Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronographia
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophanes-abbot-and-confessor" aria-label="More works by Theophanes Abbot and Confessor"> —
⋯
More
Original / primary: Pg Scrape Grc
266.1.1
τὴν μνήμην τῆς ἁγίας θεοτόκου τὴν λιτὴν ἐν Βλαχέρναις καὶ ἐγκώμια λέγειν τῆς δεσποίνης, ὀνομάσας αὐτὴν Πανήγυριν. Κόσμου ἔτη ϛπαʹ. Τῆς θείας σαρκώσεως ἔτη φπαʹ. Ῥωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. ζʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ.
266.2.1
Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιγʹ. ηʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη
266.3.1
ιζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. ιʹ. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. ιθʹ. Τούτῳ τῷ ἔτει τεκνοποιηθεὶς ὁ βασιλεὺς Μαυρίκιος Χοσρόην, τὸν βασιλέα Περσῶν, Δομετιανόν, ἐπίσκοπον Μελιτηνῆς, πρὸς αὐτὸν ἐξέπεμψεν, τὸν ἴδιον συγγενῆ, σὺν Ναρσῇ, τὴν ἡγεμονίαν τοῦ πολέμου τούτῳ καταπιστεύσας. οἵ τινες παραλαβόντες τὸν Χοσρόην καὶ πάσας τὰς Ῥωμαϊκὰς δυνάμεις εἰς τὴν Περσίδα εἰσβάλλουσιν. ὁ δὲ Βαρὰμ τοῦτο μαθών, τὰς περὶ αὐτὸν δυνάμεις ἀναλαβὼν ἐν τόπῳ Ἀλεξανδρινῆς ὀνομαζομένῳ ἐστρατοπέδευσεν, κωλύειν οἰόμενος τὰ ἐκ τῆς Ἀρμενίας ἐρχόμενα στρατεύματα τοῦ μὴ ἑνωθῆναι τῷ Ναρσῇ. ἐκέλευσε γὰρ Μαυρίκιος Ἰωάννην τὸν Μυστάκωνα, τὸν τῆς Ἀρμενίας στρατηλάτην, ἀναλαβεῖν τὰ στρατεύματα καὶ ἑνωθῆναι τῷ Ναρσῇ, τοῦ ἅμα συστήσασθαι τὸν πρὸς τὸν Βαρὰμ πόλεμον. διὰ δὲ τῆς νυκτὸς ἡνώθησαν πᾶσαι αἱ Ῥωμαϊκαὶ δυνάμεις καὶ παρετάξαντο κατὰ Βαράμ. ὁ δὲ Βαρὰμ πρὸς τὸ ὄρος ἐστρατοπέδευσε δειλίᾳ κατεχόμενος. πολέμου δὲ φοβεροῦ κροτηθέντος, ὁ Ναρσῆς τῶν Ἰνδικῶν καταφρονήσας θηρίων τὴν μέσην τῶν βαρβάρων διέλυσε φάλαγγα. τούτου δὲ γενομένου καὶ αἱ λοιπαὶ τοῦ Βαρὰμ ἠσθένησαν φάλαγγες, καὶ γίνεται τοῦ τυράννου μεγάλη φυγή. ὁ δὲ Ναρσῆς ἀκατασχέτως διώκων ἀνῄρει τοὺς Πέρσας, ἓξ δὲ χιλιάδας ζωγρήσας πρὸς Χοσρόην δεσμίους ἤγαγεν· ὁ δὲ Χοσρόης πάντας ἀνεῖλε τῷ δόρατι. ὅσοι δὲ Τοῦρκοι ἐτύγχανον, τούτους τῷ αὐτοκράτορι εἰς Βυζάντιον ἔπεμψεν. τῶν δὲ Τούρκων ἐν τοῖς μετώποις τὸν τύπον τοῦ σταυροῦ διὰ μέλανος κεντητοῦ ἐχόντων, ἐρωτωμένων ὑπὸ τοῦ αὐτοκρά267 τορος, ποίῳ τρόπῳ τοῦτο τὸ σημεῖον ἐπιφέρονται; οἱ Τοῦρκοι ἔφασκον πρὸ πολλῶν χρόνων λοιμὸν ἐν Τουρκίᾳ γενέσθαι, τινὰς δὲ τῶν ἐν αὐτοῖς Χριστιανῶν ὑποθέσθαι τοῦτο ποιῆσαι, ὡς ἐντεῦθεν σωτηρία κατὰ τὴν χώραν ἐγένετο. ὁ δὲ στρατὸς τῶν Ῥωμαίων τὴν σκηνὴν τοῦ Βαρὰμ καὶ τὸ τοῦλδον παραλαβόντες μετὰ τῶν ἐλεφάντων τῷ Χοσρόῃ προσήνεγκαν. ὁ δὲ Βαρὰμ ἐπὶ τὰ ἐνδότερα μέρη τῆς Περσίδος τὴν φυγὴν ἐποιήσατο καὶ οὕτως ὁ κατ' αὐτὸν διαλύεται πόλεμος. ὁ δὲ Χοσρόης μεγάλην νίκην ἀναδησάμενος τὸν ἴδιον ἀπέλαβε θρόνον καὶ ἐπινίκια εἱστία Ῥωμαίους. ὁ δὲ Ναρσῆς ἀναζευγνύων ἐπὶ τὰ ἴδια τῷ Χοσρόῃ ἔλεγεν·" μέμνησο, Χοσρόη, τῆς παρούσης ἡμέρας. Ῥωμαῖοί σοι τὴν βασιλείαν χαρίζονται." Χοσρόης δὲ τὴν δολοφονίαν δεδοικὼς ἐζήτει Μαυρίκιον χιλίους Ῥωμαίους εἰς φυλακὴν αὐτοῦ ἔχειν· ὁ δὲ Μαυρίκιος ἀγάπην πολλὴν πρὸς τὸν βάρβαρον κεκτημένος ἐπλήρου τὸ αἴτημα αὐτοῦ. καὶ οὕτως ὁ Περσικὸς τῶν Ῥωμαίων κατεπέπαυτο πόλεμος. Κόσμου ἔτη ϛπβʹ. Τῆς θείας σαρκώσεως ἔτη φπβʹ. Ῥωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. ηʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιγʹ. θʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη κʹ. ιηʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. ιαʹ. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη
266.4.1
κʹ. Τούτῳ τῷ ἔτει μηνὶ Μαρτίῳ κϛʹ, ἰνδικτιῶνος ηʹ, τῇ ἡμέρᾳ τοῦ ἁγίου πάσχα χρόνων τεσσάρων ἥμισυ ἐστέφθη Θεοδόσιος, ὁ υἱὸς τοῦ Μαυρικίου, ὑπὸ Ἰωάννου, πατριάρχου Κωνσταντινουπόλεως. τῷ δ' αὐτῷ ἔτει ὁ αὐτοκράτωρ Μαυρίκιος τὴν ἐκκλησίαν τῶν ἁγίων τεσσαράκοντα, ἣν ἀπήρξατο κτίζειν Τιβέριος, ἀνεπλήρωσεν ἐν τῇ Μέσῃ οὖσαν, ὅνπερ τόπον ἔλεγον πρώην εἶναι πραιτώριον. εἰρήνης δὲ βαθείας τὴν ἀνατολὴν καταλαβούσης, Ἀβαρικὸς ἐπὶ τὴν Εὐρώπην ἐκύμαινε πόλεμος. διὰ τοῦτο ὁ αὐτοκράτωρ Μαυρίκιος τὰς δυνάμεις ἀπὸ ἀνατολῆς ἐπὶ τὴν Θρᾴκην μετήγαγεν. 268 θʹ. γʹ. ιʹ. ιθʹ. ιβʹ. καʹ. Τούτῳ τῷ ἔτει ἀρχομένου τοῦ ἔαρος, καὶ τῶν ταγμάτων τὴν Θρᾴκην καταλαβόντων, ἐξῆλθε σὺν αὐτοῖς ὁ Μαυρίκιος ἰδεῖν τὰ ὑπὸ τῶν βαρβάρων κατεστραμμένα. ἡ δὲ αὐγούστα καὶ ὁ πατριάρχης καὶ ἡ σύγκλητος παρεκάλουν τὸν βασιλέα μὴ αὐτουργῆσαι πόλεμον, ἀλλὰ στρατηγῷ τοῦτον ἐγχειρίσαι· ὁ δὲ οὐ κατεδέξατο. ἐξελθόντι δὲ αὐτῷ ἐν τῷ Ἑβδόμῳ γέγονεν ἡλίου ἔκλειψις. ἐπεγίνοντο δὲ καὶ ἐξαισίων πνευμάτων φυσήματα, νότος βίαιος. ἐν δὲ τῷ Ῥηγίῳ ἐλθόντος, τῶν πενήτων τὰ πλήθη ἀργυρίοις ἐψυχαγώγησεν. ἐπὶ θήραν δὲ ἐξελθὼν ὁ αὐτοκράτωρ, ὗς ἄγριος παμμεγέθης κατὰ τοῦ καίσαρος ὥρμησεν. ὁ δὲ ἵππος διὰ τὸ φοβερὸν τοῦ θεάματος ἀποβαλεῖν τὸν καίσαρα ἐγχειρεῖ· ἐπὶ πολὺ δὲ ἀκαταστατήσας οὐκ ἠδυνήθη τὸν καίσαρα ῥῖψαι· ὁ δὲ ὗς ὑπ' οὐδενὸς τρωθεὶς ἀνεχώρησεν. ἐπὶ τὴν Πείρινθον δὲ διὰ ναυτιλίας τὴν πορείαν ποιούμενος, ἀνέμων ἐξαισίων καὶ βροχῆς γενομένης, τῶν ναυτῶν ἀπορησάντων, τὸ σκάφος ἐφέρετο τοῦ αὐτοκράτορος, ὥστε παραδόξως διασωθῆναι ἐν τῷ λεγομένῳ Δαονίῳ. τῇ δὲ νυκτὶ ἐκείνῃ γύναιον ἔτικτε καὶ βοὰς οἰκτρὰς ἠφίει· πρωΐας δὲ γενομένης, ἀπέστειλεν ὁ βασιλεὺς ἰδεῖν, τί τὸ συμβησόμενον. καὶ εἶδον παιδίον γεννηθὲν ὀφθαλμῶν καὶ βλεφάρων ἀμέτοχον, μήτε χεῖρας μήτε βραχίονας ἔχον, πρὸς δὲ τῷ ἰσχίῳ ἰχθύος οὐρὰ προσφυῶς ὑπῆρχεν αὐτῷ. τοῦτο δὲ ἰδὼν ὁ βασιλεὺς ἀνελεῖν προσέταξεν. ταύτῃ δὲ τῇ ἡμέρᾳ ὁ ἵππος τοῦ βασιλέως, ὁ τὸν χρυσοῦν περικείμενος κόσμον, ἀθρόως διερράγη πεσών. ὁ δὲ βασιλεὺς τούτοις πᾶσιν οἰωνισάμενος, περίλυπος ἦν. τῇ δὲ ὑστεραίᾳ ἄνδρες τρεῖς Σκλαυινοὶ τὸ γένος, μηδέν τι σιδηροῦν περιβαλλόμενοι, ὑπὸ Ῥωμαίων ἐκρατήθησαν, κιθάρας μόνας βαστάζοντες. ὁ δὲ βασιλεὺς ἠρώτα, πόθεν τε εἶεν καὶ ποῦ τὰς διατριβὰς ἐποιοῦντο; οἱ δὲ τὸ μὲν γένος ἔφασαν πεφυκέναι Σκλαυινοί· πρὸς τῷ τέλει δὲ τοῦ δυτικοῦ ᾠκηκέναι ὠκεανοῦ· τὸν δὲ Χαγάνον πρὸς αὐτοὺς πρεσβείαν πέμψαι καὶ δῶρα τοῖς ἐθνάρχαις αὐτῶν τοῦ συμμαχῆσαι αὐτῷ κατὰ 269 Ῥωμαίων· οἱ δὲ ταξίαρχοι αὐτῶν ἀπέστειλαν αὐτοὺς ἀπολογήσασθαι τῷ Χαγάνῳ, ὅτι οὐ δύνανται διὰ τὸ μῆκος τῆς ὁδοῦ ἀποστεῖλαι αὐτῷ συμμαχίαν. ὀκτωκαίδεκα γὰρ μηνῶν ἔφασκον ποιήσασθαι ὁδοιπορίαν καὶ οὕτω τοῖς Ῥωμαίοις περιπεσεῖν· κιθάρας δὲ περιφέρεσθαι ὡς μὴ εἰδότας ὅπλα περιβαλέσθαι τινά, τῆς χώρας αὐτῶν ἀγνοούσης τὸ σίδηρον. ὁ δὲ αὐτοκράτωρ θαυμάσας τήν τε ἡλικίαν καὶ τὰ μεγέθη τοῦ σώματος αὐτῶν, ἐπαινέσας εἰς Ἡράκλειαν αὐτοὺς παρέπεμψεν. καταλαβὼν δὲ τὴν Ἀγχίαλον καὶ μαθών, ὅτι πρέσβεις εἰς τὸ Βυζάντιον Περσῶν τε καὶ Φράγγων παρεγένοντο, ὑπέστρεψεν εἰς τὰ βασίλεια. ιʹ. δʹ. ιαʹ. κʹ. ιγʹ. κβʹ. Τούτῳ τῷ ἔτει ὁ Χαγάνος ἐζήτει προσθήκας ταῖς συνθήκαις λαμβάνειν, ὁ δὲ αὐτοκράτωρ τοὺς λόγους τοῦ βαρβάρου οὐ παρεδέξατο. διὰ τοῦτο ὁ Χαγάνος ἤρατο πάλιν τὸν πόλεμον καὶ πολιορκεῖ τὴν Σιγγιδόνα καὶ στρατοπεδεύει κατὰ τὸ Σέρμιον. ὁ δὲ αὐτοκράτωρ στρατηγὸν τῆς Εὐρώπης χειροτονεῖ τὸν Πρίσκον. ὁ δὲ Πρίσκος Σαλβιανὸν ὑποστράτηγον ποιήσας προτρέχειν ἐκέλευσεν· καὶ κατὰ τῶν βαρβάρων χωρήσαντες συγκροτοῦσι πόλεμον, καὶ νικῶσι Ῥωμαῖοι. ὁ δὲ Χαγάνος τοῦτο ἀκηκοώς, ἀναλαβὼν τὰς δυνάμεις ἐχώρει πρὸς πόλεμον. ὁ δὲ Σαλβιανὸς ἰδὼν τὰ πλήθη καὶ καταπλαγεὶς πρὸς Πρίσκον ἀφικνεῖται. γνοὺς δὲ ὁ Χαγάνος τὴν τῶν Ῥωμαίων ὑποχώρησιν εἰς Ἀγχίαλον ἐξέρχεται ἤτοι εἰς τὸν ἅγιον Ἀλέξανδρον καὶ τοῦτον τῷ παμφάγῳ πυρὶ παραδέδωκεν. μεταβὰς δὲ εἰς τὰ Δριζίπερα ἐπιχειρεῖ ἐκπορθῆσαι τὸ πόλισμα πολιορκητικὰ ἐξεργασάμενος ὄργανα. οἱ δὲ τὰ Δριζίπερα οἰκοῦντες ἐπίπλαστον ἀντεπαρετάξαντο θράσος. τάς τε γὰρ πύλας ἀναπετάσαντες ἠπείλουν τοῖς βαρβάροις πολεμεῖν ἐν δειλίᾳ ἐξαισίῳ ὄντες. τότε δὴ τότε θεῖά τις αὐτοῖς ἐπέστη δύναμις. μεσούσης γὰρ ἡμέρας ὁρᾷν ἔδοξαν οἱ βάρβαροι Ῥωμαίων δυνάμεις ἐπεξιούσας τοῦ ἄστεως, καὶ μέλλειν συμπλέκεσθαι, καὶ καταπλαγέντες συντόνῳ φυγῇ ἀποδιδράσκουσι καὶ 2 ἐπὶ τὴν Πείρινθον γίνονται. ὁ δὲ Πρίσκος μηδὲ θεωρεῖν φέρων τὰ πλήθη τῶν βαρβάρων, εἰς τὸ Τζουρουλὸν εἰσελθὼν τὸ φρούριον ἠσφαλίζετο. ὁ δὲ βάρβαρος τὸν Πρίσκον πολιορκεῖν ἐνεχείρει. ταῦτα δὲ ἀκηκοὼς Μαυρίκιος διηπόρει, τί δρᾶσαι, εὐβουλίᾳ δὲ καταστρατηγεῖ τῆς ἀπείρου δυνάμεως· καὶ ἕνα τῶν ἐκσκουβιτόρων μεγάλαις δωρεαῖς καὶ ὑποσχέσεσι πείθει ἑκοντὶ περιπεσεῖν τοῖς βαρβάροις· καὶ δίδωσιν αὐτῷ πρὸς Πρίσκον γράμματα περιέχοντα τάδε·" τῷ ἐνδοξοτάτῳ στρατηγῷ Πρίσκῳ. τὴν ἀλιτηρίαν τῶν βαρβάρων ἐγχείρησιν μὴ δειλιάσῃς· πρὸς γὰρ ἀπώλειαν αὐτῶν τοῦτο γέγονεν. γίνωσκε γὰρ ὅτι μετὰ πολλῆς αἰσχύνης ἔχει ὁ Χαγάνος ὑποστρέψαι εἰς τὴν ἀφιερωθεῖσαν αὐτῷ ὑπὸ Ῥωμαίων χώραν. διὰ τοῦτο καρτερήσῃ ἡ σὴ ἐνδοξότης ἐν Τζουρουλῷ περιρέμβων αὐτούς. πέμπομεν γὰρ διὰ θαλάσσης πλοῖα καὶ αἰχμαλωτίζομεν τὰς φαμιλίας αὐτῶν. καὶ ἀναγκάζεται μετὰ αἰσχύνης καὶ ζημίας εἰς τὰ ἴδια ὑποστρέψαι." ὁ δὲ Χαγάνος κρατήσας τὰ γράμματα καὶ ἀναγνοὺς γίνεται περιδεής. καὶ συνθήκας πρὸς τὸν Πρίσκον διαθέμενος καὶ εἰρηνεύσας ἐπὶ δώροις ὀλίγοις καὶ ἀναξιολόγοις εἰς τὴν ἑαυτοῦ ἐπανέζευξε γῆν μετὰ φυγῆς κραταιᾶς. Ἱεροσολύμων ἐπίσκοπος Ἀμὼς ἔτη ηʹ.
266.5.1
εʹ. ιβʹ. αʹ. ιδʹ. κγʹ. Τούτῳ τῷ ἔτει ὁ αὐτοκράτωρ Μαυρίκιος τὸν Πρίσκον σὺν πάσαις ταῖς Ῥωμαϊκαῖς δυνάμεσιν ἐπὶ τὸν Ἴστρον ποταμὸν ἔπεμψεν, ὥστε τὰ Σκλαυινῶν ἔθνη διαπερᾶσαι κωλύσῃ. τούτου δὲ ἐλθόντος ἐπὶ τὸν Δορόστολον, ὁ Χαγάνος μαθὼν πρέσβεις ἐξέπεμψε πρὸς αὐτόν, καὶ κατῃτιᾶτο Ῥωμαίους ἔναρξιν τῷ πολέμῳ διδόντας. ὁ δὲ Πρίσκος ἀπελογεῖτο, ὅτι" οὐ πρὸς Ἀβάρους τὸν πόλεμον ποιῆσαι παραγέγονα, ἀλλὰ πρὸς τὰ Σκλαυινῶν ἔθνη ὑπὸ τοῦ αὐτοκράτορος ἀπεστάλην." ἀκηκοὼς δὲ ὁ Πρίσκος, ὅτι Ἀρδάγαστος τὰ πλήθη τῶν Σκλαυινῶν πρὸς τὸ πραιδεύειν διεσκόρπισεν, διαπεράσας τὸν Ἴστρον 271 μεσούσης νυκτὸς ἀδοκήτως τῷ Ἀρδαγάστῳ συνέμιξεν. ὁ δὲ Ἀρδάγαστος τοῦ κινδύνου αἰσθόμενος ἵππου τε γυμνοῦ ἐπιβὰς μόλις διασώζεται. οἱ δὲ Ῥωμαῖοι ἀνελόντες πλήθη Σκλαυινῶν καὶ τὴν περὶ τὸν Ἀρδάγαστον διατεμόντες χώραν αἰχμαλωσίας τε κρατήσαντες πολλοὺς εἰς τὸ Βυζάντιον ἔπεμπον διὰ Τατίμερος. ὁ δὲ Τατίμερ ἐκλύτως τὴν πορείαν ποιούμενος καὶ εἰς μέθην καὶ τρυφὴν ἐπιδιδοὺς ἠμέλει. καὶ τῇ τρίτῃ ἡμέρᾳ πλήθη Σκλαυινῶν ἐπιτίθενται αὐτῷ· καὶ δειλίᾳ συσχεθείς, φεύγων εἰς τὸ Βυζάντιον ἧκεν. οἱ δὲ σὺν αὐτῷ Ῥωμαῖοι ἐγκρατῶς τοῖς Σκλαυινοῖς μαχησάμενοι κρατοῦσι τῶν βαρβάρων παραδόξως καὶ εἰς τὸ Βυζάντιον τὴν αἰχμαλωσίαν τῷ βασιλεῖ ἀποσώζουσιν· ὁ δὲ αὐτοκράτωρ εὐφρανθεὶς εὐχαριστηρίους ὕμνους μετὰ πάσης τῆς πόλεως τῷ θεῷ προσέφερεν. ὁ δὲ Πρίσκος θαρρήσας εἰς τὰ ἐσώτερα μέρη τῶν Σκλαυινῶν ἐχώρει. Γήπαις δὲ ἀνὴρ τῆς θρησκείας τῶν Χριστιανῶν ὑπάρχων αὐτομολεῖ πρὸς Ῥωμαίους καὶ τὴν εἴσοδον τοῖς Ῥωμαίοις ὑπέδειξεν· καὶ τῶν βαρβάρων ἐκράτησαν· ἔφησε δὲ καὶ Μουσούκιον, τὸν ῥῆγα τῶν βαρβάρων, ἀπὸ τριάκοντα σημείων διάγειν. προδοσίᾳ δὲ τοῦ Γήπαιδος διαβὰς τὸν ποταμὸν ὁ Πρίσκος μεσούσης νυκτὸς εὑρίσκει τὸν Μουσούκιον διεφθαρμένον τῇ μέθῃ· ἐπιτάφιον γὰρ ἑορτὴν τοῦ ἰδίου ἀδελφοῦ ἑώρταζεν· καὶ τοῦτον συλλαβόμενος ζῶντα φόνον πολὺν ἐν τοῖς βαρβάροις εἰργάσατο. πολλῆς δὲ αἰχμαλωσίας κρατήσαντες τρυφῇ καὶ μέθῃ ἑαυτοὺς ἐκδεδώκασιν. συναθροισθέντες δὲ οἱ βάρβαροι τοῖς νενικηκόσιν ἐφίστανται· καὶ ἦν ἂν ἡ ἀντίδοσις χαλεπωτέρα τῆς προϋπαρξάσης ἀνδραγαθίας, εἰ μὴ ὁ Γένζων μετὰ τῆς πεζικῆς δυνάμεως τῶν Ῥωμαίων ἐπιστὰς μάχῃ κραταιᾷ διεκώλυσε τὰς ὁρμὰς τῶν βαρβάρων. ὁ δὲ Πρίσκος τοὺς τὴν φρουρὰν αὐτῷ πεπιστευμένους ἀνεσκολόπισεν. Τῷ δ' αὐτῷ χρόνῳ καὶ Παῦλος, ὁ τοῦ βασιλέως πατήρ, ἐτελεύτησεν ἐν Κωνσταντινουπόλει καὶ ἐτάφη ἐν τοῖς βασιλικοῖς μνήμασιν· ὁμοίως καὶ Ἀναστασία ἡ αὐγούστα, ἡ πενθερὰ Μαυρικίου, γυνὴ δὲ Τιβερίου τοῦ βασιλέως, καὶ αὐτὴ ἐτάφη μετὰ Τιβερίου, τοῦ ἀνδρὸς αὐτῆς. 272 Κόσμου ἔτη ϛπϛʹ. Τῆς θείας σαρκώσεως ἔτη φπϛʹ. Ῥωμαίων βασιλεὺς Μαυρίκιος ἔτη
266.6.1
ιβʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. ϛʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιγʹ.
266.7.1
Ἱεροσολύμων ἐπίσκοπος Ἀμὼς ἔτη ηʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη
266.8.1
ιεʹ. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. κδʹ. Τούτῳ τῷ ἔτει τοῦ Πρίσκου πάλιν τὸν Ἴστρον καταλαβόντος καὶ τὰ Σκλαυινῶν ἔθνη πραιδεύσαντος καὶ πολλὴν αἰχμαλωσίαν τῷ βασιλεῖ ἀναπέμψαντος, ὁ βασιλεὺς τὸν Τατίμερα ἀποστείλας πρὸς Πρίσκον παρακελεύεται αὐτόθι τὸν χειμῶνα διατρῖψαι τοὺς Ῥωμαίους καιρόν. οἱ δὲ Ῥωμαῖοι τοῦτο μεμαθηκότες ἀντέλεγον, ὡς οὐκ ἐνδέχεται τοῦτο γενέσθαι διά τε τὰ πλήθη τῶν βαρβάρων καὶ τὸ πολεμίαν ὑπεῖναι τὴν χώραν καὶ τὰ ψύχη ἀφόρητα. ὁ δὲ Πρίσκος λόγοις πιθανοῖς ἔπεισεν αὐτοὺς ἐκεῖ χειμάσαι καὶ τὴν τοῦ βασιλέως κέλευσιν πληρῶσαι. ὁ δὲ βασιλεὺς Μαυρίκιος ταῦτα ἀκηκοὼς Φιλιππικόν, τὸν ἴδιον γαμβρόν, τὸν τῆς ἀνατολῆς στρατηγόν, ἐποίησε κόμητα τῶν ἐκσκουβιτόρων θαρρῶν αὐτῷ, ὡς τὴν αὐτοῦ ἀδελφὴν αὐτῷ ζεύξας. ὁ δὲ Φιλιππικὸς ἤρξατο κτίζειν ἐν Χρυσοπόλει τὴν μονὴν τῆς παναγίας δεσποίνης ἡμῶν θεοτόκου καὶ παλάτιον ἐν αὐτῇ ὀφεῖλον ὑποδέχεσθαι Μαυρίκιον τὸν βασιλέα καὶ τὰ τέκνα αὐτοῦ, ποιήσας ἰχθυοτροφεῖα καὶ παραδείσια ἔνδοθεν [ἔσω] εἰς τὴν θεραπείαν αὐτοῦ, καὶ ἐν Κωνσταντινουπόλει τὴν οἰκίαν τὴν ἐπιλεγομένην τὰ Φιλιππικοῦ. Κωνσταντινουπόλεως ἐπίσκοπος Κυριακὸς ἔτη ιαʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος πάλιν ἔτη ϛʹ. ιγʹ. ζʹ. αʹ. γʹ. ιϛʹ. αʹ. Τούτῳ τῷ ἔτει εἰς τὰ τοῦ Βυζαντίου προάστεια τίκτονται τέρατα, παιδίον τετράπουν, καὶ ἄλλο δικόρυφον. λέγουσι δὲ οἱ τὰς ἱστορίας ἐπιμελῶς ἐγγράφοντες μὴ σημαίνειν ἀγαθὰ ταῖς πόλεσιν, 273 ἐν αἷς ἂν τεχθῶσι τὰ τοιαῦτα. ὁ δὲ βασιλεὺς τὸν Πρίσκον τῆς στρατηγίας ἀποπαύει, Πέτρον δέ, τὸν ἑαυτοῦ ἀδελφόν, στρατηγὸν τῆς δυνάμεως ποιεῖται Ῥωμαίων. ὁ μὲν οὖν Πρίσκος τὰς δυνάμεις ἀράμενος πρὶν ἢ τὸν Πέτρον φθάσαι διαπερᾷ τὸν ποταμόν· ὁ δὲ Χαγάνος τὴν μετάβασιν τοῦ Ῥωμαϊκοῦ λαοῦ ἀκηκοὼς λίαν ἐθαύμαζε καὶ πρὸς τὸν Πρίσκον ἀπέστειλεν, μαθεῖν τὴν αἰτίαν ἐπιζητῶν καὶ μοῖραν λαβεῖν τῆς πραίδας καὶ οὕτω τὸν ποταμὸν διανήξασθαι. λίαν γὰρ ἐχαλέπαινεν ἐπὶ τοῖς εὐτυχήμασι τῶν Ῥωμαίων. πέμπει τοίνυν ὁ Πρίσκος περὶ τούτων πρὸς τὸν Χαγάνον πρέσβιν Θεόδωρον τὸν ἰατρὸν ἀγχινοίᾳ καὶ συνέσει κεκοσμημένον. οὗτος ἑωρακὼς τὸν Χαγάνον μέγα φρονοῦντα καὶ τὰς ἀποκρίσεις ἀλαζονικώτερον ποιούμενον (ἠπείλει γὰρ πάντων τῶν ἐθνῶν αὐτὸν εἶναι κύριον) διηγήματι παλαιῷ τὸν βαρβαρικὸν κατεπράϋνε τῦφον. ἔφασκε γάρ·" ἄκουσον, Χαγάνε, ἐπωφελοῦς διηγήματος. Σεσῶστρις, ὁ τῶν Αἰγυπτίων βασιλεύς, περιφανής τε καὶ λίαν εὐδαίμων, τῷ πλούτῳ λαμπρὸς καὶ ταῖς δυνάμεσιν ἀκαταμάχητος, πλεῖστα καὶ μεγάλα ἐδουλώσατο ἔθνη· ἐντεῦθεν εἰς ἀλαζονείαν περιπεσών, χρυσοκόλλητον ὄχημα ἐκ λίθων τιμίων κατασκευάσας ἐπικάθηται τούτῳ καὶ ὑποβάλλει τῷ ζυγῷ τῶν ἡττηθέντων βασιλέων τέσσαρας ἕλκειν τὸ ὄχημα. τούτου δὲ γινομένου ἐν ἐπισήμῳ ἑορτῇ, εἷς τῶν τεσσάρων βασιλέων συχνῶς τὸ ὄμμα ἐπέστρεφεν εἰς τοὐπίσω καὶ τὸν τροχὸν ἑώρα κυλιόμενον· τῷ δὲ Σεσώστρει ἐπερωτῶντι," διὰ τί ὄπισθεν ἐπιστηρίζεις τὰ ὄμματα;" τοῦτον εἰπεῖν·" τὸν τροχὸν θαυμάζω ἀστατοῦντα καὶ ἄλλοτε ἄλλως κινούμενον, καὶ ποτὲ μὲν τὰ ὑψηλὰ ταπεινοῦντα, αὖθις δὲ τὰ ταπεινὰ ἀνυψοῦντα." τὸν δὲ Σεσῶστριν συνετῶς τὴν παραβολὴν ἐπισκέψαντα νομοθετῆσαι τὸ μηκέτι τοὺς βασιλεῖς ἕλκειν τὸ ὄχημα." ὁ δὲ Χαγάνος ταῦτα ἀκηκοὼς καὶ ὑπογελάσας ἔφησε τὴν εἰρήνην ἄγειν, τῇ δὲ προαιρέσει Πρίσκου, εἴ τι ἂν θέλῃ τῶν λαφύρων τὸν Χαγάνον τιμῆσαι. ὁ δὲ Πρίσκος τὴν αἰχμαλωσίαν ἀπέδωκε 274 τῷ Χαγάνῳ ὑπὲρ τῆς διαβάσεως. τὰ δὲ λάφυρα πάντα λαβὼν ἀκινδύνως τὸν ποταμὸν διεπέρασεν. ὁ δὲ Χαγάνος ταῦτα δεξάμενος ἥσθη μεγάλως· καὶ ὁ Πρίσκος εἰς Βυζάντιον ἧκεν. ὁ δὲ Πέτρος τὴν στρατηγίαν παρέλαβεν. ιδʹ. ηʹ. βʹ. δʹ. ιζʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐκέλευσεν ὁ βασιλεὺς Πέτρῳ τῷ στρατηγῷ, ὥστε τὴν τρίτην μοῖραν τῆς ῥόγας διὰ χρυσοῦ τοὺς Ῥωμαίους λαβεῖν, καὶ τὴν τρίτην δι' ὅπλων, τὴν δὲ ἑτέραν τρίτην δι' ἐσθῆτος παντοίας. οἱ τοίνυν Ῥωμαῖοι τοῦτο ἀκηκοότες πρὸς τυραννίδα ἐτρέποντο. ὁ δὲ στρατηγὸς φοβηθεὶς τοῖς στρατοπέδοις ἀπελογεῖτο, ὡς οὐκ ἀληθὲς τοῦτό ἐστιν. καὶ ἐπεδείκνυε τῷ στρατῷ ἕτερα γράμματα παρακελευόμενα αὐτῷ, ὥστε τοὺς ἀριστεύσαντας καὶ ἐκ τῶν κινδύνων διασωθέντας ἐν ταῖς πόλεσιν ἀναπαύεσθαι καὶ γηροτροφεῖσθαι ἐκ τῶν δημοσίων, τοὺς δὲ παῖδας τῶν στρατιωτῶν εἰς τοὺς τόπους τῶν οἰκείων γονέων ἐγγράφεσθαι· καὶ ταύτῃ τῇ πιθανότητι τὸν λαὸν κατεπράϋνεν, καὶ τὸν καίσαρα ἀνευφήμησαν. ταῦτα δὲ ὁ Πέτρος τῷ βασιλεῖ κατεμήνυσεν. ἐλθὼν δὲ ἐπὶ Μαρκιανούπολιν ἀποστέλλει χιλίους προτρέχειν. οὗτοι περιτυχόντες Σκλαυινοῖς ἐπιφερομένοις Ῥωμαϊκὴν λεηλασίαν πολλὴν τούτους τρέπονται· οἱ δὲ βάρβαροι τὴν αἰχμαλωσίαν ἀποσφάξαντες....... καὶ αἰχμαλωσίας πολλῆς κρατήσαντες ἐπὶ τὰ Ῥωμαϊκὰ ὑπέστρεψαν. Τῷ δ' αὐτῷ ἔτει ἔκτισεν ὁ βασιλεὺς τὸ ἡλιακὸν τῆς Μαγναύρας τὸ στρογγύλον· καὶ ἔστησεν ἐν τῷ μεσιαύλῳ τὴν ἰδίαν στήλην, καὶ ἀπέθετο ἐκεῖ τὸ ἀρμαμέντον. ιεʹ. θʹ. γʹ. εʹ. ιηʹ. γʹ. Τούτῳ τῷ ἔτει Πέτρου τοῦ στρατηγοῦ κυνηγοῦντος, καὶ ὑὸς ἀγρίου αὐτῷ συναντήσαντος, τὸν πόδα τούτου ἐν δένδρῳ ἐξέθλιψεν, καὶ ἀφορήτοις ὀδύναις χρόνῳ πολλῷ ἐνοσιλεύετο. ὁ δὲ αὐτοκράτωρ γράμμασιν αἰσχίστοις καὶ ὀνειδισμοῖς ἀφορήτοις αὐτὸν περιέβαλεν ἀκούων Σκλαυινὰ ἔθνη κατὰ τοῦ Βυζαντίου κινεῖσθαι. ὁ δὲ Πέτρος βιασάμενος εἰς Νόβας παρεγένετο. οἱ δὲ τῆς πόλεως ἐπίσημοι στρατιῶται ἅμα τῷ ἐπισκόπῳ τῷ στρατηγῷ ὑπήντων· οὓς ἰδὼν ὁ 275 στρατηγὸς καὶ θαυμάσας τήν τε ἐξόπλισιν καὶ ἀνδρείαν αὐτῶν κελεύει καταλιπόντας τὸ ἄστυ τῇ Ῥωμαϊκῇ πληθύϊ συναναμίγνυσθαι· οἱ δὲ στρατιῶται ἐπὶ φρουρᾷ τῆς πόλεως συντεταγμένοι οὐκ ἐπείθοντο τοῦτο ποιῆσαι. θυμωθεὶς δὲ ὁ στρατηγὸς ἀπέστειλε Γένζωνα μετὰ πλήθους στρατιωτῶν. οἱ δὲ μαθόντες ἔφυγον εἰς τὴν ἐκκλησίαν καὶ τὰς θύρας τοῦ ναοῦ κλείσαντες ἐκάθηντο ἔνδον. ὁ δὲ Γένζων τῇ αἰδοῖ τοῦ ναοῦ ἄπρακτος διέμεινεν· Πέτρος δὲ ὀργισθεὶς ἀποχειροτονεῖ τὸν Γένζωνα τῆς στρατηγίας καὶ ἐκπέμπει σκρίβωνα ἠτιμωμένως τὸν ἐπίσκοπον πρὸς αὐτὸν ἀγαγεῖν. οἱ δὲ τῆς πόλεως πανοικεὶ συναχθέντες ἀτίμως τὸν σκρίβωνα τῆς πόλεως ἀπελαύνουσιν· καὶ τὰς πύλας τῆς πόλεως κλείσαντες τὸν μὲν Μαυρίκιον βασιλέα εὐφήμουν, τὸν δὲ στρατηγὸν ὕβρεσι περιέβαλλον· καὶ οὕτως ἀτίμως ὁ Πέτρος ἐκεῖθεν ἀνεχώρησεν. προπέμπει δὲ χιλίους ἐπὶ κατασκοπῇ· οἱ δὲ περιτυγχάνουσι Βουλγάροις χιλίοις τὸν ἀριθμόν. οἱ δὲ Βούλγαροι θαρροῦντες τῇ εἰρήνῃ τοῦ Χαγάνου ἀμερίμνως ἐβάδιζον· οἱ δὲ Ῥωμαῖοι πρὸς τοὺς Βουλγάρους τὰς ὁρμὰς ἐποιοῦντο. οἱ δὲ Βούλγαροι ἀποστέλλουσιν ἄνδρας ἑπτὰ παραινοῦντες μὴ παραλῦσαι τὴν εἰρήνην. τούτων ἀκούσαντες οἱ προτρέχοντες μηνύουσι τῷ στρατηγῷ ταῦτα. ὁ δὲ στρατηγὸς ἔφη·" οὐδὲ εἰ ὁ αὐτοκράτωρ παρέλθῃ, τούτων φείσομαι." συμβολῆς δὲ πολέμου γενομένης, τρέπονται Ῥωμαῖοι. οἱ δὲ βάρβαροι οὐκ ἐδίωξαν αὐτούς, ἵνα μὴ νικῶντες κινδύνῳ περιπέσωσιν. ὁ δὲ στρατηγὸς τὸν ταξίαρχον τῶν προτρεχόντων χαλεπῶς ἐμαστίγωσεν. τοῦτο μαθὼν ὁ Χαγάνος πρέσβεις πρὸς τὸν Πέτρον ἐξέπεμψε τὴν ἔναρξιν αἰτιώμενος, καὶ ὡς Ῥωμαῖοι ἄνευ δικαίας αἰτίας τὴν εἰρήνην διέλυσαν. ὁ δὲ Πέτρος ἀπατηλοῖς λόγοις χρησάμενος μὴ εἰδέναι τὴν κίνησιν διϊσχυρίζετο, διπλασίονα δὲ διδόναι τὰ σκῦλα ἅπαντα· καὶ οὕτως ἐν μοίραις δύο οἱ βάρβαροι τὰ ἀπολωλότα σκῦλα ἀναλαβόντες στέγουσι τὴν εἰρήνην. ὁ δὲ Πέτρος κατὰ Πηραγάστου, τοῦ ἐξάρχου τῶν Σκλαυινῶν, χωρεῖ, οἱ δὲ βάρβαροι περὶ τὴν ὄχθαν τοῦ ποταμοῦ τούτοις ὑπαντήσαντες διεκώλυον τοῦ περᾶσαι. οἱ δὲ Ῥωμαῖοι ἀπὸ τῶν πορθμίων τοξεύοντες τούτους ἀπέστρεψαν· καὶ τραπέντων αὐτῶν, πλήττεται κατὰ

Intertext edge

Open linked passage

Note