθον ἐν ταῖς φυλακαῖς, καὶ ἐκράτησεν ἡ μάχη ἀπὸ ὥρας ιʹ. καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἰουστῖνον, τὸν ἀνεψιὸν αὐτοῦ καὶ κουροπαλάτην, καὶ ἀπεδίωξεν αὐτούς. καὶ πάλιν περὶ ὥραν ιβʹ συνέβαλον μάχην καὶ ἐκρατήθησαν καὶ ἐπόμπευσαν ἐπὶ πολλὰς ἡμέρας· καὶ ἔκοψαν τοὺς ἀντίχειρας αὐτῶν, ὅσοι μετὰ ξιφῶν ἐμαχήσαντο. καὶ τῇ ιθʹ τοῦ Ἰουλίου μηνὸς ἐδέχθη Βελισάριος ὁ πατρίκιος, ἀπολαβὼν καὶ πάσας αὐτοῦ τὰς ἀξίας. ἔφθασε δὲ καὶ Πέτρος ὁ μάγιστρος ἀπὸ Περσίδος ποιήσας πάκτα εἰρήνης ἔτη ιζʹ ἕνεκεν Λαζικῆς καὶ τῶν μερῶν τῆς ἀνατολῆς. τῷ δ' αὐτῷ μηνὶ ἦλθον εἰς Κωνσταντινούπολιν πρέσβεις Ἀσκήλ, τοῦ ῥηγὸς Ἑρμηχιόνων, τοῦ ἔσωθεν κειμένου τοῦ τῶν βαρβάρων ἔθνους πλησίον τοῦ ὠκεανοῦ. τῷ δὲ Αὐγούστῳ μηνὶ γέγονε λεῖψις ὕδατος, ὥστε σφαλισθῆναι τὰ δημόσια λουτρά, καὶ γενέσθαι φονοκόπια εἰς τὰ ὑδρεῖα. 240 Κόσμου ἔτη ϛνϛʹ. Τῆς θείας σαρκώσεως ἔτη φνϛʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ.
228.9.1
Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. λθʹ. Ῥώμης ἐπίσκοπος Ἰωάννης ἔτη ηʹ. γʹ. Κωνσταντ. ἐπίσκοπος Εὐτύχιος ἔτη ιγʹ. ιβʹ. Ἱεροσολύμων ἐπίσκοπος Πέτρος ἔτη κʹ.
228.10.1
Ἀλεξανδρείας ἐπίσκοπος Ἀπολινάριος ἔτη ιθʹ. ιεʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη ιαʹ. εʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ, ἰνδικτιῶνος ιβʹ, ἀπῆλθεν ὁ βασιλεὺς Ἰουστινιανὸς χάριν εὐχῆς ἐν τοῖς Μυριαγγέλοις, ἤγουν ἐν Γερμίοις, πόλει τῆς Γαλατίας. τῷ δὲ Νοεμβρίῳ μηνὶ εἰσῆλθεν ἐν Βυζαντίῳ Ἀρέθας, ὁ πατρίκιος καὶ φύλαρχος τῶν Σαρακηνῶν, ὀφειλὰς ἀγαγεῖν τῷ βασιλεῖ, τίς τῶν τέκνων αὐτοῦ ὀφείλει μετὰ τὴν αὐτοῦ ἀποβίωσιν κρατῆσαι τῆς φυλαρχίας αὐτοῦ, καὶ περὶ τῶν γινομένων ὑπὸ Ἄμβρου, τοῦ υἱοῦ Ἀλαμουνδάρου, εἰς τοὺς τόπους αὐτοῦ. τῷ δὲ Δεκεμβρίῳ μηνὶ γέγονεν ἐμπυρισμὸς μέγας, καὶ ἐκαύθη τελείως ὁ ξενὼν τῶν Σαμψὼν καὶ τὰ ἔμπροσθεν τῶν Ῥούφου οἰκήματα καὶ τὸ μεσίαυλον, τὸ πλησίον τῆς μεγάλης ἐκκλησίας, τὸ λεγόμενον Γαρσονοστάσιον, καὶ τὰ δύο ἀσκητήρια τὰ πλησίον τῆς ἁγίας Εἰρήνης σὺν τῷ μεσιαύλῳ αὐτῆς καὶ μέρος τοῦ νάρθηκος αὐτῆς.
228.11.1
μʹ. δʹ. ιγʹ. κʹ. ιϛʹ. ϛʹ. Τούτῳ τῷ ἔτει μηνὶ Μαρτίῳ, ἰνδικτιῶνος ιγʹ, τελευτᾷ Βελισάριος ὁ πατρίκιος ἐν Βυζαντίῳ, καὶ ἡ τούτου περιουσία ἦλθεν εἰς τὸν δεσποτικὸν οἶκον τῶν Μαρίνης. τῇ δὲ αὐτῇ ιγʹ ἰνδικτιῶνι, μηνὶ Ἀπριλλίῳ ιβʹ, Εὐτύχιος, ὁ πατριάρχης Κωνσταντινουπόλεως, καθηρέθη καὶ ἐξωρίσθη ἐν Ἀμασείᾳ ὑπὸ Ἰουστινιανοῦ. καὶ γέγονεν ἀντ' αὐτοῦ Ἰωάννης ὁ ἀπὸ σχολαστικῶν, ἀποκρισιάριος ὢν Ἀντιοχείας τῆς μεγάλης καὶ πρεσβύτερος τῆς αὐτῆς ἐκκλησίας. Τῷ δ' αὐτῷ ἔτει Ἰουστινιανὸς ὁ βασιλεὺς τὸ περὶ φθαρτοῦ 241 καὶ ἀφθάρτου κινήσας δόγμα καὶ ἴδικτον πανταχοῦ καταπέμψας ἀλλότριον τῆς εὐσεβείας, θεοῦ προφθάσαντος, ἐτελεύτησε μηνὶ Νοεμβρίῳ ιδʹ τῆς ἐχομένης ιδʹ ἰνδικτιῶνος, βασιλεύσας ἔτη ληʹ μῆνας ζʹ ἡμέρας ιγʹ. καὶ γίνεται τούτου διάδοχος ὁ ἀνεψιὸς αὐτοῦ Ἰουστῖνος ὁ κουροπαλάτης. Τῷ δ' αὐτῷ ἔτει Θεοδοσιανοὶ καὶ Γαϊανῖται ἐν Ἀλεξανδρείᾳ κτίζειν ἤρξαντο συνακτήρια, καὶ αὐθεντήσαντες οἱ Γαϊανῖται ἐπίσκοπον ἑαυτοῖς ἐχειροτόνησαν Ἐλπίδιον, τὸν ἀρχιδιάκονον αὐτῶν· ὃν ὁ βασιλεὺς δεδεμένον ἐλθεῖν προσέταξεν. ἐρχόμενος δὲ κατὰ τὸν Σίγριν ἀπέθανεν. Θεοδοσιανοὶ δὲ Δωρόθεον κρυπτῶς ἐν νυκτὶ ἐπίσκοπον ἑαυτοῖς ἐχειροτόνησαν. καὶ εἰς ἓν συνελθόντες οἵ τε Γαϊανῖται καὶ οἱ Θεοδοσιανοὶ κοινὸν ἐπίσκοπον ἑαυτοῖς ἐνεθρόνισαν. Ἰωάννην δέ τινα μοναχόν,* ὃν οἱ Γαϊανῖται δόλον ὑπομεμενηκέναι νομίσαντες τὸν πώγωνα τοῦ ἀββᾶ σὺν τῷ δέρματι καὶ τῇ σαρκὶ ἐξέδειραν. Κόσμου ἔτη ϛνηʹ. Τῆς θείας σαρκώσεως ἔτη φνηʹ. Ῥωμαίων βασιλεὺς Ἰουστῖνος ἔτη ιγʹ. αʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. μαʹ. Ῥώμης ἐπίσκοπος Ἰωάννης ἔτη ηʹ. εʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιβʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Μακάριος ἔτη βʹ.
228.12.1
Ἀλεξανδρείας ἐπίσκοπος Ἀπολινάριος ἔτη ιθʹ. ιζʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη ιαʹ. ζʹ. Τούτῳ τῷ ἔτει μηνὶ Νοεμβρίῳ ιδʹ, ἰνδικτιῶνος ιδʹ, ἐβασίλευσεν Ἰουστῖνος, ὁ ἀνεψιὸς Ἰουστινιανοῦ, στεφθεὶς ὑπὸ Ἰωάννου πατριάρχου τοῦ ἀπὸ σχολαστικῶν. ἦν δὲ τῷ γένει Θρᾴξ, μεγαλόψυχός τε καὶ εἰς πάντα ἐπιδέξιος, φιλοκτίστης. εἶχε δὲ καὶ γυναῖκα Σοφίαν ὀνόματι, ἥν τινα καὶ ἔστεψεν αὐγούσταν. εὐσεβὴς δὲ ὢν ἐπεκόσμησε 242 τὰς ἐκκλησίας τὰς κτισθείσας ὑπὸ Ἰουστινιανοῦ, τήν τε μεγάλην ἐκκλησίαν καὶ τοὺς ἁγίους ἀποστόλους καὶ ἄλλας ἐκκλησίας καὶ μοναστήρια, χαρισάμενος αὐτοῖς κειμήλια καὶ πᾶσαν πρόσοδον. ἦν δὲ ὀρθόδοξος πάνυ. καὶ ἀπέστειλε τὸν ἀββᾶν Φωτεινόν, τὸν προγονὸν Βελισαρίου τοῦ πατρικίου, δοὺς αὐτῷ ἐξουσίαν κατὰ παντὸς προσώπου καὶ πράγματος τοῦ εἰρηνεῦσαι τὰς ἐκκλησίας πάσας τὰς Αἰγύπτου καὶ Ἀλεξανδρείας. βʹ. μβʹ. ϛʹ. βʹ. βʹ. ιηʹ. ηʹ. Τούτῳ τῷ ἔτει Αἰθέριος καὶ Αὔδιος καὶ ὁ σὺν αὐτοῖς ἰατρὸς ἐπεβούλευσαν τῷ βασιλεῖ Ἰουστίνῳ καὶ γνωσθέντες ἀπέθανον ξίφει. ἐποίησε δὲ ὑπατείαν καὶ ἔρριψε χρήματα πολλά, ὥστε πολλοὺς πλουτίσαι. Τῷ δ' αὐτῷ ἔτει ὁ ἀββᾶς Ἀγάθων, ἀδελφὸς Ἀπολιναρίουτοῦ ἐπισκόπου Ἀλεξανδρείας, ἐλθὼν εἰς Ἀλεξάνδρειαν καὶ λόγους εἰσπραττόμενος Εὐστόχιον μοναχόν, μέγαν ὄντα [καὶ] οἰκονόμον Ἀλεξανδρείας τότε, τῆς οἰκονομίας χάριν ἐφρούρησε τοῦτον· ὃς φυγὼν διὰ τῆς στέγης ἦλθεν ἐν Βυζαντίῳ, Μακαρίου τότε ἐκβληθέντος τῆς ἐκκλησίας κατὰ συσκευήν· καὶ ἐχειροτονήθη Εὐστόχιος ἀντὶ Μακαρίου ἐπίσκοπος Ἱεροσολύμων. Ἱεροσολύμων ἐπίσκοπος Εὐστόχιος ἔτος αʹ. γʹ. μγʹ. ζʹ. γʹ. αʹ. ιθʹ. θʹ. Τούτῳ τῷ ἔτει μεταστειλαμένη Σοφίᾳ, ἡ εὐσεβεστάτη αὐγούστα, τούς τε ἀργυροπράτας καὶ σημαδαρίους ἐκέλευσεν ἐνεχθῆναι τὰς ὁμολογίας τῶν χρεωστούτων καὶ τὰ σημάδια· καὶ ἐντυχοῦσα αὐτοῖς ἔλαβε τὰ σημάδια παρασχομένη αὐτὰ τοῖς χρεωστοῦσι καὶ ἀπέδωκεν αὐτὰ τοῖς ἰδίοις δεσπόταις· καὶ μεγάλως εὐφημίσθη ἐπὶ τούτῳ ὑπὸ πάσης τῆς πόλεως. Εὐστόχιος δὲ ἀπελθὼν εἰς Ἱεροσόλυμα μίσει τῷ πρὸς Ἀπολινάριον καὶ Ἀγάθωνα καὶ Μακάριον τοὺς τῆς νέας λαύρας μοναχοὺς ἐξέβαλεν ὡς Ὠριγενιστάς· καὶ διὰ τοῦτο ἐξεβλήθη· καὶ πάλιν ἀπεκατέστη Μακάριος εἰς τὸν ἴδιον θρόνον. 243 Ἱεροσολύμων ἐπίσκοπος Μακάριος πάλιν ἔτη δʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. δʹ. μδʹ. ηʹ. δʹ. αʹ. αʹ.
228.13.1
Τούτῳ τῷ ἔτει ἱπποδρομίας ἐπιτελεσθείσης, καὶ φιλονεικούτων τῶν μερῶν πρὸς ἀλλήλους, ἔπεμψε μανδάτα εἰς ἑκάτερα τὰ μέρη ὁ βασιλεὺς λέγων εἰς μὲν τοὺς Βενέτους, ὅτι" Ἰουστινιανὸς ὁ βασιλεὺς παρ' ὑμῖν ἐτελεύτησεν," εἰς δὲ τοὺς Πρασίνους, ὅτι" Ἰουστινιανὸς ὁ βασιλεὺς παρ' ὑμῖν ζῇ·" καὶ ἀκούσαντα τὰ μέρη ἐσίγησαν καὶ οὐκέτι ἐφιλονείκησαν. Τῷ δ' αὐτῷ ἔτει ἤρξατο κτίζειν τὸ παλάτιον τῶν Σοφιανῶν ἐπ' ὀνόματι τῆς αὐτοῦ γυναικὸς Σοφίας, προφάσει τοῦ ἐκεῖσε ταφῆναι Ἰοῦστον τὸν υἱὸν αὐτοῦ πρὸ τοῦ βασιλεῦσαι αὐτόν, ἔτι κουροπαλάτου ὄντος αὐτοῦ, ἐν τῷ οἴκῳ τοῦ ἀρχαγγέλου τῶν ἐκεῖσε, κοσμήσας αὐτὸ ὑπὸ διαφόρων πολυτίμων μαρμάρων. Ῥώμης ἐπίσκοπος Βενέδικτος ἔτη [εʹ]. εʹ. μεʹ. [αʹ.] εʹ. βʹ. βʹ. ιαʹ. Τούτῳ τῷ ἔτει Ἰουστῖνος ὁ βασιλεὺς ἤρξατο κτίζειν τὸ παλάτιον τὸ δεύτερον ἐν τῷ προαστείῳ αὐτοῦ, ὃ εἶχε πρὸ τοῦ βασιλεῦσαι αὐτόν. ὁμοίως δὲ καὶ ἐν τῇ νήσῳ τῆς Πριγκίπου καὶ αὐτῷ ὄντι προαστείῳ αὐτοῦ ἐν τῷ λιμένι, καὶ τὴν ἐκκλησίαν τῶν ἁγίων Ἀναργύρων ἐν τοῖς Δαρείου. ἀπεκατέστησε δὲ καὶ τὸ λουτρὸν τοῦ Ταύρου τὸ δημόσιον καὶ ἐπωνόμασεν αὐτὸ Σοφιανὰς ἐπ' ὀνόματι τῆς γυναικὸς αὐτοῦ Σοφίας. Τῷ δ' αὐτῷ ἔτει Ἀναστάσιος, ὁ ἐπίσκοπος Ἀντιοχείας ὁ μέγας, καθαψάμενος ἐν τοῖς ἀντιγράφοις τῶν συνοδικῶν Ἰωάννου τοῦ Κωνσταντινουπόλεως, τοῦ χειροτονήσαντος Ἰωάννην τὸν Ἀλεξανδρείας, καὶ τούτου χειροτονηθέντος ἐξεβλήθη τῆς ἰδίας ἐπισκοπῆς κατὰ ἀγανάκτησιν Ἰουστίνου, καὶ ἐχειροτονήθη Γρηγόριος, μοναχὸς καὶ ἀποκρισιάριος τῆς μονῆς τῶν Βυζαντίων. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. ϛʹ. μϛʹ. [βʹ.] ϛʹ. γʹ. γʹ. αʹ. Τούτῳ τῷ ἔτει Ναρσῆς, ὁ κουβικουλάριος καὶ πρωτοσπαθάριος, 244 ὁ ἀγαπητὸς τοῦ βασιλέως Ἰουστίνου, εἰς ὃν καὶ ἐλοιδορεῖτο, ἔκτισε τὴν οἰκίαν Ναρσοῦ καὶ τὴν μονὴν τῶν Καθαρῶν. ἀκούσας δὲ Ἰουστῖνος ὁ βασιλεὺς περὶ τοῦ ἀνεψιοῦ αὐτοῦ, ὃν εἶχεν ἐν Ἀλεξανδρείᾳ αὐγουστάλιον, ὅτι συσκευὴν μελετᾷ κατὰ τοῦ βασιλέως, πέμψας ἀπεκεφάλισεν αὐτόν. ζʹ. μζʹ. [γʹ.] ζʹ. δʹ. δʹ. βʹ. Τούτῳ τῷ ἔτει ἤρξατο κτίζειν Ἰουστῖνος τὴν ἐκκλησίαν τῶν ἁγίων ἀποστόλων Πέτρου καὶ Παύλου ἐν τῷ ὀρφανοτροφείῳ, καὶ τῶν ἁγίων ἀποστόλων ἐν τῷ Τρικόγχῳ, τὴν καεῖσαν ἐπὶ Ζήνωνος τοῦ βασιλέως. προσέθηκε δὲ καὶ εἰς τὴν ἐκκλησίαν τῆς ἁγίας θεοτόκου τῶν Βλαχερνῶν τὰς δύο ἀψῖδας, τῆς τε ἄρκτου καὶ μεσημβρίας, ἐν τῷ μεγάλῳ ναῷ καὶ ἐποίησε τὴν ἐκκλησίαν κατὰ σταυρίου. Τῷ δ' αὐτῷ ἔτει Ῥωμαῖοί τε καὶ Πέρσαι τὴν εἰρήνην διέφθειραν, καὶ πάλιν ὁ Περσικὸς ἀνεκαινίσθη πόλεμος διὰ τὸ πρεσβεῦσαι τοὺς Ὁμηρίτας Ἰνδοὺς πρὸς Ῥωμαίους, καὶ ἀποστεῖλαι τὸν βασιλέαἸουλιανὸν τὸν μαγιστριανὸν μετὰ σάκρας πρὸς Ἀρέθαν, τὸν βασιλέα τῶν Αἰθιόπων, διὰ τοῦ Νείλου ποταμοῦ ἀπὸ Ἀλεξανδρείας καὶ τῆς Ἰνδικῆς θαλάσσης· καὶ ἀπεδέχθη παρὰ τῷ βασιλεῖ Ἀρέθᾳ μετὰ χαρᾶς πολλῆς ὡς ἐφιεμένῳ τὴν φιλίαν τοῦ βασιλέως Ῥωμαίων. ἐξηγεῖτο δὲ ἐπανελθὼν ὁ αὐτὸς Ἰουλιανός, ὅτι, ὅτε ἐδέξατο αὐτόν, γυμνὸς ἦν ὁ βασιλεὺς Ἀρέθας, καὶ κατὰ τοῦ ζώσματος αὐτοῦ εἶχεν εἰς τὰς ψύας αὐτοῦ λινόχρυσα ἱμάτια· κατὰ δὲ τῆς γαστρὸς ἐφόρει σχιστὰ διὰ μαργαριτῶν τιμίων, καὶ ἐν τοῖς βραχίοσιν ἀνὰ πέντε κλαβίων, καὶ χρυσᾶ ψέλια εἰς τὰς χεῖρας αὐτοῦ· ἐν δὲ τῇ κεφαλῇ αὐτοῦ λινόχρυσον φακιόλιν ἐσφενδονισμένον, ἔχον ἐξ ἀμφοτέρων τῶν δεσμῶν σειρὰς τέσσαρας, καὶ μανιάκην χρυσοῦν ἐν τῷ τραχήλῳ αὐτοῦ· καὶ ἵστατο ἐπάνω τεσσάρων ἐλεφάντων ἑστώτων καὶ ἐχόντων ζυγὸν καὶ τροχοὺς τέσσαρας, καὶ ἐπάνω ὡς ὄχημα ὑψηλὸν ἠμφιεσμένον χρυσέοις πετάλοις, ὥσπερ ἐστὶ τὰ τῶν ἀρχόντων τῶν ἐπαρχιῶν ὀχήματα· καὶ ἑστὼς ἐπάνω αὐτοῦ ἐβάσταζε σκουτάριν μικρὸν κεχρυσωμένον καὶ δύο λαγκίδια χρυσᾶ· καὶ ἡ σύγκλητος αὐτοῦ πᾶσα μετὰ ὅπλων ᾄδοντες μέλη μουσικά. εἰσενεχθεὶς οὖν ὁ πρέσβις τῶν Ῥωμαίων καὶ προσκυνήσας ἐκελεύσθη παρ' αὐτοῦ ἀναστῆναι καὶ ἀχθῆναι πρὸς αὐτόν. δεξάμενος δὲ τὴν τοῦ βασιλέως σάκραν κατεφίλησε τὴν 245 σφραγῖδα τὴν ἔχουσαν τὸ στηθάριον τοῦ βασιλέως· δεξάμενος δὲ καὶ τὰ δῶρα ἐχάρη μεγάλως. ἀναγνοὺς δὲ εὗρε περιέχοντα τοῦ ὁπλίσασθαι αὐτὸν κατὰ τοῦ βασιλέως Περσῶν, καὶ τὴν πλησιάζουσαν αὐτῷ χώραν τῶν Περσῶν ἀπολέσαι καὶ τοῦ λοιποῦ μηκέτι συνάλλαγμα ποιεῖν μετὰ τῶν Περσῶν, ἀλλὰ δι' ἧς ὑπέταξε χώρας τῶν Ὁμηριτῶν διὰ τοῦ Νείλου ποταμοῦ ἐπὶ τὴν Αἴγυπτον ἐν Ἀλεξανδρείᾳ τὴν πραγματείαν ποιεῖσθαι. εὐθέως δὲ στρατεύσας ὁ βασιλεὺς Ἀρέθας ἐπ' ὄψεσι τοῦ πρεσβευτοῦ Ῥωμαίων ἐκίνησε πόλεμον κατὰ Περσῶν προπέμψας τοὺς ὑπ' αὐτὸν Σαρακηνούς. ἀπελθὼν δὲ καὶ αὐτὸς ἐπὶ τὴν Περσικὴν χώραν ἐξεπόρθησε πᾶσαν τὴν ἐν τοῖς μέρεσιν ἐκείνοις. κρατήσας δὲ ὁ βασιλεὺς Ἀρέθας τὴν κεφαλὴν Ἰουλιανοῦ καὶ δεδωκὼς αὐτῷ εἰρήνης φίλημα ἀπέλυσεν αὐτὸν ἐν πολλῇ θεραπείᾳ σὺν πολλοῖς χαρίσμασιν. ἐγένετο δὲ καὶ ἄλλη αἰτία ταράξασα τὸν Χοσρόην. Οὖννοι γὰρ κατ' ἐκεῖνο καιροῦ, οὓς Τούρκους λέγειν εἰώθαμεν, πρεσβεύουσι πρὸς Ἰουστῖνον διὰ τῆς τῶν Ἀλανῶν χώρας ἀποστείλαντες. τοῦτο φοβηθεὶς Χοσρόης προεφασίσατο τὴν τῶν Ἀρμενίων πρὸς αὐτὸν ἀνταρσίαν καὶ πρὸς Ἰουστῖνον προσχώρησιν καὶ ᾐτεῖτο τοὺς πρόσφυγας. ἐτέλει γὰρ ὁ βασιλεὺς τῶν Ῥωμαίων ἀνὰ ἔτος πεντακοσίας λίτρας χρυσίου, ὅπως τὰ πλησιάζοντα τοῦ τόπου φρούρια διαφυλάττωσι Πέρσαι, ἵνα μὴ εἰσβαλόντα τὰ ἔθνη ἑκατέραν διαλύσωσι πολιτείαν· καὶ κοινοῖς ἀναλώμασι τὰ φρούρια ἐφυλάττοντο. ὁ δὲ Ἰουστῖνος ἔλυσε τὴν εἰρήνην φάσκων ἐπονείδιστον εἶναι φορολογεῖσθαι ὑπὸ τῶν Περσῶν τοὺς Ῥωμαίους. διὰ τοῦτο χώραν ἔλαβεν ὁ μέγας οὗτος Περσῶν τε καὶ Ῥωμαίων πόλεμος. ὁ δὲ Ἰουστῖνος Μαρτῖνον, τὸν πατρίκιον καὶ συγγενῆ αὐτοῦ, στρατηγὸν χειροτονήσας τῆς ἀνατολῆς κατὰ Περσῶν ἐξέπεμψεν. 246 Κόσμου ἔτη ϛξεʹ. Τῆς θείας σαρκώσεως ἔτη φξεʹ. Ῥωμαίων βασιλεὺς Ἰουστῖνος ἔτη ιγʹ. ηʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. μηʹ. Ῥώμης ἐπίσκοπος [Βενέδικτος] [ἔτη εʹ.] [δʹ.] Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιβʹ. ηʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη κʹ. αʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. εʹ. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. γʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ ϛʹ ἠσθένησεν ὁ βασιλεὺς καὶ ἐν λύπῃ γέγονε πρὸς Βαδουάριν τὸν ἴδιον ἀδελφὸν καὶ ὕβρισεν αὐτὸν ἐσχάτως, ἐπιτρέψας τοῖς κουβικουλαρίοις γρονθιζόμενον ἐξαγαγεῖν αὐτὸν ἐπὶ σελεντίου. ἦν δὲ κόμης τῶν βασιλικῶν σταύλων. μαθοῦσα δὲ Σοφία ἐλυπήθη καὶ ἐνεκάλεσε τῷ βασιλεῖ· ὁ δὲ μετεμελήθη καὶ κατελθὼν πρὸς αὐτὸν εἰς τὸν σταῦλον εἰσῆλθεν ἄφνω μετὰ τοῦ πραιποσίτου τῶν κουβικουλαρίων. ὁ δὲ Βαδουάριος ἰδὼν τὸν βασιλέα ἔφυγεν ἀπὸ ζακὸς εἰς ζάκα φόβῳ τοῦ βασιλέως. ὁ δὲ βασιλεὺς ἔκραξεν·" ὁρκίζω σε κατὰ τοῦ θεοῦ, ἀδελφέ μου, μεῖνόν με." καὶ δραμὼν ἐκράτησεν αὐτόν, καὶ περιπλακεὶς κατεφίλησεν αὐτὸν λέγων·" ἔπταισά σοι, ἀδελφέ μου· ἀλλὰ δέξαι με ὡς ἀδελφόν σου πρῶτον καὶ ὡς βασιλέα. ἐκ γὰρ διαβολικῆς ἐνεργείας οἶδα ὅτι τοῦτο γέγονεν." ὁ δὲ πεσὼν εἰς τοὺς πόδας αὐτοῦ κλαίων εἶπεν·" ἀληθῶς, δέσποτα, ἐξουσίαν ἔχεις· πλὴν παρουσίᾳ τῆς συγκλήτου εὐτέλισας τὸν δοῦλόν σου· ἄρτι, ὁ δεσπότης, τούτοις ἀπολόγησαι." καὶ ἐδείκνυεν αὐτῷ τὰ ἄλογα. ὁ δὲ βασιλεὺς παρεκάλεσεν αὐτὸν συμφαγεῖν αὐτῷ, καὶ εἰρήνευσαν. Τῷ δ' αὐτῷ χρόνῳ γέγονε πόλεμος περὶ τὸ Σάργαθον Περσῶν καὶ Ῥωμαίων μέγας, καὶ ἐνίκησαν οἱ Ῥωμαῖοι. Περσῶν βασιλεὺς Ὁρμίσδας ἔτη ιεʹ. θʹ. αʹ. [εʹ.] θʹ. βʹ. ϛʹ. δʹ. Τούτῳ τῷ ἔτει ἦλθον οἱ Ἄβαρεις εἰς τὰ μέρη τοῦ Δανουβίου, 247 καὶ μαθὼν ὁ βασιλεὺς ἀπέστειλε Τιβέριον, τὸν κόμητα τῶν ἐκσκουβιτόρων, κατ' αὐτῶν· καὶ συμβαλὼν αὐτοῖς ἡττήθη αἰφνιδιασθεὶς ὑπ' αὐτῶν, καὶ ἀποβαλὼν πολλοὺς ὑπέστρεψεν. Ὁρμίσδας δέ, ὁ βασιλεὺς Περσῶν, Ἀρδαμάνην στρατηγὸν χειροτονήσας ἀπέστειλε περᾶσαι τὸν Εὐφράτην καὶ τὴν Ῥωμαίων χώραν λυμήνασθαι. αὐτὸς δὲ παραλαβὼν τὰς δυνάμεις ἐπέστη τοῖς τὴν Νισίβιν πολιορκοῦσι Ῥωμαίοις. ὁ δὲ Μαρτῖνος τοῦτο γνούς, καταλιπὼν τὴν Νισίβιν ἀνεχώρησεν ἐπὶ τὰ Ῥωμαϊκὰ μέρη. Ἀρδαμάνης δὲ περὶ τὴν Ἀντιόχειαν γενόμενος καὶ διαφθείρας τὰ προάστεια τῆς πόλεως ἐπὶ τὴν Κοίλην Συρίαν ἐχώρει. οὕτω μὲν οὖν ὁ Ἀρδαμάνης αἰχμαλωσίας πολλῆς κρατήσας εἰς τὴν ἑαυτοῦ χώραν ἐπανέζευξεν. ὁ δὲ αὐτοκράτωρ Ἰουστῖνος ἐπὶ τοῖς πραττομένοις δεινοπαθῶν τὸν μὲν Μαρτῖνον τῆς στρατηγίας ἀπέπαυσεν, Ἀρχέλαον δὲ χειροτονεῖ στρατηγόν. ὁ δὲ Ἀρδαμάνης τὸ Δαρᾶς παρέλαβε καὶ οὕτως ὑπέστρεψεν. καὶ τοῦτο μαθὼν Ἰουστῖνος, καταπλαγεὶς τῷ μεγέθει τῆς συμφορᾶς νόσῳ παραφορᾶς περιβάλλεται καὶ σπονδὰς ποιῆσαι αἰτεῖται τῷ Ὁρμίσδᾳ, ὅστις ἐνιαυσιαίας σπονδὰς ποιῆσαι κατεδέξατο. Κόσμου ἔτη ϛξζʹ. Τῆς θείας σαρκώσεως ἔτη φξζʹ. Ῥωμαίων βασιλεὺς Ἰουστῖνος ἔτη ιγʹ. ιʹ. Περσῶν βασιλεὺς Ὁρμίσδας ἔτη ιεʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιβʹ. ιʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη κʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. ζʹ. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη
228.14.1
εʹ. Τούτῳ τῷ ἔτει Ἰουστῖνος ὁ βασιλεὺς Τιβέριον, τὸν κόμητα τῶν ἐκσκουβιτόρων, υἱοποιησάμενος καίσαρα ἀνηγόρευσε καὶ συγκάθεδρον αὐτοῦ ἐποίησεν ἔν τε ταῖς ἱπποδρομίαις καὶ αἰσίαις ἡμέραις. ἦν γὰρ ὁ βασιλεὺς στυφόμενος τοὺς πόδας καὶ τὸ πλεῖον κατακείμενος. 248 ιαʹ. γʹ. ιαʹ. δʹ. ηʹ. ϛʹ. Τούτῳ τῷ ἔτει ἔκτισεν Ἰουστῖνος τὸν μέγαν ἀγωγὸν τοῦ Οὐάλεντος καὶ ἐχορήγησε τῇ πόλει δαψίλειαν ὕδατος. ιβʹ. δʹ. ιβʹ. εʹ. θʹ. ζʹ. Τούτῳ τῷ ἔτει Ἰουστῖνος ὁ βασιλεὺς τὴν συναγωγὴν τῶν Ἑβραίων, τὴν οὖσαν ἐν τοῖς Χαλκοπρατείοις, ἀποσπάσας ἐξ αὐτῶν ἐποίησεν ἐκκλησίαν τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας θεοτόκου, πλησιάζουσαν τῇ μεγάλῃ ἐκκλησίᾳ. Τῷ δ' αὐτῷ ἔτει μηνὶ Αὐγούστῳ λαʹ, ἰνδικτιῶνος ιʹ, ἐτελεύτησεν Ἰωάννης, ὁ ἐπίσκοπος Κωνσταντινουπόλεως. Κωνσταντινουπόλεως ἐπίσκοπος Εὐτύχιος πάλιν ἔτη δʹ. ιγʹ. εʹ. αʹ. ϛʹ. ιʹ. ηʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ, ἰνδικτιῶνος
228.15.1
Εὐτύχιος ἀπέλαβε πάλιν τὸν θρόνον Κωνσταντινουπόλεως. ὁ δὲ βασιλεὺς ἀσθενήσας καὶ μικρὸν ἀνεθεὶς τῆς νόσου προσεκαλέσατο τόν τε ἀρχιερέα καὶ τὴν σύγκλητον καὶ πάντας τοὺς ἱερεῖς καὶ πολιτευομένους· καὶ ἀγαγὼν τὸν καίσαρα Τιβέριον παρουσίᾳ πάντων ἀνηγόρευσεν αὐτὸν βασιλέα, τοῖσδε τοῖς λόγοις χρησάμενος·" ἴδε ὁ θεὸς ὁ ἀγαθύνας σε, τοῦτο τὸ σχῆμα ὁ θεός σοι δέδωκεν, οὐκ ἐγώ. τίμησον αὐτό, ἵνα τιμηθῇς ὑπ' αὐτοῦ. τίμησον τὴν μητέρα σου, τήν ποτέ σου δέσποιναν γενομένην. οἶδας, ὅτι πρῶτον αὐτῆς δοῦλος ἦς, νῦν δὲ υἱός. μὴ ἐπιχαρῇς αἵμασιν. μὴ ἐπικοινωνήσῃς φόνων. μὴ κακὸν ἀντὶ κακοῦ ἀποδώσῃς. μὴ εἰς ἔχθραν ὁμοιωθῇς ἐμοί· ἐγὼ γὰρ ὡς ἄνθρωπος ἔπταισα. καὶ γὰρ πταιστὸς καὶ ἐγενόμην καὶ ἀπέλαβον κατὰ τὰς ἁμαρτίας μου. ἀλλὰ δικάσομαι τοῖς ποιήσασί μοι τοῦτο ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ. μὴ ἐπάρῃ σε τοῦτο τὸ σχῆμα, ὡς καὶ ἐμέ. οὕτω πρόσεχε πᾶσιν, ὡς ἑαυτῷ. γνῶθι τίς ἦς καὶ τίς νῦν εἶ. μὴ ὑπερηφανήσῃς, καὶ οὐχ ἁμαρτάνεις. οἶδας τίς ἤμην, καὶ τίς ἐγενόμην, καὶ τί εἰμί. ὅλοι οὗτοι τέκνα σού εἰσι καὶ δοῦλοι. οἶδας, ὅτι τῶν σπλάγχνων μου προετίμησά σε. τούτους [οὓς] βλέπεις, ὅλους τῆς πολιτείας βλέπεις. πρόσεχε τῷ στρατιώτῃ σου. μὴ 249 συκοφάντας δέξῃ. μὴ εἴπωσί σοί τινες, ὅτι ὁ πρό σου οὕτω διεγένετο· ταῦτα γὰρ λέγω ἀφ' ὧν ἔπαθον. οἱ ἔχοντες οὐσίας ἀπολαυέτωσαν αὐτῶν· τοῖς δὲ μὴ ἔχουσι δώρησαι." καὶ γενομένης εὐχῆς παρὰ τοῦ πατριάρχου, καὶ μετὰ τὸ λεχθῆναι παρὰ πάντων τὸ ἀμήν, ἔπεσεν ὁ καῖσαρ εἰς τοὺς πόδας τοῦ βασιλέως, καὶ ἔφη αὐτῷ ὁ βασιλεύς·" ἐὰν θέλῃς, εἰμί· ἐὰν θέλῃς, οὐκ εἰμί. ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα, ἃ ἐπελαθόμην εἰπεῖν σοι, αὐτὸς ἐμβαλεῖ εἰς τὴν καρδίαν σου." ταῦτα διεξελθὼν ὁ βασιλεὺς ἐπλήρου δακρύων τὸ ἄθροισμα. τοῦ δὲ συλλόγου διαλυθέντος, ὁ Τιβέριος δῶρα τοῖς ὑπηκόοις διένειμε καὶ ὅσα ταῖς βασιλικαῖς ἀναγορεύσεσιν εἴθισται. Κόσμου ἔτη ϛοαʹ. Τῆς θείας σαρκώσεως ἔτη φοαʹ. Ῥωμαίων βασιλεὺς Τιβέριος ἔτη δʹ. αʹ. Περσῶν βασιλεὺς Ὁρμίσδας ἔτη ιεʹ. ϛʹ. Κωνσταντ. ἐπίσκοπος Εὐτύχιος ἔτη δʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη κʹ. ζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. ιαʹ. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. θʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ, ἰνδικτιῶνος ιβʹ, ἐβασίλευσε Τιβέριος στεφθεὶς ὑπὸ Εὐτυχίου πατριάρχου, ὡς προλέλεκται. ὑπῆρχε δὲ τῷ γένει καὶ αὐτὸς Θρᾴξ. βασιλεύσαντος δὲ αὐτοῦ, ἔκραξαν τὰ μέρη ἐπὶ τῆς ἱπποδρομίας·" ἴδω, ἴδω τὴν αὐγούσταν Ῥωμαίων." ὁ δὲ ἔπεμψε μανδάτον λέγων·" ἡ ἄντικρυς τοῦ δημοσίου λουτροῦ Δαγιστέως, ἥ τις ὀνομάζεται ἐκκλησία; ὁμώνυμός ἐστιν ἡ αὐγούστα." καὶ ἔκραξαν τὰ μέρη·" Ἀναστασία αὐγούστα, τούβικας. σῶσον, κύριε, οὓς ἐκέλευσας βασιλεύειν." ἀκούσασα δὲ Σοφία, ἡ τοῦ Ἰουστίνου γυνή, ἐπλήγη τὴν ψυχήν. ἐβούλετο γὰρ λαβεῖν Τιβέριον καὶ μεῖναι αὐγούστα. οὐ γὰρ ᾔδει ὅτι εἶχε γυναῖκα. τινὲς δὲ ἔλεγον, 250 ὅτι καὶ ἐπὶ ζωῆς Ἰουστίνου προσεφιλώθη αὐτῷ, καὶ αὐτὴ ἔπεισεν Ἰουστῖνον τοῦ ποιῆσαι αὐτὸν καίσαρα. ὁ δὲ Τιβέριος πέμψας ἤγαγεν Ἀναστασίαν τὴν γυναῖκα αὐτοῦ ἔχουσαν καὶ θυγατέρας δύο ἐξ αὐτοῦ Χαριτὼ καὶ Κωνσταντῖναν. καὶ ἔστεψεν αὐτὴν αὐγούσταν καὶ ἔρριψεν ὑπατείαν πολλήν. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. βʹ. ζʹ. γʹ. ηʹ.
228.16.1
ιʹ. Τούτῳ τῷ ἔτει ἔκτισεν ὁ βασιλεὺς Τιβέριος τὸ παλάτιον τὸ ἐν τῷ Ἰουλιανοῦ λιμένι καὶ ἐπωνόμασεν αὐτὸ ἐπ' ὀνόματι Σοφίας, τῆς γυναικὸς Ἰουστίνου· καὶ ἀπεκατέστησεν αὐτὴν ἐν αὐτῷ δεδωκὼς αὐτῇ καὶ κουβικουλαρίους εἰς ὑπουργίαν αὐτῆς, κελεύσας τιμᾶσθαι αὐτὴν ὡς μητέρα αὐτοῦ, κτίσας καὶ λουτρὸν καὶ πᾶσαν θεραπείαν αὐτῆς. ἀπέστειλε δὲ πρέσβεις πρὸς τὸν βασιλέα Περσῶν κατὰ τὸ ἔθος μηνύων τὴν ἀναγόρευσιν αὐτοῦ· καὶ οὐ προσήκατο τὴν εἰρήνην ὁ τῶν Περσῶν βασιλεύς. τότε Τιβέριος μεγάλας δυνάμεις συνήθροιζε καὶ διασπείρας τοὺς βασιλικοὺς θησαυροὺς πολλὰ στρατόπεδα ἐποίησεν, χειροτονήσας Ἰουστινιανόν τινα στρατηγὸν ἀνατολῆς· ὃς ἀναλαβὼν τὰς δυνάμεις ἐπὶ τὸ Δαρᾶς παραγίνεται. στρατοπεδεύουσι δὲ καὶ Πέρσαι πλησίον αὐτῶν στρατηγούμενοι ὑπὸ Ταμχοσρόου. τῆς δὲ παρατάξεως γενομένης, εἰς λόγους ἦλθον καὶ σπένδονται πρὸς ἀλλήλους, ἐφ' ᾧ χρόνον τριετῆ Ῥωμαίους τε καὶ Πέρσας τὴν ἀνατολὴν μὴ λυμήνασθαι· τὸν δὲ πόλεμον ἐπὶ τὴν Ἀρμενίαν συστήσασθαι. γʹ. ηʹ. δʹ. θʹ. βʹ. ιαʹ. Τούτῳ τῷ ἔτει ὁ τῶν Περσῶν βασιλεὺς ἀναλαβὼν τὰς ἑαυτοῦ δυνάμεις ἐπὶ τὴν Ἀρμενίαν χωρεῖ. ἀκηκοὼς δὲ ὁ τῶν Ῥωμαίων στρατηγὸς τὸν τῶν Περσῶν βασιλέα μέλλειν τὸν πόλεμον αὐτουργεῖν ἔκλυτος γέγονεν· δέος γὰρ εἰσῆλθεν εἰς τὸν λαὸν τῶν Ῥωμαίων. διὰ τοῦτο λόγοις Ἰουστινιανὸς πρὸς τὰς δυνάμεις χρησάμενος ἀπέπαυσε τῆς δειλίας τὸ μάχιμον. πολέμου δὲ κροτηθέντος, καὶ τῆς τοξείας 251 τῶν Περσῶν πολλῆς γεγονυίας, ὡς καὶ τὰς ἡλιακὰς ἀποκρύπτειν ἀκτῖνας, Ῥωμαῖοι ταῖς ἀσπίσι τὰς ἐκ τῶν τόξων βολὰς ἀπορριψάμενοι τῆς κατασυστάδην μάχης ἀπήρχοντο· βαθείας δὲ καθεστώσης τῆς τῶν Ῥωμαίων ἐκτάξεως, φέρειν οὐκ εἶχον οἱ Πέρσαι· καὶ τρέπεται ἡ τῶν Βαβυλωνίων πληθύς, καὶ ἀναιροῦνται πλήθη πολλά. παραλαμβάνουσι δὲ καὶ τὸ τῶν Περσῶν τοῦλδον καὶ τὸ βασιλικὸν σκηνοπήγιον καὶ πᾶσαν τὴν ἀποσκευὴν ἐπίδοξον οὖσαν. κρατοῦσι δὲ καὶ τῶν ἐλεφάντων οἱ Ῥωμαῖοι καὶ πρὸς Τιβέριον πέμπουσι τὰ ἐπίσημα ἐκεῖνα καὶ βασιλικὰ λάφυρα. νομοθετεῖ τοίνυν ὁ τῶν Περσῶν βασιλεὺς τὴν αἰσχύνην μὴ φέρων μηκέτι βασιλέα Περσῶν εἰς πόλεμον ἐξέρχεσθαι. ὁ δὲ Ῥωμαϊκὸς στρατὸς ἐπετίθετο ταῖς Περσικαῖς συμφοραῖς καὶ πρὸς τὰ ἐνδότερα τῆς Περσίδος ἐχώρησε καὶ πολλὴν αἰχμαλωσίαν καὶ ἅλωσιν ἐν Περσίδι πεποίηκε φθάσας καὶ μέσον τῆς Ὑρκανικῆς θαλάσσης. χειμῶνος δὲ γενομένου, οὐκ ἐπανέζευξαν οἱ Ῥωμαῖοι εἰς τὰ ἴδια, ἀλλὰ ἐν Περσίδι παρεχείμασαν. Τῷ δ' αὐτῷ ἔτει ἤρξατο κτίζειν Τιβέριος τὸ δημόσιον Βλαχερνῶν καὶ ἀνενέωσε πολλὰς ἐκκλησίας καὶ ξενῶνας καὶ γηροκομεῖα· καὶ ἐκέλευσε γράφεσθαι ἑαυτὸν ἐν τοῖς συμβολαίοις Τιβέριος Κωνσταντῖνος. Κωνσταντινουπόλεως ἐπίσκοπος Ἰωάννης ἔτη ιγʹ. δʹ. θʹ. αʹ. ιʹ. γʹ. ιβʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ἀπριλλίῳ ϛʹ, ἰνδικτιῶνος ιεʹ, ἐτελεύτησεν Εὐτύχιος ὁ πατριάρχης, καὶ ἐχειροτονήθη μετὰ ἓξ ἡμέρας Ἰωάννης, διάκονος τῆς μεγάλης ἐκκλησίας, ὁ Νηστευτής. ὁ δὲ βασιλεὺς Τιβέριος ἀγοράσας σώματα ἐθνικῶν κατέστησε στράτευμα εἰς ὄνομα ἴδιον, ἀμφιάσας καὶ καθοπλίσας αὐτοὺς χιλιάδας ιεʹ, δεδωκὼς αὐτοῖς στρατηγὸν Μαυρίκιον, τὸν κόμητα τῶν φοιδεράτων, καὶ ὑποστράτηγον αὐτοῦ Ναρσῆν· καὶ ἀπέστειλεν αὐτοὺς κατὰ Περσῶν. πολέμου δὲ κροτηθέντος μεγάλου, νικῶσι Ῥωμαῖοι κατὰ κράτος καὶ ἀφείλαντο ἐκ τῶν Περσῶν πόλεις τε καὶ χώρας, ἃς ἐπὶ Ἰουστινιανοῦ καὶ Ἰουστίνου παρέλαβον. ἀπελθὼν δὲ Μαυρίκιος ἐν Κωνσταντινουπόλει ἐδέχθη ὑπὸ τοῦ βασιλέως μετὰ τιμῆς μεγάλης, καὶ ἐθριάμ252 βευσε Τιβέριος τὰς νίκας Μαυρικίου καὶ προσελάβετο αὐτὸν γαμβρὸν εἰς Κωνσταντῖναν, τὴν ἑαυτοῦ θυγατέρα. ὁμοίως δὲ καὶ Γερμανῷ τῷ στρατηγῷ ἔζευξε τὴν θυγατέρα αὐτοῦ Χαριτώ, ποιήσας ἀμφοτέρους καίσαρας. Τῷ δὲ Αὐγούστῳ μηνὶ ιδʹ, ἰνδικτιῶνος ιεʹ, φαγὼν συκάμινα πρώϊμα ἀξιοθέατα νενοθευμένα φθίσει περιέπεσεν· καὶ μέλλων τεθνάναι προσκαλεσάμενος τὸν πατριάρχην Ἰωάννην καὶ τὴν σύγκλητον ἅμα τοῖς στρατεύμασιν ἐν τῷ τριβουναλίῳ καὶ ἀχθεὶς ἐν φορείῳ, λαλῆσαι μὴ δυνάμενος δι' ἐπαναγνωστικοῦ τὰ συμφέροντα τοῖς πράγμασι τῶν Ῥωμαίων τῷ λαῷ κατάδηλα πεποίηκε καὶ Μαυρίκιον, τὸν ἴδιον γαμβρόν, βασιλέα ἀνηγόρευσεν. πάντων δὲ εὐφημησάντων τὸν βασιλέως σκοπὸν καὶ Μαυρίκιον τὸν βασιλέα, ὑποστρέψας Τιβέριος ἐν τῇ ἰδίᾳ κλίνῃ τέθνηκε βασιλεύσας ἔτη γʹ μῆνας ιʹ ἡμέρας ηʹ. Κόσμου ἔτη ϛοεʹ. Τῆς θείας σαρκώσεως ἔτη φοεʹ. Ῥωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. αʹ. Περσῶν βασιλεὺς Ὁρμίσδας ἔτη ιεʹ. ιʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιγʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη κʹ. ιαʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. δʹ. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. ιγʹ. Τούτῳ τῷ ἔτει ἐβασίλευσε Μαυρίκιος ἐτῶν ὑπάρχων μγʹ, καὶ μετ' ὀλίγον τὸν γάμον πεποίηκεν, Παύλου τοῦ πατρὸς αὐτοῦ ἐλθόντος εἰς τὸ Βυζάντιον, καὶ παρενύμφευσε Μαρίτης ὁ εὐνοῦχος τοῦ παλατίου μέγας ὑπάρχων. τῷ δὲ Ἀπριλλίῳ μηνὶ γέγονεν ἐν τῷ Φόρῳ ἐμπυρισμός, καὶ ἀνέμων καταιγίδες συνεργοῦσαι τῷ πυρὶ πολλὰς, οἰκίας διώλεσαν. καὶ τῇ ιʹ τοῦ Μαΐου μηνὸς γέγονε σεισμὸς μέγας, καὶ πάντες κατέφυγον εἰς τὰς ἐκκλησίας, καὶ τὸ γενέθλιον ἱππικὸν οὐκ ἐπετελέσθη. τῷ δ' αὐτῷ μηνὶ πρεσβεύουσιν οἱ Ἄβαρεις πρὸς τὸν αὐτοκράτορα Μαυρίκιον, οἳ πρὸ ὀλίγου χρόνου τὸ Σέρμιον χειρωσάμενοι, πόλιν τῆς Εὐρώπης ἐπίσημον, ἠξίουν ταῖς ὀγδοήκοντα χιλιάσι τοῦ χρυσοῦ, αἷς ἐλάμβανον κατ' ἔτος παρὰ Ῥωμαίων, προσ253 τεθῆναι ἄλλας κʹ· ὁ δὲ βασιλεὺς εἰρήνης ἐφιέμενος τοῦτο κατεδέξατο. ᾔτησε δὲ καὶ ἐλέφαντα, ζῶον Ἰνδικόν, ἐκπεμφθῆναι αὐτῷ πρὸς θέαν· καὶ ὁ βασιλεὺς τὸν μείζονα πάντων ἀπέστειλε πρὸς αὐτόν· καὶ τοῦτον θεασάμενος πάλιν ἔπεμψεν αὐτὸν πρὸς τὸν βασιλέα. ὁμοίως καὶ κλίνην χρυσῆν ᾔτησε σταλῆναι αὐτῷ· ὁ δὲ βασιλεὺς καὶ ταύτην ἀπέστειλεν, αὐτὸς δὲ καὶ ταύτην ἀπέστρεψεν εὐτελίσας αὐτήν. ᾔτει δὲ πάλιν ἄλλας κʹ χιλιάδας προστεθῆναι ταῖς ρʹ. τοῦ δὲ βασιλέως μὴ καταδεξαμένου, στρατεύσας ὁ Χαγάνος τὴν Σιγγιδόνα πόλιν κατέστρεψε καὶ πολλὰς ἑτέρας πόλεις ἐχειρώσατο τὰς ὑπὸ τὸ Ἰλλυρικὸν τελούσας. παρέλαβε δὲ καὶ τὴν Ἀγχίαλον, ἠπείλει δὲ καὶ τὰ Μακρὰ τείχη καταστρέψαι. ὁ δὲ βασιλεὺς Ἐλπίδιον τὸν πατρίκιον σὺν Κομεντιόλῳ πρέσβεις πρὸς τὸν Χαγάνον ἐξαπέστειλεν. καὶ ὁ βάρβαρος ἐπὶ ταῖς τῶν πάκτων συνθήκαις εἰρήνην ἄγειν καθωμολόγησεν. ἐν δὲ τῇ ἀνατολῇ Ἰωάννην τὸν Μυστάκωνα στρατηγὸν Ἀρμενίας ὁ βασιλεὺς πεποίηκεν· ὃς ἐληλυθὼς ἐν τῷ Νυμφίῳ ποταμῷ, ἔνθα τῷ Τίγριδι μίγνυται, συμβάλλει πόλεμον μετὰ Καρδαρίγα (Καρδαρίγας δὲ οὐκ ἔστι κύριον ὄνομα, ἀλλ' ἀξία μεγίστη παρὰ Πέρσαις) τοῦ τῶν Περσῶν στρατηγοῦ, καὶ κρατοῦσι τῶν βαρβάρων οἱ Ῥωμαῖοι. Κροῦς δὲ ὁ ὑποστράτηγος φθόνῳ ζηλοτυπήσας τρέπεται. τοῦτον ἰδόντες καὶ οἱ λοιποὶ τῶν Ῥωμαίων ἐτράπησαν καὶ μόλις ἐπὶ τὸν χάρακα διασώζονται. δευτέρας δὲ συμβολῆς γενομένης ἡττῶνται Ῥωμαῖοι καὶ πολλοὶ ἐξ αὐτῶν διεφθάρησαν. βʹ. ιαʹ. γʹ. ιβʹ. εʹ. ιδʹ. Τούτῳ τῷ ἔτει μηνὶ Δεκεμβρίῳ κεʹ, ἰνδικτιῶνος βʹ, ὕπατος ὁ βασιλεὺς ἀναγορεύεται, καὶ πολλοὺς θησαυροὺς τῇ πόλει ἐδωρήσατο. προβάλλεται δὲ Φιλιππικὸν στρατηγὸν τῆς ἑῴας ποιήσας αὐτὸν γαμβρὸν εἰς Γορδίαν τὴν ἰδίαν ἀδελφήν. ὁ δὲ Φιλιππικὸς καταλαβὼν τὰ Περσικὰ μέρη ἐπλησίασε τῇ Νισίβει· καὶ ἀθρόως εἰς τὴν Περσίδα εἰσβαλὼν πολλὴν αἰχμαλωσίαν ἔλαβεν. τοῦτο δὲ μαθὼν Καρδαρίγας, ὁ τῶν Περσῶν στρατηγός, ἔγκρυμμα ποιήσας ἠβουλήθη λοχῆσαι τὰ τῶν Ῥωμαίων στρατόπεδα. ὁ δὲ Φιλιππικὸς τὴν αἰχμα254 λωσίαν διασώσας διὰ τῶν ὀρέων εἰς τὴν τῶν Μήδων χώραν παρέβαλε καὶ πολλὰ χωρία διέφθειρε τῆς Μηδικῆς καὶ ὑπέστρεψεν ἐπὶ τὰ Ῥωμαϊκά. ὁ δὲ Χαγάνος τὴν εἰρήνην διαλῦσαι δόλῳ ἔσπευδεν. τὰ γὰρ Σκλαυινῶν ἔθνη κατὰ τῆς Θρᾴκης ἐξώπλισεν· ἅ τινα παρεγένοντο μέχρι τῶν Μακρῶν τειχέων πολλὴν ἅλωσιν ποιούμενα. ὁ δὲ βασιλεὺς τὰ τοῦ παλατίου στρατεύματα ἐξαγαγὼν τῆς πόλεως καὶ τοὺς δήμους φυλάττειν τὰ Μακρὰ τείχη ἐκέλευσεν. καὶ Κομεντίολον στρατηγὸν χειροτονήσας καὶ ἐξοπλίσας κατὰ τῶν βαρβάρων ἀπέστειλεν. ὁ δὲ ἀδοκήτως τοῖς βαρβάροις ἐπιπεσὼν πολλὰ πλήθη ἀνεῖλε καὶ τούτους ἀπήλασεν. παραγενόμενος δὲ ἐν Ἀδριανουπόλει περιέτυχεν Ἀρδαγάστῳ πλήθη Σκλαυινῶν μετὰ αἰχμαλωσίας ἐπιφερομένῳ· καὶ τούτῳ ἐπιπεσὼν τήν τε αἰχμαλωσίαν διέσωσε καὶ νίκην μεγάλην περιεβάλετο. γʹ. ιβʹ. δʹ. ιγʹ. ϛʹ. ιεʹ. Τούτῳ τῷ ἔτει Φιλιππικὸς ἀναλαβὼν τὰ στρατεύματα ἐπὶ τὴν Περσικὴν χώραν ἐξώρμησεν. καὶ καταλαβὼν τὴν Ἀρζανηνὴν μεγάλης αἰχμαλωσίας ἐκράτησε καὶ δειλίαν τοῖς Περσικοῖς ἐμποιεῖ στρατεύμασιν· νόσῳ δὲ περιπεσὼν ὁ Φιλιππικὸς ἐπὶ τὴν Μαρτυρόπολιν παραγίνεται χειροτονήσας τὸν Ἀνεψὶχ ἐξηγεῖσθαι τῶν λαῶν, καὶ Στέφανον ταγματάρχην προστησάμενος. ὁ δὲ Καρδαρίγας καταλαβὼν τὴν Μαρτυρόπολιν ταύτης τὰ προάστεια ἐμπρήσας πάντα ὑπέστρεψεν. ὁ δὲ Φιλιππικὸς ἐν Κωνσταντινουπόλει νοσῶν παραγέγονεν, καὶ τὰ στρατεύματα ὑπέστρεψεν ἀβλαβῶς εἰς τὰ ἴδια. Τῷ δ' αὐτῷ ἔτει ἐτέχθη τῷ βασιλεῖ υἱός, καὶ ἐπωνόμασεν αὐτὸν Θεοδόσιον. δʹ. ιγʹ. εʹ. ιδʹ. ζʹ. ιϛʹ. Τούτῳ τῷ ἔτει Φιλιππικὸς ἐξεληλυθὼς τῆς βασιλίδος πόλεως στρατοπεδεύεται ἐπὶ τὴν Ἄμιδαν πόλιν, καὶ ἀθροίσας τὸ ὁπλιτικὸν ἠρώτα, εἰ προθύμως ἔχουσι πρὸς τὸν πόλεμον χωρῆσαι. τῶν δὲ Ῥωμαίων ὅρκοις πεισάντων αὐτὸν μετὰ προθυμίας πολεμεῖν παρα255 γίνεται ἐπὶ τὸ Ἄρζαμον. ὁ δὲ Καρδαρίγας τοῦτο μαθὼν γέλωτι τὴν ἀκοὴν ἀπεπέμπετο, ἐνύπνιον εἶναι δοκῶν τὸ λεγόμενον. καλέσας δὲ τοὺς μάγους ἠρώτα, τίς ἔσται τῆς νίκης κύριος. οἱ δὲ τῶν δαιμόνων θεραπευταὶ Πέρσας ἔφασκον ὑπὸ τῶν θεῶν τὴν νίκην ἀπενέγκασθαι. σκιρτῶσι τοίνυν ἐπὶ τούτοις οἱ Πέρσαι ταῖς τῶν μάγων ὑποσχέσεσιν εὐφραινόμενοι καὶ δημιουργοῦσιν εὐθὺς ξυλοπέδας ἐκ ξύλου τε καὶ σιδήρου, ὅπως τοῖς Ῥωμαίοις ὑποβάλωσιν. ὁ δὲ στρατηγὸς παρεγγυᾷ τοῖς Ῥωμαίοις τοὺς γεωργικοὺς μὴ λυμαίνεσθαι πόνους, ὅπως μὴ ἡ μισοπόνηρος δικαιοσύνη τοῦ θεοῦ ἐπὶ τοὺς βαρβάρους μετοικίσῃ τὴν νίκην. τῇ οὖν ἐπιούσῃ ἀποστέλλει ὁ στρατηγὸς δύο φυλάρχους τῶν Σαρακηνῶν, καὶ ζωγροῦσι Πέρσας ζῶντας, δι' ὧν ἔγνωσαν τῶν ἐναντίων τὰ κινήματα· οἳ ἔφασαν τῇ κυριακῇ ἡμέρᾳ βούλεσθαι τοὺς βαρβάρους ἐπιθέσθαι τοῖς Ῥωμαίοις. ὁ δὲ Φιλιππικὸς ἐξ ἑωθινοῦ τοὺς Ῥωμαίους συντάξας τρισὶ φάλαγξιν ἀπήντα πρὸς πόλεμον. αὐτὸς δὲ ἀναλαβὼν τὴν θεανδρικὴν μορφήν, ἣν ἀχειροποίητον οἱ Ῥωμαῖοι δοξάζουσιν, διατρέχων τὰς τάξεις τῷ ὁπλιτικῷ μετεδίδου θείας δυνάμεως. καὶ στὰς ὀπίσω τῆς παρατάξεως τοῦτο κατέχων τὸ ὅπλον δάκρυσι πολλοῖς τὸ θεῖον εὐμενίζετο· ὅστις τὰς οὐρανίους ταξιαρχίας συμμάχους προσελάβετο. τοῦ δὲ πολέμου κροτηθέντος, Βιταλιανὸς ὁ ταξίαρχος πάντων θρασύτερον κινηθεὶς τὴν φάλαγγα τῶν Περσῶν διέσπασε καὶ τὸ τοῦλδον παρέλαβεν. οἱ δὲ Ῥωμαῖοι περὶ τὰ σκῦλα ἤρξαντο ἀσχολεῖσθαι· οὓς θεασάμενος ὁ Φιλιππικός, φοβηθεὶς μὴ εἰς τὰ λάφυρα καὶ οἱ λοιποὶ τραπέντες τῆς παρατάξεως ἐπιλάθωνται, καὶ στραφέντες οἱ βάρβαροι ἀπολέσωσιν αὐτούς, Θεοδώρῳ τῷ Ἰλιβινῷ τὴν ἑαυτοῦ περικεφαλαίαν περιθεὶς ἐξαπέστειλε τῷ ξίφει πλήττειν τοὺς ἐνασχολουμένους ἐπὶ τὰ λάφυρα. ὃν ἰδόντες καὶ νομίσαντες Φιλιππικὸν εἶναι, καταλιπόντες τὰ σκῦλα ἐπὶ τὸν πόλεμον ἐχώρησαν. τοῦ δὲ πολέμου κροτηθέντος ἐπὶ ὥρας πολλάς, φωνὴ γίνεται παρὰ τοῦ στρατηγοῦ τοὺς ἵππους τῶν Περσῶν πλήττειν τοῖς δόρασιν. τούτου δὲ γενομένου, ἐτράπη τὸ Περσικὸν 256 στράτευμα, καὶ νίκην μεγάλην οἱ Ῥωμαῖοι ἀνεδήσαντο καὶ πολλοὺς ἀνήλωσαν καὶ τούτους ἐσκύλευσαν. τῇ δὲ ὑστεραίᾳ ἀναλαβὼν τὰς ἑαυτοῦ δυνάμεις ὁ Καρδαρίγας πάλιν πρὸς πόλεμον ὁπλίζεται. καὶ δευτέρου πολέμου κροτηθέντος, νικῶσι πάλιν Ῥωμαῖοι, καὶ ἀναιροῦνται Πέρσαι πολλοί, χειροῦνται δὲ καὶ ζῶντες δισχίλιοι καὶ εἰς Βυζάντιον πέμπονται. προσέφυγε δὲ καὶ Καρδαρίγας εἰς τὸ Δαρᾶς· οἱ δὲ Πέρσαι μεθ' ὕβρεων τοῦτον ἀπεπέμψαντο. ὁ δὲ Φιλιππικὸς Ἡράκλειον, τὸν Ἡρακλείου τοῦ αὐτοκράτορος πατέρα, ὑποστράτηγον ὄντα ἐπὶ κατασκοπῇ τῶν βαρβάρων ἐξέπεμψεν, καὶ αὐτὸς τοὺς ἐν πολέμῳ τραυματίας γενομένους πρὸς τὰς πόλεις ἰατρεύεσθαι παρέπεμψεν. ἀναλαβὼν δὲ τὸ στράτευμα εἰς τὴν Βαβυλωνίαν εἰσβάλλει καὶ τὸ Χλομαρῶν φρούριον παρακαθέζεται. ὁ δὲ Καρδαρίγας στρατολογεῖ ἰδιώτας μετὰ ὑποζυγίων καὶ ὀχλαγωγήσας στρατοπεδεύειν ἐκόμπαζε καὶ δι' ὀχυρῶν τόπων ἐν ἀσελήνῳ νυκτὶ ἐπὶ τὰ νῶτα γίνεται τῶν Ῥωμαίων μηδαμῶς θαρρῶν χεῖρας αὐτοῖς ἐμβαλεῖν. φόβος δὲ ἄκαιρος ἐπιπεσὼν τῷ Φιλιππικῷ, καταλιπὼν τὸ φρούριον φυγῇ ἀλόγῳ ἐχρήσατο. καὶ τοῦτο γνόντες οἱ Ῥωμαῖοι εἰς φυγὴν ἐτρέποντο διὰ τόπων δυσεξοδεύτων μεγάλοις κινδύνοις περιπεσόντες· ἦν γὰρ καὶ ἀσέληνος ἡ νύξ. ἡλίου δὲ ἀνατείλαντος τῆς συμφορᾶς ἀπηλλάττοντο. καταλαβόντες δὲ τὸν στρατηγὸν ὕβρεσιν αἰσχίσταις τοῦτον ἐβλασφήμουν. οἱ δὲ Πέρσαι ἐπίπλαστον νομίσαντες τὴν φυγὴν διῶξαι οὐκ ἐτόλμησαν. Ἡράκλειος δὲ διαπεράσας τὸν Τίγριν, ὅσα τῆς Μηδικῆς χώρας ἦσαν ἐπίσημα χωρία, παρεδίδου πυρί, καὶ οὕτω πρὸς Φιλιππικὸν ἀνέκαμψε μετὰ σκύλων πολλῶν. 257 Κόσμου ἔτη ϛοθʹ. Τῆς θείας σαρκώσεως ἔτη φοθʹ. Ῥωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. εʹ. Περσῶν βασιλεὺς Ὁρμίσδας ἔτη ιεʹ. ιδʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιγʹ. ϛʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη κʹ. ιεʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. ηʹ. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. ιζʹ. Τούτῳ τῷ ἔτει ὁ τῶν Ἀβάρων Χαγάνος τὰς σπονδὰς διαλύσας τήν τε Μυσίαν καὶ Σκυθίαν κατεπολέμει δεινῶς καταστρέψας τήν τε Ῥατιάρναν καὶ Βονωνίαν καὶ Ἄκυς καὶ Δορόστολον καὶ Ζάρδαπα καὶ Μαρκιανούπολιν. ὁ δὲ Κομεντίολος ἐπὶ τὴν Ἀγχίαλον ἦλθε καὶ διελὼν τὸ στράτευμα τοὺς ἀδοκίμους ἐκ τῶν ἀριστέων διέκρινεν· καὶ τὴν μὲν ἄχρηστον δύναμιν μʹ χιλιάδας φυλάττειν τὸν χάρακα κελεύει, τοὺς δὲ ἐπιλέκτους ἑξακισχιλίους ὄντας παραλαβὼν δύο χιλιάδας παρέδωκε τῷ Κάστῳ καὶ δύο τῷ Μαρτίνῳ, καὶ τὰς δύο αὐτὸς ἀναλαβὼν κατὰ τῶν βαρβάρων χωρεῖ. ὁ δὲ Κάστος ἐλθὼν ἐπὶ τὰ Ζάρδαπα καὶ τὸν Αἷμον, εὑρὼν τοὺς βαρβάρους ἠμελημένους πολλοὺς διέφθειρεν. αἰχμαλωσίας δὲ κρατήσας πολλῆς δορυφόρῳ διασώζειν ἐδίδου. Μαρτῖνος δὲ εἰς τὰ περὶ Τόμεα τὴν πόλιν γενόμενος, τῷ Χαγάνῳ ἀπροσδοκήτως περιπεσὼν πολλοὺς τῆς αὐτοῦ δυνάμεως ἀνεῖλεν, ὥστε αὐτὸν φυγῇ τὴν σωτηρίαν πραγματεύσασθαι. ὁ δὲ Μαρτῖνος ἐπίδοξον νίκην ἀράμενος πρὸς τὸν στρατηγὸν ἐπανήρχετο, ἔνθα ἐπηγγείλατο ἀναμένειν αὐτούς. ὁ δὲ Κομεντίολος δειλίᾳ κατασχεθεὶς εἰς Μαρκιανούπολιν ὑπέστρεψεν. οἱ δὲ μὴ εὑρόντες αὐτὸν ἐπεσύναξαν τὰ ἴδια στρατεύματα καὶ ἐπὶ τοὺς στενωποὺς τοῦ Αἵμου στρατοπεδεύονται. ἰδὼν δὲ ὁ Μαρτῖνος τὸν Χαγάνον διαπερῶντα τὸν ποταμὸν πρὸς τὸν στρατηγὸν ἐπανῆλθεν. ὁ δὲ Κάστος 258 τὸν ποταμὸν διαπεράσας καὶ πλησιάσας τοὺς προτρέχοντας τῶν Ἀβάρων τῆς μάχης κρατεῖ. σκαιοῦ δέ τινος δαίμονος ὑποθήκαις οὐκ ἀνέστρεψεν ἐπὶ τὸν στρατηγόν. τῇ δὲ ἐπιούσῃ κρατήσας τὰς διαβάσεις ὁ Χαγάνος ἀπέκλεισεν αὐτόν. περισχίζεται τοίνυν ὁ λαός, καὶ ἕκαστος ὡς εἶχε δυνάμεως διὰ τοῦ ἄλσους ἔφυγον. θηρεύονται τοίνυν τινὲς παρὰ τῶν βαρβάρων καὶ καταμηνύουσιν, ποῦ ἐκέκρυπτο Κάστος, καὶ τοῦτον ζωγρήσαντες περιεσκίρτων καὶ ἠγάλλοντο. ὁ δὲ Χαγάνος διὰ τῆς μεσημβρίας ὁδεύσας κατὰ τῆς Θρᾴκης χωρεῖ καὶ τὰ Μακρὰ τείχη κατέλαβεν. ὁ δὲ Κομεντίολος ἐν ταῖς ὕλαις τοῦ Αἵμου κρυπτόμενος ἐξῆλθε σὺν τῷ Μαρτίνῳ. καὶ καταλαβὼν τὸν Χαγάνον ἀνετοιμότατον διὰ τὸ τὴν πληθὺν τῶν βαρβάρων περικεχῦσθαι τῇ Θρᾴκῃ, πρώτῃ φυλακῇ κατ' αὐτοῦ χωρεῖ. καὶ ἦν αὐτῷ μέγα τῶν ἐπιχείρων τὸ κατόρθωμα, εἰ μὴ τύχῃ τινὶ παρεσφάλη τοῦ ἐγχειρήματος. ἑνὸς γὰρ ζώου τὸν φόρτον διαστρέψαντος, ἕτερος τὸν δεσπότην τοῦ ζώου προσφωνεῖ τὸν φόρτον ἀνορθῶσαι τῇ πατρῴᾳ φωνῇ·" τόρνα, τόρνα, φράτερ." καὶ ὁ μὲν κύριος τῆς ἡμιόνου τὴν φωνὴν οὐκ ᾐσθάνετο, οἱ δὲ λαοὶ ἀκούσαντες καὶ τοὺς πολεμίους ἐπιστῆναι αὐτοῖς ὑπονοήσαντες εἰς φυγὴν ἐτράπησαν," τόρνα, τόρνα" μεγίσταις φωναῖς ἀνακράζοντες. ὁ δὲ Χαγάνος μεγάλην δειλίαν περιβαλόμενος ἀκρατῶς ἔφυγεν. καὶ ἦν ἰδεῖν Ἀβάρους τε καὶ Ῥωμαίους ἀλλήλους διαδιδράσκοντας, μηδενὸς διώκοντος. ὁ δὲ Χαγάνος ἀναλαβὼν τὰς δυνάμεις τὴν Ἀπειρίαν πόλιν παρεκάθισεν. εὑρὼν δὲ Βουσᾶν, τὸν τῆς πόλεως μαγγανάριν, ἀνελεῖν αὐτὸν ἐπειρᾶτο. ὁ δὲ Βουσᾶς παρεκάλει χρήματα ἱκανὰ αὐτῷ παρέχειν, εἴπερ τὸ ζῇν αὐτῷ φιλοτιμήσοιτο· οἱ δὲ τοῦτον δεσμήσαντες τῇ πόλει παρέστησαν. αὐτὸς δὲ ἐζήτει τοὺς τὴν πόλιν οἰκοῦντας ὠνήσασθαι αὐτόν, διηγούμενος ὅσα ὑπὲρ τῆς πόλεως ἠγωνίσατο. πολίτης δέ τις τὰ πλήθη ἀνέπειθε μὴ τοῦτο ποιεῖν, λόγος δὲ τοῦτον τῇ Βουσᾶ γυναικὶ παρευνάζεσθαι.