Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophanes-abbot-and-confessor" aria-label="More works by Theophanes Abbot and Confessor">
—
⋯
Original / primary: Pg Scrape Grc
286.1.1
γὰρ οἶδα ὅτι οὐδὲν ἥμαρτες εἰς ἐμέ. ἀλλ' εἰπέ μοι, τίνα γινώσκεις ἐν τοῖς ἡμετέροις τάγμασι Φωκᾶν στρατιώτην;" ὁ δὲ Φιλιππικὸς ἀναλογισάμενος λέγει αὐτῷ·" ἕνα γινώσκω, ὅς τις πρὸ καιροῦ ὀλίγου πεμφθεὶς ἐντολικάριος ἐκ τοῦ στρατοῦ ἀντέλεγε τῷ κράτει σου." ὁ δὲ βασιλεὺς ἔφη·" ποίας ἐστὶν ἐντεύξεως;" ὁ δὲ Φιλιππικὸς εἶπεν·" νεώτερος, θρασὺς καὶ δειλός." τότε λέγει Μαυρίκιος·" ἐὰν δειλός, καὶ φονεύς." καὶ ἐξηγεῖτο τῷ Φιλιππικῷ τὴν τοῦ ὀνείρου ἀποκάλυψιν. τῇ δὲ νυκτὶ ἐκείνῃ ἐφάνη ἀστὴρ ἐν τῷ οὐρανῷ, ὁ λεγόμενος κομήτης. τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ ἔφθασε καὶ ὁ ἀποσταλεὶς μαγιστριανὸς πρὸς τοὺς ἐν τῇ ἐρήμῳ ἁγίους πατέρας φέρων παρ' αὐτῶν ἀπόκρισιν τοιαύτην, ὅτι" ὁ θεὸς δεξάμενος τὴν μετάνοιάν σου σώζει τὴν ψυχήν σου καὶ μετὰ ἁγίων κατατάττει σε πανοικεί, τῆς δὲ βασιλείας μετὰ ἀτιμίας καὶ κινδύνου ἐκπίπτεις." ταῦτα ἀκούσας Μαυρίκιος ἐδόξασε μεγάλως τὸν θεόν. τῆς τοίνυν μετοπωρινῆς ὥρας καταλαβούσης, καὶ Μαυρικίου τοῦ βασιλέως κελεύσαντος τῷ Πέτρῳ ἐν τῇ τῶν Σκλαυινῶν χώρᾳ τὸν λαὸν παραχειμάσαι, ἀντέστησαν οἱ Ῥωμαῖοι μὴ καταδεχόμενοι τοῦτο ποιεῖν διά τε τὴν τῶν ἵππων ταπείνωσιν καὶ διὰ τὸ πολλὴν πραῖδαν ἐπιφέρεσθαι καὶ διὰ τὸ πλήθη βαρβάρων περικεχῦσθαι τῇ χώρᾳ, καὶ στάσιν ἐμελέτησαν. ὁ δὲ στρατηγὸς διαγανακτῶν κατὰ τοῦ λαοῦ εἰς ἀπόνοιαν αὐτοὺς ἐνέβαλεν. ἐπιπίπτουσι τοίνυν ὑετοὶ λάβροι τῷ λαῷ καὶ ψῦχος πολύ. ὁ δὲ Πέτρος ἀπὸ εἴκοσι μιλίων τῆς στρατιᾶς τὴν διατριβὴν ἐποιεῖτο. Μαυρίκιος δὲ τῷ Πέτρῳ ἐπώχλει διὰ γραμμάτων περᾶσαι τὸν Ἴστρον, καὶ τὰς χειμερινὰς ἀποτροφὰς τοῦ λαοῦ ἐκ τῆς τῶν Σκλαυινῶν χώρας ἀρύσασθαι, ὅπως μὴ δημοσίας σιτήσεις ἀναγκασθῇ τοῖς Ῥωμαίοις παρασχέσθαι. ὁ δὲ στρατηγὸς μεταστειλάμενος τὸν Γουδούην ἔφησεν·" λίαν μοι βαρύτατα τὰ τοῦ βασιλέως προστάγματα ἐπὶ ἀλλοτρίας γῆς χειμάσαι Ῥωμαίους· καὶ τὸ παρακοῦσαι χαλεπόν, καὶ τὸ ὑπακοῦσαι δεινότερον. οὐδὲν καλὸν τίκτει φιλαργυρία, μήτηρ δὲ 287 πάντων τῶν κακῶν καθέστηκεν. ταύτην νοσῶν ὁ αὐτοκράτωρ τῶν μεγίστων κακῶν αἴτιος τοῖς Ῥωμαίοις γίνεται." μεταστειλάμενος δὲ τοὺς ταξιάρχας τοῦ λαοῦ τὸν τοῦ βασιλέως σκοπὸν αὐτοῖς παρεδήλωσεν. οἱ δὲ ἔφησαν τὸν λαὸν τοῦτο μὴ καταδέξασθαι. ὁ δὲ λαὸς τοῦτο ἀκούσας ἐστασίασεν· καὶ οἱ ἐπίσημοι ἄρχοντες φυγόντες ἐξ αὐτῶν πρὸς τὸν στρατηγὸν παρεγένοντο. τὰ δὲ πλήθη συναθροισθέντα προβάλλονται ἔξαρχον Φωκᾶν τὸν κένταρχον, καὶ ἐπὶ ἀσπίδος τοῦτον ὑψώσαντες εὐφήμησαν ἔξαρχον. καὶ ταῦτα ὁ Πέτρος ἀκηκοὼς εἰς φυγὴν ἐτράπη καὶ τῷ βασιλεῖ πάντα κατάδηλα ἐποίησεν. ὁ δὲ βασιλεὺς τὰ δυσχερῆ ταῦτα ἀκούσας κρύπτειν αὐτὰ τὰ πλήθη ἐπειρᾶτο. δευτέρα δὲ ἡμέρα, καὶ ἱππικὸν ἐπετέλεσε τὰ τῆς συμφορᾶς ἀποκρύπτων. ὁ δὲ δῆμος τῶν Πρασίνων ἔκραζε λέγων·" Κωνσταντῖνος καὶ Δομεντζίολος, δέσποτα Ῥωμαίων τρισαύγουστε, τῷ οἰκείῳ σου δήμῳ παρενοχλοῦσιν, ἵνα ὁ Κρούκης διοικήσῃ, εἰς ἃς ἔχομεν ἁμαρτίας. ὁ θεός, ὁ τὰ πάντα δημιουργήσας, ὑποτάξει σοι πάντα ἐχθρὸν καὶ πολέμιον ἐμφύλιόν τε καὶ ἀλλόφυλον χωρὶς αἱμάτων." ὁ δὲ βασιλεὺς τοῖς δήμοις ἐδήλου·" μηδὲν ὑμᾶς ταράξῃ ἀλόγων στρατιωτῶν ἀκοσμία καὶ ἀταξία." οἱ δὲ Βένετοι εἶπον·" ὁ θεός, ὁ κελεύσας σε βασιλεύειν, ὑποτάξει σοι πάντα τὸν πολεμοῦντα τὴν βασιλείαν σου. εἰ δὲ Ῥωμαῖός ἐστιν ὁ ἀγνωμονῶν σε εἰς δουλείαν σου τοῦτον ὑποτάξει χωρὶς αἱμάτων." τούτους δὲ ὁ βασιλεὺς καθοπλίσας καὶ λόγοις ἠπίοις κατευνάσας σὺν τοῖς δημάρχοις φυλάττειν τὰ τείχη τῆς πόλεως προσέταξεν. τοῦ δὲ υἱοῦ τοῦ βασιλέως Θεοδοσίου ἅμα Γερμανοῦ, τοῦ πενθεροῦ αὐτοῦ, εἰς Καλλικράτειαν κυνηγετοῦντος, ἀποστέλλουσιν οἱ Ῥωμαῖοι γράμματα πρὸς Θεοδόσιον ἀξιοῦντες ὑπ' αὐτοῦ βασιλεύεσθαι, εἰ δὲ μή, κἂν Γερμανὸν ἀναγορεῦσαι βασιλέα· μηδὲ γὰρ ἔτι ἀνέχεσθαι ὑπὸ Μαυρικίου βασιλεύεσθαι. ταῦτα ὁ Μαυρίκιος μαθὼν μεταστέλλεται τὸν υἱὸν πρὸς ἑαυτόν· Κομεντίολον δὲ τὰ τείχη φρουρεῖν προσέταττεν. τὸν δὲ Γερμανὸν σὺν τῷ υἱῷ Θεοδοσίῳ κατῃτιᾶτο τῶν συμφορῶν αἴτιον γεγονέναι. τοῦ 288 δὲ Γερμανοῦ ἀπολογουμένου, Μαυρίκιος ἔφη·" ὦ Γερμανέ, δύο εἰσὶ τεκμήρια τῆς ὑπονοίας μου· τά τε ἐκ τοῦ λαοῦ πρός σε γράμματα, καὶ τοῦ φείδεσθαι τὸν λαὸν τῆς ἀγελαίας ἵππου τῆς νεμομένης σοι εἰς τὰ προάστεια. πάντα γὰρ διήρπασαν, καὶ τῶν σῶν ἐφείσαντο. φείδου, Γερμανέ, τοῦ μηκύνειν τὸν λόγον, οὐδὲν ἡδύτερον τοῦ διὰ ξίφους τεθνάναι." ὁ δὲ Γερμανὸς εἰς τὸν ναὸν τῆς θεομήτορος τῶν Κύρου προσέφυγεν. καὶ ὁ βασιλεὺς τοῦτο μαθὼν Στέφανον τὸν εὐνοῦχον ἀπέστειλεν ὑπεξαγαγεῖν τὸν Γερμανὸν τῆς ἐκκλησίας. τοῦ δὲ Στεφάνου βιαίως ἐξαγαγεῖν τοῦτον θελήσαντος, οἱ τοῦ Γερμανοῦ ὑπασπισταὶ ἀντικαταστάντες ἐξωθοῦσι τὸν Στέφανον καὶ λαβόντες τὸν Γερμανὸν εἰς τὴν μεγάλην ἐκκλησίαν καταφεύγουσιν. ὁ δὲ βασιλεὺς ῥάβδοις ἐμαστίγου Θεοδόσιον, τὸν ἑαυτοῦ υἱόν. ἔφασκε γὰρ δι' αὐτοῦ τὸν Γερμανὸν φυγαδευθῆναι· καὶ ἀποστέλλει τοὺς ἐκσκουβίτορας τοῦ ἐξαγαγεῖν τῆς μεγάλης ἐκκλησίας τὸν Γερμανόν. ἐντεῦθεν θρῦλος μέγας τῇ πόλει ἐνέσκηψεν. ὁ δὲ Γερμανὸς ἠθέλησεν ἐξελθεῖν καὶ δοῦναι ἑαυτόν· τὰ δὲ πλήθη οὐ κατεδέξαντο, ἀλλ' ὕβρεσι μεγάλαις τὸν βασιλέα ἠτίμασαν λέγοντες·" μὴ σχοίη δέρμα ὁ φιλῶν σε, Μαυρίκιε Μαρκιανιστά." οἱ τοίνυν τὰ τείχη φρουροῦντες ταῦτα μαθόντες τῆς φρουρᾶς κατημέλησαν. τότε οἱ τοῦ Πρασίνου μέρους τὴν οἰκίαν Κωνσταντίνου τοῦ λεγομένου Λάρδου καταφλέγουσιν. ὁ δὲ Μαυρίκιος μεσούσης τῆς νυκτὸς ἀποδυσάμενος τὴν βασίλειον στολὴν καὶ ἰδιωτικὴν περιβαλόμενος εἰς δρόμωνά τε εἰσελθὼν μετὰ τῆς γυναικὸς καὶ τῶν τέκνων αὐτοῦ καὶ Κωνσταντίνου ἀποδιδράσκει. τὰ πλήθη δὲ δι' ὅλης τῆς νυκτὸς αἰσχίσταις ὕβρεσι τὸν βασιλέα καθύβριζον, ἐπέσκωπτόν τε καὶ τὸν πατριάρχην Κυριακόν. λαίλαπος τοίνυν γενομένου μεγάλου, μετὰ κινδύνων μεγίστων διασώζεται ὁ Μαυρίκιος εἰς τὸν ἅγιον Αὐτόνομον. ἐν αὐτῇ δὲ τῇ νυκτὶ ἐπιτίθενται αὐτῷ καὶ νόσοι ἀρθρίτιδες, ἃς ποδαλγίας καὶ χειραλγίας καλοῦσιν. ἐντεῦθεν ἀποστέλλει Θεοδόσιον, τὸν ἑαυτοῦ υἱόν, μετὰ Κωνσταντίνου πρὸς Χοσρόην, τὸν βασιλέα Περσῶν, 289 ὅπως ὑπομνησθῇ τῶν ὑπὸ Μαυρικίου γεγονότων αὐτῷ καὶ τὴν ἀνταπόδοσιν τῆς εὐεργεσίας προσνείμῃ τῷ υἱῷ αὐτοῦ. ὁ δὲ Γερμανὸς πέμπει πρὸς Σέργιον, τὸν δήμαρχον τοῦ Πρασίνου μέρους, ὅπως συναγωνίσηται αὐτῷ τοῦ βασιλεῦσαι, ὑποσχόμενος τιμῆσαι τὸ μέρος τοῦ Πρασίνου καὶ αὐτὸν μεγάλαις ἀξίαις περιβαλεῖν. ὁ δὲ Σέργιος τοῖς ἐπισημοτέροις τοῦ δήμου τοῦτο ἐθάρρησεν. οἱ δὲ τοῦτο οὐ κατεδέξαντο λέγοντες·" οὐκ ἄν ποτε Γερμανὸς τῆς τῶν Βενέτων προσπαθείας ἀποστήσεται." οἱ δὲ Πράσινοι ἐξελθόντες εἰς τὸ Ῥήγιον μεγάλαις εὐφημίαις ἐτίμων τὸν τύραννον Φωκᾶν, καὶ πείθουσιν αὐτὸν ἐν τῷ Ἑβδόμῳ παραγενέσθαι. πέμπει τοίνυν ὁ Φωκᾶς Θεόδωρον τὸν ἀσηκρήτην, καὶ εἰσελθὼν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ἐπανέγνωσε τῷ λαῷ, ὅπως ὅ τε πατριάρχης οἱ δῆμοί τε καὶ ἡ σύγκλητος ἀφίκωνται ἐν τῷ Ἑβδόμῳ. τούτου τοίνυν γεγονότος, καὶ πάντων ἐν τῷ Ἑβδόμῳ ἀφικομένων, Κυριακὸς ὁ πατριάρχης ἀπῄτησε τὸν τύραννον ὁμολογίαν περὶ τῆς ὀρθοδόξου πίστεως καὶ τοῦ ἀτάραχον φυλάξαι τὴν ἐκκλησίαν. ἔδοξε δὲ ὁ τύραννος τὸν Γερμανὸν εἰς βασιλέα προτρέπεσθαι. τοῦ δὲ Γερμανοῦ κατειρωνευομένου μὴ θέλειν, καὶ τῶν δήμων εὐφημούντων τὸν τύραννον, ἀναγορεύεται τὸ κακόν, καὶ κύριος τῶν σκήπτρων ὁ τύραννος προχειρίζεται, καὶ κρατεῖ τῆς εὐδαιμονίας ἡ συμφορά, καὶ λαμβάνει τὴν ἔναρξιν τὰ μεγάλα τῶν Ῥωμαίων ἀτυχήματα. ἡ δὲ ἀναγόρευσις τοῦ τυράννου εἰς τὸν ναὸν τοῦ βαπτιστοῦ Ἰωάννου ἐγένετο. δύο δὲ ἡμέρας ἐν τούτῳ διατρίψας τῇ τρίτῃ εἰς τὰ βασίλεια εἰσῆλθεν ἐπὶ βασιλικῆς ἁμάξης καθεζόμενος. τῇ δὲ πέμπτῃ ἡμέρᾳ Λεοντίαν, τὴν ἑαυτοῦ γυναῖκα, ἔστεψεν αὐγούσταν. καταστασιάζουσι τοίνυν τὰ μέρη πρὸς ἄλληλα ταύτῃ τῇ ἡμέρᾳ διὰ στάσεις τόπων. ὁ δὲ τύραννος Ἀλέξανδρον, τὸν συναντάρτην αὐτοῦ, ἐξέπεμψε κατευνάσαι τὰ μέρη. ὁ δὲ Ἀλέξανδρος Κοσμᾷ, τῷ τῶν Βενέτων δημάρχῳ, χεῖρας ἐπιβαλὼν ὤθησέ τε καὶ ὕβρισεν. οἱ δὲ Βένετοι ἀγανακτοῦντες ἔκραζον·" ὕπαγε· μάθε τὴν κατάστασιν, ὁ Μαυρίκιος οὐκ ἀπέθανεν." ὁ δὲ τύραννος τούτων ἀκηκοὼς ἐπὶ τὸν τοῦ Μαυρικίου φόνον κινεῖται· καὶ ἀποστείλας στρατιώτας ἤγαγεν αὐτοὺς ἐν Χαλκηδόνι εἰς τὸν Εὐτροπίου 290 λιμένα. καὶ προαναιροῦνται τοῦ βασιλέως οἱ παῖδες οἱ ἄρρενες ἐπ' ὄψεσιν αὐτοῦ πέντε, ἐντεῦθεν προκολάζων τὸν βασιλέα τῇ τῶν παίδων σφαγῇ· ὁ δὲ Μαυρίκιος φιλοσοφῶν τὸ δυστύχημα τὸν ἐπὶ πάντων ἐπεκαλεῖτο θεὸν καὶ πυκνῶς ἐφθέγγετο·" δίκαιος εἶ, κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου." γίνεται τοίνυν τῶν παίδων ὁ θάνατος τοῦ πατρὸς ἐπιτάφιον προεπιδειξαμένου τὴν ἀρετὴν ἐν τῷ μεγέθει τῆς συμφορᾶς. τῆς γὰρ τιθηνῆς ὑποκλεψάσης ἕν τι τῶν βασιλικῶν μειρακίων καὶ πρὸς σφαγὴν τὸ ἑαυτῆς ἐπιδωσάσης, ὁ Μαυρίκιος οὐ κατεδέξατο, ἀλλὰ τὸ ἴδιον ἐπεζήτησεν· φασὶ δέ τινες, ὅτι, τούτου σφαγέντος, γάλα σὺν τῷ αἵματι ἔρρευσεν, ὥστε πάντας τοὺς ὁρῶντας θρηνῆσαι δεινῶς. οὕτω μὲν οὖν ὁ βασιλεὺς καὶ νόμων φύσεως ὑψηλότερος γεγονὼς ὑπαλλάττει τὸν βίον. οὐ διέλειπε δὲ τῇ Ῥωμαίων βασιλείᾳ ἐξ ἐκείνου καιροῦ δυστυχήματα ποικίλα τε καὶ ἐξαίσια. ὅ τε γὰρ Χοσρόης, ὁ τῶν Περσῶν βασιλεύς, τὴν εἰρήνην διέλυσεν, καὶ οἱ Ἄβαρεις τὴν Θρᾴκην διώλεσαν, καὶ ἄμφω τὰ στρατεύματα τῶν Ῥωμαίων διεφθάρησαν, ὥστε, ὁπηνίκα Ἡράκλειος ἐβασίλευσε καὶ ἐξέτασιν τοῦ ὁπλιτικοῦ ἐποιήσατο εἰς τὸ ἀκριβές, ἐκ πάσης τῆς πληθύος τῆς εὑρεθείσης ἐπὶ τῆς τυραννίδος Μαυρικίῳ μετὰ Φωκᾶ οὐχ εὗρε περαιτέρω δύο ἀνδρῶν. οὕτως οἱ τὸν τύραννον προστησάμενοι ἐπὶ αὐτοῦ ἀνηλώθησαν. Κόσμου ἔτη
286.2.1
Τῆς θείας σαρκώσεως ἔτη φϟεʹ. Ῥωμαίων. βασιλεὺς Φωκᾶς ἔτη ζʹ. αʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. ιεʹ. Κωνσταντ. ἐπίσκοπος Κυριακὸς ἔτη ιαʹ. θʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰσάκιος ἔτη ηʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη
286.3.1
κδʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη θʹ. γʹ. Τούτῳ τῷ ἔτει μηνὶ Νοεμβρίῳ, ἰνδικτιῶνος ϛʹ, βασιλεύσας Φωκᾶς 291 ὁ τύραννος ἀνεῖλεν, ὡς προλέλεκται, Μαυρίκιον σὺν πέντε παισὶν ἄρρεσιν· καὶ τὰς τούτων κεφαλὰς ἐκέλευσε τεθῆναι ἐν τῷ Κάμπῳ τοῦ τριβουναλίου ἡμέρας ἱκανάς· καὶ ἐξήρχοντο οἱ τῆς πόλεως καὶ ἐθεώρουν αὐτάς, ἕως ἐπώζεσαν. ἀναιρεῖται δὲ καὶ Πέτρος, ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἄλλοι πολλοί. Θεοδόσιον δέ, τὸν υἱὸν αὐτοῦ, λόγος κρατεῖ πεφευγέναι καὶ σεσῶσθαι. ταύτην δὲ τὴν φήμην Χοσρόης, ὁ τῶν Περσῶν βασιλεύς, ηὔξησεν ἄλλοτε ἄλλως ψευδόμενος καὶ παρ' ἑαυτῷ τοῦτον ἔχειν λέγων καὶ προνοεῖν δῆθεν, ἵνα τὴν Ῥωμαίων βασιλείαν παραλάβῃ, δολερῶς δὲ τῆς τῶν Ῥωμαίων βασιλείας ἐλπίζων κρατῆσαι, ὡς ἠλέγχθη πολυτρόπως, μάλιστα δὲ ἐκ τοῦ πολέμους αἰφνιδίους κινῆσαι καὶ μεγάλως λυμήνασθαι τὰ Ῥωμαϊκά. τοῦ δὲ Φωκᾶ πρέσβιν πρὸς αὐτὸν ἀποστείλαντος Βίλιον, τοῦτον ἐκράτησε καὶ εἰς φυλακὴν ἀπέθετο, μηκέτι εἰς τὰ Ῥωμαϊκὰ ὑποστρέψαι, γράμμασι δὲ ἀτίμοις τὸν Φωκᾶν ἀντημείβετο. Κωνσταντῖναν δὲ τὴν βασίλισσαν ἅμα ταῖς τρισὶ θυγατράσι ἐν οἰκίᾳ ἰδιωτικῇ, ἐπιλεγομένῃ τῶν Λέοντος, ὁ τύραννος κατέστησεν. Ἐν Ἀλεξανδρείᾳ τῇ πόλει καλλιγράφος τις, ἀνὴρ εὐλαβής, ἐκ παννυχίδος οἴκαδε πορευόμενος μεσούσης νυκτὸς ὁρᾷ τοὺς ἀνδριάντας ἐκ τῶν βωμῶν καθελκυσθέντας καὶ μεγάλῃ τῇ φωνῇ λέγοντας, ἀναιρεῖσθαι Μαυρίκιον καὶ τὰ τέκνα αὐτοῦ, καὶ πάντα τὰ ἐν Βυζαντίῳ πραχθέντα συμπτώματα. πρωΐας δὲ ἀπελθὼν ὁ ἀνὴρ τῷ αὐγουσταλίῳ ταῦτα διηγήσατο· ὁ δὲ παρήγγειλεν αὐτῷ μηδενὶ ταῦτα κατάδηλα ποιῆσαι, ἀπογραψάμενος δὲ τὴν ἡμέραν ἐκαραδόκει τὴν ἔκβασιν. ἐνάτη δὲ ἡμέρα, καὶ ἄγγελος κατέλαβε μηνύων τὴν Μαυρικίου ἀναίρεσιν. τότε ὁ αὐγουστάλιος τὴν τῶν δαιμόνων πρόρρησιν ἐπὶ λαοῦ ἐθριάμβευσεν. Ναρσῆς δέ, ὁ τῶν Ῥωμαίων γενόμενος στρατηγός, κατὰ τοῦ τυράννου ἀντῆρε καὶ τὴν Ἔδεσαν ἐκράτησεν. γράφει τοίνυν Φωκᾶς Γερμανῷ τῷ στρατηγῷ πολιορκῆσαι τὴν Ἔδεσαν. ὁ δὲ Ναρσῆς γράφει πρὸς Χοσρόην, τὸν βασιλέα Περσῶν, ἀθροῖσαι δυνάμεις καὶ 292 κατὰ Ῥωμαίων συστήσασθαι πόλεμον. ἐποίησε δὲ Φωκᾶς τὸν ἴδιον ἀδελφὸν Δομεντζίολον μάγιστρον, καὶ τὸν Πρίσκον κόμητα ἐκσκουβιτόρων. βʹ. ιϛʹ. ιʹ. δʹ. κεʹ. δʹ. Τούτῳ τῷ ἔτει μηνὶ Δεκεμβρίῳ, ἰνδικτιῶνος ζʹ, προῆλθε Φωκᾶς ἐν ταῖς ἑορταῖς ῥίψας ὑπατείαν πολλήν. Χοσρόης δέ, ὁ βασιλεὺς τῶν Περσῶν, συναθροίσας δύναμιν πολλὴν κατὰ Ῥωμαίων ἐξαπέστειλεν. ὁ δὲ Γερμανὸς ἀκούσας ἐφοβήθη, ἀναγκαζόμενος δὲ τοῦ πολέμου ἀπήρξατο. τοῦ δὲ Γερμανοῦ ἐν τῷ πολέμῳ πληγέντος, οἱ ὑπασπισταὶ τοῦτον διέσωσαν μέχρι Κωνσταντίνης, καὶ ἡττῶνται Ῥωμαῖοι· ἑνδεκάτη δὲ ἡμέρα, καὶ ὁ Γερμανὸς ἐτελεύτησεν. ὁ δὲ Φωκᾶς τὰς δυνάμεις ἀπὸ τῆς Εὐρώπης ἐπὶ τὴν Ἀσίαν μετέφερε τῷ Χαγάνῳ τὰ πάκτα ἐπαυξήσας, νομίζων ἠρεμεῖν τῶν Ἀβάρων τὸ ἔθνος. ταύτας δὲ διελὼν τὰς μὲν κατὰ Περσῶν ἀπέστειλεν, τὰς δὲ πρὸς τὴν πολιορκίαν Ἐδέσης κατὰ Ναρσοῦ σὺν Λεοντίῳ εὐνούχῳ καὶ μεγιστάνῳ αὐτοῦ. ὁ δὲ Χοσρόης συναθροίσας δυνάμεις ἐπὶ τὸ Δαρᾶς γίνεται. Ναρσῆς δὲ ἐξελθὼν τῆς Ἐδέσης ἐπὶ τὴν Ἱεράπολινκατέφυγεν. ὁ δὲ Χοσρόης σὺν τοῖς Ῥωμαίοις γίνεται εἰς τὸ Ἀρξαμοῦν, καὶ φρούριον ἀπὸ ἐλεφάντων συστησάμενος τοῦ πολέμου ἀπήρξατο καὶ νίκην μεγάλην ᾔρατο, πολλοὺς τῶν Ῥωμαίων ζωγρήσας, οὓς καὶ ἀπέτεμεν. τούτων οὕτω πραχθέντων, ὁ Χοσρόης ἐπὶ τὴν ἑαυτοῦ γῆν ἐπανέζευξε Ζογγόῃ τὰς δυνάμεις καταλιπών. τοῦτο μαθὼν ὁ Φωκᾶς κατὰ Λεοντίου ἐμάνη καὶ χειροπέδαις σιδηραῖς ἀτίμως αὐτὸν εἰς Βυζάντιον φέρει καὶ χειροτονεῖ στρατηγὸν Δομεντζίολον, τὸν ἴδιον ἀνεψιόν, ὃν καὶ κουροπαλάτην ἐποίησεν. γʹ. ιζʹ. ιαʹ. εʹ. κϛʹ.
286.4.1
Τούτῳ τῷ ἔτει ἀπέστειλε Χοσρόης Καρδαρίγαν καὶ Ῥουσμιάζαν, καὶ ἐπόρθησαν πολλὰς τῶν Ῥωμαίων πολιτείας. ὁ δὲ Δομεντζίολος λόγον δοὺς τῷ Ναρσῇ καὶ ὅρκοις πολλοῖς πείσας αὐτὸν μηδεμίαν 293 ἀδικίαν παρὰ τῷ Φωκᾷ ὑπομένειν, ἀπέλυσεν αὐτὸν πρὸς Φωκᾶν· ὁ δὲ Φωκᾶς μὴ φυλάξας τὸν λόγον τοῦτον πυρὶ κατέκαυσεν. ἐν λύπῃ οὖν μεγάλῃ γεγόνασιν οἱ Ῥωμαῖοι, ὅτι φόβον μέγαν εἶχεν εἰς Πέρσας ὁ Ναρσῆς, ὥστε τὰ τέκνα τῶν Περσῶν ἀκούοντα τὸ ὄνομα Ναρσοῦ τρέμειν· οἱ δὲ Πέρσαι ἠγαλλιῶντο χαρᾷ μεγάλῃ. Κωνσταντινουπόλεως ἐπίσκοπος Θωμᾶς ἔτη γʹ.
286.5.1
ιηʹ. αʹ. ϛʹ. κζʹ. ϛʹ. Τούτῳ τῷ ἔτει σχολαστικὸς εὐνοῦχος, ἀνὴρ ἔνδοξος τοῦ παλατίου, μεσούσης νυκτὸς Κωνσταντῖναν τὴν δέσποιναν σὺν ταῖς τρισὶ θυγατράσιν αὐτῆς λαβὼν εἰς τὴν μεγάλην ἐκκλησίαν κατέφυγε τῇ βουλῇ Γερμανοῦ τοῦ πατρικίου, ὀρεγομένου τῆς βασιλείας. γίνεται τοίνυν ἐν τῇ πόλει στάσις μεγάλη. οἱ δὲ Πράσινοι ἀθροισθέντες ἐπὶ τὸν κοχλίαν ἐδυσφήμουν τὴν Κωνσταντῖναν· ὁ δὲ Γερμανὸς τῷ δημάρχῳ τῶν Πρασίνων τάλαντον χρυσίου ἀπέστειλεν, ὥστε συνεργῆσαι αὐτοῖς. τὰ δὲ πρωτεῖα τοῦ δήμου οὐ κατεδέξαντο τοῦτο. ὁ δὲ τύραννος ἔπεμψεν εἰς τὴν ἐκκλησίαν τοῦ ἀποσπάσαι τὰ γύναια· ὁ δὲ πατριάρχης Κυριακὸς ἀντεκαθίστατο τῷ τυράννῳ μὴ καταδεξάμενος ἐκ τοῦ ναοῦ ἀποσπάσαι τὰ γύναια τυραννικῶς. ὅρκοις δὲ βεβαιωθεὶς ὑπὸ τοῦ Φωκᾶ, ὡς οὐκ ἀδικήσει αὐτάς, ἐξάγονται τοῦ ἁγίου τεμένους καὶ ἐν μοναστηρίῳ ἐγκλείονται· τὸν δὲ Γερμανὸν ἀποκείρας ἐν ἱερεῦσι κατέταξε καὶ ἐν τῷ ἰδίῳ οἴκῳ παρεφύλαττεν. τότε καὶ Φιλιππικὸς τὴν κόμην ἑλόμενος ἱερωσύνης ἀξίαν ἀνέλαβε καὶ ἐν Χρυσοπόλει ἐν τῷ μοναστηρίῳ, ὃ ἔκτισεν, διέτριβεν. οἱ δὲ Πέρσαι ἐν τούτῳ τῷ ἔτει παρέλαβον τὸ Δαρᾶς καὶ πᾶσαν τὴν Μεσοποταμίαν καὶ Συρίαν αἰχμαλωσίαν πολλὴν ποιήσαντες, ἧς οὐκ ἔστιν ἀριθμός. τοῦ δὲ πατριάρχου Κυριακοῦ τελευτήσαντος, Θωμᾶς χειροτονεῖται ἀντ' αὐτοῦ, διάκονος καὶ σακελλάριος ὢν τῆς αὐτῆς ἐκκλησίας, μηνὶ Ὀκτωβρίῳ ιαʹ. 294 Κόσμου ἔτη ϛϟθʹ. Τῆς θείας σαρκώσεως ἔτη φϟθʹ. Ῥωμαίων βασιλεὺς Φωκᾶς ἔτη ζʹ. εʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. ιθʹ. Κωνσταντ. ἐπίσκοπος Θωμᾶς ἔτη γʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰσάκιος ἔτη ηʹ. ζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Θεόδωρος ἔτη
286.6.1
αʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη θʹ. ζʹ. Τούτῳ τῷ ἔτει Φωκᾶς ὁ τύραννος ἔζευξε τὴν ἑαυτοῦ θυγατέρα Δομεντζίαν Πρίσκῳ τῷ πατρικίῳ καὶ κόμητι τῶν ἐκσκουβιτόρων, καὶ γενομένου τοῦ γάμου ἐν τῷ παλατίῳ τῶν Μαρίνης, ἐκέλευσεν ἱππικὸν ἀχθῆναι. οἱ δὲ δήμαρχοι τῶν δύο μερῶν ἐν τοῖς τετρακίοσι σὺν τῶν βασιλικῶν λαυράτων ἔστησαν Πρίσκου καὶ Δομεντζίας λαυράτα. ταῦτα ἰδὼν ὁ βασιλεὺς ἠγανάκτησεν, καὶ πέμψας ἤγαγε τοὺς δημάρχους Θεοφάνην καὶ Πάμφιλον, καὶ στήσας αὐτοὺς εἰς τὸ στάμα γυμνοὺς ἐκέλευσεν ἀποτμηθῆναι αὐτούς. πέμψας δὲ τὸν πρωτοκούρσορα αὐτοῦ ἠρώτα αὐτούς, τίνος ἐπιτρέψαντος τοῦτο πεποίηκαν; οἱ δὲ εἶπον, ὅτι κατὰ συνήθειαν οἱ γραμμισταὶ τοῦτο πεποίηκαν. ὁ δὲ δῆμος καὶ οἱ ὄχλοι ἔκραζον·" φιλανθρώπου δεσπότου πολλὰ τὰ ἔτη." οἱ δὲ γραμμισταὶ ἐρωτηθέντες διὰ τί τοῦτο πεποίηκαν; ἔφησαν, ὅτι" τοῦ βασιλέως τέκνα ὀνομασθέντα ὑπὸ πάντων, ἡμεῖς ἀφ' ἑαυτῶν τοῦτο πεποιήκαμεν." ὁ δὲ Πρίσκος φόβῳ συνεχόμενος τὴν ἀγανάκτησιν ἐδειλία τοῦ βασιλέως. τῶν δὲ ὄχλων κραζόντων φιλανθρωπευθῆναι αὐτοῖς, συνεχώρησεν ὁ Φωκᾶς· ἔκτοτε οὖν ὁ Πρίσκος μηνιάσας οὐκ ἦν ἐν ὀρθότητι μετὰ Φωκᾶ. γυνὴ δέ τις ὀνόματι Πετρωνία γίνεται τῇ βασιλίσσῃ Κωνσταντίνῃ ὡς ἀντὶ διακόνου πρὸς Γερμανὸν ἐκ Κωνσταντίνης τὰς ἀποκρίσεις ποιουμένη· τῆς δὲ φήμης πλατυνομένης Θεοδόσιον ζῇν, τὸν υἱὸν τοῦ Μαυρικίου, ἐλπίδας ἀγαθὰς ἥ τε Κωνσταντῖνα καὶ ὁ Γερμανὸς εἶχεν ἐπὶ τούτῳ· ἡ δὲ ἀνοσία Πετρωνία τῷ τυράννῳ ταῦτα κατάδηλα πεποίηκεν. ὁ δὲ τύραννος Κωνσταντῖναν Θεοπέμπτῳ τῷ ἐπάρχῳ