Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophanes-abbot-and-confessor" aria-label="More works by Theophanes Abbot and Confessor">
—
⋯
Original / primary: Pg Scrape Grc
303.1.1
ἐν δανείῳ, ἀπορίᾳ κατεχόμενος ἔλαβε καὶ τῆς μεγάλης ἐκκλησίας πολυκάνδηλά τε καὶ ἕτερα σκεύη ὑπουργικά, χαράξας νομίσματά τε καὶ μιλιαρίσια πάμπολλα. κατέλιπε δὲ τὸν ἴδιον υἱὸν σὺν τῷ πατριάρχῃ Σεργίῳ ἐν Κωνσταντινουπόλει διοικεῖν τὰ πράγματα σὺν Βωνόσῳ τῷ πατρικίῳ, ἀνδρὶ ἐχέφρονι καὶ τὰ πάντα συνετῷ καὶ πεπειραμένῳ. ἔγραψε δὲ καὶ πρὸς τὸν Χαγάνον τῶν Ἀβάρων παρακλήσεις τοῦ ἐπικουρεῖν τὰ τῶν Ῥωμαίων πράγματα, ὡς φιλίαν σπεισάμενον πρὸς αὐτόν, καὶ ἐπίτροπον τοῦ ἑαυτοῦ υἱοῦ τοῦτον ὠνόμασεν. ἀπάρας δὲ τῆς βασιλευούσης πόλεως ἐξῆλθε κατὰ τὰς λεγομένας Πύλας πλοῒ τὴν πορείαν ποιησάμενος. ἐντεῦθεν δὲ ἐπὶ τὰς τῶν θεμάτων χώρας ἀφικόμενος συνέλεγε τὰ στρατόπεδα καὶ προσετίθει αὐτοῖς νέαν στρατείαν. τούτους δὲ γυμνάζειν ἤρξατο καὶ τὰ πολεμικὰ ἔργα ἐξεπαίδευσεν. διχῇ γὰρ διελὼν τὸν στρατὸν παρατάξεις τε καὶ συμβολὰς πρὸς ἀλλήλους ἀναιμωτὶ ποιήσασθαι ἐκέλευσεν, κραυγήν τε πολεμικὴν καὶ παιᾶνας καὶ ἀλαλαγμὸν καὶ διέγερσιν ἔχειν τούτους ἐδίδασκεν, ἵνα, κἂν ἐν πολέμοις εὑρίσκωνται, μὴ ξενίζωνται, ἀλλὰ θαρροῦντες ὡς εἰς παίγνιον κατὰ τῶν ἐχθρῶν χωρήσωσιν. λαβὼν δὲ ὁ βασιλεὺς ἐν χερσὶ τὴν θεανδρικὴν μορφήν, ἣν χεῖρες οὐκ ἔγραψαν, ἀλλ' οἵαν ἐν εἰκόνι ὁ πάντα μορφῶν καὶ διαπλάττων λόγος ἄνευ γραφῆς μόρφωσιν, ὡς ἄνευ σπορᾶς κύησιν ἤνεγκεν, καὶ τούτῳ πεποιθὼς τῷ θεογράφῳ τύπῳ ἀπήρξατο τῶν ἀγώνων, πιστὰ δοὺς τῷ λαῷ, ὡς σὺν αὐτοῖς μέχρι θανάτου ἀγωνίσηται καὶ ὡς τέκνοις οἰκείοις τούτοις συναρμόσηται. ἐβούλετο γὰρ τὴν ἐξουσίαν οὐ φόβῳ, ὅσον ἐν πόθῳ ἔχειν. εὑρὼν δὲ τὸν στρατὸν εἰς ῥαθυμίαν πολλὴν καὶ δειλίαν, ἀταξίαν τε καὶ ἀκοσμίαν καθεστῶτα καὶ εἰς πολλὰ τῆς γῆς μέρη ἐσπαρμένον συντόμως πάντας εἰς ἓν συνήγαγεν. καὶ πάντες ὡς ἐκ μιᾶς συμφωνίας ὕμνησαν τὸ κράτος καὶ τὴν ἀνδρείαν τοῦ βασιλέως. αὐτὸς δὲ τοῖς λόγοις τούτους ἐπιρρωννύων ἔλεγεν·" ὁρᾶτε, ἀδελφοὶ καὶ τέκνα, ὡς οἱ ἐχθροὶ τοῦ θεοῦ κατεπάτησαν ἡμῶν τὴν χώραν καὶ τὰς πόλεις ἠρήμωσαν καὶ τὰ θυσιαστήρια κατ304 έκαυσαν καὶ τὰς τραπέζας τῶν ἀναιμάκτων θυσιῶν αἱμάτων μιαιφόνων ἐπλήρωσαν, καὶ τὰς ἀδέκτους τῶν παθῶν ἐκκλησίας ἐν ἡδοναῖς χραίνουσιν ἐμπαθεστάταις." πάλιν δὲ τὸν λαὸν πρὸς γυμνασίαν πολεμικὴν ὥπλιζε τάξεις δύο ἐνόπλους ποιησάμενος, σάλπιγγές τε καὶ φάλαγγες ἀσπίδων, καὶ λαὸς τεθωρακισμένος ἵστατο. ἐπεὶ δὲ ἀσφαλῶς συνέστησαν τὰ τάγματα, συμβαλεῖν ἀλλήλοις ἐκέλευσεν, ὠθισμοί τε βίαιοι καὶ συγκρούσματα πρὸς ἀλλήλους ἐγίνοντο, καὶ σχηματισμὸς πολέμου ἐδείκνυτο. καὶ ἦν ἰδεῖν φρικτὸν θέαμα φόβου χωρὶς κινδύνων, καὶ πρὸς φόνους συννεύσεις αἱμάτων δίχα, καὶ πρὸ τῆς ἀνάγκης τῆς ἀνάγκης τοὺς τρόπους, ὅπως ἕκαστος ἐκ τῆς ἀκινδύνου σφαγῆς λαβὼν ἀφορμὰς ἀσφαλέστερος μένῃ. οὕτω δὲ καθοπλίσας πάντας παρήγγειλεν ἀδικίας ἀπέχεσθαι καὶ εὐσεβείας ἀντέχεσθαι. παραγενόμενος δὲ ἐπὶ τὰ μέρη Ἀρμενίας προτρέχειν ἐκέλευσεν ἐπιλέκτους· τῶν δὲ Σαρακηνῶν τότε ὑπὸ πάκτων ὄντων τῶν Περσῶν πλῆθος ἱππέων λάθρα ἐπιπεσεῖν τῷ βασιλεῖ διενοεῖτο. οἱ δὲ προτρέχοντες τοῦ βασιλέως τούτοις συναντήσαντες τόν τε στρατηγὸν αὐτῶν δεσμώτην ἤγαγον πρὸς Ἡράκλειον καὶ τούτους τρεψάμενοι πολλοὺς ἀνεῖλον. ἐπεὶ δὲ χειμὼν κατέλαβεν, ἀποκλίνας ὁ βασιλεὺς πρὸς τὸ Πόντιον κλίμα, ἔδοξε τοῖς βαρβάροις ἐν τούτῳ αὐτὸν παραχειμάζοντα πολιορκεῖν. λαθὼν δὲ τοὺς Πέρσας καὶ ἐπιστραφεὶς εἰς τὴν Περσίδα εἰσβάλλει. τοῦτο μαθόντες οἱ βάρβαροι εἰς ῥᾳθυμίαν ἦλθον τῷ ἀπροσδοκήτῳ τῆς τούτου εἰσόδου. ὁ δὲ Σάρβαρος, ὁ τῶν Περσῶν στρατηγός, λαβὼν τὴν ἑαυτοῦ δύναμιν ἦλθεν ἐν Κιλικίᾳ, ὅπως ἐπὶ Ῥωμανίαν ἐξελθὼν τοῦτον περιτρέψῃ. φοβηθεὶς δέ, μὴ διὰ τῆς Ἀρμενίας εἰς τὴν Περσίδα ὁ βασιλεὺς εἰσβαλὼν ταύτην ταράξῃ, οὐκ εἶχε τὸν ἑαυτοῦ λογισμὸν βεβηκότα, ὅ τι δράσῃ. ὅμως ἠναγκάσθη ἀκολουθεῖν ὀπίσω τοῦ Ῥωμαϊκοῦ 305 στρατοῦ, κλέψαι μεριμνῶν τὸν πόλεμον καὶ διὰ νυκτὸς ἀφεγγοῦς τούτοις προσβαλεῖν. πανσελήνου δὲ οὔσης τῆς νυκτός, ἀπεκρούσθη τοῦ σκέμματος, καὶ τὴν πρὶν σεβασμίαν αὐτῷ ἐδυσφήμει σελήνην. ἡ δὲ σελήνη ὑπέστη κατ' αὐτὴν τὴν νύκτα ἐκ τοῦ συμβεβηκότος. ἐκ τούτου ἐδειλία ὁ Σάρβαρος προσβαλεῖν τῷ βασιλεῖ καὶ τὰ ὄρη κατέλαβεν ὡς αἱ δορκάδες ὁρῶν τὴν καλλίτεχνον καὶ σοφὴν στρατηγίαν ἀφ' ὕψους τῶν Ῥωμαίων. γνοὺς δὲ ὁ βασιλεὺς τὴν τούτου δειλίαν, θαρρῶν ἐν τόποις ηὐλίζετο ἀναπαύσεως πλήρεσιν, ἐρεθίζων τοῦτον πρὸς πόλεμον. κατερχόμενοι δὲ λάθρα τοῦ ὄρους πολλάκις συμπλοκὰς μερικὰς ἐποιοῦντο, καὶ ἐν παντὶ οἱ Ῥωμαῖοι ἐπροτέρευον, καὶ θάρσος ἐπὶ πλεῖον ὁ στρατὸς ἐλάμβανεν, ὁρῶντες τὸν βασιλέα παντὶ προπηδῶντα καὶ εὐτόλμως πολεμοῦντα. Πέρσης δέ τις πρὸ ὀλίγου χρόνου πρόσφυξ γενόμενος ἐν τῷ στρατῷ τοῦ βασιλέως ἐτάττετο. οὗτος ἀποδρὰς πρὸς τοὺς Πέρσας ἀπῆλθεν ἐλπίζων αὐτοὺς τὴν Ῥωμαίων στρατιὰν ὀλέσαι. ἰδὼν δὲ αὐτῶν τὴν δειλίαν μετὰ δεκάτην ἡμέραν πρὸς τὸν βασιλέα ἦλθε καὶ πᾶσαν ἀκριβῶς τὴν τῶν βαρβάρων ἐξεῖπεν ἀτολμίαν. ὁ δὲ Σάρβαρος μηκέτι ὑποφέρων τὴν ἐν τῷ ὄρει διατριβὴν ἠναγκάσθη πρὸς πόλεμον ὁρμῆσαι, εἰς τρία δὲ μέρη διελὼν τὸ στράτευμα κατῆλθεν ἄφνω ἐπιφωσκούσης ἡμέρας πρὸ τῆς τοῦ ἡλίου ἀναβάσεως εὐτρεπισάμενος πρὸς πόλεμον. ὁ δὲ βασιλεὺς προγνοὺς καὶ συντάξας τὸν στρατὸν ὁμοίως εἰς τρεῖς φάλαγγας εἰς τὴν μάχην προήγαγεν. τοῦ δὲ ἡλίου ἀνατείλαντος, καὶ τοῦ βασιλέως κατὰ ἀνατολὰς εὑρεθέντος, τοὺς Πέρσας ἐσκότιζεν ἡ τούτου ἀκτίς, ἣν ὡς θεὸν προσεκύνουν. ὁ δὲ βασιλεὺς ἐσχημάτισε τὸν λαὸν αὐτοῦ εἰς φυγὴν τραπέντας· καὶ λύσαντες ἐκεῖνοι τὰς φάλαγγας ἀκρατῶς διώκειν τούτους ἐνόμιζον. ἐπιστραφέντες οὖν οἱ Ῥωμαῖοι εὐψύχως τούτους ἐτρέψαντο καὶ πολλοὺς ἀνεῖλον, ἐλάσαντές τε αὐτοὺς εἰς τὸ ὄρος εἰς κρημνοὺς αὐτοὺς ἐνέβαλον καὶ τόπους δυσβάτους καὶ πάντας αὐτῶν συνέτριψαν· ἐν δὲ τοῖς κρημνοῖς αἰγῶν ἀγρίων δίκην ἐσκηνοβάτουν. πολλοὺς δὲ καὶ ζῶντας ἐζώγρη306 σαν. παρέλαβον δὲ καὶ τὸ τούτων στρατόπεδον καὶ πᾶσαν τὴν 306 ἀποσκευὴν αὐτῶν. οἱ δὲ Ῥωμαῖοι πρὸς ὕψος τὰς χεῖρας ἐκτείναντες τῷ θεῷ ηὐχαρίστουν καὶ τῷ στρατηγήσαντι καλῶς βασιλεῖ συντόνως προσηύχοντο. οἱ γὰρ πρὶν μηδὲ Περσικὴν κόνιν τολμήσαντες ἰδεῖν νῦν τὰς σκηνὰς τούτων ἀσαλεύτους εὑρόντες ἐλαφυραγώγησαν. τίς γὰρ ἤλπιζε τὸ τῶν Περσῶν δυσμαχώτατον γένος νῶτα δοῦναί ποτε Ῥωμαίοις; ὁ δὲ βασιλεὺς τὸν στρατὸν σὺν τῷ στρατηγῷ καταλιπὼν εἰς Ἀρμενίαν παραχειμάσαι αὐτὸς εἰς Βυζάντιον ὑπέστρεψεν. Κόσμου ἔτη ϛριδʹ. Τῆς θείας σαρκώσεως ἔτη χιδʹ. Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. ιγʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. λεʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. ιδʹ. Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ. ιδʹ. Ἀλεξανδρείας ἐπίσκοπος Γεώργιος ἔτη ιδʹ. δʹ. Τούτῳ τῷ ἔτει μηνὶ Μαρτίῳ ιεʹ, ἰνδικτιῶνος ιαʹ, ἀπάρας ὁ βασιλεὺς Ἡράκλειος τῆς βασιλίδος πόλεως κατὰ τάχος ἀφίκετο εἰς Ἀρμενίαν. Χοσρόης δέ, ὁ τῶν Περσῶν βασιλεύς, ἀπέστειλε τὸν Σαρβαραζᾶν σὺν τῷ ἑαυτοῦ στρατῷ εἰσβαλεῖν εἰς τὴν τῶν Ῥωμαίων γῆν. Ἡράκλειος δὲ ἔγραφε πρὸς Χοσρόην, ἢ τὴν εἰρήνην ἀσπάσασθαι, ἢ ἑαυτὸν εἰς τὴν Περσίδα σὺν τῷ ἑαυτοῦ στρατῷ εἰσβαλεῖν. ὁ δὲ Χοσρόης οὔτε τὴν εἰρήνην ἠσπάζετο οὔτε τι τὸν λόγον ἡγεῖτο, ὅτι Ἡράκλειος τολμᾷ τῇ Περσίδι πλησιάσαι. ὁ δὲ βασιλεὺς τῇ κʹ τοῦ Ἀπριλλίου μηνὸς εἰσέβαλεν εἰς τὴν Περσίδα. καὶ μαθὼν τοῦτο Χοσρόης τὸν Σαρβαραζᾶν ὑποστρέψαι ἐκέλευσεν· καὶ ἐπισυνάξας ἐκ πάσης τῆς Περσίδος τὰ ἑαυτοῦ στρατεύματα καὶ παραδοὺς αὐτὰ τῷ Σάϊν κατὰ τάχος ἑνωθῆναι αὐτὰ τῷ Σαρβαραζᾶν προσέταξε καὶ 307 οὕτω χωρῆσαι κατὰ τοῦ βασιλέως. Ἡράκλειος δὲ προσκαλεσάμενος τὸ ἑαυτοῦ στράτευμα λόγοις παραινετικοῖς διήγειρεν αὐτούς, λέγων·" ἄνδρες ἀδελφοί μου, λάβωμεν εἰς νοῦν τὸν τοῦ θεοῦ φόβον καὶ ἀγωνισώμεθα τὴν τοῦ θεοῦ ὕβριν ἐκδικῆσαι. στῶμεν γενναίως κατ' ἐχθρῶν τῶν πολλὰ δεινὰ Χριστιανοῖς ἐργασαμένων. αἰδεσθῶμεν τὸ τῶν Ῥωμαίων αὐτοδέσποτον κράτος, καὶ στῶμεν κατ' ἐχθρῶν δυσσεβῶς ὡπλισμένων. λάβωμεν πίστιν τῶν φόνων φονεύτριαν. ἀναλογισώμεθα ὅτι ἔνδον· ἐσμὲν τῆς τῶν Περσῶν γῆς καὶ μέγαν κίνδυνον φυγὴ φέρει. ἐκδικήσωμεν τὰς φθορὰς τῶν παρθένων, τὰ τετμημένα μέλη τῶν στρατιωτῶν ἡμῶν ὁρῶντες πονήσωμεν τὰς καρδίας. οὐκ ἔστιν ἄμισθος ὁ κίνδυνος, ἀλλ' αἰωνίου ζωῆς πρόξενος. στῶμεν ἀνδρείως, καὶ κύριος ὁ θεὸς συνεργήσει ἡμῖν, καὶ ὀλέσει τοὺς ἐχθροὺς ἡμῶν." ταῦτα δὲ καὶ ἄλλα πολλὰ τοῦ βασιλέως παραινέσαντος τῷ λαῷ, ἀπεκρίθη αὐτῷ εἷς ὑπὲρ πάντων·" ἥπλωσας ἡμῶν τὰς καρδίας, δέσποτα, τὸ σὸν πλατύνας ἐν παραινέσει στόμα. ὤξυναν οἱ λόγοι σου τὰ ξίφη ἡμῶν, καὶ ἔμψυχα ταῦτα εἰργάσαντο. ἀνεπτέρωσας ἡμᾶς διὰ τῶν ῥημάτων σου. ἐρυθριῶμεν σὲ θεωροῦντες προάγοντα ἡμῶν ἐν ταῖς μάχαις, καὶ ἑπόμεθα ἐν πᾶσι τοῖς σοῖς κελεύσμασιν." ὁ δὲ βασιλεὺς ἀναλαβὼν τὸ στράτευμα εὐθὺς ἐν τῇ ἐνδοτέρᾳ Περσίδι ἐχώρησε πυρὶ καταφλέγων τὰς πόλεις καὶ τὰς κώμας· καὶ γίνεταί τι θαῦμα κἀνταῦθα φοβερόν. ἐν γὰρ τῇ θερινῇ τροπῇ ἀὴρ γέγονε δροσώδης ψυχαγωγῶν τὸν τῶν Ῥωμαίων στρατόν, ὥστε ἀγαθὰς ἐλπίδας ἀναλαβεῖν αὐτούς. ἀκούσας δὲ Ἡράκλειος, ὅτι Χοσρόης ἐν Γαζακῷ τῇ πόλει ἐστὶ σὺν μʹ χιλιάσιν ἀνδρῶν πολεμιστῶν, ὥρμησε κατ' αὐτοῦ· καὶ προπέμψας τινὰς τῶν ὑπ' αὐτὸν Σαρακηνοὺς προτρέχειν, συναντῶσι τῇ τοῦ Χοσρόου βίγλᾳ, καὶ τούτων τοὺς μὲν ἀνεῖλον, τοὺς δὲ πεδήσαντες σὺν τῷ στρατηγῷ αὐτῶν τῷ βασιλεῖ προσήνεγκαν. τοῦτο μαθὼν Χοσρόης, καταλιπὼν τὴν πόλιν καὶ τὸ στράτευμα φυγῇ ἐχρήσατο. ὁ δὲ Ἡράκλειος ἐπιδιώξας τοὺς μὲν φθάσας ἀνεῖλεν, οἱ δὲ λοιποὶ φυγόντες διεσκεδάσθησαν. καὶ καταλαβὼν ὁ βασιλεὺς τὴν Γαζακῶν πόλιν ἐν τοῖς 308 ταύτης προαστείοις ἀνελάμβανε τὸν στρατὸν αὐτοῦ. οἱ δὲ καταφυγόντες πρὸς αὐτὸν Πέρσαι ἔλεγον, ὅτι φυγὼν ὁ Χοσρόης πυρὶ ἀνήλωσε πάντα τὰ λήϊα ἐν ἐκείνοις τοῖς τόποις ἐλθὼν εἰς Θηβαρμαῒς τὴν πόλιν ἐν τῇ ἀνατολῇ, ἐν ᾗ ὑπῆρχεν ὁ ναὸς τοῦ Πυρὸς καὶ τὰ χρήματα Κροίσου, τοῦ Λυδῶν βασιλέως, καὶ ἡ πλάνη τῶν ἀνθράκων. ταῦτα λαβὼν ἐπὶ τὸ Δασταγὲρδ ἐχώρει. ὁ δὲ βασιλεὺς ἀπάρας ἀπὸ Γαζακῶν καταλαμβάνει τὴν Θηβαρμαΐς· καὶ εἰσελθὼν ἐν ταύτῃ πυρὶ ἀνήλωσε τὸν τοῦ Πυρὸς ναὸν καὶ πᾶσαν τὴν πόλιν πυρὶ ἀναλώσας κατεδίωκεν ὀπίσω Χοσρόου ἐν τοῖς στενοῖς τῆς τῶν Μήδων χώρας, καὶ ἐν ταύταις ταῖς δυσχωρίαις τόπον ἐκ τόπου ὁ Χοσρόης ἤμειβεν· καὶ ὁ Ἡράκλειος τοῦτον διώκων πολλὰς πόλεις ἐπόρθησε καὶ χώρας. χειμῶνος δὲ καταλαβόντος, βουλὴν ἐποιεῖτο ποῦ παραχειμάσαι μετὰ τοῦ λαοῦ αὐτοῦ· καὶ οἱ μὲν ἔφασκον ἐν Ἀλβανίᾳ, οἱ δὲ κατ' αὐτὸν εἰσβαλεῖν τὸν Χοσρόην. ὁ δὲ βασιλεὺς ἐκέλευσε τὸν λαὸν ἁγνίζεσθαι τρεῖς ἡμέρας, καὶ ἀνοίξας τὰ τοῦ θεοῦ εὐαγγέλια εὗρεν ἐπιτρέποντα αὐτῷ ἐν Ἀλβανίᾳ παραχειμάσαι. εὐθέως οὖν ἐπιστρέψας ὥρμησεν ἐν Ἀλβανίᾳ. ἐν δὲ τῷ μεταξὺ τῆς ὁδοῦ ἔχων πολλὴν αἰχμαλωσίαν Περσῶν σὺν αὐτῷ οὐκ ὀλίγας ἐπιδρομὰς ὑπὸ τῶν Περσικῶν στρατευμάτων ἐδέχετο· αὐτὸς δὲ τῇ τοῦ θεοῦ συνεργίᾳ νίκην κατὰ πάντων ἤρατο. χειμῶνος δὲ σφοδροῦ ἐπιπεσόντος αὐτῷ ἐν τῇ ὁδῷ καὶ κρύους, φθάσας αὐτὸς ἐν Ἀλβανίᾳ νʹ χιλιάδας δεσμίους ἔχων τούτους τῇ εὐσυμπαθήτῳ αὐτοῦ καρδίᾳ ἐλεήσας τῶν δεσμῶν ἔλυσεν, καὶ ἐπιμελείας καὶ ἀναπαύσεως μετεδίδου· ὥστε πάντες μετὰ δακρύων τούτῳ ηὔχοντο ῥύστῃ γενέσθαι καὶ τῆς Περσίδος, τὸν κοσμόλεθρον ἀνελόντι Χοσρόην. ιδʹ. λϛʹ. ιεʹ. ιεʹ. εʹ. Τούτῳ τῷ ἔτει Χοσρόης, ὁ τῶν Περσῶν βασιλεύς, Σαραβλαγγᾶν προεβάλετο στρατηγόν, ἄνδρα δραστήριον καὶ τύφῳ πολλῷ ἐπηρμένον· καὶ παραδοὺς αὐτῷ στρατὸν τοὺς λεγομένους Χοσροηγέτας καὶ 309 Περοζίτας ἐν Ἀλβανίᾳ ἔστειλε κατὰ Ἡρακλείου. εἰσβαλόντες δὲ εἰς τὰ ἄκρα τῆς Ἀλβανίας οὐκ ἐθάρρησαν κατὰ πρόσωπον τοῦ βασιλέως πρὸς πόλεμον στῆναι· ἀλλὰ τὰς ἐπὶ Περσίδα ἀγούσας κλεισούρας ἐκράτησαν νομίζοντες τοῦτον λοχῆσαι. ὁ δὲ Ἡράκλειος ἅμα ἔαρι ἀπάρας τῆς Ἀλβανίας δι' ὑπτίων πεδίων καὶ τὰς τροφὰς δαψιλῶς εὐπορούντων τὴν πάροδον ἐποιεῖτο ἐπὶ Περσίδα, εἰ καὶ μήκους διάστημα πολλῇ ὁδῷ ἤνυεν. ὁ δὲ Σαραβλαγγᾶς διὰ τῆς στενῆς ὁδοῦ ὡς διὰ συντόμου ἤλαυνε τοῦ προλαβεῖν αὐτὸν ἐν τῇ χώρᾳ Περσίδος. Ἡράκλειος δὲ παρῄνει τῷ λαῷ λέγων·" γνῶμεν, ἀδελφοί, ὡς ἡ στρατιὰ τῶν Περσῶν ἐν τοῖς δυσβάτοις τόποις πλανωμένη τούς τε ἵππους αὐτῶν παραλύει καὶ αὐτοὺς ἐκνευροῖ. ἡμεῖς δὲ σπεύσωμεν κατὰ Χοσρόου χωρῆσαι ἐν πολλῷ τάχει, ὥστε ἐκ τοῦ ἀπροσδοκήτου ἐπιπεσόντες αὐτὸν θορυβήσωμεν." ὁ δὲ λαὸς οὐ συνεβούλευε τοῦτο ποιῆσαι, μάλιστα οἱ τῶν Λαζῶν καὶ τῶν Ἀβασγῶν καὶ τῶν Ἰβήρων σύμμαχοι. ἐντεῦθεν ἐν συμφοραῖς περιπίπτουσιν. κατέλαβε γὰρ καὶ Σαρβαραζᾶς μετὰ τοῦ λαοῦ αὐτοῦ, οὓς ἐξώπλισε Χοσρόης πάσῃ δυνάμει καὶ ἀπέστειλε κατὰ Ἡρακλείου διὰ τῆς Ἀρμενίας. Σαραβλαγγᾶς δὲ ἠκολούθει ἐκ τῶν ὄπισθεν αὐτοῦ καὶ οὐ συνέβαλεν αὐτῷ ἐκδεχόμενος ἑνωθῆναι τῷ Σαρβαραζᾷ καὶ οὕτω τὸν πόλεμον συστήσασθαι. γνόντες δὲ οἱ Ῥωμαῖοι τὴν ἔφοδον τοῦ Σαρβαραζᾶ εἰς δειλίαν ἐτράπησαν καὶ τοῖς ποσὶ τοῦ βασιλέως προσέπεσον δάκρυσι μετανοοῦντες διὰ τὴν κακῶς γενομένην αὐτῶν παρακοήν, γνόντες οἷον κακόν ἐστι δοῦλον μὴ εἴκειν τοῖς τοῦ δεσπότου βουλεύμασιν· καὶ ἔλεγον·" τὴν χεῖρά σου, δέσποτα, πρὶν ἀπολέσθαι ἡμᾶς τοὺς ἀθλίους· εἴκομεν γάρ σοι, ἐν οἷς ἂν κελεύῃς." τότε ὁ βασιλεὺς ἔσπευσε συμβαλεῖν τῷ Σαραβλαγγᾷ, πρὶν ἢ ἑνωθῆναι τῷ λαῷ τοῦ Σαρβαραζᾶ, καὶ πολλὰς ἐκδρομὰς κατ' αὐτοῦ ποιησάμενος ἐν νυκτί τε καὶ ἡμέρᾳ εἰς δειλίαν αὐτὸν κατέστησεν· καὶ ὄπισθεν ἀμφοτέρους ἐάσας κατὰ Χοσρόου μετὰ σπουδῆς ἤλαυνεν. αὐτομολοῦσι δὲ δύο τῶν Ῥωμαίων πρὸς τοὺς Πέρσας καὶ πείθουσιν αὐτοὺς ἐκ δειλανδρίας φεύγειν τοὺς Ῥωμαίους. ἦλθε δὲ αὐτοῖς καὶ φήμη ἑτέρα, τὸν Σάϊν, στρατηγὸν Περσῶν, καταλαμβάνειν μεθ' ἑτέρου στρατεύ310 ματος εἰς βοήθειαν· καὶ τοῦτο μαθόντες Σαραβλαγγᾶς τε καὶ Σαρβαραζᾶς ἠγωνίσαντο προσβαλεῖν τῷ Ἡρακλείῳ πρὸς πόλεμον, πρὶν ἢ φθάσαι τὸν Σάϊν καὶ τῆς νίκης εἰς ἑαυτὸν μετενεγκεῖν τὸ κλέος. πιστεύσαντες δὲ καὶ τοῖς αὐτομόλοις ἐχώρησαν κατὰ Ἡρακλείου, καὶ πλησιάσαντες αὐτῷ ἠπλήκευσαν βουλόμενοι ἅμα τῷ πρωῒ συμβαλεῖν. ὁ δὲ Ἡράκλειος ἀπάρας ἀπὸ ἑσπέρας ὥδευσε δι' ὅλης τῆς νυκτός· καὶ μακρὰν γενόμενος ἀπ' αὐτῶν εὑρών τε πεδίον χλοηφόρον ἠπλήκευσεν ἐν αὐτῷ. οἱ δὲ βάρβαροι νομίσαντες ἐκ δειλίας φεύγειν ἀκόσμως ἤλαυνον τοῦ καταλαβεῖν αὐτόν. αὐτὸς δὲ ὑπαντήσας αὐτοῖς ἐκρότησε πόλεμον κατ' αὐτῶν. καταλαβὼν δὲ βουνόν τινα ἀλσώδη καὶ ἐπισωρεύσας τὸν λαὸν αὐτοῦ τῇ τοῦ θεοῦ συνεργίᾳ τρέπει τοὺς βαρβάρους, καὶ τούτους διὰ τῶν φαράγγων διώξας πλῆθος πολὺ ἀνεῖλεν. πίπτει δὲ καὶ ὁ Σαραβλαγγᾶς ξίφει πληγεὶς τὸ νῶτον. καὶ τούτων μεταξὺ τῶν ἀγώνων ὄντων, ἔφθασε καὶ ὁ Σάϊν σὺν τῷ ἑαυτοῦ στρατῷ, καὶ τοῦτον τρεψάμενος ὁ βασιλεὺς καὶ πολλοὺς ἐξ αὐτῶν ἀνελὼν τοὺς λοιποὺς διέσπειρε φεύγοντας· παρέλαβε δὲ καὶ τὸ τοῦλδον αὐτῶν. ὁ δὲ Σαρβαραζᾶς ἑνωθεὶς τῷ Σάϊν ἐπεσύναξε τοὺς σωθέντας βαρβάρους· καὶ πάλιν διενοοῦντο κατὰ Ἡρακλείου χωρεῖν. ὁ δὲ βασιλεὺς ἐπὶ τὴν τῶν Οὔννων χώραν καὶ τὰς τούτων δυσχωρίας ἤλαυνεν ἔν τε τραχέσι τόποις καὶ δυσβάτοις. οἱ δὲ βάρβαροι ὀπίσω αὐτοῦ ἠκολούθουν. οἱ δὲ Λαζοὶ ἅμα τοῖς Ἀβασγοῖς δειλιάσαντες ἀπέσπασαν ἑαυτοὺς τῆς τῶν Ῥωμαίων συμμαχίας καὶ πρὸς τὴν ἰδίαν χώραν ἀνεχώρησαν. ὁ δὲ Σάϊν ἡσθεὶς ἐπὶ τούτῳ θυμῷ πολλῷ σὺν τῷ Σαρβάρῳ ἐχώρει κατὰ Ἡρακλείου. ὁ δὲ βασιλεὺς ἐπισυνάξας τὸν στρατὸν λόγοις ἀνεπτέρωσε καὶ παραινέσει τούτους ἤλειφε λέγων·" τὸ πλῆθος ὑμᾶς τῶν ἐχθρῶν, ἀδελφοί, μὴ ταραττέτω. θεοῦ γὰρ θέλοντος, εἷς διώξει χιλίους. θύσωμεν οὖν τῷ θεῷ ἑαυτοὺς ὑπὲρ τῆς τῶν ἀδελφῶν ἡμῶν σωτηρίας. λάβωμεν 311 στέφος μαρτύρων, ἵνα καὶ ὁ μέλλων ἡμᾶς χρόνος ἐπαινέσῃ, καὶ ὁ θεὸς τοὺς μισθοὺς ἀποδώσῃ." τούτοις καὶ ἄλλοις πλείοσι λόγοις παραθαρσύνας τὸν στρατὸν φαιδρῷ τῷ προσώπῳ παρατάττει τὸν πόλεμον, καὶ στάντες ἀπ' ἀλλήλων ἀπὸ μικροῦ διαστήματος ἀπὸ πρωῒ μέχρις ἑσπέρας ἀλλήλοις οὐ συνέβαλον. ἑσπέρας δὲ καταλαβούσης, ὁ βασιλεὺς τῆς ὁδοιπορίας εἴχετο. οἱ δὲ βάρβαροι πάλιν ὀπίσω αὐτοῦ ἤλαυνον. ἐναλλάξαντες δὲ τὴν ὁδὸν καὶ τοῦτον προλαβεῖν θελήσαντες ἐμπίπτουσιν εἰς τόπους τελματώδεις καὶ πλανῶνται καὶ εἰς μέγαν κίνδυνον ἦλθον. ὁ δὲ βασιλεὺς διαβὰς τὰ μέρη Περσαρμενίας παρέτρεχεν. τῆς δὲ γῆς ἐκείνης ὑπὸ Περσῶν κρατουμένης, πολλοὶ συνέτρεχον τῷ Σαρβαραζᾷ, καὶ ἐπηύξει τὸν ἑαυτοῦ λαόν. χειμῶνος δὲ γεγονότος, ἐσκορπίσθη τὸ πλῆθος ἐν τοῖς ἰδίοις τόποις πρὸς τὸ ἀναπαύεσθαι ἐν τοῖς οἴκοις αὐτῶν. τοῦτο δὲ Ἡράκλειος μαθὼν διανοεῖται ἐν νυκτὶ κλέψαι τὸν πόλεμον· καὶ τοῦ χειμῶνος ἐπικειμένου, καὶ ὑποψίας μηδεμιᾶς οὔσης τῷ Σαρβάρῳ, ἐπιλεξάμενος ἵππους εὐσθενεῖς καὶ τοῦ στρατοῦ τοὺς ἀνδρειοτέρους διχῆ ὁπλίσας τοὺς μὲν προάγειν ἐκέλευσε κατὰ τοῦ Σαρβάρου, αὐτὸς δὲ σὺν τοῖς ἑτέροις ὀπίσω τούτων εἵπετο. σπεύσαντες δὲ διὰ τῆς νυκτὸς καὶ καταλαβόντες τὸ χωρίον Σαλβανῶν ὥρᾳ θʹ τῆς νυκτός, Περσῶν ἐν αὐτῷ ὄντων καὶ γνόντων τὴν ἔφοδον, οἳ καὶ διαναστάντες ὥρμησαν κατ' αὐτῶν. οἱ δὲ Ῥωμαῖοι τούτους πάντας ἀνεῖλον παρὲξ ἑνός, ὅστις τῷ Σαρβάρῳ ἐμήνυσεν. ὁ δὲ Σάρβαρος ἀναστὰς καὶ ἐπιβὰς ἵππῳ γυμνός τε καὶ ἀνυπόδητος φυγῇ τὴν σωτηρίαν ἐπορίσατο. τούτου δὲ τὰς γυναῖκας καὶ πᾶν τὸ Περσικὸν ἄνθος ἄρχοντάς τε καὶ σατράπας καὶ στρατιώτας ἐπιλέκτους καταλαβὼν ἀνελθόντας ἐν ταῖς τῶν οἴκων στέγαις καὶ πόλεμον κροτοῦντας διὰ τοῦ πυρὸς καθεῖλεν· καὶ οὓς μὲν ἔκτεινεν, οὓς δὲ πυρὶ ἀνήλωσεν, ἄλλοι δὲ χειροπέδαις ἐδεσμήθησαν καὶ μικροῦ δεῖν οὐδεὶς ἐκτὸς Σαρβάρου 312 διεσώθη. ἔλαβον δὲ καὶ τὰ ὅπλα Σαρβάρου χρυσῆν ἀσπίδα τε καὶ μάχαιραν καὶ δόρυ καὶ τὴν διάλιθον καὶ χρυσῆν ζώνην καὶ τὰ ὑποδήματα αὐτοῦ. καὶ ταῦτα πάντα λαβὼν χωρεῖ κατὰ τῶν διεσπαρμένων ἐν τοῖς χωρίοις· οἵτινες μαθόντες τὴν τοῦ Σαρβάρου φυγὴν ἀκρατῶς ἔφυγον. αὐτὸς δὲ διώξας πολλοὺς αὐτῶν ἔκτεινε καὶ δεσμίους ἔλαβεν, καὶ οἱ λοιποὶ ἐν Περσίδι μετ' αἰσχύνης ὑπέστρεψαν. ὁ δὲ βασιλεὺς ἐπισυνάξας τὸ ἑαυτοῦ στρατόπεδον μετὰ χαρᾶς ἐν ἐκείνοις τοῖς τόποις παρεχείμασεν. Κόσμου ἔτη ϛριϛʹ. Τῆς θείας σαρκώσεως ἔτη χιϛʹ. Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. ιεʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. λζʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. ι ʹ. Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ. ι ʹ. Ἀλεξανδρείας ἐπίσκοπος Γεώργιος ἔτη
303.2.1
ʹ. Τούτῳ τῷ ἔτει μηνὶ Μαρτίῳ αʹ ἐπισυνάξας ὁ βασιλεὺς Ἡράκλειος τὸ ἑαυτοῦ στράτευμα βουλὴν ἐποιεῖτο, ποίᾳ ὁδῷ πορευθῇ. δύο γὰρ ὁδοὶ αὐτῷ προέκειντο στεναί τε καὶ δύσβατοι, ἡ μὲν ἐπὶ Τάραντον φέρουσα, ἡ δὲ ἐπὶ τὴν τῶν Σύρων γῆν. καὶ ἡ μὲν ἐπὶ Τάραντον διαφορωτέρα μὲν ἦν, ἀλλ' ἀπορίαν εἶχε πασῶν τῶν τροφῶν· ἡ δὲ ἐπὶ τὴν τῶν Σύρων τὸν Ταῦρον ὑπερβαίνουσα εὐπορίαν τε καὶ δαψίλειαν τῶν τροφῶν παρεῖχεν. ταύτην συγκρίνουσι πάντες, εἰ καὶ ἀποτομωτέρα καὶ χιόνι πολλῷ κατεχομένη ὑπῆρχεν. ταύτην δὲ κόπῳ πολλῷ ὑπερβάντες ἑπτὰ ἡμέραις καταλαμβάνουσι τὸν Τίγριν ποταμόν· καὶ τοῦτον περάσαντες καταλαμβάνουσι τὴν Μαρτυρόπολιν καὶ τὴν Ἄμιδαν· καὶ διαναπαύονται ὅ τε στρατὸς καὶ ἡ αἰχμαλωσία. ἐντεῦθεν καὶ γράμματα πρὸς τὸ Βυζάντιον ὁ βασιλεὺς ἠδυνήθη 313 ἀποστεῖλαι καὶ τὰ καθ' ἑαυτὸν πάντα δηλῶσαι καὶ χαρὰν πολλὴν ἐμποιῆσαι τῇ πόλει. ὁ δὲ Σάρβαρος ἐπισυνάξας τὸν ἑαυτοῦ διασπαρέντα λαὸν ἐπῆλθε κατ' αὐτοῦ. ἐπιλεξάμενος δὲ ὁ βασιλεὺς ἴλην στρατιωτῶν ἀπέλυσε φυλάττειν τὰς πρὸς αὐτὸν ἀγούσας κλεισούρας· καὶ τὰς πρὸς ἀνατολὴν αὐτὸς ἐκδραμὼν διεξόδους ἀντιπρόσωπος ᾔει τῷ Σαρβάρῳ, καὶ περάσας τὸν Νυμφίον ποταμὸν κατέλαβε τὸν Εὐφράτην, ἐν οἷς ἦν πλεκτὴ γέφυρα ἐκ σχοίνων τε καὶ νηῶν. ὁ δὲ Σάρβαρος λύσας τὰ σχοινία τῆς γεφύρας ἀπὸ μιᾶς ὄχθης ἐπὶ τὴν ἑτέραν πᾶσαν τὴν γέφυραν μετήγαγεν. ἐλθὼν δὲ ὁ βασιλεὺς καὶ μὴ εὑρὼν περᾶσαι διὰ τῆς γεφύρας, παραδραμὼν εὗρε πόρον· καὶ ἀκινδύνως τοῦτον ἐπέρασε παραδόξως τῷ Μαρτίῳ μηνί, καὶ καταλαμβάνει τὰ Σαμόσατα· καὶ πάλιν τὸν Ταῦρον ὑπερβὰς εἰς Γερμανίκειαν ἀφίκετο, καὶ περάσας τὴν Ἄδανα ἦλθε πρὸς τὸν Σάρον ποταμόν. ὁ δὲ Σάρβαρος τὴν γέφυραν πάλιν εἰς τὸν ἴδιον τόπον ἐκτείνας τὸν Εὐφράτην ἐπέρασεν ἀνεμποδίστως καὶ ἠκολούθει ὀπίσω αὐτοῦ. ὁ δὲ βασιλεὺς περάσας τὴν γέφυραν τοῦ Σάρου καὶ εὑρὼν ἀνάπαυσιν τοῦ τε στρατοῦ καὶ τῶν ἀλόγων, ἐν αὐτῷ ἀπληκεύσας διανέπαυσεν αὐτούς· καταλαμβάνει δὲ καὶ ὁ Σάρβαρος εἰς τὸ ἀντίπερα μέρος. εὑρὼν δὲ τὴν γέφυραν καὶ τὰ ἐν αὐτῇ προπύργια ὑπὸ Ῥωμαίων κρατηθέντα ἠπλήκευσεν. ἐκτρέχοντες δὲ διὰ τῆς γεφύρας πολλοὶ τῶν Ῥωμαίων ἀτάκτως τοῖς Πέρσαις προσέβαλλον καὶ πολλὴν συγκοπὴν αὐτοῖς ἐποίουν· ὁ δὲ βασιλεὺς τούτους διεκώλυσεν ἀτάκτως παρεκθέειν, μήπως ὁδὸς γένηται τοῖς ἐναντίοις συνελθεῖν εἰς τὴν γέφυραν καὶ συμπερᾶσαι· ὁ δὲ λαὸς οὐκ ἐπείθετο τῷ βασιλεῖ. ὁ δὲ Σάρβαρος ποιήσας ἐγκρύμματα καὶ δείξας ἑαυτὸν ὡς φεύγοντα εἵλκυσε πολλοὺς Ῥωμαίους παρὰ γνώμην τοῦ βασιλέως εἰς δίωξιν αὐτοῦ περᾶσαι· ὑποστρέψας δὲ καὶ τούτους τρεψάμενος, ὅσους ἔξω 314 τῆς γεφύρας ἔφθασεν, ἀνεῖλε δίκην ὑποσχόντας τῆς παρακοῆς. ὁ δὲ βασιλεὺς ἑωρακὼς τοὺς βαρβάρους τῇ διώξει τὴν τάξιν λύσαντας, καὶ ἐκ τῶν ἐφεστώτων Ῥωμαίων τοῖς προπυργίοις πολλοὺς ἀναιρουμένους, κατ' αὐτῶν ἐχώρησεν. ἀνὴρ δέ τις γιγαντιαῖος τῷ βασιλεῖ συναντήσας μέσον τῆς γεφύρας προσέβαλεν· ὁ δὲ βασιλεὺς τοῦτον πατάξας ἐν τῷ ῥείθρῳ τοῦ ποταμοῦ ἔρριψεν. τούτου δὲ πεσόντος, εἰς φυγὴν ἐτράπησαν οἱ βάρβαροι καὶ τῇ στενώσει τῆς γεφύρας ὡς βάτραχοι εἰς τὸν ποταμὸν ἑαυτοὺς ἔρριπτον· ἄλλοι δὲ καὶ τοῖς ξίφεσιν ἀνῃροῦντο· τὸ δὲ πλῆθος τῶν βαρβάρων πρὸς τὰ χείλη τοῦ ποταμοῦ χυθὲν ἐτόξευόν τε καὶ ἀνθίσταντο μὴ ἐῶντες τοὺς Ῥωμαίους περᾶσαι. ὁ δὲ βασιλεὺς περάσας γενναίως τοῖς βαρβάροις ἀνθίστατο μετὰ ὀλίγων τινῶν τῆς αὐτοῦ ἑταιρίας ἀγωνιζόμενος ὑπὲρ ἄνθρωπον, ὡς καὶ τὸν Σάρβαρον ἐκπλαγῆναι καὶ πρὸς Κοσμᾶν τινα πλησίον αὐτοῦ ἑστῶτα πρόσφυγα Ῥωμαίων μαγαρίτην εἰπεῖν·" ὁρᾷς τὸν καίσαρα, ὦ Κοσμᾶ, πῶς θρασὺς πρὸς τὴν μάχην ἵσταται καὶ πρὸς τοσοῦτο πλῆθος μόνος ἀγωνίζεται καὶ ὡς ἄκμων τὰς βολὰς ἀποπτύει." ἐκ γὰρ τῶν ἀληθινῶν τζαγγίων ἐγνωρίζετο καὶ πολλὰς πληγὰς ἐδέχετο, εἰ καὶ οὐδεμίαν ἐν τούτῳ τῷ πολέμῳ καιρίαν. πᾶσαν δὲ τὴν ἡμέραν ἐν τούτῳ τῷ πολέμῳ μαχησάμενοι, τῆς ἑσπέρας καταλαβούσης, ἀπ' ἀλλήλων διέστησαν· καὶ ὁ Σάρβαρος φοβηθεὶς διὰ τῆς νυκτὸς εἰς τὰ ὀπίσω ὑπέστρεψεν. ὁ δὲ βασιλεὺς ἐπισυνάξας τὸν ἑαυτοῦ λαὸν εἰς Σεβάστειαν τὴν πόλιν ὥρμησεν, καὶ περάσας τὸν Ἅλυν ποταμὸν ἐν ταύτῃ τῇ χώρᾳ διέτριβεν ὅλον τὸν χειμῶνα. ὁ δὲ Χοσρόης μανεὶς καὶ ἀποστείλας ἔλαβε τὰ κειμήλια τῶν ἐν πάσῃ τῇ ὑπὸ Πέρσαις ἐκκλησιῶν. καὶ ἠνάγκαζε τοὺς Χριστιανοὺς γενέσθαι εἰς τὴν τοῦ Νεστορίου θρησκείαν πρὸς τὸ πλῆξαι τὸν βασιλέα. 315 ι ʹ. ληʹ. ιζʹ. ιζʹ. ζʹ. Τούτῳ τῷ ἔτει Χοσρόης, ὁ τῶν Περσῶν βασιλεύς, νέαν ἐποιήσατο στρατείαν στρατεύσας ξένους τε καὶ πολίτας καὶ οἰκέτας, ἐκ παντὸς γένους ἐκλογὴν ποιούμενος· καὶ ταύτην τὴν ἐκλογὴν τῷ Σάϊν παραδοὺς στρατηγῷ ἄλλας τε νʹ χιλιάδας ἐκ τῆς φάλαγγος τοῦ Σαρβάρου ἐπιλογὴν λαβὼν τούτῳ συνῆψε καὶ ὠνόμασε χρυσολόγχεις· καὶ τούτους ἀπέστειλε κατὰ τοῦ βασιλέως. τὸν δὲ Σάρβαρον σὺν τῷ λοιπῷ αὐτοῦ στρατῷ κατὰ Κωνσταντινουπόλεως ἀπέστειλεν, ὅπως τοὺς ἐκ δύσεως Οὔννους, οὓς Ἀβάρους καλοῦσιν, Βουλγάροις τε καὶ Σκλάβοις καὶ Γηπαίδαις συμφωνήσας, κατὰ τῆς πόλεως χωρήσωσι καὶ ταύτην πολιορκήσωσιν. γνοὺς δὲ τοῦτο ὁ βασιλεὺς τὸν ἑαυτοῦ στρατὸν εἰς τρεῖς διαιρέσεις ἐχώρισεν· καὶ τοὺς μὲν ἐξέπεμψεν εἰς τὸ φυλάξαι τὴν πόλιν, τοὺς δὲ παραδοὺς Θεοδώρῳ, τῷ ἰδίῳ ἀδελφῷ, κατὰ τοῦ Σάϊν πολεμεῖν ἐκέλευσεν· τὸ δὲ τρίτον μέρος αὐτὸς λαβὼν ἐπὶ Λαζικὴν ἐχώρει, καὶ ἐν ταύτῃ διατρίβων τοὺς Τούρκους ἐκ τῆς ἑῴας, οὓς Χάζαρεις ὀνομάζουσιν, εἰς συμμαχίαν προσεκαλέσατο. ὁ δὲ Σάϊν ἅμα τῷ νεοσυλλέκτῳ λαῷ καταλαβὼν τὸν τοῦ βασιλέως ἀδελφὸν Θεόδωρον πρὸς πόλεμον ὡπλίσατο. τοῦ δὲ θεοῦ διὰ τῶν πρεσβειῶν τῆς πανυμνήτου θεοτόκου συνεργήσαντος, καὶ πολέμου κροτηθέντος, χάλαζα παραδόξως κατὰ τῶν βαρβάρων κατηνέχθη καὶ πολλοὺς αὐτῶν ἐπάταξεν, ἡ δὲ τῶν Ῥωμαίων παράταξις γαλήνης ἀπήλαυεν. τρέπουσι δὲ οἱ Ῥωμαῖοι τοὺς Πέρσας καὶ ἀναιροῦσι πλῆθος πολύ. τοῦτο μαθὼν Χοσρόης ὠργίζετο κατὰ τοῦ Σάϊν· ὁ δὲ Σάϊν ἐκ πολλῆς ἀθυμίας εἰς νόσον ἐμπεσὼν ἐτελεύτησεν. τούτου δὲ τὸ σῶμα κελεύσει Χοσρόου ἅλατι ταριχευθὲν πρὸς αὐτὸν ἐκομίσθη, καὶ τοῦτο νεκρὸν πολλαῖς αἰκίαις ὑπέβαλλεν. οἱ δὲ Χάζαρεις διαρρήξαντες τὰς 316 Κασπίας πύλας ἐν Περσίδι εἰσβάλλουσιν εἰς τὴν χώραν τοῦ Ἀδραϊγὰν σὺν τῷ ἑαυτῶν στρατηγῷ Ζιέβηλ, δευτέρῳ ὄντι τοῦ Χαγάνου τῇ ἀξίᾳ· καὶ ἐν οἷς ἂν τόποις διέβαινον, τούς τε Πέρσας ᾐχμαλώτευον καὶ τὰς πόλεις καὶ κώμας τῷ πυρὶ παρεδίδουν. ἀπάρας δὲ καὶ ὁ βασιλεὺς ἀπὸ Λαζικῆς τούτοις συνήντησεν. ὁ δὲ Ζιέβηλ τοῦτον ἰδὼν καὶ προσδραμὼν κατασπάζεται αὐτοῦ τὸν τράχηλον καὶ προσεκύνησεν αὐτόν, ὁρώντων τῶν Περσῶν ἐκ τῆς πόλεως τοῦ Τιφίλιος. πᾶς δὲ ὁ λαὸς τῶν Τούρκων εἰς γῆν πεσόντες πρηνεῖς, ἐκταθέντες ἐπὶ στόμα τὸν βασιλέα ἐτίμων τιμὴν τὴν παρ' ἔθνεσι ξένην. ὁμοίως καὶ οἱ ἄρχοντες αὐτῶν ἐπὶ πετρῶν ἀναβάντες τῷ αὐτῷ σχήματι ἔπεσον. προσήνεγκε δὲ ὁ Ζιέβηλ καὶ τὸν ἑαυτοῦ υἱὸν ἀρχιγένειον τῷ βασιλεῖ, ἡδυνόμενος τοῖς τούτου λόγοις καὶ ἐκπληττόμενος τήν τε θέαν καὶ τὴν φρόνησιν αὐτοῦ. ἐπιλεξάμενος δὲ ὁ Ζιέβηλ χιλιάδας μʹ ἀνδρῶν γενναίων ἔδωκε τῷ βασιλεῖ πρὸς συμμαχίαν καὶ αὐτὸς ὑπέστρεψεν εἰς τὴν ἰδίαν χώραν. τούτους δὲ λαβὼν ὁ βασιλεὺς κατὰ Χοσρόου ἐχώρει. ὁ δὲ Σάρβαρος τῇ Χαλκηδόνι προσβαλών, καὶ οἱ Ἄβαρεις ἐκ τῆς Θρᾴκης τῇ πόλει πλησιάσαντες, ταύτην ἑλεῖν ἐβούλοντο, καὶ πολλὰς μηχανὰς κατ' αὐτῆς κινήσαντες καὶ εἰς σκάφη γλυπτὰ ἐκ τοῦ Ἴστρου πλῆθος ἄπειρον καὶ ἀριθμοῦ κρεῖττον ἐνέγκαντες τὸν κόλπον τοῦ Κέρατος ἐπλήρωσαν. δέκα δὲ ἡμέρας τῇ πόλει παρακαθίσαντες διά τε γῆς καὶ θαλάττης τῇ τοῦ θεοῦ δυνάμει καὶ συνεργίᾳ καὶ ταῖς πρεσβείαις τῆς ἀχράντου καὶ θεομήτορος παρθένου ἡττήθησαν· καὶ πλήθη πολλὰ ἀποβαλόντες ἔν τε γῇ καὶ θαλάττῃ, μετὰ μεγάλης αἰσχύνης εἰς τοὺς ἑαυτῶν τόπους ὑπέστρεψαν. ὁ δὲ Σάρβαρος τῇ Χαλκηδόνι παρακαθεζόμενος οὐ μετέστη, ἀλλ' αὐτόθι ἐχείμασε κουρσεύων καὶ πραιδεύων τὰ περατικὰ μέρη καὶ τὰς πόλεις αὐτῶν. 317 Κόσμου ἔτη ριηʹ. Τῆς θείας σαρκώσεως ἔτη χιγʹ. Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. ιζʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. λθʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. ιηʹ. Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ. ιηʹ. Ἀλεξανδρείας ἐπίσκοπος Γεώργιος ἔτη ιδʹ. ηʹ. Τούτῳ τῷ ἔτει ἀπὸ μηνὸς Σεπτεμβρίου εἰσβαλὼν ἐν Περσίδι Ἡράκλειος σὺν τοῖς Τούρκοις ἀπροσδοκήτως διὰ τὸν χειμῶνα εἰς ἔκστασιν ἐνέβαλε τὸν Χοσρόην τοῦτο μαθόντα. οἱ δὲ Τοῦρκοι τόν τε χειμῶνα ὁρῶντες καὶ τὰς συνεχεῖς ἐπιδρομὰς τῶν Περσῶν, μὴ ὑποφέροντες συγκοπιᾷν τῷ βασιλεῖ ἤρξαντο κατ' ὀλίγον ὑπορρέειν, καὶ πάντες ἀφέντες αὐτὸν ὑπέστρεψαν. ὁ δὲ βασιλεὺς διελάλησε τῷ ἑαυτοῦ λαῷ, λέγων·" γνῶτε, ἀδελφοί, ὅτι οὐδεὶς ἡμῖν συμμαχῆσαι θέλει, ἀλλ' ἢ μόνος ὁ θεὸς καὶ ἡ τοῦτον τεκοῦσα ἀσπόρως μήτηρ, ἵνα δείξῃ τὴν ἑαυτοῦ δυναστείαν, ἐπειδὴ οὐκ ἐν πλήθει λαῶν ἢ ὅπλων ἡ σωτηρία ἐστίν, ἀλλ' εἰς τοὺς ἐλπίζοντας ἐν τῷ ἐλέει αὐτοῦ καταπέμπει τὴν βοήθειαν αὐτοῦ." ὁ δὲ Χοσρόης ἐπισυνάξας πάντα τὰ στρατεύματα αὐτοῦ προβάλλεται στρατηγὸν ἐπ' αὐτοὺς Ῥαζάτην, ἄνδρα πολεμικώτατον καὶ ἀνδρεῖον, καὶ κατὰ Ἡρακλείου τοῦτον ἀπέστειλεν. ὁ δὲ βασιλεὺς τάς τε πόλεις τῆς Περσίδος ἐπυρπόλει καὶ τὰς κώμας, καὶ τοὺς καταλαμβανομένους Πέρσας ἀνήλισκε ῥομφαίᾳ. τῇ δὲ θʹ τοῦ Ὀκτωβρίου μηνὸς τῆς ιεʹ ἰνδικτιῶνος κατέλαβεν εἰς τὴν χώραν Χαμαηθᾶ καὶ διανέπαυσε τὸν λαὸν ἑβδομάδα μίαν. ὁ δὲ Ῥαζάτης ἐλθὼν εἰς τὸ Γαζακὸν ἐγενήθη ὀπίσω αὐτοῦ καὶ ἠκολούθει, τῶν Ῥωμαίων δαπανώντων ἔμπροσθεν τὰς τροφάς. αὐτὸς δὲ ὀπίσω ὡς κύων πεινῶν μόλις ἐκ τῶν ψιχίων αὐτοῦ ἐτρέφετο· καὶ ἐκ τοῦ μὴ εὑρίσκειν αὐτὸν δαπάνας πολλὰ τῶν ἀλόγων αὐτοῦ διεφθάρησαν. τῇ δὲ αʹ τοῦ Δεκεμβρίου μηνὸς κατέλαβεν ὁ βασι318 λεὺς ποταμὸν μέγαν Ζάβαν, καὶ τοῦτον περάσας ἠπλήκευσε πλησίον Νινευὶ τῆς πόλεως. κατέλαβε δὲ καὶ ὁ Ῥαζάτης εἰς τὸ πέραμα ἐπακολουθῶν αὐτῷ καὶ κατελθὼν ἀπὸ τριῶν μιλίων εὗρεν ἄλλο πέραμα καὶ ἐπέρασεν. ὁ δὲ βασιλεὺς ἀποστείλας Βαάνην τὸν στρατηλάτην μετὰ ἐπιλέκτων στρατιωτῶν ὀλίγων εὗρε βάνδον τῶν Περσῶν, καὶ φονεύσας αὐτοῦ τὸν κόμητα ἤνεγκεν αὐτοῦ τὴν κεφαλὴν καὶ τὸ σπαθὶν αὐτοῦ ὁλόχρυσον· καὶ πολλοὺς φονεύσας ζῶντας ἤνεγκεν κ ʹ, ἐν οἷς ἦν καὶ ὁ σπαθάριος τοῦ Ῥαζάτου· ὅστις καὶ ἀνήγγειλε τῷ βασιλεῖ, ὅτι πολεμῆσαι αὐτὸν βούλεται ὁ Ῥαζάτης, οὕτω κελευσθεὶς παρὰ Χοσρόου, καὶ τρισχιλίους ὡπλισμένους ἀπέστειλεν αὐτῷ. ἀλλ' ἀκμὴν οὐκ ἔφθασαν. ταῦτα δὲ μαθὼν ὁ βασιλεὺς προαπέλυσε τὸ τοῦλδον ἔμπροσθεν· καὶ αὐτὸς ἐπηκολούθει σκεπτόμενος εὑρεῖν τόπον, ἐν ᾧ ὤφειλε πολεμῆσαι πρὸ τοῦ ἑνωθῶσιν αὐτοῖς οἱ τρισχίλιοι. εὑρὼν δὲ πεδίον ἐπιδέξιον πρὸς πόλεμον καὶ διαλαλήσας τῷ λαῷ παρετάξατο. ὁ δὲ Ῥαζάτης καταλαβὼν καὶ αὐτὸς παρετάξατο τρισὶ φούλκοις καὶ κατὰ τοῦ βασιλέως ἐχώρησεν. τῇ δὲ ιβʹ τοῦ Δεκεμβρίου μηνὸς ἡμέρᾳ σαββάτῳ ἐκροτήθη ὁ πόλεμος· καὶ προπηδήσας πάντων ὁ βασιλεὺς ἄρχοντι τῶν Περσῶν συνήντησεν· καὶ τῇ τοῦ θεοῦ δυνάμει καὶ τῇ βοηθείᾳ τῆς θεοτόκου τοῦτον κατέβαλεν· καὶ οἱ σὺν αὐτῷ προεκπηδήσαντες ἐτράπησαν· καὶ αὖθις ὁ βασιλεὺς ἄλλῳ συναντήσας καὶ τοῦτον κατέβαλεν. προσέβαλε δὲ αὐτῷ καὶ τρίτος, ὃς καὶ δέδωκεν αὐτῷ μετὰ δόρατος εἰς τὸ χεῖλος καὶ τοῦτο ἔπληξεν. ὁ δὲ βασιλεὺς καὶ τοῦτον ἀνεῖλεν· καὶ τῶν σαλπίγγων ἠχησασῶν συνέβαλον ἀλλήλοις ἀμφότερα τὰ μέρη, καί, μάχης κροτηθείσης σφοδρᾶς, ἐπληγώθη ὑπὸ τῶν πεζῶν ὁ τοῦ βασιλέως ἵππος φάλβας, ὁ λεγόμενος Δόρκων, εἰς τὸν μηρὸν αὐτοῦ λαβὼν κονταρέαν· πολλὰς δὲ καὶ σπαθέας ἐν τῇ ὄψει ἔλαβεν· ἀλλὰ φορῶν κατάφρακτα νευρικὰ οὐκ ἐβλάπτετο, οὐδὲ αὐταὶ ἐνήργουν. 319 πίπτει δὲ ἐν τῷ πολέμῳ ὁ Ῥαζάτης καὶ οἱ τρεῖς τουρμάρχαι τῶν Περσῶν καὶ οἱ ἄρχοντες σχεδὸν πάντες καὶ τὸ πλεῖον τοῦ στρατοῦ αὐτῶν. ἐσφάγησαν δὲ καὶ Ῥωμαῖοι νʹ, καὶ ἐπληγώθησαν ἱκανοί, ἀλλ' οὐκ ἀπέθανον, εἰ μὴ ἄλλοι δέκα· ἐκροτήθη δὲ ὁ πόλεμος ἀπὸ πρωῒ ἕως ὥρας ιαʹ. ἐπῆραν δὲ οἱ Ῥωμαῖοι τῶν Περσῶν βάνδα κηʹ χωρὶς τῶν κλασθέντων, καὶ σκυλεύσαντες τοὺς νεκροὺς ἔλαβον τὰ λωρίκια αὐτῶν καὶ τὰς κασσίδας καὶ πάντα τὰ ἄρματα· καὶ ἔμειναν ἀπ' ἀλλήλων ἀπὸ δύο σαγιττοβολῶν. τροπὴ γὰρ οὐ γέγονεν. οἱ δὲ τῶν Ῥωμαίων λαοὶ τῇ νυκτὶ ἐπότισαν τὰ ἄλογα αὐτῶν καὶ παρέβαλον. οἱ δὲ Πέρσαι καβαλλάριοι ἵσταντο ἕως ὥρας ἑβδόμης τῆς νυκτὸς ἐπάνω τῶν σκηνωμάτων τῶν τεθνεώτων Περσῶν· καὶ τῇ ὀγδόῃ ὥρᾳ τῆς νυκτὸς κινήσαντες ὑπέστρεψαν εἰς τὸ φωσάτον αὐτῶν, καὶ τοῦτο λαβόντες ἀπῆλθον καὶ ἠπλήκευσαν εἰς πρόποδα ὄρους τραχεινοῦ πεφοβημένοι. πολλὰ δὲ σπαθία ὁλόχρυσα καὶ ζώνας διαχρύσους καὶ μαργαρίτας καὶ τὸ σκουτάριν τοῦ Ῥαζάτου ὁλόχρυσον ἔλαβον ἔχον πέταλα ρκʹ, καὶ τὸ λωρίκιν αὐτοῦ ὁλόχρυσον ἔλαβον, καὶ τὸ σκαραμάγγιν αὐτοῦ ἤνεγκαν σὺν τῇ κεφαλῇ αὐτοῦ καὶ τὰ βραχιόλια αὐτοῦ καὶ τὴν σέλλαν αὐτοῦ ὁλόχρυσον· ἐκρατήθη δὲ ζῶν Βαρσαμούσης, ὁ ἄρχων τῶν Ἰβήρων τῶν ὑπὸ Πέρσας. οὐδεὶς δὲ μέμνηται τοιούτου πολέμου γεγονότος μεταξὺ Περσῶν καὶ Ῥωμαίων, [οὐχ] ὅτι ἐν ὅλῃ τῇ ἡμέρᾳ ἔσχε στάμα ὁ πόλεμος. ἐνίκησαν οἱ Ῥωμαῖοι· ἀλλὰ τοῦτο γέγονε μόνῃ τῇ τοῦ θεοῦ βοηθείᾳ. ὁ δὲ βασιλεὺς θαρσοποιήσας τὸν στρατὸν κατὰ Χοσρόου ἤλαυνεν, ὅπως τοῦτον ἐκφοβήσῃ, καὶ ἀποστείλας προσκαλέσηται τὸν Σάρβαρον ἐκ τοῦ Βυζαντίου [τῆς Χαλκηδόνος.] τῇ δὲ εἰκάδι πρώτῃ τοῦ Δεκεμ320 βρίου μηνὸς ἔμαθεν ὁ βασιλεύς, ὅτι ὁ λαὸς τοῦ Ῥαζάτου ὁ ἐκ τοῦ πολέμου ἐξειλήσας ἡνώθη τοῖς ὑπὸ Χοσρόου ἀποσταλεῖσι τρισχιλίοις, καὶ ἀκολουθεῖ ὀπίσω αὐτοῦ καταλαβὼν τὴν Νινευί. καὶ περάσας ὁ βασιλεὺς τὸν μέγαν Ζάβαν πέμπει Γεώργιον τὸν τουρμάρχην μετὰ χιλίων στρατιωτῶν, ἵνα ἐλάσῃ πρὸς τὸ κρατῆσαι τὰς γεφύρας τοῦ μικροῦ Ζάβα πρὸ τοῦ γνῶναι τὸν Χοσρόην. ἐλάσας δὲ Γεώργιος μίλια μηʹ διὰ τῆς νυκτὸς ἐκράτησε τὰς τέσσαρας γεφύρας τοῦ μικροῦ Ζάβα· καὶ εὑρὼν ἐν τοῖς καστελλίοις Πέρσας, τούτους ἐζώγρησεν. τῇ δὲ εἰκάδι τρίτῃ τοῦ Δεκεμβρίου μηνὸς φθάσας ὁ βασιλεὺς εἰς τὰς γεφύρας ἐπέρασε καὶ ἠπλήκευσεν εἰς τοὺς οἴκους τοῦ Ἰεσδέμ· καὶ ἀνέπαυσε τόν τε στρατὸν καὶ τὰ ἄλογα καὶ ἐποίησε τὴν ἑορτὴν τῆς Χριστοῦ γεννήσεως ἐν ἐκείνῳ τῷ τόπῳ. γνοὺς δὲ Χοσρόης, ὅτι ἐκράτησαν οἱ Ῥωμαῖοι τὰς γεφύρας τοῦ μικροῦ Ζάβα, ἀπέστειλε πρὸς τὸν Περσικὸν λαὸν τὸν μετὰ τοῦ Ῥαζάτου, ἵνα πολὺ σπουδάσωσι καὶ προλάβωσι τὸν βασιλέα καὶ ἀπέλθωσι πρὸς αὐτόν. σπεύσαντες δὲ αὐτοὶ καὶ περάσαντες τὸν μικρὸν Ζάβαν ἐν ἄλλοις τόποις προεποίησαν τὸν βασιλέα καὶ ἔμπροσθεν ἐπορεύοντο. καταλαβὼν δὲ ὁ βασιλεὺς παλάτιον, τὸ ἐπιλεγόμενον Δεζεριδάν, τοῦτο κατέστρεψε καὶ πυρὶ παρέδωκεν. οἱ δὲ Πέρσαι περάσαντες τὴν τοῦ Τορνᾶ ποταμοῦ γέφυραν ἠπλήκευσαν ἐκεῖ. καταλαβὼν δὲ ὁ βασιλεὺς ἕτερον παλάτιον τοῦ Χοσρόου, τὸ ἐπιλεγόμενον Ῥούσα, καὶ τοῦτο κατέστρεψεν. ὑφωρᾶτο δὲ ὅτι ἐν τῇ γεφύρᾳ τοῦ Τορνᾶ ποταμοῦ οἱ ἐχθροὶ πολεμεῖν αὐτὸν μέλλουσιν. ἀλλὰ τοῦτον ἰδόντες, καταλιπόντες τὴν γέφυραν ἔφυγον. ὁ δὲ βασιλεὺς περάσας ἀκωλύτως κατέλαβεν εἰς ἕτερον παλάτιον, τὸ ἐπιλεγόμενον Βεκλάλ· ἐνταῦθα καὶ ἱπποδρομίαν ἔκτισε καὶ τοῦτο κατέστρεψεν. τινὲς δὲ τῶν Ἀρμενίων τῶν συνόντων τοῖς Πέρσαις ἦλθον πρὸς τὸν βασιλέα νυκτὸς λέγοντες, ὅτι" ὁ Χοσρόης μετὰ τῶν ἐλεφάντων καὶ τοῦ ἰδίου στρατοῦ ἀπὸ 321 πέντε μιλίων ἔνθεν τοῦ παλατίου τοῦ ἐπιλεγομένου Δασταγὲρδ εἰς τόπον ἐπιλεγόμενον Βαρασρὼθ ἀπληκευμένος ἐστίν, καὶ ὅτι ἐδήλωσε τὸν στρατὸν ἐκεῖ σωρευθῆναι, ἵνα πολεμήσωσί σε. ἔστι γὰρ ἐκεῖ καὶ ποταμὸς δύσβατος στενὴν γέφυραν ἔχων καὶ στενώματα πολλὰ ἀπὸ οἰκημάτων. καὶ ῥύακες σαπροί." ὁ δὲ βασιλεὺς βουλευσάμενος μετὰ τῶν ἀρχόντων καὶ τοῦ στρατοῦ ἐκάθισεν ἐν τῷ παλατίῳ Βεκλάλ. εὗρε γὰρ ἐν αὐτῷ ἐν ἑνὶ περιβόλῳ στρουθεῶνας τριακοσίους σιτευτούς, καὶ ἐν ἄλλῳ περὶ πεντακοσίας δορκάδας σιτευτάς, καὶ ἐν ἄλλῳ ἑκατὸν ὀνάγρους σιτευτούς· καὶ πάντα ἐδωρήσατο τῷ λαῷ. καὶ τὴν πρώτην τοῦ Ἰαννουαρίου μηνὸς ἐποίησαν ἐκεῖσε. εὗρον γὰρ καὶ πρόβατα καὶ χοίρους καὶ βόας, ὧν οὐκ ἦν ἀριθμός. καὶ ἀνεπαύσατο πᾶς ὁ λαὸς ἀπολαύοντες καὶ δοξάζοντες τὸν θεόν. πιάσαντες δὲ τοὺς νέμοντας ταῦτα ἔγνωσαν παρ' αὐτῶν ἀκριβῶς, ὡς ὁ Χοσρόης ἀπὸ εἰκάδος τρίτης τοῦ Δεκεμβρίου μηνὸς μαθών, ὅτι ὁ βασιλεὺς ἐπέρασε τὴν γέφυραν τοῦ Τορνᾶ, παραχρῆμα ἐκίνησεν ἐκ τοῦ παλατίου τοῦ ἐν Δασταγὲρδ ἐν τάχει πολλῷ ἀπελευσόμενος εἰς Κτησιφῶντα, πάντα τὰ χρήματα, ἃ εἶχεν ἐν τῷ παλατίῳ, ἐμβαλὼν τοῖς τε ἐλέφασι καὶ ταῖς καμήλοις καὶ ἡμιόνοις τῆς ὑπηρεσίας αὐτοῦ, γράψας καὶ τῷ λαῷ τοῦ Ῥαζάτου, ἵνα εἰσέλθωσιν εἰς τὸ αὐτὸ παλάτιον καὶ τὰς τῶν ἀρχόντων οἰκίας καὶ ὅ τι ἂν εὑρεθῇ ἐν ταύταις ἀπενέγκωσιν. ὁ οὖν βασιλεὺς τὸ μὲν ἥμισυ τοῦ στρατοῦ ἔπεμψεν ἐν Δασταγέρδ, αὐτὸς δὲ δι' ἄλλης ὁδοῦ ἀπῆλθεν εἰς ἕτερον παλάτιον, τὸ ἐπιλεγόμενον Βεβδάρχ. καὶ τοῦτο καταστρέψαντες καὶ πυρὶ παραδόντες εὐχαρίστουν τῷ θεῷ τῷ διὰ τῶν πρεσβειῶν τῆς θεοτόκου τοιαῦτα θαυμάσια ποιήσαντι. τίς γὰρ ἤλπιζε φυγεῖν τὸν Χοσρόην ἀπὸ προσώπου τοῦ βασιλέως Ῥωμαίων ἐκ τῶν ἐν τῷ Δασταγὲρδ παλατίων αὐτοῦ καὶ εἰς Κτησιφῶντα ἀπελθεῖν, ὅπου ἀπὸ κδʹ ἐτῶν οὐκ ἠνέσχετο ἰδεῖν Κτησιφῶντα, ἀλλὰ καὶ ἐν 322 Δασταγὲρδ ἦν τὰ βασίλεια αὐτοῦ; εὗρον δὲ οἱ λαοὶ τῶν Ῥωμαίων ἐν τῷ παλατίῳ αὐτοῦ ἐν τῷ Δασταγὲρδ τριακόσια βάνδα Ῥωμαίων, ἅπερ ἐν διαφόροις χρόνοις ἔλαβον· εὗρον δὲ καὶ εἴδη ἀπομείναντα, ἀλόην πολλὴν καὶ ξύλα μεγάλα ἀλόης ἀπὸ ἑβδομήκοντα καὶ ὀγδοήκοντα λιτρῶν καὶ μέταξιν πολλὴν καὶ πίπερ καὶ χαρβάσια καμίσια πολλὰ ὑπὲρ τὸ μέτρον, σάχαρ τε καὶ ζιγγίβερ καὶ ἄλλα εἴδη πολλά. τινὲς δὲ καὶ ἄσιμον, καὶ ὁλοσήρικα ἱμάτια, νακοτάπητά τε καὶ ταπήτια ἀπὸ βελόνης πλῆθος πολὺ καὶ καλὰ πάνυ, ἅπερ διὰ τὸ βάρος πάντα κατέκαυσαν· καὶ τοὺς παπυλεῶνας τοῦ Χοσρόου καὶ τοὺς ἐμβόλους, οὓς ἔστενεν, ὅτε ἐν κάμπῳ ἠπλήκευεν, πάντα κατέκαυσαν, καὶ στήλας αὐτοῦ πολλάς· εὗρον δὲ καὶ ἐν τούτοις τοῖς παλατίοις στρουθεῶνας καὶ δορκάδας καὶ ὀνάγρους καὶ ταῶνας καὶ φασιανοὺς πλῆθος ἄπειρον, καὶ εἰς τὸ κυνήγιον αὐτοῦ λέοντας καὶ τίγρεις παμμεγέθεις ζῶντας. προσέφυγον δὲ τῷ βασιλεῖ πολλοὶ ἐκ τῶν αἰχμαλώτων Ἐδεσηνοὶ καὶ Ἀλεξανδρεῖς, καὶ ἐξ ἄλλων πόλεων πλῆθος πολύ. ἐποίησε δὲ ὁ βασιλεὺς καὶ τὴν ἑορτὴν τῶν φώτων ἐν Δασταγὲρδ εὐφραίνων καὶ ἀνακτώμενος τόν τε λαὸν καὶ τὰ ἄλογα, καὶ καταστρέφων τὰ τοῦ Χοσρόου παλάτια κτίσματα ὑπέρτιμα ὄντα καὶ θαυμαστὰ καὶ καταπληκτικά, ἅπερ ἕως ἐδάφους καθεῖλεν, ἵνα μάθῃ Χοσρόης, οἷον πόνον εἶχον Ῥωμαῖοι τῶν πόλεων ἐρημουμένων παρ' αὐτοῦ καὶ πυρπολουμένων. ἐκρατήθησαν δὲ καὶ ἐκ τῶν διαιταρίων τοῦ παλατίου πολλοί. ἐρωτώμενοι δὲ καὶ αὐτοί, πότε ἀνεχώρησεν ἐκ τοῦ Δασταγέρδ, ἔφασκον, ὅτι" πρὸ θʹ ἡμερῶν τοῦ καταλαβεῖν ὑμᾶς ἀκούσας τὴν παρουσίαν ὑμῶν κρυπτῶς ἐτρύπησε τὸ τεῖχος τῆς πόλεως τὸ πλησίον τοῦ παλατίου· καὶ οὕτως ἀπαρακρά323 τητα διὰ τῶν κήπων ἐξῆλθεν αὐτὸς καὶ ἡ γυνὴ καὶ τὰ τέκνα αὐτοῦ διὰ τὸ μὴ γενέσθαι θόρυβον ἐν τῇ πόλει." καὶ οὔτε τὰ στρατεύματα αὐτοῦ ἔγνωσαν, οὔτε οἱ ἄρχοντες, ἕως οὗ ἀπῆλθε πέντε μίλια· καὶ τότε ἐδήλωσεν, ἵνα ἐπακολουθήσωσιν αὐτῷ ἐπὶ Κτησιφῶντα· καὶ ὁ μὴ δυνάμενος ποιῆσαι πέντε μίλια τὴν ἡμέραν φεύγων ἐποίησεν κεʹ. καὶ αἱ γυναῖκες καὶ τὰ τέκνα αὐτοῦ τὰ μὴ θεωροῦντα ἀλλήλους τότε φύρδην ἔφυγον ἀλλήλους παρωθούμενα. τῆς δὲ νυκτὸς καταλαβούσης εἰσῆλθε Χοσρόης εἰς οἶκον γεωργοῦ μηδαμινοῦ μεῖναι μόλις χωρηθεὶς ἐν τῇ τούτου θύρᾳ, ἣν ἰδὼν ἔσχατον Ἡράκλειος ἐθαύμασεν. διὰ δὲ τριῶν ἡμερῶν κατέλαβε τὴν Κτησιφῶντα· καὶ ὁ χρησμοδοτηθεὶς ὑπὸ τῶν γοήτων καὶ ἀστρολόγων πρὸ κδʹ ἐτῶν, ὅτε τὸ Δαρᾶς ἐπολιόρκησεν ἐπὶ τῶν χρόνων Φωκᾶ, τοῦ βασιλέως Ῥωμαίων, ὅτι, ἐν οἵῳ καιρῷ ἀπέλθῃ ἐν Κτησιφῶντι, ἀπολεῖται· καὶ μὴ ἀνασχόμενος ἀπὸ τοῦ Δασταγὲρδ ἐπὶ τὸ μέρος ἐκεῖνο μίλιον ἓν πορευθῆναι, τότε φεύγων ἐν ταύτῃ ἀπῆλθεν. καὶ οὐδὲ ἐν ταύτῃ ἐθάρρησε στῆναι, ἀλλὰ περάσας τὴν ποντογέφυραν τοῦ Τίγριδος ποταμοῦ εἰς τὴν ἐκεῖθεν πόλιν, τὴν λεγομένην Σελεύκειαν παρ' ἡμῖν, παρὰ δὲ Πέρσαις Γουεδεσήρ, πάντα τὰ χρήματα ἐν αὐτῇ ἀπέθετο, καὶ ἐκάθισεν ἐκεῖ μετὰ Σειρέμ, τῆς γυναικὸς αὐτοῦ, καὶ μετὰ ἑτέρων τριῶν γυναικῶν, τῶν καὶ θυγατέρων αὐτοῦ· τὰς δὲ λοιπὰς αὐτοῦ γυναῖκας καὶ τὰ πολλὰ αὐτοῦ τέκνα παρέπεμψεν ἀπὸ μʹ μιλίων εἰς τὸ ἀνατολικώτερον μέρος εἰς τόπον ὀχυρόν. τινὲς δὲ τῶν Περσῶν διέβαλλον τὸν Σάρβαρον πρὸς Χοσρόην ὡς τὰ τῶν Ῥωμαίων φρονοῦντα καὶ καταλαλοῦντα αὐτοῦ· καὶ ἀποστέλλει σπαθάριον αὐτοῦ μετὰ κελεύσεως αὐτοῦ πρὸς Καρδαρίγαν τὸν συστράτηγον Σαρβάρου εἰς Χαλκηδόνα γράψας αὐτῷ, ἵνα τὸν Σάρβαρον ἀποκτείνῃ καὶ οὕτω τὸν λαὸν τῶν Περσῶν ἀναλαβὼν σπεύσῃ ἐπὶ Περσίδα εἰς συμμαχίαν αὐτοῦ. ὁ δὲ τὰ γράμματα κομίζων περὶ τὴν Γαλατίαν συλλαμβάνεται ὑπὸ τῶν Ῥωμαίων. οἱ δὲ συλλαβόντες 324 αὐτὸν διαλαθόντες τοὺς Πέρσας εἰς τὸ Βυζάντιον τοῦτον ἀπήγαγον καὶ τῷ υἱῷ τοῦ βασιλέως τοῦτον παρέδωκαν. ὁ δὲ βασιλεὺς μαθὼν παρὰ τοῦ ἀποστολιμαίου τὴν ἀλήθειαν Σάρβαρον παραχρῆμα μεταπέμπεται. εἰσελθὼν οὖν παρέστη τῷ βασιλεῖ. ὁ δὲ βασιλεὺς τὴν πρὸς Καρδαρίγαν ἐπιστολὴν τούτῳ ἐπιδοὺς καὶ τὸν ἀποσταλέντα ὑπέδειξεν, καὶ ἀνέγνω τὴν ἐπιστολήν, καὶ πληροφορηθεὶς τὸ ἀληθὲς παραχρῆμα ἐτράπη καὶ συνθήκας μετὰ τοῦ υἱοῦ τοῦ βασιλέως καὶ τοῦ πατριάρχου ποιεῖ. καὶ φαλσεύσας τὴν Χοσρόου ἐπιστολὴν σὺν αὐτῷ ἐντίθησιν ἐν αὐτῇ ἄλλους υʹ σατράπας καὶ ἄρχοντας καὶ χιλιάρχους καὶ ἑκατοντάρχους ἀποκτανθῆναι, καὶ ἐπιθεὶς εὐφυῶς τὴν σφραγῖδα συναθροίζει τοὺς ἡγεμόνας καὶ αὐτὸν τὸν Καρδαρίγαν, καὶ ἀναγνοὺς τὴν ἐπιστολὴν ἔφη πρὸς τὸν Καρδαρίγαν·" συνορᾷς τοῦτο ποιεῖν;" οἱ δὲ ἄρχοντες θυμοῦ πλησθέντες τὸν Χοσρόην ἀπεκήρυττον καὶ πρὸς τὸν βασιλέα συνθήκας εἰρηνικὰς ἐποίησαν, καὶ κοινῇ βουλευσάμενοι ἔδοξεν, ἵνα ἐκ Χαλκηδόνος ἀναχωρήσωσι καὶ ἐπὶ τὰ ἴδια ἀπέλθωσι μηδὲν λυμαινόμενοι. ὁ δὲ Ἡράκλειος ἔγραψε τῷ Χοσρόῃ·" ἐγὼ διώκω καὶ πρὸς εἰρήνην τρέχω. οὐ γὰρ ἑκὼν πυρπολῶ τὴν Περσίδα, ἀλλὰ βιασθεὶς ὑπὸ σοῦ. ῥίψωμεν οὖν κἂν νῦν τὰ ὅπλα καὶ εἰρήνην ἀσπασώμεθα· σβέσωμεν τὸ πῦρ, πρὶν τὸ πᾶν καταφλέξῃ." τούτου δὲ μὴ καταδεξαμένου, μεγάλως τὸ μῖσος τοῦ λαοῦ τῆς Περσίδος ηὐξήθη κατ' αὐτοῦ. καὶ ἐστράτευσε Χοσρόης πάντας τοὺς ἀνθρώπους τῶν ἀρχόντων αὐτοῦ καὶ πᾶσαν τὴν ὑπουργίαν αὐτοῦ καὶ τῶν γυναικῶν αὐτοῦ, καὶ τούτους ὁπλίσας πάντας ἀπέλυσεν ἑνωθῆναι τῷ στρατῷ τοῦ Ῥαζάτου, καὶ στῆναι εἰς τὸν Ναρβᾶν ποταμὸν ἀπὸ ιβʹ μιλίων Κτησιφῶντος· καὶ ἐκέλευσεν αὐτούς, ἵνα, ἡνίκα περάσῃ τὸν ποταμὸν ὁ βασιλεύς, κόψωσι τὴν γέφυραν καὶ τὴν ποντογέφυραν. ὁ δὲ βασιλεὺς τῇ ἑβδόμῃ τοῦ Ἰαννουαρίου μηνὸς κινήσας ἐκ τοῦ Δασταγὲρδ καὶ περιπατήσας τρεῖς 325 ἡμέρας ἠπλήκευσεν ἀπὸ ιβʹ μιλίων τοῦ Ναρβᾶ ποταμοῦ, ὅπου ἦν τὸ φωσάτον τῶν Περσῶν, ἐν οἷς εἶχον καὶ διακοσίους ἐλέφαντας· καὶ ἀπέστειλεν ὁ βασιλεὺς Γεώργιον τὸν τουρμάρχην τῶν Ἀρμενιάκων, ἵνα ἀπέλθῃ μέχρι τοῦ ποταμοῦ καὶ καταμάθῃ, εἰ ἔχει πέραμα ὁ Ναρβᾶς. καὶ εὑρών, ὅτι ἔκοψαν τὰς γεφύρας, καὶ οὐκ ἔχει πέραμα ὁ Ναρβᾶς, ὑπέστρεψε πρὸς τὸν βασιλέα. καὶ ἀποκινήσας ὁ βασιλεὺς ἦλθεν εἰς τὸν Σιάζουρον, καὶ περιήρχετο πυρπολῶν τὰς χώρας καὶ τὰς πόλεις ὅλον τὸν Φεβρουάριον μῆνα. τῷ δὲ Μαρτίῳ μηνὶ ἐλθὼν εἰς χωρίον λεγόμενον Βάρζαν ἐποίησεν ἑπτὰ ἡμέρας καὶ ἀπέστειλε Μεζέζιον τὸν στρατηγὸν εἰς κοῦρσον. καὶ προσερρύη αὐτῷ Γουνδαβουσᾶν, ὅς τις χιλίαρχος ἦν τῆς στρατιᾶς Σαρβάρου, μετὰ ἄλλων πέντε, τριῶν μὲν κομήτων, δύο δὲ ἀξιωματικῶν· καὶ ἤγαγεν αὐτοὺς πρὸς τὸν βασιλέα. ὅς τις Γουνδαβουσᾶν ἀναγκαῖα πράγματα τῷ βασιλεῖ ἀπήγγειλε λέγων, ὅτι" ὅταν ἔφυγεν ὁ Χοσρόης ἀπὸ τοῦ Δασταγὲρδ καὶ ἀπῆλθεν ἐν Κτησιφῶντι καὶ Σελευκείᾳ, ἠσθένησε δυσεντερίᾳ καὶ ἠθέλησε τὸν υἱὸν Μερδασὰν τὸν τεχθέντα ἐκ τῆς Σειρὲμ στέψαι· καὶ ὅτι ἀντεπέρασε τὸν ποταμὸν πάλιν καὶ ἤνεγκε μεθ' ἑαυτοῦ τὸν Μερδασὰν καὶ τὴν Σειρὲμ καὶ τὸν ἄλλον αὐτῆς Σαλιάρ· τὸν δὲ πρωτότοκον αὐτοῦ υἱὸν Σιρόην καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τὰς γυναῖκας αὐτοῦ ἔασε πέραν τοῦ ποταμοῦ. καὶ γνοὺς Σιρόης, ὅτι τὸν Μερδασὰν θέλει στέψαι, ἐταράχθη καὶ ἔπεμψε τὸν συγγάλακτον αὐτοῦ πρὸς Γουνδαβουσᾶν δηλώσας αὐτῷ, ὅτι" ἐλθὲ πέραν τοῦ ποταμοῦ, ἵνα συντύχω σοι." ὁ δὲ Γουνδαβουσᾶν ἐφοβήθη τὸν Χοσρόην περᾶσαι, καὶ δηλοῖ αὐτῷ, ὅτι" γράψον μοι διὰ τοῦ συγγαλάκτου σου, εἴ τι θέλεις." καὶ ἔγραψεν αὐτῷ Σιρόης, ὅτι" γινώσκεις, πῶς ἡ πολιτεία τῶν Περσῶν ἀπώλετο ἐκ τοῦ κακοῦ ἀνθρώπου Χοσρόου, καὶ θέλει στέψαι τὸν Μερδασάν, καὶ ἐμὲ τὸν πρωτότοκον αὐτοῦ περιεφρόνησεν. καὶ ἐὰν λαλήσῃς τὸν στρατόν, 326 ἵνα δέξωνταί με, καὶ τὰς ῥόγας αὐτῶν ἐπαυξῆσαι ἔχω καὶ εἰρήνην ποιῶ μετὰ τοῦ βασιλέως Ῥωμαίων καὶ μετὰ τῶν Τούρκων, καὶ καλῶς ἔχομεν ζῆσαι. καὶ σπούδασον μετὰ τοῦ λαοῦ σου, ἵνα ἐγὼ βασιλεύσω· καὶ πάντας ὑμᾶς προαναβιβάσαι ἔχω καὶ συγκροτῆσαι, καὶ κατ' ἐξαίρετον σέ." καὶ ὅτι ἐδήλωσα αὐτῷ διὰ τοῦ συγγαλάκτου αὐτοῦ, ὅτι, εἴ τι δύναμαι, λαλῆσαι ἔχω τὸν στρατὸν καὶ μοχθῆσαι." καὶ ἐλάλησα κβʹ κόμητας καὶ ἐποίησα αὐτοὺς τῆς γνώμης μου καὶ ἄλλους ἄρχοντας καὶ στρατιώτας πολλούς. καὶ ταῦτα ἐδήλωσα τῷ Σιρόῃ, καὶ ἐδήλωσέ μοι, ἵνα τῇ κγʹ τοῦ Μαρτίου μηνὸς λάβω ταξάτους νεωτέρους καὶ εἰς τὴν ποντογέφυραν τοῦ Τίγριδος ποταμοῦ ὑπαντήσω αὐτῷ, καὶ λάβωμεν αὐτὸν εἰς τὸν στρατὸν καὶ κινήσωμεν κατὰ Χοσρόου. καὶ ὅτι μετὰ Σιρόου εἰσὶ καὶ οἱ δύο υἱοὶ τοῦ Σαρβαραζᾶ, καὶ ὁ υἱὸς τοῦ Ἰεσδέμ, καὶ ἄλλα πολλὰ τέκνα ἀρχόντων, καὶ ὁ υἱὸς τοῦ Ἀράμ, πάντες ἐπίλεκτοι· καὶ ὅτι εἰ μὲν δυνηθῶσιν ἀνελεῖν τὸν Χοσρόην, εὖ καὶ καλῶς· εἰ δὲ ἀστοχήσωσιν, πάντες σὺν τῷ Σιρόῃ προσρύονται τῷ βασιλεῖ· καὶ ἀπέστειλέ με πρὸς σέ, δέσποτα· αἰδεῖται γὰρ τὴν βασιλείαν τῶν Ῥωμαίων, ὅτι τὸν Χοσρόην ἔσωσέ ποτε, καὶ πολλὰ κακὰ ἔπαθεν ἐξ αὐτοῦ ἡ τῶν Ῥωμαίων γῆ, καὶ ὅτι διὰ τὴν ἐκείνου ἀγνωμοσύνην οὐδὲ ἐμοὶ ἔχει ὁ βασιλεὺς πιστεῦσαι." ὁ δὲ βασιλεὺς τοῦτον πάλιν πρὸς Σιρόην ἀποστείλας ἐδήλωσεν ἀνοῖξαι τὰς φυλακὰς καὶ τοὺς κατεχομένους ἐν αὐταῖς Ῥωμαίους ἐκβάλαι καὶ δοῦναι αὐτοῖς ὅπλα, καὶ οὕτω ἀποκινῆσαι κατὰ Χοσρόου. ὁ δὲ Σιρόης ὑπακούσας τῷ βασιλεῖ καὶ ἐκβαλὼν τοὺς κατακλείστους ἐπῆλθε τῷ πατροκτόνῳ πατρὶ Χοσρόῃ. αὐτὸς δὲ φυγεῖν δοκιμάσας καὶ μὴ ἰσχύσας ἐκρατήθη. τοῦτον δὲ δεσμήσαντες σφοδρῶς σιδηροπέδαις ὀπισθάγκωνα τοῖς τε ποσὶ καὶ τῷ τραχήλῳ βάρη σιδηρᾶ περιέθηκαν καὶ εἰσάγουσιν αὐτὸν εἰς τὸν οἶκον τοῦ σκότους, ὃν αὐτὸς ὠχύρωσεν ἐκ νέας κτίσας εἰς ἀπόθεσιν 327 χρημάτων, καὶ ἄρτον πενιχρὸν τούτῳ διδόντες καὶ ὕδωρ ἐλιμαγχόνουν· ἔφη γὰρ ὁ Σιρόης, ὅτι" τὸν χρυσὸν φάγῃ, ὃν συνήγαγε μάτην, δι' ὃν πολλοὺς ἐλιμαγχόνησε καὶ τὸν κόσμον ἠρήμωσεν." ἀπέστειλε δὲ πρὸς αὐτὸν τοὺς σατράπας ὑβρίζειν καὶ ἐμπτύειν αὐτόν, καὶ ἀγαγὼν Μερδασάν, τὸν υἱὸν αὐτοῦ, ὃν ἐβούλετο στέψαι, ἐνώπιον αὐτοῦ ἔσφαξεν, καὶ πάντα τὰ λοιπὰ τέκνα αὐτοῦ ἐνώπιον αὐτοῦ ἀνεῖλον, καὶ ἀπέστειλε πάντα ἐχθρὸν αὐτοῦ ὑβρίζειν καὶ τύπτειν καὶ ἐμπτύειν αὐτόν. πέντε δὲ ἡμέρας τοῦτο ποιήσαντες, ἐκέλευσεν ὁ Σιρόης τόξοις τοῦτον ἀνελεῖν, καὶ οὕτως κατὰ μικρὸν ἐν δεινοῖς παρέδωκε τὴν πονηρὰν αὐτοῦ ψυχήν. τότε ὁ Σιρόης γράφει πρὸς Ἡράκλειον εὐαγγελιζόμενος αὐτῷ τὴν τοῦ μιαροῦ Χοσρόου ἀναίρεσιν· καὶ εἰρήνην ἀειπαγῆ πρὸς αὐτὸν ποιησάμενος πάντας τοὺς ἐν φρουραῖς Χριστιανοὺς καὶ τοὺς ἐν Περσίδι πάσῃ αἰχμαλώτους ἀπέδωκεν αὐτῷ σὺν τῷ πατριάρχῃ Ζαχαρίᾳ καὶ τοῖς τιμίοις καὶ ζωοποιοῖς ξύλοις τοῖς ἐξ Ἱεροσολύμων ληφθεῖσιν ὑπὸ Σαρβαραζᾶ, ὅταν τὴν Ἱερουσαλὴμ παρέλαβεν. Περσῶν βασιλεὺς Σιρόης ἔτος αʹ. ριθʹ. χιθʹ. ιηʹ. αʹ. ιθʹ. ιθʹ. θʹ. Τούτῳ τῷ ἔτει εἰρήνης γενομένης μεταξὺ Περσῶν καὶ Ῥωμαίων, ἀπέστειλεν ὁ βασιλεὺς Θεόδωρον, τὸν ἑαυτοῦ ἀδελφόν, μετὰ γραμμάτων καὶ ἀνθρώπων Σιρόου, τοῦ βασιλέως Περσῶν, ὅπως τοὺς ἐν Ἐδέσῃ καὶ Παλαιστίνῃ καὶ Ἱεροσολύμοις καὶ ταῖς λοιπαῖς πόλεσι τῶν Ῥωμαίων Πέρσας μετὰ εἰρήνης ἀποστρέψωσιν ἐν Περσίδι, καὶ ἀβλαβῶς παρέλθωσι τὴν τῶν Ῥωμαίων γῆν. ὁ δὲ βασιλεὺς ἐν ἓξ ἔτεσι καταπολεμήσας τὴν Περσίδα, τῷ ζʹ ἔτει εἰρηνεύσας μετὰ χαρᾶς μεγάλης ἐπὶ Κωνσταντινούπολιν ὑπέστρεψε μυστικήν τινα θεωρίαν ἐν τούτῳ πληρώσας. ἐν γὰρ ἓξ ἡμέραις πᾶσαν τὴν κτίσιν δημιουργήσας ὁ θεὸς τὴν ἑβδόμην ἀναπαύσεως ἡμέραν ἐκάλεσεν· οὕτω καὶ αὐτὸς ἐν 328 τοῖς ἓξ χρόνοις πολλοὺς πόνους διανύσας τῷ ἑβδόμῳ ἔτει μετ' εἰρήνης καὶ χαρᾶς ἐν τῇ πόλει ὑποστρέψας ἀνεπαύσατο. ὁ δὲ λαὸς τῆς πόλεως τὴν ἔλευσιν αὐτοῦ μαθόντες ἀκατασχέτῳ πόθῳ πάντες εἰς τὴν Ἱερείαν ἐξῆλθον εἰς συνάντησιν αὐτοῦ, σὺν τῷ πατριάρχῃ καὶ Κωνσταντίνῳ, τῷ βασιλεῖ καὶ υἱῷ αὐτοῦ, βαστάζοντες κλάδους ἐλαιῶν καὶ λαμπάδας, εὐφημοῦντες αὐτὸν μετὰ χαρᾶς καὶ δακρύων. προσελθὼν δὲ ὁ υἱὸς αὐτοῦ ἔπεσεν ἐπὶ τοὺς πόδας αὐτοῦ, καὶ περιπλακεὶς αὐτῷ ἔβρεξαν ἀμφότεροι τὴν γῆν τοῖς δάκρυσιν. τοῦτο θεασάμενος ὁ λαός, ἅπαντες εὐχαριστηρίους ὕμνους τῷ θεῷ ἀνέπεμπον· καὶ οὕτω λαβόντες τὸν βασιλέα σκιρτῶντες εἰσῆλθον ἐν τῇ πόλει. Περσῶν βασιλεὺς Ἀδεσὴρ μῆνας ζʹ. ρκʹ. χκʹ. ιθʹ. αʹ. κʹ. κʹ. ιʹ. Τούτῳ τῷ ἔτει ἀπάρας ὁ βασιλεὺς ἅμα ἔαρι ἀπὸ τῆς βασιλευούσης πόλεως ἐπὶ τὰ Ἱεροσόλυμα ἐπορεύετο ἀπαγαγὼν τὰ τίμια καὶ ζωοποιὰ ξύλα τοῦ ἀποδοῦναι τῷ θεῷ τὴν εὐχαριστίαν. ἐλθόντι δὲ αὐτῷ ἐν Τιβεριάδι κατηγόρησαν οἱ Χριστιανοὶ Βενιαμίν τινα ὀνόματι ὡς κακοποιοῦντα αὐτούς. ἦν γὰρ ἐνούσιος σφόδρα, καὶ ὑπεδέξατο τὸν βασιλέα καὶ τὸν στρατὸν αὐτοῦ. ὁ δὲ βασιλεὺς κατέκρινεν αὐτὸν λέγων·" διὰ ποίαν αἰτίαν κακοποιεῖς τοὺς Χριστιανούς;" ὁ δὲ εἶπεν·" ὡς ἐχθροὺς τῆς πίστεώς μου." ἦν γὰρ Ἰουδαῖος. τότε ὁ βασιλεὺς νουθετήσας αὐτὸν καὶ πείσας ἐβάπτισεν εἰς τὸν οἶκον Εὐσταθίου τοῦ Νεαπολίτου, Χριστιανοῦ ὄντος καὶ αὐτοῦ ὑποδεξαμένου τὸν βασιλέα. εἰσελθὼν δὲ ὁ βασιλεὺς ἐν Ἱεροσολύμοις καὶ ἀποκαταστήσας Ζαχαρίαν τὸν πατριάρχην καὶ τὰ τίμια καὶ ζωοποιὰ ξύλα εἰς τὸν ἴδιον τόπον καὶ πολλὰ εὐχαριστήσας τῷ θεῷ ἀπήλασε τοὺς Ἑβραίους ἀπὸ τῆς ἁγίας πόλεως, κελεύσας μὴ ἔχειν αὐτοὺς ἐξουσίαν ἀπὸ τριῶν μιλίων τῆς ἁγίας πόλεως πλησιάζειν. καταλαβὼν δὲ τὴν Ἔδεσαν ἀπέδωκε τὴν ἐκκλησίαν τοῖς ὀρθο329 δόξοις ὑπὸ Νεστοριανῶν κατεχομένην ἀπὸ Χοσρόου. καὶ ἐλθὼν εἰς Ἱεράπολιν ἤκουσεν, ὅτι Σιρόης τέθνηκεν, ὁ τῶν Περσῶν βασιλεύς, Ἀδεσὴρ δέ, ὁ τούτου υἱός, τὴν βασιλείαν τῶν Περσῶν παρέλαβεν. τούτου δὲ μῆνας ζʹ κρατήσαντος τῆς ἀρχῆς ἐπανέστη αὐτῷ Σαρβαραζᾶς, καὶ τοῦτον πατάξας ἐβασίλευσε τῶν Περσῶν μῆνας βʹ. τοῦτον δὲ ἀνελόντες οἱ Πέρσαι Βοράνην κατεστήσαντο εἰς βασιλέα, τὴν θυγατέρα Χοσρόου, ἥτις ἐκράτησε τῆς βασιλείας τῶν Περσῶν μῆνας ζʹ. ταύτην δὲ διεδέξατο Ὁρμίσδας ὑπὸ τῶν Σαρακηνῶν διωχθείς, καὶ γέγονεν ἡ βασιλεία τῶν Περσῶν ὑπὸ τοὺς Ἄραβας μέχρι τῆς σήμερον. Κόσμου ἔτη ρκαʹ. Τῆς θείας σαρκώσεως ἔτη χκαʹ. Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. κʹ. Περσῶν βασιλεὺς Ὁρμίσδας ἔτη ιαʹ. αʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. καʹ. Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ. καʹ. Ἀλεξανδρείας ἐπίσκοπος Γεώργιος ἔτη ιδʹ. ιαʹ. Τούτῳ τῷ ἔτει τοῦ βασιλέως Ἡρακλείου ὄντος ἐν Ἱεραπόλει, ἦλθε πρὸς αὐτὸν Ἀθανάσιος, ὁ πατριάρχης τῶν Ἰακωβιτῶν, δεινὸς ἀνὴρ καὶ κακοῦργος τῇ τῶν Σύρων ἐμφύτῳ πανουργίᾳ, καὶ κινήσας πρὸς τὸν βασιλέα περὶ πίστεως λόγους ὑπισχνεῖτο αὐτῷ Ἡράκλειος, εἰ τὴν ἐν Χαλκηδόνι σύνοδον ἀποδέξηται, πατριάρχην αὐτὸν ποιεῖν Ἀντιοχείας. ὁ δὲ ὑποκριθεὶς ἐδέξατο τὴν σύνοδον ὁμολογήσας τὰς δύο ἐν Χριστῷ ἡνωμένας φύσεις· ἠρώτησέ τε τὸν βασιλέα περὶ τῆς ἐνεργείας καὶ τῶν θελημάτων, τὸ πῶς δεῖ ταῦτα λέγειν ἐν Χριστῷ, διπλᾶ ἢ μοναδικά; ὁ δὲ βασιλεὺς ξενοφωνηθεὶς γράφει πρὸς Σέργιον, τὸν Κωνσταντινουπόλεως ἐπίσκοπον, προσκαλεῖται δὲ καὶ Κῦρον, τὸν Φάσιδος ἐπίσκοπον, καὶ τοῦτον ἐρωτήσας εὗρεν αὐτὸν συμφωνοῦντα τῷ Σεργίῳ εἰς τὸ ἓν θέλημα καὶ τὴν μίαν ἐνέργειαν. Σέργιος 330 γάρ, ἅτε Συρογενὴς καὶ γονέων Ἰακωβιτῶν ὑπάρχων, μίαν φυσικὴν θέλησιν καὶ μίαν ἐνέργειαν ἐν Χριστῷ ὡμολόγησε καὶ ἔγραψεν. ὁ δὲ βασιλεὺς ἀμφοτέρων στοιχήσας τὴν βουλὴν εὗρε καὶ τὸν Ἀθανάσιον συμφωνοῦντα αὐτοῖς. ἐγίνωσκε γάρ, ὅτι, ἔνθα μία ἐνέργεια εὕρηται, ἐκεῖ καὶ μία φύσις γνωρίζεται. βεβαιωθεὶς δὲ ὁ βασιλεὺς ἐν τούτῳ γράφει πρὸς Ἰωάννην, τὸν πάπαν Ῥώμης, ἀμφοτέρων τὴν γνώμην· ὁ δὲ οὐ κατεδέξατο αὐτῶν τὴν αἵρεσιν. Γεωργίου δὲ τοῦ Ἀλεξανδρείας τελευτήσαντος, ἀποστέλλεται Κῦρος ἐπίσκοπος Ἀλεξανδρείας, καὶ ἑνωθεὶς Θεοδώρῳ, τῷ ἐπισκόπῳ τῆς Φαράν, ἐποίησε τὴν ὑδροβαφῆ ἐκείνην ἕνωσιν, μίαν καὶ αὐτοὶ γράψαντες ἐν Χριστῷ φυσικὴν ἐνέργειαν. τούτων δὲ οὕτω παρακολουθησάντων, εἰς μέγα ὄνειδος ἡ σύνοδος Χαλκηδόνος καὶ ἡ καθολικὴ περιέπεσεν ἐκκλησία. κατεκαυχῶντο γὰρ οἱ Ἰακωβῖται καὶ οἱ Θεοδοσιανοὶ φάσκοντες, ὅτι" οὐχ ἡμεῖς τῇ Χαλκηδόνι, ἀλλ' ἡ Χαλκηδὼν μᾶλλον ἡμῖν ἐκοινώνησεν, διὰ τῆς μιᾶς ἐνεργείας μίαν ὁμολογήσασα φύσιν Χριστοῦ." ἐν τούτοις Σωφρόνιος χειροτονεῖται ἐπίσκοπος Ἱεροσολύμων, καὶ συναθροίσας τοὺς ὑπ' αὐτὸν ἐπισκόπους τὸ μονοθέλητον δόγμα ἀνεθεμάτισε καὶ συνοδικὰ Σεργίῳ τῷ Κωνσταντινουπόλεως καὶ Ἰωάννῃ τῷ Ῥώμης ἀπέστειλεν. ἀκούσας δὲ ταῦτα Ἡράκλειος ᾐσχύνθη, καὶ καταλύσαι μὲν τὰ οἰκεῖα οὐκ ἠθέλησεν, καὶ πάλιν τὸν ὀνειδισμὸν οὐχ ὑπέφερεν. τότε δή, ὡς μέγα τι νομίζων ποιεῖν, ἐκτίθεται τὸ λεγόμενον ἴδικτον, περιέχον μήτε μίαν, μήτε δύο ὁμολογεῖν ἐνεργείας ἐν Χριστῷ, ὅπερ ἀναγνόντες οἱ τὰ Σευήρου φρονοῦντες ἐπὶ καπηλείων καὶ βαλανείων διέσυραν τὴν καθολικὴν ἐκκλησίαν, λέγοντες·" πρώην μὲν τὰ Νεστορίου φρονοῦντες οἱ Χαλκηδονῖται ἀνένηψαν ἐπιστρέψαντες εἰς τὴν ἀλήθειαν, ἑνωθέντες ἡμῖν διὰ τῆς μιᾶς ἐνεργείας εἰς τὴν μίαν τοῦ Χριστοῦ φύσιν. νῦν δὲ καταγνόντες τοῦ καλῶς ἔχοντος ἀπώλεσαν ἀμφότερα, μήτε μίαν, μήτε δύο ἐν Χριστῷ ὁμολογοῦντες." μετὰ δὲ τὴν τελευτὴν Σεργίου Πύρρος τὸν θρόνον Κωνσταντινουπόλεως διεδέξατο, ὅς τις τὰ δογματισθέντα ὑπὸ Σεργίου καὶ Κύρου ἀσεβῶς ἐκράτυνεν. τοῦ δὲ Ἡρακλείου τελευτήσαν331 τος, καὶ τοῦ υἱοῦ αὐτοῦ Κωνσταντίνου βασιλεύσαντος, Πύρρος σὺν τῇ Μαρτίνῃ φαρμάκῳ τοῦτον ἀνεῖλεν, καὶ βασιλεύει Ἡρακλωνᾶς, ὁ τῆς Μαρτίνης υἱός. ἡ δὲ σύγκλητος καὶ ἡ πόλις Πύρρον ὡς ἀσεβῆ σὺν τῇ Μαρτίνῃ καὶ τῷ υἱῷ αὐτῆς ἐξέωσαν· καὶ βασιλεύει Κώνστας, ὁ Κωνσταντίνου υἱός, καὶ χειροτονεῖται Παῦλος ἐπίσκοπος Κωνσταντινουπόλεως, καὶ αὐτὸς αἱρετικός. Ἰωάννης δέ, ὁ Ῥώμηςἐπίσκοπος, συναθροίσας σύνοδον ἐπισκόπων τὴν τῶν Μονοθελητῶν αἵρεσιν ἀνεθεμάτισεν. ὁμοίως καὶ ἐν Ἀφρικῇ καὶ Βυζακίῳ καὶ Νουμιδίᾳ καὶ Μαυριτανίᾳ διάφοροι ἐπίσκοποι συναθροισθέντες τοὺς Μονοφυσίτας ἀνεθεμάτισαν. Ἰωάννου δὲ τοῦ Ῥώμης κοιμηθέντος, Θεόδωρος χειροτονεῖται πάπας ἀντ' αὐτοῦ. Πύρρος δὲ τὴν Ἀφρικὴν καταλαβὼν συνοψίζεται τῷ ἁγιωτάτῳ ἀββᾷ Μαξίμῳ, τῷ αἰδεσίμῳ ἐν μοναχικοῖς κατορθώμασιν, καὶ τοῖς ἐκεῖσε ἐνθέοις ἱεράρχαις, οἵ τινες τοῦτον ἐλέγξαντες καὶ πείσαντες πρὸς τὸν πάπαν Θεόδωρον ἀπέστειλαν ἐν Ῥώμῃ. καὶ λίβελλον ὀρθοδοξίας ἐπιδεδωκὼς τῷ πάπᾳ ἐδέχθη ὑπ' αὐτοῦ. τῆς δὲ Ῥώμης ὑποχωρήσας καὶ ἐν Ῥαβέννῃ ἐλθὼν ὡς κύων ἐπὶ τὸ ἴδιον ἐξέραμα ἐπέστρεψεν. τοῦτο δὲ μαθὼν ὁ πάπας Θεόδωρος τὸ πλήρωμα τῆς ἐκκλησίας συγκαλέσας καὶ τὸν τάφον τοῦ κορυφαίου τῶν ἀποστόλων καταλαβών, αἰτήσας τὸ θεῖον ποτήριον, ἐκ τοῦ ζωοποιοῦ αἵματος τοῦ Χριστοῦ τῷ μέλανι ἐπιστάξας οἰκείᾳ χειρὶ τὴν καθαίρεσιν Πύρρου καὶ τῶν κοινωνούντων αὐτῷ ποιεῖται. Πύρρου δὲ τὴν Κωνσταντινούπολιν καταλαβόντος, καὶ Παύλου ἀποθανόντος, οἱ τολμηροὶ ἑτερόδοξοι τὸν Πύρρον πάλιν τῷ θρόνῳ Κωνσταντινουπόλεως ἐγκατέστησαν. Θεοδώρου δὲ τοῦ πάπα τελευτήσαντος, Μαρτῖνος ὁ ἁγιώτατος χειροτονεῖται ἐν Ῥώμῃ. καταλαβόντος δὲ καὶ Μαξίμου ἀπὸ Ἀφρικῆς ἐν Ῥώμῃ καὶ τὸν πάπαν Μαρτῖνον πρὸς ζῆλον ἐξάψαντος, σύνοδον ρνʹ ἐπισκόπων συναθροίσαντες Σέργιον καὶ Πύρρον, Κῦρον καὶ Παῦλον ἀνεθεμάτισαν, τὰς δὲ δύο θελήσεις καὶ ἐνεργείας Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἐτράνωσαν