Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophanes-abbot-and-confessor" aria-label="More works by Theophanes Abbot and Confessor">
—
⋯
Original / primary: Pg Scrape Grc
276.1.1
τῆς λαγόνος ὁ Πηράγαστος καὶ θνήσκει. περάσαντες δὲ οἱ Ῥωμαῖοι αἰχμαλωσίας πολλῆς ἐκράτησαν καὶ εἰς τὰ ἴδια ἐπανέζευξαν. πλανηθέντων δὲ τῶν ὁδηγῶν καὶ ἀνύδροις τόποις περιπεσόντων, ἐκινδύνευε τὸ στρατόπεδον· βαδίσαντες τοίνυν διὰ τῆς νυκτὸς περιτυγχάνουσι τῷ Ἡλιβακίᾳ ποταμῷ. λόχμης δὲ εἰς τὸ ἀντιπέρα ὑπούσης τῷ ποταμῷ, οἱ βάρβαροι ἐν ταύτῃ κρυπτόμενοι τοὺς ἀρυομένους τὸ ὕδωρ ἐτόξευον· μεγάλης τοίνυν ἐπηρείας τοῖς Ῥωμαϊκοῖς γενομένης στρατεύμασιν, πρὸς φυγὴν ἐχώρησαν καταπολεμηθέντες ὑπὸ τῶν βαρβάρων. ὁ δὲ Μαυρίκιος ταῦτα ἀκηκοὼς τὸν Πέτρον τῆς στρατηγίας ἀπέπαυσε καὶ τὸν Πρίσκον πάλιν στρατηγὸν τῆς Θρᾴκης ἀπέστειλεν. Κόσμου ἔτη ϛϟʹ. Τῆς θείας σαρκώσεως ἔτη φϟʹ. Ῥωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. ιϛʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. ιʹ. Κωνσταντ. ἐπίσκοπος Κυριακὸς ἔτη ιαʹ. δʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἀμὼς ἔτη ηʹ. ϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. ιθʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη
276.2.1
δʹ. Τούτῳ τῷ ἔτει Πρίσκος ὁ στρατηγὸς ἐξελθὼν ἐν τῇ Θρᾴκῃ τὰς δυνάμεις ἠρίθμησε καὶ εὗρεν ὅτι πλῆθος πολὺ διεφθάρη ἐξ αὐτῶν. τούτους δὲ ἀναλαβὼν παραγίνεται εἰς τὸν Ἴστρον ποταμὸν εἰς Νόβας. ὁ δὲ Χαγάνος τοῦτο μαθὼν πρέσβεις ἐξέπεμψε τὴν αἰτίαν πυνθανόμενος τῆς ἀφίξεως. ὁ δὲ Πρίσκος προεφασίσατο διὰ κυνηγέσια ἐληλυθέναι. ὁ δὲ Χαγάνος," οὐ δίκαιόν ἐστιν," φησίν" ἐν ἀλλοτρίῳ τόπῳ κυνηγεῖν·" ὁ δὲ Πρίσκος ἴδιον ἔλεγεν εἶναι τὸν τόπον καὶ τὴν ἐξ ἀνατολῆς ἀπόδρασιν τῷ Χαγάνῳ ὠνείδιζεν. ὁ δὲ βάρβαρος τῆς Σιγγιδόνος τὸ τεῖχος κατέλυσεν, καὶ ἐπὶ τὴν τῶν Ῥωμαίων γῆν ἐχώρει. τοῦτο μαθὼν Πρίσκος παραγίνεται εἰς τὴν νῆσον τοῦ Ἴστρου, καὶ παραλαβὼν δρόμωνας παραγίνεται πρὸς τὸν Χαγάνον εἰς Κωνσταντίολα, θέλων αὐτῷ ὁμιλῆσαι. ἐλθόντι δὲ τῷ Χαγάνῳ πρὸς τὴν ὄχθαν τοῦ ποταμοῦ ὁ Πρίσκος ἀπὸ τῆς νηὸς 277 διελέγετο. ὁ δὲ Χαγάνος ἔφη πρὸς αὐτόν·" τί σοι, Πρίσκε, καὶ τῇ γῇ τῇ ἐμῇ; καὶ ταύτην βούλει διὰ ψεύδους λαβεῖν ἐκ τῶν χειρῶν μου; κρινεῖ ὁ θεὸς ἀναμέσον ἐμοῦ καὶ Μαυρικίου τοῦ βασιλέως. ἐκζητήσει τὸ αἷμα τοῦ στρατοῦ τῶν Ῥωμαίων καὶ τοῦ στρατοῦ τοῦ ἐμοῦ ἐκ τῶν χειρῶν αὐτοῦ." ὁ δὲ Πρίσκος ἔφη·" Σιγγιδόνα τὴν πόλιν ἀπόδος τοῖς Ῥωμαίοις" ὁ δὲ ἔφη," σὺ μίαν πόλιν ἐγχειρεῖς παρ' ἡμῶν λαβεῖν. ὄψει μετ' ὀλίγον πεντήκοντα πόλεις Ῥωμαϊκὰς δουλουμένας Ἀβάροις. ὁ δὲ Πρίσκος διὰ τοῦ ποταμοῦ τὰς ναῦς τῇ Σιγγιδόνι παραστησάμενος ταύτην ἐπόρθησε καὶ τοὺς Βουλγάρους ἐξ αὐτῆς ἐξεδίωξε καὶ τὸ τεῖχος κτίζειν ἀπήρξατο. ὁ δὲ Χαγάνος ἀγγέλους πρὸς αὐτὸν ἀπέστειλε καὶ τοὺς ψευδωνύμους ἑαυτοῦ θεοὺς διεμαρτύρατο καταιτιώμενος τῶν γινομένων τὸν Πρίσκον. χειμῶνος δὲ καταλαβόντος, ἑκάτεροι εἰς τὰ ἴδια ὑπεχώρησαν. Τῷ δ' αὐτῷ ἔτει Πέτρος, ὁ ἀδελφὸς Μαυρικίου, ἔκτισε τὴν ἐκκλησίαν τῆς ἁγίας θεοτόκου τῶν Ἀρεοβίνδου κοσμήσας αὐτὴν ἐκ διαφόρων μαρμάρων· ὁμοίως καὶ Κυριακὸς ὁ πατριάρχης τὰ Διακονίσσης τὴν ἐκκλησίαν τῆς ἁγίας θεοτόκου. ιζʹ. ιαʹ. εʹ. ζʹ. κʹ. εʹ. Τούτῳ τῷ ἔτει συναθροίσας ὁ Χαγάνος τὰς περὶ αὐτὸν δυνάμεις ἐπὶ τὴν Δαλματίαν ἐχώρησε καὶ καταλαβὼν τὴν Βάλκης καὶ τὰς περὶ αὐτὴν μʹ πόλεις πάσας ἐπόρθησεν. ὁ δὲ Πρίσκος ταῦτα μεμαθηκὼς Γουδούην ἐπὶ κατασκοπῇ τῶν πραττομένων ἀπέστειλεν· καὶ καταλαβὼν τοὺς βαρβάρους διὰ δυσβάτων χωρίων τὴν βάδισιν ποιούμενος, περιτυγχάνει δύο βαρβάροις τῷ οἴνῳ κεκαρωμένοις· καὶ τούτους διηρώτα ὁ Γουδούης τὰ τῶν βαρβάρων κινήματα. οἱ δὲ ἔφασαν δισχιλίοις ὁπλίταις τὴν αἰχμαλωσίαν τὸν Χαγάνον παραδεδωκέναι καὶ πρὸς τὰ οἰκεῖα ἀποστεῖλαι. ταῦτα ὁ Γουδούης μεμαθηκὼς κρύπτεται ἐν μικρᾷ φάραγγι, καὶ ἐξ ἑωθινοῦ ἐπὶ τὰ νῶτα τούτων γενόμενος ἀθρόως πάντας ἀνεῖλεν· καὶ τὴν αἰχμαλωσίαν λαβὼν πρὸς τὸν Πρίσκον ἤγαγεν. ὁ δὲ Χαγάνος τὰ τῆς ἀποτυχίας 278 μαθὼν εἰς τὴν ἑαυτοῦ ἐπανέζευξε χώραν· καὶ ὁ Πρίσκος ὑπέστρεψεν εἰς τὰ ἴδια. Κόσμου ἔτη ϛϟβʹ. Τῆς θείας σαρκώσεως ἔτη φϟβʹ. Ῥωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. ιηʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. ιβʹ. Κωνσταντ. ἐπίσκοπος Κυριακὸς ἔτη ιαʹ. ϛʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἀμὼς ἔτη ηʹ. ηʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. καʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη ϛʹ. ϛʹ. Τούτῳ τῷ ἔτει, ἰνδικτιῶνος γʹ, μηνὶ Μαρτίῳ, ἀναλαβὼν τὰς δυνάμεις ὁ Πρίσκος ἐπὶ τὴν Σιγγιδόνα παραγίνεται. ὁ δὲ Χαγάνος συναθροίσας τὴν ἑαυτοῦ δύναμιν ἄφνω τῇ Μυσίᾳ ἐφίσταται καὶ τὴν Τομέαν πόλιν ἐνεχείρει λαβεῖν. διὰ τοῦτο καὶ Πρίσκος τὴν Σιγγιδόνα καταλιπὼν τούτῳ ἐπλησίασεν. τῆς δὲ ἑορτῆς τοῦ πάσχα καταλαβούσης, καὶ τῶν Ῥωμαίων λιμῷ τηκομένων, ἀκηκοὼς ὁ Χαγάνος τῷ Πρίσκῳ ἐδήλου ἁμάξας ἐκπέμψαι πρὸς αὐτόν, ὅπως δαπανήματα ἀποστείλῃ αὐτοῖς, ἵνα μετὰ ἱλαρότητος τὴν ἑαυτῶν ἑορτὴν ἐκπληρώσωσιν. τετρακοσίας τοίνυν ἁμάξας πληρώσας τούτοις ἐξέπεμψεν· ὁμοίως καὶ ὁ Πρίσκος εἴδη τινὰ Ἰνδικὰ ἀντέπεμψε τῷ βαρβάρῳ, πέπερί τε καὶ φύλλον Ἰνδικὸν καὶ κόστον καὶ κασσίαν καὶ ἕτερα τῶν ἐπιζητουμένων, καθεζομένου τοῦ Χαγάνου εἰς τὸ Σέρμιον· καὶ ταῦτα δεξάμενος ἥσθη ἐπ' αὐτοῖς· καὶ μέχρι τοῦ πληρωθῆναι τὴν ἑορτὴν Ῥωμαῖοί τε καὶ οἱ βάρβαροι ἀλλήλοις συνηυλίζοντο, καὶ οὐκ ἦν φόβος ἐν ἑκατέραις δυνάμεσιν· τῆς δὲ ἑορτῆς πληρωθείσης διαχωρίζονται ἀπὸ τῶν Ῥωμαίων οἱ βάρβαροι. ὁ δὲ Μαυρίκιος ἐπὶ συνάρσει δῆθεν τοῦ Πρίσκου Κομεντίολον ἀπέστειλε μετὰ πεζικῆς δυνάμεως. τοῦτο μαθὼν ὁ Χαγάνος ἐπὶ τὴν Μυσίαν κατὰ Κομεντιόλου στρατεύεται ἀπὸ λʹ σημείων τοῦ Κομεντιόλου. ὁ δὲ Κομεντίολος ἐν ἀπορρήτῳ ἄγγελον πρὸς τὸν Χαγάνον ἐξέπεμψεν. φασὶ δέ τινες τὸν Μαυρίκιον ὑποθέσθαι τῷ Κομεντιόλῳ, ὅπως τὸ Ῥωμαϊκὸν στράτευμα παραδώσῃ πολέμοις διὰ τὰς ἀταξίας αὐτῶν. νυκτὸς δὲ μεσούσης 279 ἐκέλευσε τὸν στρατὸν ὁπλίσασθαι, μὴ παραγυμνώσας τοῖς ὄχλοις μέλλειν πόλεμον συστήσασθαι. αὐτοὶ δὲ ὑπειληφότες, ὅτι γυμνασίας ἕνεκεν σιδηροφορεῖν αὐτοὺς ἐκέλευσεν, οὐχ ὡς ἔδει ὡπλίσαντο. ἡμέρας δὲ γενομένης, καὶ τῶν βαρβάρων καταλαβόντων, θρῦλος πολὺς τὸν στρατὸν κατέλαβεν· ὁ δὲ Κομεντίολος τὰς τάξεις ἐτάραττε καὶ αἴτιος αὐτοῖς ἀκαταστασίας ἐγένετο. οὕτω μὲν οὖν οἱ Ῥωμαῖοι πρὸς φυγὴν ἐτρέποντο, οἱ δὲ βάρβαροι ἀστρατήγητον τὸν λαὸν εὑρηκότες ἀνηλεῶς τούτους ἐφόνευον. ὁ δὲ Κομεντίολος ἀσχήμῳ φυγῇ ἐπὶ τὰ Δριζίπερα γίνεται· οἱ δὲ τῆς πόλεως ὕβρεσι καὶ λίθοις βάλλοντες αὐτὸν τοῦ ἄστεως ἀποπέμπουσιν. οἱ δὲ βάρβαροι ἐπὶ τὰ Δριζίπερα ἐλθόντες τήν τε πόλιν ἐπόρθησαν καὶ τὸν ναὸν τοῦ ἁγίου Ἀλεξάνδρου ἐνέπρησαν, τόν τε τάφον αὐτοῦ ἠργυρωμένον εὑρόντες ἀνοσίως σκυλεύουσιν, καθυβρίσαντες καὶ τὸ σῶμα τοῦ μάρτυρος· καὶ πολλὴν αἰχμαλωσίαν ἐν τῇ Θρᾴκῃ ποιησάμενοι εὐωχοῦντο λαμπρῶς Ῥωμαίων κατεπαιρόμενοι. τοῦ δὲ Κομεντιόλου ἐν Βυζαντίῳ καταλαβόντος, μέγιστος τάραχος καὶ κλύδων τῇ πόλει ἐνέσκηψεν· ὥστε φοβηθέντας βούλεσθαι τὴν Εὐρώπην καταλιπεῖν καὶ πρὸς τὴν Ἀσίαν ἐν Χαλκηδόνι μετοικισθῆναι. ὁ δὲ βασιλεὺς τά τε ἐκσκούβιτα ἀναλαβὼν καὶ ὁπλιτικὸν συλλεξάμενος ὅμιλον τὰ Μακρὰ διεφρούρησε τείχη. οἱ δὲ δῆμοι τὴν πόλιν ἐφύλαττον· καὶ ἡ σύγκλητος παρῄνει τὸν βασιλέα πρεσβείαν πρὸς τὸν Χαγάνον ἐκπέμψαι. ὁ δὲ θεὸς τὴν ἐκδίκησιν τοῦ μάρτυρος Ἀλεξάνδρου ποιούμενος λοιμικὴν νόσον τοῖς βαρβάροις ἔπεμψεν· καὶ ἐν μιᾷ ἡμέρᾳ ἑπτὰ υἱοὺς τοῦ Χαγάνου διὰ πυρετοῦ καὶ βουβῶνος ἀπέκτεινε σὺν πολλοῖς ἄλλοις ὄχλοις· ὥστε ἀντὶ χαρᾶς ἐπινικίου καὶ παιάνων καὶ ᾀσμάτων θρήνους καὶ δάκρυα καὶ πένθη ἀπαρηγόρητα ἔχειν τὸν βάρβαρον. ἡ δὲ σύγκλητος παρεκάλει τὸν καίσαρα πρεσβεῦσαι πρὸς τὸν Χαγάνον. ὁ δὲ βασιλεὺς τὸν Ἁρμάτζωνα ἀπέστειλε μετὰ δώρων πολλῶν πρὸς τὸν Χαγάνον εἰς τὰ Δριζίπερα, ὅστις λόγοις ἠπίοις τὸν βάρβαρον ἐκολάκευεν. ὁ δὲ βάρβαρος οὐκ ἠβούλετο τὰ δῶρα δέξασθαι, θρήνῳ 280 ἀσχέτῳ τῶν παίδων κατεχόμενος. ἔφασκε δὲ πρὸς τὸν πρέσβιν·" κρινεῖ ὁ θεὸς ἀναμέσον ἐμοῦ καὶ Μαυρικίου τοῦ αὐτοκράτορος· αὐτὸς γὰρ τὴν εἰρήνην διέλυσεν· ἐγὼ δὲ τοὺς αἰχμαλώτους ἀποδίδωμι αὐτῷ κατὰ ψυχὴν νόμισμα ἓν κομιζόμενος παρ' αὐτοῦ." ὁ δὲ Μαυρίκιος οὐκ ἠνέσχετο δοῦναι· καὶ πάλιν ὁ Χαγάνος ᾐτήσατο ἀνὰ ἡμίσους λαβεῖν κατὰ ψυχήν· καὶ οὐδ' οὕτως ὁ βασιλεὺς δοῦναι κατεδέξατο, ἀλλ' οὐδὲ τεσσάρων κερατίων λαβεῖν. καὶ θυμωθεὶς ὁ Χαγάνος πάντας ἀπέκτεινε καὶ ἐπὶ τὰ ἴδια ἀνέζευξεν, πεντήκοντα χιλιάδας χρυσῶν ταῖς σπονδαῖς τοῖς Ῥωμαίοις ἐπιθείς· καὶ τὸν Ἴστρον ποταμὸν μὴ διαβαίνειν ὡμολόγησαν. ἐκ τούτου πολὺ μῖσος ἐκινήθη κατὰ Μαυρικίου τοῦ βασιλέως, καὶ ἤρξαντο λοιδορίαις τοῦτον βάλλειν· ὁμοίως καὶ ὁ λαὸς ὁ ἐν τῇ Θρᾴκῃ πρὸς λοιδορίαν τοῦ βασιλέως ἐκινήθη. ὁ δὲ στρατὸς ἐντολικαρίους ἀπέπεμψε πρὸς τὸν βασιλέα κατὰ Κομεντιόλου ὡς προδοσίαν ἐν τῷ πολέμῳ ποιήσαντος, ἐν οἷς ἦν καὶ Φωκᾶς, ὅστις τῷ βασιλεῖ διαλεγόμενος βρυερῶς τούτῳ ἀντέλεγεν ἐν τῷ σελεντίῳ, ὥστε τινὰ τῶν πατρικίων τοῦτον ματζῶσαι καὶ τὸν πώγωνα αὐτοῦ τίλαι. ὁ δὲ βασιλεὺς οὐ κατεδέξατο τὴν κατὰ Κομεντιόλου τοῦ λαοῦ ἔγκλησιν, ἀλλὰ τούτους ἀπράκτους ἀπέλυσεν. διὰ τοῦτο καὶ ἡ ἐπιβουλὴ τοῦ βασιλέως ἀρχὴν ἐλάμβανεν. κατὰ δὲ τοῦτον τὸν χρόνον ἐν Αἰγύπτῳ ἐν τῷ Νείλῳ ποταμῷ, Μηνᾶ τοῦ ἐπάρχου μετὰ λαοῦ πορευομένου ἐν τόπῳ ἐπιλεγομένῳ Δῆλτα, ἡλίου ἀνίσχοντος, ζῶα ἀνθρωπόμορφα ἐφάνησαν ἐν τῷ ποταμῷ, ἀνήρ τε καὶ γυνή. καὶ ὁ μὲν ἀνὴρ εὔστερνος καταπληκτικός τε τὴν ὄψιν, ξανθὸς τὴν κόμην, μιξοπόλιος, καὶ μέχρι τῆς ὀσφύος ἐγύμνου τὴν φύσιν καὶ πᾶσιν ἐδείκνυτο γυμνός· τὰ δὲ λοιπὰ μέρη τοῦ σώματος τὸ ὕδωρ ἐκάλυπτεν. τοῦτον ὁ ἔπαρχος ὅρκοις ἔβαλεν, μὴ καταλῦσαι τὴν θεωρίαν, πρὶν ἅπαντες ἐμφορηθῶσι τῆς παραδόξου ταύτης ὁράσεως. ἡ δὲ γυνὴ τούς τε μαζοὺς εἶχε καὶ τὴν ὄψιν λείαν, καὶ τὴν κόμην βαθεῖαν. καὶ μέχρις ὥρας θʹ πᾶς ὁ λαὸς ἐθαύ281 μαζεν ὁρῶν τὰ ζῶα ταῦτα. τῇ δὲ θʹ ὥρᾳ ἔδυσαν ἐν τῷ ποταμῷ. ὁ δὲ Μηνᾶς ταῦτα τῷ βασιλεῖ Μαυρικίῳ γεγράφηκεν. Κόσμου ἔτη ϛϟγʹ. Τῆς θείας σαρκώσεως ἔτη φϟγʹ. Ῥωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. ιθʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. ιγʹ. Κωνσταντ. ἐπίσκοπος Κυριακὸς ἔτη ιαʹ. ζʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰσάκιος ἔτη ηʹ. αʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη
276.3.1
κβʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη θʹ. αʹ. Τούτῳ τῷ ἔτει μηνὶ Μαρτίῳ κϛʹ, ἰνδικτιῶνος δʹ, τῇ ἡμέρᾳ τοῦ ἁγίου πάσχα Σοφία ἡ αὐγούστα, ἡ γυνὴ Ἰουστίνου, ἅμα Κωνσταντίνῃ, τῇ γυναικὶ Μαυρικίου, στέμμα κατασκευάσασαι ὑπέρτιμον τῷ βασιλεῖ προσήγαγον. ὁ δὲ βασιλεὺς τοῦτο θεασάμενος, ἀπελθὼν εἰς τὴν ἐκκλησίαν τῷ θεῷ τοῦτο προσήγαγε καὶ ἐκρέμασεν αὐτὸ ἐπάνω τῆς ἁγίας τραπέζης διὰ τριχαλάστου ἁλυσιδίου διαλίθου καὶ χρυσοῦ. αἱ δὲ αὐγούσται μεγάλως ἐλυπήθησαν τοῦτο μαθοῦσαι, καὶ ἐν μάχῃ Κωνσταντῖνα ἡ αὐγούστα πρὸς τὸν βασιλέα τὴν ἑορτὴν ἐποίησεν. ὁ δὲ βασιλεὺς μὴ προσχὼν τὰς ἐγκλήσεις τῶν ἐν τῇ Θρᾴκῃ στρατευμάτων κατὰ Κομεντιόλου, ὁ αὐτὸς Κομεντίολος ἀναλαβὼν τὸ ὁπλιτικὸν ἔρχεται ἐπὶ τὸν Ἴστρον καὶ ἑνοῦται τῷ Πρίσκῳ ἐν Σιγγιδόνι· καὶ λύεται ἡ πρὸς τοὺς Ἀβάρους εἰρήνη. ταύτης λυθείσης, ἔρχονται εἰς τὸ Βιμηνάκιον, ἥτις ἐστὶ νῆσος μεγάλη τοῦ Ἴστρου. ταῦτα δὲ ἀκούσας ὁ Χαγάνος, συναθροίσας τὰς ἑαυτοῦ δυνάμεις ἐπὶ τὰ Ῥωμαϊκὰ χωρεῖ· τοῖς δὲ τέσσαρσιν αὐτοῦ υἱοῖς παραδοὺς ἑτέρας δυνάμεις παρέστησε φρουρεῖν τὰς διαβάσεις τοῦ Ἴστρου. οἱ δὲ Ῥωμαῖοι σχεδίας ποιήσαντες τὸν ποταμὸν διενήξαντο καὶ πόλεμον μετὰ τῶν υἱῶν τοῦ Χαγάνου συνεστήσαντο, Πρίσκου στρατηγοῦντος. ὁ γὰρ Κομεντίολος ἀσθενήσας εἰς τὸ Βιμηνάκιον τὴν νῆσον ἐκαθέζετο. ἐπὶ πολλὰς δὲ ὥρας τοῦ πολέμου κρατήσαντος, καὶ τοῦ ἡλίου δύ282 ναντος, τριακοσίων τε Ῥωμαίων ἀναιρεθέντων, χιλιάδες τέσσαρες ἐκ τῶν βαρβάρων διώλοντο. ἕωθεν δὲ πάλιν συντάξαντες τὰ στρατεύματα πάλιν τοῦ πολέμου ἀπήρξαντο καὶ πάλιν ὀκτὼ χιλιάδας τῶν βαρβάρων ἀνεῖλον. ὁμοίως καὶ τῇ τρίτῃ ἡμέρᾳ παραταξάμενοι ἐκ τῶν ὑψηλοτέρων οἱ Ῥωμαῖοι πρὸς τοὺς βαρβάρους ἐχώρησαν, καὶ τούτους τρέψαντες καὶ ἐπὶ τὰ ὕδατα τῆς λίμνης τοὺς Ἀβάρους ὠθήσαντες πολλοὺς ἐξ αὐτῶν ἀπέπνιξαν· ἐν οἷς καὶ οἱ τοῦ Χαγάνου παῖδες ἀπεπνίγησαν· καὶ νίκην οἱ Ῥωμαῖοι περιφανῆ ἀνεδήσαντο. ὁ δὲ Χαγάνος συναθροίσας δυνάμεις πολλὰς κατὰ Ῥωμαίων ἐπήρχετο· πολέμου δὲ κροτηθέντος, τρέπουσιν οἱ Ῥωμαῖοι τοὺς βαρβάρους, καὶ πασῶν οἱ Ῥωμαῖοι ἐπισημοτέραν ταύτην ἀπηνέγκαντο τὴν νίκην. ὁ δὲ Πρίσκος τέσσαρας χιλιάδας συντάξας τὸν Τίσσον ποταμὸν περᾶσαι ἐκέλευσε καὶ κατασκοπῆσαι τὰ τῶν βαρβάρων κινήματα. οἱ δὲ βάρβαροι μηδὲν τῶν γεγονότων ἐγνωκότες ἑορτὴν ἐπιτελοῦντες συνεποσίαζον. τούτοις οἱ Ῥωμαῖοι κρυπτῶς ἐπιπεσόντες μέγιστον φόνον ἀπεργάζονται· τριάκοντα γὰρ χιλιάδας Γηπαίδων καὶ ἑτέρων βαρβάρων ἀπέκτειναν· καὶ πλείστην αἰχμαλωσίαν λαβόντες πρὸς τὸν Πρίσκον ὑπέστρεψαν. ὁ δὲ Χαγάνος πάλιν δυνάμεις συναθροίσας ἐπὶ τὸν Ἴστρον παραγίνεται· καὶ συμβαλόντες πόλεμον ἡττῶνται οἱ βάρβαροι καὶ εἰς τὰ ῥεῖθρα τοῦ ποταμοῦ ἀποπνίγονται. συναπόλλυνται δὲ τούτοις καὶ Σκλαυινοὶ πολλοί. ζῶντας δὲ ἐκράτησαν Ἀβάρους μὲν τρισχιλίους, Σκλαυινοὺς δὲ ὀκτακοσίους καὶ Γήπαιδας τρισχιλίους διακοσίους καὶ βαρβάρους δισχιλίους. ὁ δὲ Χαγάνος εἰς Μαυρίκιον τὸν βασιλέα πρέσβεις ἀπέστειλεν ἀναλαβεῖν τοὺς ζωγρηθέντας πειρώμενος. ὁ δὲ Μαυρίκιος μήπω μαθὼν τὴν περιφανῆ τῶν Ῥωμαίων νίκην γράφει τῷ Πρίσκῳ ἀποδοῦναι τῷ Χαγάνῳ τοὺς Ἀβάρους καὶ μόνον. ὁ δὲ Κομεντίολος μόλις τῆς νόσου διαγενόμενος ἐξέρχεται εἰς Νόβας ζητῶν ὁδηγοὺς τοῦ ἐξαγαγεῖν αὐτὸν τὴν ὁδὸν Τραϊανοῦ τοῦ βασιλέως. γέρων δέ τις ταύτην ἐπιστάμενος ἔφασκε δυσχερῆ ταύτην εἶναι καὶ ἀδιόδευτον ἀπὸ ἐτῶν 283 πολλῶν καὶ χειμῶνος ὄντος, ὑψηλὰ ὄρη καὶ χιόνας κεκτημένην. ὁ δὲ Κομεντίολος μὴ πεισθεὶς τοῖς λόγοις τοῦ γέροντος ἀπέρχεται διὰ τῆς ὁδοῦ ταύτης. ψύχους δὲ γεγονότος ἐξαισίου καὶ μεγάλου κρύους, διαφθείρονται πολλοὶ τῶν Ῥωμαίων καὶ τῶν νωτοφόρων ζώων τὰ πλεῖστα. καὶ μόλις ἐπὶ τὴν Φιλιππούπολιν ἀφίκετο. κἀκεῖσε τῶν Ῥωμαίων παραχειμασάντων, ὁ Κομεντίολος εἰς Βυζάντιον ἔρχεται. Τῷ δ' αὐτῷ ἔτει ἀνήρ τις τὸ μοναχικὸν σχῆμα περιβεβλημένος καὶ ἐν ἀσκήσει διαλάμπων, σπαθίον γυμνώσας ἀπὸ τοῦ φόρου μέχρι τῆς Χαλκῆς ξιφήρης διαδραμὼν τὸν αὐτοκράτορα τοῖς πᾶσιν ἐν φόνῳ μαχαίρας τεθνήξεσθαι προηγόρευσεν. ὁμοίως καὶ Ἡρωδιανὸς Μαυρικίῳ εἰς τὸ φανερὸν προανήγγειλε τὰ τούτῳ συμβησόμενα. τοῦ δὲ βασιλέως νυκτὶ ἀνυποδήτου λιτανεύοντος μετὰ πάσης τῆς πόλεως, παρερχομένου ἐν τοῖς Καρπιανοῦ, στασιάζουσιν ἐκ τοῦ πλήθους τινὲς καὶ λίθους κατὰ τοῦ βασιλέως ἔβαλλον, ὥστε μόλις τὸν βασιλέα σὺν Θεοδοσίῳ, τῷ υἱῷ αὐτοῦ, διασωθῆναι καὶ τὴν εὐχὴν πληρῶσαι ἐν Βλαχέρναις. οἱ δὲ δῆμοι εὑρόντες ἄνδρα προσομοιοῦντα Μαυρικίῳ καὶ βαλόντες αὐτῷ σαγίον μαῦρον καὶ ἀπὸ σκόρδων πλέξαντες στέφανον καὶ εἰς ὄνον τοῦτον καθίσαντες διέπαιζον λέγοντες·" εὕρηκε τὴν δαμαλίδα ἁπαλήν, καὶ ὡς τὸ καινὸν ἀλεκτόριν ταύτῃ πεπήδηκεν καὶ ἐποίησε παιδία ὡς τὰ ξυλοκούκουδα· καὶ οὐδεὶς τολμᾷ λαλῆσαι, ἀλλ' ὅλους ἐφίμωσεν· ἅγιέ μου, ἅγιε φοβερὲ καὶ δυνατέ, δὸς αὐτῷ κατὰ κρανίου, ἵνα μὴ ὑπεραίρεται· κἀγώ σοι τὸν βοῦν τὸν μέγαν προσαγάγω εἰς εὐχήν." πολλοὺς δὲ τούτων πιάσας ὁ βασιλεὺς ἐτιμωρήσατο. Κόσμου ἔτη ϛϟδʹ. Τῆς θείας σαρκώσεως ἔτη φϟδʹ. Ῥωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. κʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. ιδʹ. Κωνσταντ. ἐπίσκοπος Κυριακὸς ἔτη ιαʹ. ηʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰσάκιος ἔτη ηʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη
276.4.1
κγʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη θʹ. βʹ. Τούτῳ τῷ ἔτει μηνὶ Νοεμβρίῳ, ἰνδικτιῶνος εʹ, ὁ βασιλεὺς Μαυ284 ρίκιος Θεοδόσιον, τὸν αὐτοῦ υἱόν, συνῆψε πρὸς γάμον τῇ θυγατρὶ Γερμανοῦ τοῦ πατρικίου, στεφανώσαντος αὐτοὺς Κυριακοῦ, τοῦ πατριάρχου Κωνσταντινουπόλεως. τῷ δὲ Ἰαννουαρίῳ μηνὶ ιαʹ Δομετιανός, ὁ ἐπίσκοπος Μελιτηνῆς, ὁ συγγενὴς τοῦ βασιλέως, τέθνηκε καὶ ἐτάφη ἐν τοῖς ἁγίοις ἀποστόλοις ὑπὸ Κυριακοῦ τοῦ πατριάρχου καὶ πάσης τῆς συγκλήτου τιμηθεὶς ἐπιτάφια. ὁ δὲ βασιλεὺς Πέτρον, τὸν ἴδιον ἀδελφόν, στρατηγὸν πάλιν τῆς Θρᾴκης χειροτονήσας ἀπέστειλεν. ἠκηκόει γὰρ περὶ τοὺς Καταράκτας ἀθροισθῆναι τὰ τῶν βαρβάρων πλήθη τὸν Ἀψὴχ στρατηγὸν ἔχοντα. ὁ δὲ Πέτρος ἀπέστειλε πρὸς τὸν Ἀψὴχ πρεσβευτὴν περὶ εἰρήνης. ὁ δὲ Ἀψὴχ τοὺς Καταράκτας ἐκ τῶν Ῥωμαίων ἐπεχείρει λαβεῖν· καὶ ὁ Χαγάνος ἐπὶ τὴν Κωνσταντίολαν ἐχώρησεν. οἱ δὲ Ῥωμαῖοι ἐπὶ τὴν Θρᾴκην ἐπανέζευξαν καὶ εἰς Ἀδριανούπολιν ἀφίκοντο. ὁ δὲ βασιλεὺς μαθών, ὅτι ὁ Χαγάνος κατὰ τοῦ Βυζαντίου ἐπέρχεται, γράφει τῷ Πέτρῳ εἰς τὸν Ἴστρον ὑποστρέψαι, καὶ ἀποστέλλει Βώνοσον τὸν σκρίβωνα μετὰ ναυτιλίας τοῦ διαπερᾶναι τὸν λαόν. ἀποστείλας δὲ Πέτρος Γουδούην τὸν ὑποστράτηγον πέραν τοῦ Ἴστρου πολλῆς αἰχμαλωσίας ἐκράτησεν· ταῦτα μαθὼν ὁ Χαγάνος τὸν Ἀψὴχ μετὰ πλήθους ἀπέστειλεν, ὅπως τὸ τῶν Ἀντῶν διολέσῃ ἔθνος ὡς σύμμαχον τῶν Ῥωμαίων. τούτου δὲ γενομένου τῶν βαρβάρων ἀπόμοιρα προσερρύη τοῖς Ῥωμαίοις. ὁ δὲ Μαυρίκιος ἐν ἑαυτῷ γενόμενος καὶ εἰδώς, ὅτι οὐδὲν τὸν θεὸν λανθάνει, ἀλλὰ πᾶσιν ἀποδίδωσι κατὰ τὰ ἔργα αὐτῶν, καὶ ἐπιλογισάμενος τὸ σφάλμα, ὃ ἐποίησεν εἰς τὴν αἰχμαλωσίαν μὴ ἐξαγοράσας αὐτήν, συμφέρειν ἔκρινεν ἐν τῷ βίῳ τούτῳ ἀπολαβεῖν τὴν ἁμαρτίαν, καὶ μὴ ἐν τῷ μέλλοντι· καὶ ποιήσας δεήσεις ἐγγράφους ἀπέλυσεν εἰς πάντας τοὺς πατριαρχικοὺς θρόνους καὶ πάσας τὰς πολιτείας τὰς ὑπ' αὐτὸν καὶ εἰς τὰ μοναστήρια τὰ ἐν τῇ ἐρήμῳ καὶ ἐν Ἱεροσολύμοις καὶ εἰς τὰς λαύρας χρήματα καὶ κηροὺς καὶ θυμιάματα, ὅπως εὔξωνται ὑπὲρ αὐτοῦ, ἵνα ἐνταῦθα ἀπολάβῃ, 285 καὶ μὴ ἐν τῷ μέλλοντι αἰῶνι. ἐσκανδαλίζετο δὲ καὶ εἰς Φιλιππικόν, τὸν γαμβρὸν αὐτοῦ, ὡς εἰς τὸ φῖ γράμμα ὀνομαζόμενον. ὁ δὲ Φιλιππικὸς διαφόρως ἐπώμνυτο τῷ βασιλεῖ, ὡς καθαρός ἐστιν εἰς τὴν δουλείαν αὐτοῦ καὶ οὐκ ἔχει παρ' αὐτῷ δόλον. τοῦ δὲ Μαυρικίου τὸν θεὸν ἱκετεύοντος τοῦ ἐλεηθῆναι τὴν ψυχὴν αὐτοῦ, ἐν μιᾷ κοιμωμένου αὐτοῦ εἶδεν ὀπτασίαν, εἰς τὴν χαλκῆν πύλην τοῦ παλατίου τῇ εἰκόνι τοῦ σωτῆρος ἑαυτὸν παρεστῶτα, καὶ λαὸν [πλεῖστον] παρεστῶτα αὐτῷ· καὶ φωνὴ γέγονεν ἐκ τοῦ χαρακτῆρος τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ λέγουσα·" δότε Μαυρίκιον." καὶ κρατήσαντες αὐτὸν οἱ δίκης ὑπηρέται παρέστησαν τῷ πορφυρῷ ὀμφαλίῳ τῷ ἐκεῖσε. καὶ ἔφη πρὸς αὐτὸν ἡ θεία φωνή·" ποῦ θέλεις ἀποδώσω σοι; ὧδε, ἢ ἐν τῷ μέλλοντι αἰῶνι;" ὁ δὲ ἀκούσας ἔφη·" φιλάνθρωπε δέσποτα, δικαιοκρίτα, ὧδε μᾶλλον, καὶ μὴ ἐν τῷ μέλλοντι αἰῶνι." καὶ ἐκέλευσεν ἡ θεία φωνὴ ἐκδοθῆναι Μαυρίκιον καὶ [Κωνσταντῖναν], τὴν γυναῖκα αὐτοῦ, καὶ τὰ τέκνα καὶ πᾶσαν τὴν συγγένειαν αὐτοῦ Φωκᾷ τῷ στρατιώτῃ. διυπνισθεὶς οὖν Μαυρίκιος καὶ καλέσας τὸν παρακοιμώμενον αὐτοῦ ἀπέστειλε πρὸς Φιλιππικόν, τὸν γαμβρὸν αὐτοῦ, ἐν σπουδῇ ἀγαγεῖν αὐτὸν πρὸς τὸν βασιλέα. ἀπελθὼν δὲ ὁ παρακοιμώμενος ἐκάλεσεν αὐτόν. ὁ δὲ ἐγερθεὶς καὶ προσκαλεσάμενος τὴν ἑαυτοῦ γυναῖκα ἠσπάσατο αὐτὴν λέγων·" σώζου, οὐκέτι μὲ θεωρεῖς." ἡ δὲ ἀνέκραξε μετὰ κλαυθμοῦ φωνῇ μεγάλῃ πρὸς τὸν παρακοιμώμενον λέγουσα·" ὁρκῶ σε κατὰ τοῦ θεοῦ, τί ἐστι τὸ πρᾶγμα, δι' ὃ ζητεῖ αὐτὸν τῇ ὥρᾳ ταύτῃ;" ὁ δὲ ἐπωμόσατο ἀγνοεῖν, καὶ ὅτι" αἰφνίδιον ἐξ ὕπνου ἀναστὰς ὁ βασιλεὺς ἀπέστειλέ με." ὁ δὲ Φιλιππικὸς ᾐτήσατο μεταλαβεῖν καὶ οὕτως ἀπῄει πρὸς τὸν βασιλέα. ἡ δὲ γυνὴ αὐτοῦ Γορδία ἔκειτο χαμαὶ ὀδυρομένη καὶ κλαίουσα καὶ τὸν θεὸν ἱκετεύουσα. εἰσελθὼν δὲ ὁ Φιλιππικὸς ἐν τῷ βασιλικῷ κοιτῶνι ἔρριψεν ἑαυτὸν εἰς τοὺς πόδας τοῦ βασιλέως. ὁ δὲ βασιλεὺς λέγει αὐτῷ·" συγχώρησόν μοι διὰ τὸν θεόν, ὅτι ἥμαρτόν σοι. ἕως γὰρ τοῦ νῦν ἐσκανδαλιζόμην εἰς σέ." καὶ κελεύσας ἐξελθεῖν τὸν παρακοιμώμενον, ἀναστὰς ἔπεσεν εἰς τοὺς πόδας τοῦ Φιλιππικοῦ, λέγων·" συγχώρησόν μοι· ἀσφαλῶς