Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophanes-abbot-and-confessor" aria-label="More works by Theophanes Abbot and Confessor">
—
⋯
Original / primary: Pg Scrape Grc
295.1.1
πρὸς βάσανα ἔδωκεν· ἡ δὲ βασανιζομένη Ῥωμανὸν τὸν πατρίκιον γινώσκειν τὰ παρ' αὐτῶν λαλούμενα ὡμολόγησεν. οὗτος δὲ κατασχεθεὶς καὶ ἐξετασθεὶς συγκατέθετο καὶ ἄλλους εἶναι συνεργοὺς αὐτοῦ πρὸς τὴν τοῦ τυράννου ἐπιβουλήν. κατεσχέθη δὲ καὶ Θεόδωρος, ὁ τῆς ἀνατολῆς ἔπαρχος, ὃν ὁ τύραννος βουνεύροις μαστίζων ἀνεῖλεν· Ἐλπιδίου τε τὰς χεῖρας καὶ τοὺς πόδας κόψας τῷ πυρὶ τοῦτον παρέδωκεν, τόν τε Ῥωμανὸν ἀπεκεφάλισεν, τὴν δὲ Κωνσταντῖναν σὺν ταῖς τρισὶ θυγατράσιν ἐν τῷ μώλῳ Εὐτροπίου, ἔνθα καὶ Μαυρίκιος ἀνῃρέθη, ξίφει ἀπέτεμεν, τὸν Γερμανὸν δὲ καὶ τὴν τούτου θυγατέρα ἐν τῇ Πρώτῃ νήσῳ στόματι μαχαίρας ἀπέκτεινεν, ὁμοίως καὶ Ἰωάννην καὶ Τζίταν καὶ Πατρίκιον καὶ Θεοδόσιον, τὸν τὴν σουβαδιουβᾶ περικείμενον ἀξίαν, καὶ Ἀνδρέαν τὸν Σκόμβρον καὶ Δαυίδ, τὸν χαρτοφύλακα τῶν Ὁρμίσδου. Τῷ δ' αὐτῷ χρόνῳ οἱ Πέρσαι τὸν Εὐφράτην περάσαντες πᾶσαν τὴν Συρίαν καὶ Παλαιστίνην καὶ Φοινίκην ᾐχμαλώτευσαν πολλὴν ἅλωσιν ἐν τοῖς Ῥωμαίοις ποιήσαντες. Κόσμου ἔτη ϛρʹ. Τῆς θείας σαρκώσεως ἔτη χʹ. Ῥωμαίων βασιλεὺς Φωκᾶς ἔτη ζʹ. ϛʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. κʹ. Κωνσταντ. ἐπίσκοπος Θωμᾶς ἔτη γʹ. γʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰσάκιος ἔτη ηʹ. ηʹ. Ἀλεξανδρείας ἐπίσκοπος Θεόδωρος ἔτη βʹ. βʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη
295.2.1
ηʹ. Τούτῳ τῷ ἔτει ὁ Πρίσκος μὴ ὑποφέρων ὁρᾷν τούς τε ἀδίκους φόνους καὶ τὰ κακὰ τὰ ὑπὸ Φωκᾶ γινόμενα ἔγραψε πρὸς Ἡράκλειον, τὸν πατρίκιον καὶ στρατηγὸν Ἀφρικῆς, ὥστε ἀποστεῖλαι Ἡράκλειον, τὸν υἱὸν αὐτοῦ, καὶ Νικήταν, τὸν υἱὸν Γρηγορᾶ τοῦ πατρικίου καὶ ὑποστρατήγου αὐτοῦ, ὅπως ἔλθωσι κατὰ τοῦ τυράν296 νου Φωκᾶ· ἤκουε γὰρ μελετωμένην ἐν τῇ Ἀφρικῇ κατὰ Φωκᾶ ἀνταρσίαν· ὅθεν οὐδὲ τὰ πλοῖα τῆς Ἀφρικῆς ἐν τούτῳ τῷ χρόνῳ ἀνέβαλον. ἀπέκτεινε δὲ Φωκᾶς πᾶσαν τὴν συγγένειαν Μαυρικίου καὶ Κομεντίολον, τὸν στρατηγὸν τῆς Θρᾴκης, καὶ ἄλλους πολλοὺς ἀνηλεῶς. ἐγένετο δὲ ἐν τῷ χρόνῳ τούτῳ καὶ θανατικὸν καὶ σκνιπία παντὸς εἴδους. οἱ δὲ Πέρσαι ἐξῆλθον σὺν τῷ Καρδαρίγᾳ καὶ παρέλαβον τὴν Ἀρμενίαν καὶ τὴν Καππαδοκίαν, καὶ πολεμήσαντες ἔτρεψαν τὰ τῶν Ῥωμαίων στρατεύματα· καὶ παρέλαβον τὴν Γαλατίαν καὶ τὴν Παφλαγονίαν· καὶ ἦλθον μέχρι Χαλκηδόνος λυμαινόμενοι ἀφειδῶς πᾶσαν ἡλικίαν. καὶ οἱ μὲν Πέρσαι ἔξω τῆς πόλεως ἐτυράννουν Ῥωμαίους· Φωκᾶς δὲ ἔνδον τὰ χείρονα αὐτοῖς ἐποίει φονεύων καὶ αἰχμαλωτίζων. Κωνσταντινουπόλεως ἐπίσκοπος Σέργιος ἔτη κθʹ. Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιʹ. ϛραʹ. χαʹ. ζʹ.
295.3.1
αʹ. αʹ. αʹ. θʹ. Τούτῳ τῷ ἔτει ἀτακτήσαντες οἱ Ἀντιοχεῖς Ἑβραῖοι στάσινἐποιήσαντο κατὰ Χριστιανῶν καὶ ἀποσφάττουσιν Ἀναστάσιον, τὸν μέγαν πατριάρχην Ἀντιοχείας, βαλόντες τὴν φύσιν αὐτοῦ ἐν τῷ στόματι αὐτοῦ· καὶ μετὰ τοῦτο σύραντες αὐτὸν ἐπὶ τὴν Μέσην ἐφόνευσαν καὶ πολλοὺς τῶν κτητόρων καὶ ἔκαυσαν αὐτούς. ὁ δὲ Φωκᾶς ἐποίησε κόμητα ἀνατολῆς Βώνοσον καὶ Κοττανᾶν στρατηλάτην καὶ ἀπέστειλεν αὐτοὺς κατ' αὐτῶν καὶ οὐκ ἠδύναντο παῦσαι τὴν στάσιν αὐτῶν. ἐπισυνάξαντες δὲ στρατόπεδα ἐπῆλθον αὐτοῖς καὶ πολλοὺς ἐφόνευσαν καὶ ἠκρωτηρίασαν καὶ τῆς πόλεως ἐξώρισαν. ὁ δὲ Φωκᾶς ἐποίησεν ἱππικόν, καὶ οἱ Πράσινοι ὕβρισαν αὐτόν, λέγοντες·" πάλιν εἰς τὸν καῦκον ἔπιες· πάλιν τὸν νοῦν ἀπώλεσας." καὶ ἐπέτρεψεν ὁ Φωκᾶς Κοσμᾶν, τὸν ἔπαρχον τῆς πόλεως, καὶ πολλοὺς ἠκρωτηρίασε καὶ τὰ μέλη αὐτῶν ἐν τῇ σφενδόνῃ ἐκρέμασεν, ἄλλους δὲ ἀπεκεφάλισε καὶ 297 ἑτέρους ἐν σάκκοις βαλὼν ἐν τῇ θαλάσσῃ ἀπέπνιξεν. σωρευθέντες δὲ οἱ Πράσινοι ἔβαλον πῦρ εἰς τὸ πραιτώριον καὶ ἔκαυσαν τὸ σέκρητον καὶ τὰ σκρινία καὶ τὰς φυλακάς. καὶ ἐξελθόντες οἱ ἐν ταῖς φυλακαῖς ἔφυγον. καὶ θυμωθεὶς ὁ Φωκᾶς ἐκέλευσε τοὺς Πρασίνους μηκέτι πολιτεύεσθαι. Ἡράκλειος δέ, ὁ στρατηγὸς Ἀφρικῆς, ἐνοχλούμενος ὑπὸ τῆς συγκλήτου ἐξώπλισε τὸν υἱὸν αὐτοῦ Ἡράκλειον τοῦ ἀπολῦσαι κατὰ Φωκᾶ τοῦ τυράννου· ὁμοίως καὶ ὁ ὑποστράτηγος αὐτοῦ Γρηγορᾶς ἀπέλυσε διὰ ξηρᾶς τὸν υἱὸν αὐτοῦ Νικήταν στοιχήσαντες, ἵνα ὅς τις προλάβῃ καὶ νικήσῃ τὸν τύραννον βασιλεύσῃ. Τῷ δ' αὐτῷ ἔτει γέγονε χειμὼν μέγας πάνυ, ὥστε παγῶσαι τὴν θάλασσαν· ἐν οἷς καὶ ἰχθὺς πολὺς ἐξερρίφη. τότε Φωκᾶς Μακρόβιον τὸν σκρίβωνα ἐκέλευσε τοξευθῆναι εἰς τὴν ἀγραρέαν καὶ εἰς τὸ καστέλλιν Θεοδοσιανῶν ἐν τῷ Ἑβδόμῳ κρεμασθέντα εἰς κοντάριν, εἰς ὃ γυμνάζονται οἱ τίρωνες, ἀποθανεῖν ὡς συγγνώσαντα τῇ ἐπιβουλῇ αὐτοῦ. Θεόδωρος γὰρ ὁ ἔπαρχος Καππαδόκης καὶ Ἐλπίδιος, ὁ ἐπάνω τοῦ ἀρμαμέντου, καὶ ἕτεροι διάφοροι βουλὴν ἐποίησαν ἀνελεῖν ἐπὶ ἱπποδρομίου τὸν Φωκᾶν. καὶ ποιήσας ἄριστον Θεόδωρος, ὁ ἔπαρχος τῶν πραιτωρίων, ἤρξατο ἐπιφαίνειν αὐτοῖς τὸν ἑαυτοῦ σκοπόν. συνέβη δὲ ἐκεῖ εὑρεθῆναι Ἀναστάσιον, κόμητα τῶν λαργιτιώνων. τοῦ οὖν ἀρίστου γινομένου καὶ ἐξηγουμένου τὰ τῆς ἐπιβουλῆς, μετεμελήθη Ἀναστάσιος εὑρεθεὶς ἐκεῖ καὶ οὐκ εἶπε τὰ τῆς καρδίας αὐτοῦ, ἀλλ' ἐσιώπα. ὁ δὲ Ἐλπίδιος ἐπέμενε λέγων·" οὐ θέλετε, ἵνα ἐν ὅσῳ κάθηται ἐν τῷ σέντζῳ ἐπὶ ἱπποδρομίας, πιάσω αὐτὸν καὶ ἐκκορακίσω τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ οὕτως αὐτὸν ἀποκτείνω;" καὶ ὑπέσχετο διδόναι αὐτοῖς ἄρματα. γνωσθέντος δὲ τοῦ πράγματος ἐκ διαβολῆς Ἀναστασίου τῷ Φωκᾷ, ἐκέλευσε τὸν ἔπαρχον καὶ τὸν Ἐλπίδιον καὶ τοὺς ἄρχοντας τοὺς ἐγνωκότας τὴν ἐπιβουλὴν ἐξετασθῆναι μετὰ πάσης ἀκριβείας. ἐξετασθέντων δὲ 298 αὐτῶν κατέθεντο τὰ τῆς ἐπιβουλῆς, καὶ ὅτι Θεόδωρον ἐβούλοντο ποιῆσαι βασιλέα. ὁ δὲ Φωκᾶς ἐκέλευσεν ἀποκεφαλισθῆναι Θεόδωρον καὶ Ἐλπίδιον καὶ Ἀναστάσιον καὶ πάντας τοὺς ἐγνωκότας τὴν ἐπιβουλὴν αὐτοῦ. Κόσμου ἔτη ϛρβʹ. Τῆς θείας σαρκώσεως ἔτη χβʹ. Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. αʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. κβʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη
295.4.1
βʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ δʹ, ἡμέρᾳ βʹ, ἰνδικτιῶνος ιδʹ, ἧκεν Ἡράκλειος ἀπὸ Ἀφρικῆς φέρων πλοῖα καστελλωμένα, ἔχοντα ἐν τοῖς καταρτίοις κιβώτια καὶ εἰκόνας τῆς θεομήτορος, καθὰ καὶ ὁ Πισίδιος Γεώργιος λέγει, καὶ στρατὸν πολὺν ἀπὸ Ἀφρικῆς καὶ Μαυριτανίας· ὁμοίως καὶ Νικήτας, ὁ υἱὸς Γρηγορᾶ τοῦ πατρικίου, ἀπὸ Ἀλεξανδρείας καὶ Πενταπόλεως ἔχων μεθ' ἑαυτοῦ λαὸν πολὺν πεζικόν. ἦν δὲ Ἡράκλειος ὁρμασάμενος Εὐδοκίαν, τὴν θυγατέρα Ῥογᾶ τοῦ Ἄφρου, ἥτις τῷ καιρῷ τούτῳ ἦν ἐν Κωνσταντινουπόλει ἅμα Ἐπιφανείᾳ, τῇ μητρὶ Ἡρακλείου. ἀκούσας δὲ ὁ Φωκᾶς, ὅτι ἐστὶν ἐν τῇ πόλει ἡ μήτηρ Ἡρακλείου καὶ ἡ τούτῳ μεμνηστευμένη Εὐδοκία, ἐκράτησεν αὐτὰς καὶ ἐφύλαξεν εἰς τὸ δεσποτικὸν μοναστήριον, τὸ ἐπιλεγόμενον τῆς Νέας Μετανοίας. καταλαβὼν δὲ Ἡράκλειος τὴν Ἄβυδον εὗρε Θεόδωρον, τὸν κόμητα τῆς Ἀβύδου, καὶ ἀνακρίνας ἔμαθε παρ' αὐτοῦ τὰ κινούμενα ἐν Κωνσταντινουπόλει. ὁ δὲ Φωκᾶς ἀπέστειλε τὸν ἀδελφὸν αὐτοῦ, Δομεντζίολον τὸν μάγιστρον, φυλάττειν τὰ Μακρὰ τείχη· μαθὼν δὲ ὁ μάγιστρος, ὅτι κατέλαβεν Ἡράκλειος τὴν Ἄβυδον, ἔφυγε καταλιπὼν τὰ τείχη καὶ εἰσῆλθεν ἐν 299 Κωνσταντινουπόλει. ὁ δὲ Ἡράκλειος ἐδέξατο ἐν Ἀβύδῳ πάντας τοὺς ἐξορισθέντας ἄρχοντας, οὓς ἐξώρισε Φωκᾶς, καὶ ἀνῆλθε σὺν αὐτοῖς εἰς Ἡράκλειαν. Στέφανος δέ, ὁ τῆς Κυζίκου μητροπολίτης, λαβὼν στέμμα ἐκ τῆς ἐκκλησίας τῆς ἁγίας θεοτόκου Ἀρτάκης ἀπήγαγεν αὐτὸ τῷ Ἡρακλείῳ. καταλαβὼν δὲ τὴν Κωνσταντινούπολιν προσώρμισε τῷ λιμένι τῆς Σοφίας· καὶ πολέμου κροτηθέντος νικᾷ τῇ χάριτι τοῦ Χριστοῦ [Φωκᾶν] τὸν τύραννον. οἱ δὲ δῆμοι τοῦτον παραλαβόντες ἀνεῖλον, πυρὶ κατακαύσαντες αὐτὸν ἐν τῷ Βοΐ. εἰσελθὼν δὲ Ἡράκλειος εἰς τὰ βασίλεια ἐστέφθη ὑπὸ Σεργίου πατριάρχου ἐν τῷ εὐκτηρίῳ τοῦ ἁγίου Στεφάνου ἐν τῷ παλατίῳ. ἐστέφθη δὲ τῇ αὐτῇ ἡμέρᾳ καὶ ἡ μεμνηστευμένη αὐτῷ Εὐδοκία αὐγούστα, καὶ ἔλαβον ἀμφότεροι παρὰ Σεργίου πατριάρχου τοὺς στεφάνους τοῦ γάμου· καὶ τῇ αὐτῇ ἡμέρᾳ ὁμοῦ αὐτοκράτωρ καὶ νυμφίος ἀναδείκνυται. τῷ δὲ Μαΐῳ μηνὶ ἐστράτευσαν οἱ Πέρσαι κατὰ Συρίας καὶ παρέλαβον τὴν Ἀπάμειαν καὶ τὴν Ἔδεσαν καὶ ἦλθον ἕως Ἀντιοχείας. οἱ δὲ Ῥωμαῖοι συναντήσαντες αὐτοῖς ἐπολέμησαν, καὶ ἡττήθησαν Ῥωμαῖοι· καὶ διωλέσθη πᾶς ὁ λαὸς τῶν Ῥωμαίων, ὥστε ὀλίγους λίαν ἐξειλῆσαι. τῷ δὲ Ἰουλίῳ μηνὶ ζʹ, τῇ αὐτῇ ἰνδικτιῶνι, ἐτέχθη τῷ βασιλεῖ Ἐπιφάνεια, θυγάτηρ Εὐδοκίας, καὶ τῷ Αὐγούστῳ μηνὶ ιεʹ ἐβαπτίσθη ἐν Βλαχέρναις ὑπὸ Σεργίου πατριάρχου. Κόσμου ἔτη ϛργʹ. Τῆς θείας σαρκώσεως ἔτη χγʹ. Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. βʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. κγʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. γʹ. Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιʹ. γʹ. Τούτῳ τῷ ἔτει παρέλαβον οἱ Πέρσαι Καισάρειαν τῆς Καππαδοκίας καὶ πολλὰς μυριάδας ἐν αὐτῇ ᾐχμαλώτευσαν. Ἡράκλειος δὲ ὁ βασιλεὺς εὗρε παραλελυμένα τὰ τῆς πολιτείας Ῥωμαίων πράγματα. 300 τήν τε γὰρ Εὐρώπην οἱ Ἄβαρεις ἠρήμωσαν, καὶ τὴν Ἀσίαν οἱ Πέρσαι πᾶσαν κατέστρεψαν καὶ τὰς πόλεις ᾐχμαλώτευσαν καὶ τὸν τῶν Ῥωμαίων στρατὸν ἐν τοῖς πολέμοις ἀνήλωσαν. καὶ ταῦτα ἰδὼν ἐν ἀπορίᾳ ἦν, τί δράσῃ. ἐρευνήσας γὰρ τὸν στρατόν, εἰ ἄρα ἐσώζοντο ἐκ τῶν μετὰ Φωκᾶ κατὰ Μαυρικίου στρατευσάντων ἐπὶ τῆς τούτου τυραννίδος, δύο μόνους εὗρεν ἐν πᾶσι τοῖς θέμασιν. Τῷ δ' αὐτῷ ἔτει μηνὶ Μαΐῳ γʹ, ἰνδικτιῶνος ιεʹ, ἐτέχθη τῷ βασιλεῖ υἱὸς ἀπὸ Εὐδοκίας, Ἡράκλειος ὁ μικρός, ὁ καὶ νέος Κωνσταντῖνος. τῷ δὲ Αὐγούστῳ μηνὶ ιδʹ ἐτελεύτησεν Εὐδοκία ἡ αὐγούστα, τῇ αὐτῇ ιεʹ ἰνδικτιῶνι. γʹ. κδʹ. δʹ. δʹ. δʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ δʹ, ἰνδικτιῶνος αʹ, ἐστέφθη Ἐπιφάνεια, ἡ θυγάτηρ Ἡρακλείου, ὑπὸ Σεργίου πατριάρχου αὐγούστα ἐν τῷ εὐκτηρίῳ τοῦ ἁγίου Στεφάνου ἐν τῷ παλατίῳ. τῷ δὲ Δεκεμβρίῳ μηνὶ κεʹ, τῇ αὐτῇ αʹ ἰνδικτιῶνι, ἐστέφθη Ἡράκλειος, ὁ υἱὸς Ἡρακλείου, ὁ νέος, ὁ καὶ Κωνσταντῖνος, ὑπὸ Σεργίου πατριάρχου. Τῷ δ' αὐτῷ ἔτει ἐπεστράτευσαν Σαρακηνοὶ κατὰ Συρίας καὶ λυμηνάμενοι ἱκανὰ χωρία ὑπέστρεψαν. δʹ. κεʹ. εʹ. εʹ. εʹ. Τούτῳ τῷ ἔτει παρέλαβον οἱ Πέρσαι τὴν Δαμασκὸν καὶ ᾐχμαλώτευσαν λαὸν πολύν. Ἡράκλειος δὲ ὁ βασιλεὺς πρέσβεις πρὸς Χοσρόην ἀπέστειλε παύσασθαι τοῦ ἐκχέειν ἀνηλεῶς τὰ αἵματα τῶν ἀνθρώπων καὶ ὁρίσαι φόρους καὶ λαμβάνειν πάκτα. ὁ δὲ τοὺς πρέσβεις ἀπράκτους ἀπέλυσεν, μὴ ποιησάμενος αὐτοῖς λόγον, ἐλπίζων τελείως παραλαβεῖν τὴν τῶν Ῥωμαίων ἀρχήν. ὁ δὲ Ἡράκλειος τῷ αὐτῷ χρόνῳ ἔγημε Μαρτῖναν καὶ ἀνηγόρευσεν αὐτὴν αὐγούσταν στέψας αὐτὴν εἰς τὸν Αὐγουστέα, στεφθεῖσαν ὑπὸ Σεργίου πατριάρχου. εʹ. κϛʹ. ϛʹ. ϛʹ. ϛʹ. Τούτῳ τῷ ἔτει παρέλαβον οἱ Πέρσαι τὸν Ἰορδάνην καὶ Παλαιστίνην καὶ τὴν ἁγίαν πόλιν πολέμῳ καὶ πολλοὺς ἀπέκτειναν ἐν αὐτῇ 301 διὰ χειρὸς τῶν Ἰουδαίων, ὥς φασί τινες, μυριάδας ἐννέα. οὗτοι γὰρ ὠνούμενοι τοὺς Χριστιανοὺς καθὰ εὐπόρει ἕκαστος ἀπέκτεινον αὐτούς. Ζαχαρίαν δέ, τὸν πατριάρχην Ἱεροσολύμων, καὶ τὰ τίμια καὶ ζωοποιὰ ξύλα λαβόντες σὺν αἰχμαλωσίᾳ πολλῇ ἐν Περσίδι ἀπήγαγον. Τῷ δ' αὐτῷ ἔτει ἐτέχθη τῷ βασιλεῖ ἀπὸ Μαρτίνης Κωνστανστῖνος ἕτερος, καὶ ἐβαπτίσθη ἐν Βλαχέρναις ὑπὸ Σεργίου πατριάρχου. ϛʹ. κζʹ. ζʹ. ζʹ. ζʹ. Τούτῳ τῷ ἔτει παρέλαβον οἱ Πέρσαι πᾶσαν τὴν Αἴγυπτον καὶ Ἀλεξάνδρειαν καὶ Λιβύην καὶ ἕως Αἰθιοπίας, καὶ λαβόντες αἰχμαλωσίαν πολλὴν καὶ λάφυρα πάμπολλα καὶ χρήματα ὑπέστρεψαν. τὴν δὲ Καρχηδόνα οὐκ ἴσχυσαν παραλαβεῖν, ἀλλὰ φρουρὰν ἐάσαντες τοῦ πολιορκεῖν αὐτὴν ἀνεχώρησαν. ζʹ. κηʹ. ηʹ. ηʹ. ηʹ. Τούτῳ τῷ ἔτει ἐστράτευσαν οἱ Πέρσαι κατὰ Καρχηδόνος καὶ ταύτην παρέλαβον πολέμῳ. τῷ δ' αὐτῷ ἔτει μηνὶ Ἰαννουαρίῳ αʹ, ἰνδικτιῶνος εʹ, ὑπάτευσε Κωνσταντῖνος ὁ νέος, ὁ καὶ Ἡράκλειος καὶ Ἡρακλείου υἱός· καὶ προεβάλετο καίσαρα Κωνσταντῖνον τὸν μικρόν, τὸν ἴδιον ἀδελφόν, τὸν ἐξ Ἡρακλείου καὶ Μαρτίνης γεννηθέντα. ηʹ. κθʹ. θʹ. θʹ. θʹ. Τούτῳ τῷ ἔτει πάλιν Ἡράκλειος ἀπέστειλε πρέσβεις ἐν Περσίδι πρὸς Χοσρόην αἰτούμενος εἰρήνην. ὁ δὲ Χοσρόης καὶ πάλιν αὐτοὺς ἀπεπέμψατο εἰρηκώς·" οὐ φείσομαι ὑμῶν ἕως ἂν ἀρνήσησθε τὸν ἐσταυρωμένον, ὃν λέγετε θεὸν εἶναι, καὶ προσκυνήσητε τῷ ἡλίῳ." θʹ. λʹ. ιʹ. ιʹ. ιʹ. Τούτῳ τῷ ἔτει ἐστράτευσαν οἱ Ἄβαρεις κατὰ τῆς Θρᾴκης. καὶ ἀποστείλας Ἡράκλειος πρέσβεις πρὸς αὐτοὺς ᾐτεῖτο εἰρήνην· καὶ συνθεμένου τοῦ Χαγάνου ταύτην ποιεῖν, ἐξῆλθεν ὁ βασιλεὺς ἔξω τοῦ Μακροῦ τείχους μετὰ πάσης δορυφορίας βασιλικῆς καὶ δώρων πολλῶν καὶ μεγάλων ὑποδέξασθαι τὸν Χαγάνον, λαβὼν τὰ πιστὰ παρ' αὐτοῦ τοῦ ποιῆσαι πρὸς ἀλλήλους σπονδὰς εἰρηνικάς. ὁ δὲ βάρβαρος ἐκεῖνος τάς τε συνθήκας ἀθετήσας καὶ τοὺς ὅρκους ἄφνω τυραννικῶς κατὰ τοῦ βασιλέως ἐχώρησεν. ἐκπλαγεὶς δὲ ὁ βασιλεὺς τῷ