Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophanes-abbot-and-confessor" aria-label="More works by Theophanes Abbot and Confessor">
—
⋯
Original / primary: Pg Scrape Grc
259.1.1
ἐπεὶ τοίνυν κατεφρονήθη ὁ Βουσᾶς, ὑπισχνεῖτο τῷ Χαγάνῳ παραδιδόναι τὴν πόλιν, καὶ πολιορκητικὸν ὄργανον συμπηξάμενος, ὃν κριὸν ὀνομάζουσιν, τὴν πόλιν παρέλαβεν. μαθόντες δὲ οἱ βάρβαροι τὸ τεχνούργημα πλείστας καὶ ἄλλας πόλεις ἐδουλώσαντο καὶ μετὰ πολλῆς αἰχμαλωσίας ὑπέστρεψαν. ἀκούσαντες δὲ οἱ Βυζάντιοι, ὅτι Κάστος ὑπὸ τῶν βαρβάρων αἰχμάλωτος γέγονεν, μεγάλαις λοιδορίαις κατὰ Μαυρικίου ἐχρῶντο καὶ εἰς φανερὸν τοῦτον ἐβλασφήμουν. κατὰ τοῦτον δὲ τὸν χρόνον Ἡράκλειος, ὁ τοῦ Ἡρακλείου πατήρ, Περσικῷ φρουρίῳ προσβάλλει, καὶ τοῦτο εἷλεν· ὁμοίως καὶ Θεόδωρος τὸ Μα ζαρῶν φρούριον. ἀμφότεροι δὲ εἰς τὸ Βεϊουδὲς παραγίνονται. καὶ τοῦ φρουρίου ὀχυροῦ ὄντος, στρατιώτης τις, Σαπφήρης ὀνόματι, σκόλοπας τεχνουργήσας καὶ κατὰ τὰς ἁρμογὰς τῶν λίθων τούτους πηγνύων τὴν ἄνοδον ἐποιήσατο. ὡς δὲ ἐπέβη ἐκεῖνος τῇ στεφάνῃ τοῦ τείχους, Πέρσης ἀνὴρ τοῦτον ἐξώθησεν. πίπτει οὖν ὁ Σαπφήρης κάτω, καὶ ὑποδέχονται αὐτὸν οἱ Ῥωμαῖοι ταῖς ἀσπίσιν· καὶ αὖθις τοῦ ἔργου κατατολμᾷ, καὶ πάλιν ἐξωθεῖται τοῦ ὀχυρώματος· πάλιν δὲ οἱ Ῥωμαῖοι ταῖς ἀσπίσιν αὐτὸν ὑποδέχονται, καὶ πάλιν πρὸς τὴν ἐπιβουλὴν ἐνεχείρησεν. ἐπὶ δὲ τῇ κεφαλῇ τοῦ τείχους γενόμενος τὸν Πέρσην ἀπέτεμεν· εἶτα τὴν κεφαλὴν ὑπατεύσας Ῥωμαίους θάρσους ἐνέπλησεν. καὶ πολλῶν μιμησαμένων τὸν ἀριστέα καὶ διὰ τῶν πασσάλων ἐπιβάντων τοῦ τείχους, παραδίδοται Ῥωμαίοις τὸ φρούριον καὶ τοὺς μὲν τῶν Περσῶν ἀνεῖλον, τοὺς δὲ αἰχμαλώτους λαβόντες σὺν τῇ ἀποσκευῇ τὸ φρούριον... παρέδωκαν. ὁ δὲ Φιλιππικὸς αὖθις εἰς Βυζάντιον τὴν ὁδὸν ἐποιήσατο Ἡράκλειον καταλιπὼν ἡγεμόνα Ῥωμαίων. ἐλθὼν δὲ εἰς Ταρσὸν καὶ μαθών, ὅτι ὁ βασιλεὺς Πρίσκον στρατηγὸν ἀνατολῆς χειροτονήσας ἀπέστειλεν, γράφει Ἡρακλείῳ καταλιπόντι τὸ στράτευμα εἰς Ἀρμενίαν παραγενέσθαι πρὸς Ναρσῆν καὶ τὴν τοῦ Πρίσκου παρουσίαν κατάδηλον ποιῆσαι. ἦν γὰρ ὁ αὐτο260 κράτωρ τῷ Φιλιππικῷ κελεύσας τετάρτην μοῖραν τῆς ῥόγας τῷ στρατῷ ἀποστερῆσαι. ἐνόσει γὰρ Μαυρίκιος τὸ φιλόχρυσον. ὁ δὲ Φιλιππικὸς φοβηθεὶς μὴ ἀφορμὴ τυραννίδος γένηται τοῦτο, τῷ βασιλεῖ οὐχ ὑπήκουσε διά τε τοῦτο τῆς στρατηγίας ἀποπαύεται. Πρίσκος δὲ καταλαβὼν τὴν Ἀντιόχειαν προστάττει τοὺς στρατιώτας ἐπὶ τὸ Μονόκαρτον συναχθῆναι· προσκαλεῖται δὲ καὶ Γερμανόν, τὸν τὴν Ἐδεσηνῶν ἀρχὴν πεπιστευμένον, σὺν τῷ ἐπισκόπῳ· καὶ σὺν αὐτοῖς πρὸς τὸ στρατόπεδον ἀπήρχετο τὴν ἑορτὴν τοῦ πάσχα σὺν αὐτοῖς ποιησόμενος. οἱ δὲ ἡγεμόνες τοῦ στρατοῦ ὑπήντησαν αὐτῷ μετὰ τῶν βάνδων ἀπὸ δύο σημείων τοῦ στρατοπέδου. ὁ δὲ Πρίσκος κατὰ τὸ εἰωθὸς οὐκ ἀπέβη τοῦ ἵππου οὐδὲ ταῖς συνήθεσι προσηγορίαις ἐχρήσατο. ἐντεῦθεν αὐτῷ τοῦ μίσους γέγονεν ἔναρξις· ἐπὶ ταῖς κοιναῖς γὰρ ὕβρεσι τὰ πλήθη ἀνιῶνται. μετὰ δὲ τὴν ἑορτὴν τὰ τοῦ βασιλέως σοβαρῶς ἐπεδείκνυ γράμματα. συρρέουσι τοίνυν τὰ πλήθη ἐπὶ τὸ τοῦ στρατηγοῦ σκηνοπήγιον, τὰ μὲν ξίφη ἐπιφερόμενα, τὰ δὲ λίθους, τὰ δὲ ξύλα. γίνεται τοίνυν περιδεὴς ὁ Πρίσκος καὶ ἐπιβὰς τῷ ἵππῳ φυγῇ ἀπέδρα τὸν κίνδυνον. οἱ δὲ διαρρήξαντες τὸ τούτου σκηνοπήγιον πάντα τὰ αὐτοῦ διήρπασαν. ὁ δὲ καταλαβὼν τὴν Κωνσταντίαν ὑπὸ ἰατρῶν τὰς βολὰς τῶν λίθων καὶ τὰ ἕλκη ἐθεραπεύετο. καὶ ἀποστέλλει τὸν ἐπίσκοπον τῆς πόλεως ἀπολογούμενος τῷ στρατοπέδῳ, ὑπισχνούμενος πείθειν τὸν αὐτοκράτορα μηδὲν αὐτοῖς ἀποστερεῖν τῶν εἰωθότων παρασχέσθαι. ὁ δὲ στρατὸς τὸν ἐπίσκοπον μετὰ ὕβρεως ἀπεπέμπετο τόν τε Γερμανὸν ἄκοντα στρατηγὸν ἀνηγόρευσαν ἐπὶ ἀσπίδος ὑψώσαντες, τούς τε βασιλικοὺς ἀνδριάντας κατέστρεψαν καὶ τὰς τούτου εἰκόνας ἠφάνισαν· καὶ ἐπὶ τυραννίδα χωρεῖν ἤμελλον καὶ τὰς πόλεις σκυλεύειν, εἰ μὴ ὁ Γερμανὸς τοῦτο πολλῇ νουθεσίᾳ καὶ παραινέσει τούτους ἐκώλυσεν. ὁ δὲ Πρίσκος ταῦτα τῷ βασιλεῖ κατάδηλα πεποίηκεν. καὶ ὁ βασιλεὺς τὸν Φιλιππικὸν πάλιν στρατηγὸν τῆς ἀνατολῆς πεποίηκεν· καὶ ὁ Πρίσκος εἰς Βυζάντιον ὑπέστρε261 ψεν. ὁ δὲ στρατὸς ὅρκοις κατησφαλίζετο μηδαμῶς ὑπὸ Μαυρικίου βασιλεύεσθαι. οἱ δὲ βάρβαροι ταῖς Ῥωμαϊκαῖς συμφοραῖς ἐνετρύφων. ὁ δὲ αὐτοκράτωρ Ἀριστόβουλον, τὸν κουράτορα τῶν βασιλικῶν οἴκων, πρὸς τὸν στρατὸν ἀπέστειλεν, ὅπως ὅρκοις καὶ δώροις διαλύσῃ τὴν τυραννίδα· ὃ καὶ πεποίηκεν. τῆς δὲ τυραννίδος ἀποσπασθείσης, γίνεται Περσῶν καὶ Ῥωμαίων κατὰ τὴν Μαρτυρόπολιν πόλεμος μέγιστος. τῶν δὲ Ῥωμαίων δυνάμει καὶ στρατηγίᾳ καταπολεμησάντων τοὺς Πέρσας, ἀναιρεῖται ὁ τῶν Περσῶν στρατηγὸς Μαρουζᾶς. συλλαμβάνονται δὲ καὶ ζῶντες τρισχίλιοι καὶ οἱ τῶν Περσικῶν ταγμάτων ταξίαρχοι· χίλιοι δὲ μόνοι τὸν ἀριθμὸν διεσώθησαν, οἳ καὶ μετὰ κινδύνων ἐπὶ τὴν Περσίδα ἀνέστρεψαν. οἱ δὲ Ῥωμαῖοι ἐκπέμπουσι πρὸς τὸν αὐτοκράτορα ἐκ τῶν Περσικῶν λαφύρων πολλὰ καὶ τοὺς ζωγρηθέντας ἅπαντας σὺν τοῖς βάνδοις. ὁ δὲ Μαυρίκιος ἔκτισε τὸν Καριανὸν ἔμβολον ἐν Βλαχέρναις ὑπογράψας ἐν αὐτῷ διὰ ζωγράφων τὰς ἑαυτοῦ πράξεις ἐκ παιδόθεν μέχρι τῆς αὐτοῦ βασιλείας· καὶ ἀνεπλήρωσε καὶ τὸ ἐν αὐτῷ δημόσιον λουτρόν. Κόσμου ἔτη ϛπʹ. Τῆς θείας σαρκώσεως ἔτη φπʹ. Ῥωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. ϛʹ. Περσῶν βασιλεὺς Ὁρμίσδας ἔτη ιεʹ. ιεʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιγʹ. ζʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη κʹ. ιϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. θʹ. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. ιηʹ. Τούτῳ τῷ ἔτει μηνὶ Σεπτεμβρίῳ, ἰνδικτιῶνος ϛʹ, οἱ Λογγίβαρδοι πόλεμον κατὰ Ῥωμαίων ἤραντο, καὶ τὰ τῶν Μαυρουσίων ἔθνη κατὰ τὴν Ἀφρικὴν μεγάλας ταραχὰς ἐποιήσαντο. ἐν δὲ τῇ Περσίδι φυλακὴ ὑπάρχει λεγομένη Λήθη, καὶ πολλοὺς ὁ τῶν Περσῶν βασιλεὺς ἀπὸ διαφόρων ἐθνῶν ἐν ταύτῃ κατέκλεισε σὺν τοῖς αἰχμαλώτοις τῆς πόλεως τοῦ Δαρᾶς. οὗτοι οὖν ἀπογνόντες ἑαυτῶν ἐπανίστανται κατὰ τῶν φυλασσόντων αὐτούς· καὶ ἀνελόντες τὸν 262 Μαρουσᾶν καὶ τὴν τούτου κεφαλὴν λαβόντες εἰς τὸ Βυζάντιον ἧκαν· ὁ δὲ βασιλεὺς μετὰ χαρᾶς μεγάλης αὐτοὺς ὑπεδέξατο· τὸν δὲ Φιλιππικὸν μόλις στρατηγὸν ὁ στρατὸς κατεδέξατο. πολέμου δὲ Περσῶν καὶ Ῥωμαίων ἐν Μαρτυροπόλει γεγονότος, ἡττῶνται Ῥωμαῖοι. ὁ δὲ αὐτοκράτωρ πάλιν τῆς στρατηγίας τὸν Φιλιππικὸν διαδεξάμενος Κομεντίολον στρατηγὸν τῆς ἀνατολῆς ἀπέστειλεν. ὁ δὲ Κομεντίολος περὶ τὴν Νισίβιν γενόμενος καὶ οἱ Πέρσαι κατὰ τὸ Σαρβανῶν ἀλλήλοις συνέβαλον. Ἡράκλειος δέ, ὁ τοῦ Ἡρακλείου πατήρ, ἐνευδοκιμήσας ἐν τῷ πολέμῳ ἀνεῖλε τὸν τῶν Περσῶν στρατηγόν. Ἀφραάτου δὲ ἀναιρεθέντος, τρέπονται Πέρσαι, καὶ διώκουσι Ῥωμαῖοι. πολλῆς δὲ ἁλώσεως ἐν αὐτοῖς γενομένης, παραλαμβάνουσι καὶ τὸ τοῦλδον καὶ πολλὰ λάφυρα ἐν Βυζαντίῳ ἐκπέμπουσιν. ὁ δὲ αὐτοκράτωρ ἱππικαῖς θεωρίαις καὶ πανηγύρεσι τὴν πόλιν ἐφαίδρυνε καὶ τὰς νίκας ἐθριάμβευσεν. ὁ δὲ Ὁρμίσδας, ὁ τῶν Περσῶν βασιλεύς, στρατηγὸν χειροτονήσας τὸν Βαρὰμ ἅμα δυνάμεσι πολλαῖς κατὰ Σουανίας ἐκπέμπει. ἀδοκήτως δὲ ταύτῃ ἐπιστάς, καταπολεμηθέντων τῶν Τούρκων ὑπὸ τῶν Περσῶν, τοσοῦτον Ὁρμίσδας ηὐξήθη, ὡς καὶ φόρους μʹ χιλιάδας χρυσοῦ παρὰ τῶν Τούρκων λαβεῖν, πρότερον τούτου τὰ ἴσα τοῖς Τούρκοις τελοῦντος. τοῦ δὲ Βαρὰμ περιδόξου κατὰ τὸν πόλεμον τοῦτον γεγονότος καὶ εἰς τὸν Ἀράξην ποταμὸν στρατοπεδευομένου, ὁ Μαυρίκιος τοῦτο μαθὼν Ῥωμανὸν χειροτονεῖ στρατηγόν, καὶ ἐν Σουανίᾳ μετὰ δυνάμεως ἐκπέμπει. καταλαβὼν δὲ ὁ Ῥωμανὸς τὴν Λαζικὴν καὶ εἰς τὸν Φάσιδα γενόμενος ποταμὸν ἐπὶ τὴν Ἀλβανίαν στρατοπεδεύεται. ὁ δὲ Βαρὰμ τὸν τῶν Ῥωμαίων στρατὸν ἐπιδημήσαντα ἀκηκοὼς διεγέλα τὸ πρᾶγμα· ἐπεθύμει δὲ καὶ Ῥωμαϊκῆς παρατάξεως πεῖραν λαβεῖν· οὐ γὰρ ἦν ποτε Ῥωμαίους πολεμήσας. διαβὰς τοίνυν τὸν γείτονα ποταμόν, ὡς ἐπὶ τὰ ἐνδότερα μέρη τῆς Περσίδος τοὺς Ῥωμαίους ἐφελκόμενος ᾔει· ὁ δὲ Ῥωμανὸς τὴν Ῥω263 μαϊκὴν πληθὺν ἐχώριζεν, τοὺς ἀδοκίμους εἰς τὸ τοῦλδον καταλιπών· καὶ δέκα χιλιάδας ἐπιλέκτους λαβὼν κατὰ τῶν βαρβάρων ἐχώρει, δύο δὲ χιλιάδας προτρέχειν τοῦ στρατοῦ παρακελεύεται· οἵ τινες συναντήσαντες τοὺς προτρέχοντας τῶν Περσῶν τούτους τρέπουσι καὶ πάντας ἀνήλωσαν. τῆς γὰρ φυγῆς γενομένης, καὶ κρημνοῦ συναντήσαντος αὐτοῖς, ἀποκλεισθέντες πάντες ἀνῃρέθησαν· οἱ δὲ Ῥωμαῖοι μέχρι τοῦ χάρακος τῶν βαρβάρων ἐγένοντο, ὡς καταπλαγῆναι τὸν Βαρὰμ ἐπὶ τούτῳ. τοῦτο ἀκηκοὼς Ῥωμανὸς παραθαρρύνει τὸ στρατόπεδον, καὶ παρατάσσονται ἐν πεδίῳ τῆς Ἀλβανίας. ὁ δὲ Βαρὰμ ἀπεπειρᾶτο κλέψαι τὸν πόλεμον, διητύχησε δὲ τοῦ βουλεύματος· συνέσει γὰρ ὁ Ῥωμανὸς ἐκεκόσμητο. συμβαλόντων δὲ ἀλλήλοις, καὶ πολλῶν ἀναιρεθέντων βαρβάρων, μεγίστη Ῥωμαίων γίνεται νίκη· σκυλεύονται τοίνυν οἱ βάρβαροι καὶ ταφῆς ἀμοιρήσαντες τοῖς θηρίοις γίνονται κατάβρωμα. τοῦτο ἀκούσας ὁ τῶν Περσῶν βασιλεὺς καὶ τὴν αἰσχύνην μὴ φέρων γυναικείαν ἐσθῆτα τῷ Βαρὰμ ἐξέπεμψεν, καὶ τῆς στρατηγίας τοῦτον ἀπέπαυσεν. νεωτερίζει τοίνυν ὁ Βαρὰμ καὶ πρὸς τυραννίδα χωρεῖ· καὶ ἀνθυβρίζει διὰ γραμμάτων τὸν Ὁρμίσδαν ἐπιγράψας τὴν ἐπιστολήν· Ὁρμίσδᾳ, τῇ θυγατρὶ Χοσρόου, ὁ Βαρὰμ ταῦτα ἐπιστέλλει. συναγαγὼν δὲ τὰ στρατεύματα ἔφασκεν ἀγανακτεῖν τὸν Ὁρμίσδαν κατὰ τῶν στρατευμάτων, ὡς ὑπὸ Ῥωμαίων ἡττηθέντων. ἐπεδείκνυε δὲ καὶ ἐπίπλαστα γράμματα ὡς ἀπὸ Ὁρμίσδα πρὸς τὸ ὑπομειῶσαι τὰς τῶν στρατιωτῶν ῥόγας, ὑπομιμνήσκων αὐτοὺς τό τε ἀπηνὲς τοῦ Ὁρμίσδα καὶ ὠμότατον, τὸ φιλάργυρόν τε καὶ βίαιον, καὶ ὅπως φόνοις μὲν ἀρεσκόμενος, εἰρήνης δὲ ἀπεχόμενος, καὶ πῶς τοὺς μεγιστᾶνας δεσμοῖς καθυπέβαλεν, καὶ τοὺς μὲν ξίφει ἀπέτεμεν, τοὺς δὲ ἀπέπνιξεν ἐν τῷ Τίγριδι· καὶ πῶς κατηνάγκαζε Πέρσας ἐν μεγάλοις πολέμοις χωρεῖν, ὅπως διαφθαρῶσι καὶ μὴ κατ' αὐτοῦ στασιάσωσιν. τοιούτοις δὲ λόγοις συμβαλὼν ὁ Βαρὰμ τὰ στρατεύματα τυραννίδα μεγάλην κατὰ Ὁρμίσδα ἐξῆψεν· καὶ ὅρκοις τὸν Βαρὰμ ὀχυρώσαντες δογματίζουσι πάντες καθελεῖν τὸν Ὁρμίσδαν. 264 ὁ δὲ Ὁρμίσδας Φεροχάνην, τὸν μάγιστρον αὐτοῦ, καθοπλίσας μετὰ δυνάμεως ἀπέστειλε κατὰ Βαράμ. ὁ δὲ Βαρὰμ ἐδήλου τῷ Φεροχάνῃ καὶ τοῖς στρατεύμασιν, ὅτι οὐ δεῖ ὅπλα κατὰ Περσῶν ἐπιφέρεσθαι Πέρσας· καὶ ὑπεμίμνησκεν αὐτοὺς τὴν τοῦ Ὁρμίσδα τραχύτητα, τὸ ἄδικον, τὸ αἱμοχαρὲς καὶ φιλόφονον, τὸ ἄπιστον καὶ ἀλαζονικόν τε καὶ βίαιον. τούτων αἰσθόμενοι ἀληθῶς εἰρημένων οἱ περὶ τὸν Φεροχάνην λαοὶ πρὸς Βαρὰμ μετατίθενται καὶ τὸν Φεροχάνην ἀνελόντες τῷ Βαρὰμ ἡνώθησαν καὶ ἐπὶ Κτησιφῶντα ὥρμησαν. ὁ δὲ Ὁρμίσδας εἶχεν ἐν δεσμοῖς Βινδόην τὸν ἐν ἀξίᾳ μεγάλῃ τελοῦντα. ἐν δὲ σάλῳ μεγάλῳ τῶν πραγμάτων ὄντων, Βεστάν, ὁ τοῦ Βινδόου ἀδελφός, εἰς τὴν φρουρὰν εἰσπηδήσας ἐξάγει Βινδόην, τὸν ἀδελφὸν αὐτοῦ, καὶ συναθροίσαντες πλῆθος ἀγροίκων τε καὶ πολιτικῶν τρίτῃ ὥρᾳ τῆς ἡμέρας εἰσέρχονται εἰς τὰ βασίλεια· καὶ εὑρόντες τὸν Ὁρμίσδαν ἐπὶ τοῦ θρόνου βασιλικῶς καθεζόμενον, ὕβρεσι τοῦτον πολλαῖς καθυπέβαλον. ὁ δὲ Βινδόης κρατήσας τὸν Ὁρμίσδαν ἀφείλατο τὸ διάδημα ἀπὸ τῆς κεφαλῆς αὐτοῦ καὶ εἰς φρουρὰν τοῦτον παρέδωκεν, παρεκάλει δὲ Χοσρόην τοῦ πατρῴου θρόνου ἀνθέξεσθαι. ὁ δὲ Ὁρμίσδας ἐκ τῆς φρουρᾶς ἄγγελον ἐξέπεμψε τοῖς Πέρσαις αἰτούμενος λαλῆσαι τὰ συμφέροντα τῇ Περσίδι. γίνεται τοίνυν τῇ ἐπαύριον, καὶ συνηθροίσθη ἡ σύγκλητος τῶν Περσῶν ἐν τοῖς βασιλείοις σὺν τῷ πλήθει, καὶ ἄγουσι τὸν Ὁρμίσδαν δέσμιον. ὁ δὲ Ὁρμίσδας ἀνεμίμνησκε Πέρσας, ὡς οὐ δεῖ περὶ τοὺς βασιλεῖς τοιαῦτα ἐξαμαρτάνειν, καὶ ὅσα, ἀφ' οὗ ἐβασίλευσεν, τρόπαια πεποίηκεν, καὶ ὅσα εὐεργέτησε Πέρσας, καὶ ὅπως Τούρκους τῇ Περσίδι φόρους τελεῖν πεποίηκεν, Ῥωμαίους δὲ εἰρήνης ἐρᾷν, καὶ ὅπως τὴν Μαρτυρόπολιν παρέλαβεν· καὶ τὰς πατρῴας ἀριστείας ἐξήγγειλεν. ἠξίου δὲ ἀποχειροτονηθῆναι Χοσρόην τῆς βασιλείας ὡς φιλόδικον καὶ ἄπληστον καὶ αἱμοχαρῆ, ὑπεροπτικόν τε καὶ ὑβριστὴν καὶ φιλοπόλεμον· ὑπεῖναι δὲ αὐτῷ ἄλλον παῖδα, καὶ τοῦτον εἰς 265 βασιλέα προχειρίσασθαι παρεκάλει. Βινδόης δὲ πρὸς τὸν Ὁρμίσδαν ἀντέλεγε καὶ τὰ τούτου σφάλματα εἰς μέσον προβαλλόμενος πάντας διήγειρε κατὰ Ὁρμίσδα· καὶ ἄγουσιν εἰς μέσον τήν τε γυναῖκα Ὁρμίσδα καὶ τὸν υἱόν· καὶ τοῖς† προσειωθόσιν ἐπ' ὄψεσιν Ὁρμίσδα τούτους ἐδιχοτόμησαν. τὸν δὲ Ὁρμίσδαν τυφλώσαντες τῇ φρουρᾷ ἐναπέθεντο. καὶ ὁ μὲν Χοσρόης ἄχρι τινὸς τὸν πατέρα ἐφιλοφρόνησεν ἐν τῇ φρουρᾷ πᾶσαν ἡδονὴν παρέχων· ὁ δὲ Ὁρμίσδας ὕβρεσι τοῦτον ἠμείβετο καταπατῶν τὰ ὑπὸ τοῦ βασιλέως πεμπόμενα. ὀργισθεὶς δὲ ὁ Χοσρόης ῥοπάλοις ἀγρίοις ἐκέλευσε κατὰ τῶν λαγόνων τυπτόμενον τοῦτον ἀποθανεῖν. τοῦτο δὲ ἐλύπησε τοὺς Πέρσας καὶ μῖσος κατὰ τοῦ Χοσρόου ἐνέθηκεν. Χοσρόης δὲ συναθροίσας δυνάμεις, τῶν βασιλείων ὑπεξελθὼν κατὰ τοῦ Βαρὰμ παρεγένετο ἐν πεδίῳ τοῦ Ζάβα ποταμοῦ, ἔνθα Βαρὰμ τὸν χάρακα εἶχεν. ὑπολαβὼν δὲ Χοσρόης, ὅτι τινὲς τῶν ἀρχόντων πρόσκεινται τῷ Βαράμ, τούτους ἐφόνευσεν. ταραχθέντος δὲ τοῦ λαοῦ, ἀποδιδράσκει Χοσρόης μετά τινων ὀλίγων· καὶ πάντες οἱ περὶ τὸν Χοσρόην τῷ Βαρὰμ προσεχώρησαν. ὁ δὲ Χοσρόης ἠπόρει, τί δρᾶσαι, ἐνίων μὲν συμβουλευόντων αὐτῷ πρὸς Τούρκους χωρεῖν, ἑτέρων δὲ πρὸς Ῥωμαίους. ὁ δὲ Χοσρόης τοῦ ἵππου ἐπιβὰς καὶ τὸν χαλινὸν ἐάσας προστάττει πᾶσιν ἕπεσθαι τοῖς τοῦ ἵππου κινήμασιν· ὁ δὲ ἵππος ἐπὶ τὰ Ῥωμαϊκὰ μέρη ἀπεκίνησεν. καὶ πρὸς τὸ Κερκέσιον παραγίνεται καὶ πρέσβεις ἐκπέμπει τὴν ἑαυτοῦ ἄφιξιν Ῥωμαίοις κατάδηλον ποιούμενος. ἔτυχε δὲ Πρόβον τὸν πατρίκιον ἐκεῖ ὄντα τοῦτον ὑποδέξασθαι καὶ διὰ γραμμάτων τῷ βασιλεῖ μηνῦσαι τὰ κατ' αὐτόν. ὁ δὲ Βαρὰμ ἀπέστειλε πρέσβεις πρὸς Μαυρίκιον αἰτούμενος μὴ συμμαχῆσαι τῷ Χοσρόῃ· κελεύει δὲ ὁ βασιλεὺς Μαυρίκιος Κομεντιόλῳ στρατηγῷ εἰς Ἱεράπολιν τὸν Χοσρόην ὑποδέξασθαι καὶ βασιλικαῖς θεραπείαις τιμῆσαι. Τῷ δ' αὐτῷ ἔτει κατέδειξεν ὁ βασιλεὺς Μαυρίκιος γενέσθαι εἰς