Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophanes-abbot-and-confessor" aria-label="More works by Theophanes Abbot and Confessor">
—
⋯
Original / primary: Pg Scrape Grc
302.1.1
ἀπροσδοκήτῳ τοῦ πράγματος φυγὰς ἐπὶ τὴν πόλιν ὑπέστρεψεν. λαβὼν δὲ ὁ βάρβαρος τήν τε βασιλικὴν ἀποσκευὴν καὶ δορυφορίαν καὶ ὅσους καταλαβεῖν ἠδυνήθη, ὑπέστρεψε πολλὰ χωρία τῆς Θρᾴκης ληϊσάμενος ἐκ τοῦ ἀπροσδοκήτου ἀπατηθέντας τῇ ἐλπίδι τῆς εἰρήνης. Κόσμου ἔτη ϛριαʹ. Τῆς θείας σαρκώσεως ἔτη χιαʹ. Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. ιʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. λαʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. ιαʹ. Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ.
302.2.1
Ἀλεξανδρείας ἐπίσκοπος Γεώργιος ἔτη ιδʹ. αʹ. Τούτῳ τῷ ἔτει Ἡράκλειος πρὸς τὸν Χαγάνον τῶν Ἀβάρωνπρέσβεις ἀποστείλας ἐνεκάλει περὶ τῶν ὑπ' αὐτοῦ γεγονότων ἀθέσμων καὶ πρὸς εἰρήνην προετρέπετο. ἐπιστρατεῦσαι γὰρ διανοούμενος κατὰ Περσίδος εἰρηνεύειν μετὰ τοῦ Χαγάνου ἤθελεν. ὁ δὲ Χαγάνος αἰδεσθεὶς τὴν τοῦ βασιλέως ἀγάπην μετανοεῖν ἐπηγγέλλετο καὶ εἰρήνην ποιεῖν ὑπισχνεῖτο· καὶ στοιχήσαντες πάκτα ὑπέστρεψαν οἱ πρέσβεις ἐν εἰρήνῃ. Τῷ δ' αὐτῷ ἔτει παρέλαβον οἱ Πέρσαι τὴν Ἄγκυραν Γαλατίας πολέμῳ. ιαʹ. λβʹ. ιβʹ. ιβʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐσκλήρυνε Χοσρόης τὸν ζυγὸν αὐτοῦ ἐπὶ πάντας ἀνθρώπους εἰς αἱμοβορίαν καὶ φορολογίαν. ἐπαρθεὶς γὰρ τῇ νίκῃ οὐκέτι ἐν τῷ καθεστῶτι εἶναι ἠδύνατο. τότε Ἡράκλειος ζῆλον θεοῦ ἀναλαβὼν καὶ μετὰ τῶν Ἀβάρων εἰρηνεύσας, ὡς ἐνόμιζεν, μετήνεγκε τὰ στρατεύματα τῆς Εὐρώπης ἐπὶ τὴν Ἀσίαν καὶ διενοεῖτο τῇ συνεργίᾳ τοῦ θεοῦ κατὰ Περσίδος χωρῆσαι. ιβʹ. λγʹ. ιγʹ. ιγʹ. γʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ἀπριλλίῳ δʹ, ἰνδικτιῶνος ιʹ, τελέσας ὁ βασιλεὺς Ἡράκλειος τὴν ἑορτὴν τοῦ πάσχα εὐθέως τῇ δευτέρᾳ ἑσπέρας ἐκίνησε κατὰ Περσίδος. λαβὼν δὲ τὰ τῶν εὐαγῶν οἴκων χρήματα