Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronographia
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophanes-abbot-and-confessor" aria-label="More works by Theophanes Abbot and Confessor"> —
⋯
More
Original / primary: Pg Scrape Grc
332.1.1
καὶ ἐκήρυξαν τῷ θʹ ἔτει τῆς βασιλείας Κώνσταντος, ἔγγονος Ἡρακλείου, ἰνδικτιῶνι ηʹ. ὅς τις μαθὼν καὶ θυμοῦ πλησθεὶς τόν τε ἅγιον Μαρτῖνον καὶ Μάξιμον ἐνέγκας ἐν Κωνσταντινουπόλει καὶ βασανίσας ἐξορίᾳ παρέπεμψεν ἐν Χερσῶνι καὶ τοῖς κλίμασιν· πολλοὺς δὲ καὶ τῶν ἑσπερίων ἐπισκόπους ἐτιμωρήσατο. μετὰ δὲ τὴν ἐξορίαν Μαρτίνου Ἀγάθων χειροτονεῖται πάπας Ῥώμης, ὅς τις κινηθεὶς ζήλῳ θεοῦ, σύνοδον ἱερὰν καὶ αὐτὸς συναθροίσας τὴν τῶν Μονοθελητῶν αἵρεσιν ἀπεκήρυξεν, τὰς δύο θελήσεις καὶ ἐνεργείας τρανώσας. οὕτω δὲ τῆς ἐκκλησίας τότε ὑπό τε τῶν βασιλέων καὶ τῶν δυσσεβῶν ἱερέων ταραττομένης, ἀνέστη ὁ ἐρημικώτατος Ἀμαλὴκ τύπτων ἡμᾶς τὸν λαὸν τοῦ Χριστοῦ, καὶ γίνεται πρώτη φοβερὰ πτῶσις τοῦ Ῥωμαϊκοῦ στρατοῦ, ἡ κατὰ τὸν Γαβιθᾶν λέγω καὶ Ἱερμουχὰν καὶ τὴν Δάθεσμον αἱμοχυσία· μεθ' ἣν αἱ Παλαιστινῶν καὶ Καισαρέων καὶ Ἱεροσολύμων ἁλώσεις, εἶτα ὁ Αἰγύπτιος ὄλεθρος, καὶ καθεξῆς ἡ τῶν μεσογείων καὶ νήσων καὶ πάσης Ῥωμανίας αἰχμαλωσία, καὶ ἡ ἐν Φοίνικι παντελὴς τοῦ Ῥωμαϊκοῦ στρατοῦ τε καὶ στόλου ἀπώλεια, καὶ πάντων τῶν χριστιανικῶν λαῶν καὶ τόπων ἐρήμωσις, ἥτις οὐκ ἐπαύσατο, ἄχρις ἂν ὁ τῆς ἐκκλησίας διώκτης ἐν Σικελίᾳ κακῶς ἀνῃρέθη. Κόσμου ἔτη
332.2.1
Τῆς θείας σαρκώσεως ἔτη χκβʹ. Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. καʹ. Ἀράβων ἀρχηγὸς Μουάμεδ ἔτη θʹ. θʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. κβʹ. Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ. κβʹ. Ἀλεξανδρείας ἐπίσκοπος Γεώργιος ἔτη ιδʹ. ιβʹ. 333 Τούτῳ τῷ ἔτει ἀπεβίω Μουάμεδ, ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς καὶ ψευδοπροφήτης, προχειρισάμενος Ἀβουβάχαρον συγγενῆ αὐτοῦ εἰς τὴν ἀρχὴν αὐτοῦ. καὶ τῷ αὐτῷ χρόνῳ ἦλθεν ἡ ἀκοὴ αὐτοῦ καὶ πάντες ἐφοβήθησαν. οἱ δὲ πεπλανημένοι Ἑβραῖοι ἐν ἀρχῇ τῆς παρουσίας αὐτοῦ ἐνόμισαν εἶναι αὐτὸν τὸν παρ' αὐτοῖς προσδοκώμενον Χριστόν, ὡς καί τινας τῶν προυχόντων αὐτῶν προσελθεῖν αὐτῷ καὶ δέξασθαι τὴν αὐτοῦ θρησκείαν καὶ ἀφῆσαι τὴν τοῦ θεόπτου Μωσέως. ἦσαν δὲ τὸν ἀριθμὸν δέκα οἱ τοῦτο πεποιηκότες, καὶ σὺν αὐτῷ διῆγον ἄχρι τῆς σφαγῆς αὐτοῦ. θεωρήσαντες δὲ αὐτὸν ἐσθίοντα ἀπὸ καμήλου ἔγνωσαν, ὅτι οὐκ ἔστιν αὐτός, ὃν ἐνόμισαν, καὶ ἠπόρουν τί πρᾶξαι, καὶ ἀφῆσαι αὐτοῦ τὴν θρησκείαν δειλιῶντες οἱ τάλανες ἐδίδασκον αὐτὸν ἀθέμιτα καθ' ἡμῶν τῶν Χριστιανῶν· καὶ διῆγον σὺν αὐτῷ. ἀναγκαῖον δὲ ἡγοῦμαι διηγήσασθαι περὶ τῆς τούτου γενεᾶς· οὗτος ἐκ μιᾶς γενικωτάτης φυλῆς κατήγετο ἐξ Ἰσμαήλ, υἱοῦ Ἀβραάμ. Νίζαρος γάρ, ὁ τοῦ Ἰσμαὴλ ἀπόγονος, πατὴρπάντων αὐτῶν ἀναγορεύεται. οὗτος γεννᾷ υἱοὺς δύο, Μούδαρον καὶ Ῥαβίαν. Μούδαρος γεννᾷ Κούρασον καὶ Κάϊσον καὶ Θεμίμην καὶ Ἄσαδον καὶ ἄλλους ἀγνώστους. οὗτοι πάντες ᾤκουν τὴν Μαδιανῖτιν ἔρημον καὶ ἐν αὐτῇ ἐκτηνοτρόφουν ἐν σκηναῖς κατοικοῦντες. εἰσὶ δὲ καὶ ἐνδότεροι τούτων μὴ ὄντες τῆς φυλῆς αὐτῶν, ἀλλὰ τοῦ Ἰεκτάν, οἱ λεγόμενοι Ἀμανῖται, τοῦτ' ἔστιν Ὁμηρῖται. ἐπραγματεύοντο δέ τινες αὐτῶν ἐν ταῖς καμήλοις αὐτῶν. ἀπόρου δὲ καὶ ὀρφανοῦ ὄντος τοῦ προειρημένου Μουάμεδ, ἔδοξεν αὐτῷ εἰσιέναι πρός τινα γυναῖκα πλουσίαν, συγγενῆ αὐτοῦ οὖσαν, ὀνόματι Χαδίγαν, μίσθιον ἐπὶ τῷ καμηλεύειν καὶ πραγματεύεσθαι ἐν Αἰγύπτῳ καὶ 334 Παλαιστίνῃ. κατ' ὀλίγον δὲ παρρησιασάμενος ὑπεισῆλθε τῇ γυναικὶ χήρᾳ οὔσῃ, καὶ ἔλαβεν αὐτὴν γυναῖκα καὶ ἔσχε τὰς καμήλους αὐτῆς καὶ τὴν ὕπαρξιν. ἐρχόμενος δὲ ἐν Παλαιστίνῃ συνανεστρέφετο Ἰουδαίοις τε καὶ Χριστιανοῖς. ἐθηρᾶτο δὲ παρ' αὐτῶν τινὰ γραφικά, καὶ ἔσχε τὸ πάθος τῆς ἐπιληψίας. καὶ νοήσασα ἡ τούτου γυνὴ σφόδρα ἐλυπεῖτο, ὡς εὐγενὴς οὖσα καὶ τῷ τοιούτῳ συναφθεῖσα, οὐ μόνον ἀπόρῳ ὄντι, ἀλλὰ καὶ ἐπιληπτικῷ. τροποῦται δὲ αὐτὸς θεραπεῦσαι αὐτὴν οὕτω λέγων, ὅτι" ὀπτασίαν τινὰ ἀγγέλου λεγομένου Γαβριὴλ θεωρῶ, καὶ μὴ ὑποφέρων τὴν τούτου θέαν ὀλιγωρῶ καὶ πίπτω." αὕτη δὲ ἔχουσα μοναχόν τινα διὰ κακοπιστίαν ἐξόριστον ἐκεῖσε οἰκοῦντα, φίλον αὐτῆς, ἀνήγγειλεν αὐτῷ πάντα καὶ τὸ ὄνομα τοῦ ἀγγέλου. κἀκεῖνος θέλων πληροφορῆσαι αὐτὴν εἶπεν αὐτῇ ὅτι" ἀλήθειαν εἴρηκεν· καὶ γὰρ οὗτος ὁ ἄγγελος ἐκπέμπεται πρὸς πάντας προφήτας." αὕτη δὲ πρώτη δεξαμένη τὸν λόγον τοῦ ψευδαββᾶ ἐπίστευσεν αὐτῷ, καὶ ἐκήρυξεν ἄλλαις γυναιξὶν ὁμοφύλοις αὐτῆς προφήτην αὐτὸν εἶναι. καὶ οὕτως ἐκ γυναικῶν ἡ φήμη ἦλθεν εἰς ἄνδρας, πρῶτον Ἀβουβάχαρον, ὃν καὶ διάδοχον κατέλιπεν. καὶ ἐκράτησεν ἡ αἵρεσις αὐτοῦ τὰ μέρη τῆς Ἐθρίβου διὰ πολέμου τὸ ἔσχατον· πρώην μὲν κρυπτῶς ἔτη δέκα, καὶ διὰ πολέμου ὁμοίως δέκα, καὶ φανερῶς ἐννέα. ἐδίδαξε δὲ τοὺς ἑαυτοῦ ὑπηκόους, ὅτι ὁ ἀποκτέννων ἐχθρόν, ἢ ὑπὸ ἐχθροῦ ἀποκτεννόμενος εἰς παράδεισον εἰσέρχεται. τὸν δὲ παράδεισον σαρκικῆς βρώσεως καὶ πόσεως καὶ μίξεως γυναικῶν ἔλεγεν· ποταμόν τε οἴνου καὶ μέλιτος καὶ γάλακτος, καὶ γυναικῶν οὐ τῶν παρουσῶν, ἀλλ' ἄλλων, καὶ τὴν μίξιν πολυχρόνιον εἶναι, καὶ διαρκῆ τὴν ἡδονήν· καὶ ἄλλα τινὰ ἀσωτίας καὶ μωρίας μεστά· συμπαθεῖν δὲ ἀλλήλοις, καὶ βοηθεῖν ἀδικουμένοις. 335 Ἐν αὐτῷ δὲ τῷ ἔτει, ἰνδικτιῶνος δʹ, μηνὶ Νοεμβρίῳ ζʹ, ἐγεννήθη Ἡρακλείῳ ἐν τῇ ἀνατολῇ Δαβίδ, ὁ υἱὸς αὐτοῦ· τῇ αὐτῇ ἡμέρᾳ καὶ Ἡράκλειος ἐτέχθη, υἱὸς Ἡρακλείου τοῦ μικροῦ τοῦ καὶ Κωνσταντίνου, υἱοῦ Ἡρακλείου τοῦ μεγάλου. καὶ ἐβαπτίσθη ἐν Βλαχέρναις ὑπὸ Σεργίου πατριάρχου τῇ εʹ ἰνδικτιῶνι μηνὶ Νοεμβρίῳ γʹ. Ἀράβων ἀρχηγὸς Ἀβουβάχαρος ἔτη γʹ. Ἱεροσολύμων ἐπίσκοπος Μόδεστος ἔτη βʹ. ρκγʹ. χκγʹ. κβʹ. αʹ. κγʹ. αʹ. ιγʹ. Τούτῳ τῷ ἔτει ἐπανέστησαν Πέρσαι κατ' ἀλλήλων καὶ ἐπολέμησαν ἑαυτούς. ἐν αὐτῷ δὲ τῷ καιρῷ ὁ βασιλεὺς τῶν Ἰνδῶν πέμπει συγχαρίκια τῷ Ἡρακλείῳ ἐπὶ τῇ τῶν Περσῶν νίκῃ, μαργαρίτας καὶ λίθους τιμίους ἱκανούς. ἦν δὲ προτελευτήσας ὁ Μουάμεδ, ὃς ἦν στήσας τέσσαρας ἀμηραίους τοῦ πολεμεῖν τοὺς ἐξ Ἀράβων γένους Χριστιανούς· καὶ ἦλθον κατέναντι Μουχέων κώμης λεγομένης, ἐν ᾗ ὑπῆρχε Θεόδωρος ὁ βικάριος, θέλοντες ἐπιρρίψαι κατὰ τῶν Ἀράβων τῇ ἡμέρᾳ τῆς εἰδωλοθυσίας αὐτῶν. μαθὼν δὲ τοῦτο ὁ βικάριος παρά τινος κορασηνοῦ, Κουταβᾶ λεγομένου καὶ μισθίου αὐτοῦ γενομένου, συνάγει πάντας τοὺς στρατιώτας τῶν παραφυλάκων τῆς ἐρήμου, καὶ ἀκριβωσάμενος παρὰ τοῦ Σαρακηνοῦ τὴν ἡμέραν καὶ τὴν ὥραν, ἐν ᾗ ἤμελλον ἐπιρρίπτειν αὐτοῖς, αὐτὸς ἐπιρρίψας αὐτοῖς ἐν χωρίῳ ἐπιλεγομένῳ Μόθους ἀποκτέννει τρεῖς ἀμηραίους καὶ τὸ πλῆθος τοῦ λαοῦ. ἐξῆλθε δὲ εἷς ἀμηρᾶς ὁ Χάλεδος, ὃν λέγουσι τὴν μάχαιραν τοῦ θεοῦ. ἦσαν δέ τινες τῶν πλησίον Ἀράβων λαμβάνοντες παρὰ τῶν βασιλέων ῥόγας μικρὰς πρὸς τὸ φυλάξαι τὰ στόμια τῆς ἐρήμου. ἐν αὐτῷ δὲ τῷ καιρῷ ἦλθέ τις εὐνοῦχος δίδων τὰς ῥόγας τῶν στρατιωτῶν, καὶ ἐλθόντες οἱ Ἄραβες κατὰ τὸ ἔθος λαβεῖν τὴν ῥόγαν αὐτῶν, ὁ εὐνοῦχος ἀπεδίωξεν αὐτούς, λέγων ὅτι" ὁ δεσπότης μόγις τοῖς στρατιώταις δίδωσι ῥόγας, πόσῳ μᾶλλον τοῖς κυσὶ τού336 τοις;" θλιβέντες οὖν οἱ Ἄραβες ἀπῆλθον πρὸς τοὺς ὁμοφύλους, καὶ αὐτοὶ ὡδήγησαν αὐτοὺς ἐπὶ τὴν χώραν Γάζης στομίου οὔσης τῆς ἐρήμου κατὰ τὸ Σιναῖον ὄρος πλουσίας σφόδρα. Κόσμου ἔτη ρκδʹ. Τῆς θείας σαρκώσεως ἔτη χκδʹ. Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη
332.3.1
κγʹ. Ἀράβων ἀρχηγὸς Ἀβουβάχαρος ἔτη γʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη
332.4.1
κδʹ. Ἱεροσολύμων ἐπίσκοπος Μόδεστος ἔτη βʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Γεώργιος ἔτη ιδʹ. ιδʹ. Τούτῳ τῷ ἔτει ἔπεμψεν Ἀβουβάχαρος στρατηγοὺς τέσσαρας, οἳ καὶ ὁδηγηθέντες, ὡς προέφην. ὑπὸ τῶν Ἀράβων ἦλθον καὶ ἔλαβον τὴν Ἥραν καὶ πᾶσαν τὴν χώραν Γάζης. μόγις δὲ ἐλθών ποτε ἀπὸ Καισαρείας Παλαιστίνης Σέργιος σὺν στρατιώταις ὀλίγοις καὶ συμβαλὼν πόλεμον κτείνεται πρῶτος σὺν τοῖς στρατιώταις τριακοσίοις οὖσιν. καὶ πολλοὺς αἰχμαλώτους λαβόντες καὶ λάφυρα πολλὰ ὑπέστρεψαν μετὰ λαμπρᾶς νίκης. Αὐτῷ δὲ τῷ χρόνῳ σεισμὸς ἐγένετο κατὰ τὴν Παλαιστίνην· καὶ ἐφάνη σημεῖον ἐν τῷ οὐρανῷ κατὰ μεσημβρίαν, ὁ λεγόμενος δοκίτης, προμηνύων τὴν τῶν Ἀράβων ἐπικράτησιν· ἔμεινε δὲ ἡμέρας λʹ διατείνων ἀπὸ μεσημβρίας ἕως ἄρκτου. ἦν δὲ ξιφοειδής. Ἱεροσολύμων ἐπίσκοπος Σωφρόνιος ἔτη γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κῦρος ἔτη ιʹ. κδʹ. γʹ. κεʹ. αʹ. αʹ. Τούτῳ τῷ ἔτει Ἀβουβάχαρος τελευτᾷ ἀμηρεύσας ἔτη δύο ἥμισυ· καὶ παραλαμβάνει τὴν ἀρχὴν Οὔμαρος· ὃς πέμψας στρατιὰν κατὰ τῆς Ἀραβίας παραλαμβάνει Βόστραν τὴν πόλιν μετὰ καὶ ἄλλων 337 πόλεων. ἀπεδήμησαν δὲ μέχρι τοῦ Γαβιθᾶ. τούτοις συμβαλὼν Θεόδωρος, ὁ τοῦ βασιλέως Ἡρακλείου ἀδελφός, ἡττήθη καὶ πρὸς τὸν βασιλέα ἐν Ἐδέσῃ ἔρχεται. ὁ δὲ βασιλεὺς προχειρίζεται ἕτερον στρατηγόν, ὀνόματι Βαάνην, καὶ Θεόδωρον σακελλάριον μετὰ Ῥωμαϊκῆς δυνάμεως πέμπει κατὰ Ἀράβων· παραγενόμενος δὲ εἰς Ἔμεσαν συναντᾷ πλῆθος Σαρακηνῶν, καὶ ἀποκτείνας αὐτοὺς καὶ τὸν ἀμηρεύοντα αὐτῶν, τοὺς λοιποὺς ἀπελαύνει ἄχρι Δαμασκοῦ· κἀκεῖσε παρὰ τὸν Βαρδανήσιον ποταμὸν παραφωσατεύει. Ἡράκλειος δὲ τὴν Συρίαν καταλιπὼν ὡς ἀπελπίσας, ἄρας καὶ τὰ τίμια ξύλα ἀπὸ Ἱερουσαλὴμ ἐπὶ τὴν Κωνσταντινούπολιν ἀπῄει. Βαάνην δὲ ἀπὸ Δαμασκοῦ εἰς Ἔμεσαν στρέφει καὶ Θεόδωρον σακελλάριον ἔχοντας στρατὸν χιλιάδας μʹ, καὶ διώκουσι τοὺς Ἄραβας ἀπὸ Ἐμέσης ἕως Δαμασκοῦ. Κόσμου ἔτη ρκ ʹ. Τῆς θείας σαρκώσεως ἔτη χκ ʹ. Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη
332.5.1
κεʹ. Ἀράβων ἀρχηγὸς Οὔμαρος ἔτη ιβʹ. αʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ.
332.6.1
Ἱεροσολύμων ἐπίσκοπος Σωφρόνιος ἔτη γʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κῦρος ἔτη ιʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσαν οἱ Σαρακηνοὶ τὴν Ἀραβίαν καταλιπόντες ἐπὶ τὰ μέρη Δαμασκοῦ πλῆθος ὄντες ἄπειρον. Βαάνης δὲ μαθὼν πρὸς τὸν βασιλικὸν σακελλάριον ἀποστέλλει, ἵνα καταλάβῃ μετὰ τοῦ ἑαυτοῦ στρατοῦ εἰς βοήθειαν αὐτοῦ διὰ τὸ πλῆθος εἶναι τοὺς Ἄραβας. κατέλαβε δὲ ὁ σακελλάριος πρὸς Βαάνην, καὶ ἀπ338 άραντες ἀπὸ Ἐμέσης συναντῶσι τοῖς Ἄραψιν, καὶ συμβολῆς γενομένης τῇ πρώτῃ ἡμέρᾳ, ἥτις ἦν τρίτη τῆς ἑβδομάδος, κγʹ τοῦ Λώου μηνός, ἡττῶνται οἱ περὶ τὸν σακελλάριον. στασιάσαντες δὲ οἱ τοῦ Βαάνους Βαάνην προχειρίζονται βασιλέα καὶ Ἡράκλειον ἀπεκήρυξαν. τότε οἱ περὶ τὸν σακελλάριον ὑπεχώρησαν, καὶ οἱ Σαρακηνοὶ εὑρόντες ἄδειαν συμβάλλουσι πόλεμον. ἀνέμου δὲ πνεύσαντος κατὰ Ῥωμαίων νότου, μὴ δυνηθέντες ἀντωπῆσαι τοῖς ἐχθροῖς διὰ τὸν κονιορτὸν ἡττῶνται. καὶ ἑαυτοὺς βαλόντες εἰς τὰς στενόδους τοῦ Ἱερμουχθᾶ ποταμοῦ ἐκεῖ ἀπώλοντο ἄρδην. ἦσαν δὲ ἀμφοτέρων τῶν στρατηγῶν χιλιάδες μʹ. τότε οἱ Σαρακηνοὶ νικήσαντες λαμπρῶς ἐπὶ τὴν Δαμασκὸν ἔρχονται καὶ ταύτην παραλαμβάνουσι καὶ τὰς χώρας τῆς Φοινίκης· καὶ οἰκίζονται ἐκεῖ, καὶ στρατεύουσι
332.7.1
Αἰγύπτου. μαθὼν δὲ Κῦρος, ὁ τῆς Ἀλεξανδρείας ἐπίσκοπος, τὴν τούτων ὁρμὴν ἐσπούδασεν, καὶ φοβούμενος τὴν πλεονεξίαν αὐτῶν πάκτα στοιχήσας ὑπισχνεῖται ὅτι ιβʹ μυριάδας δηναρίων κατ' ἔτος παρέξει αὐτοῖς ἡ Αἴγυπτος καὶ χρυσίον διὰ τὰς ὁρισθείσας ἐνοχὰς πέμψει. καὶ ταῦτα παρασχὼν διὰ τριῶν ἐτῶν ἀμέτοχον ἔστησε τῆς ὀλέθρου τὴν Αἴγυπτον. κατηγορεῖται δὲ ὁ Κῦρος ἐπὶ τοῦ βασιλέως, ὡς τὸ χρυσίον τῆς Αἰγύπτου τοῖς Σαρακηνοῖς δούς· καὶ ἀποστείλας μετ' ὀργῆς τοῦτον μετεπέμψατο, Μανουὴλ δέ τινα Ἀρμένιον τῷ γένει ἐκπέμπει αὐγουστάλιον. πληρωθέντος δὲ τοῦ χρόνου, οἱ τῶν Σαρακηνῶν πράκτορες παρεγένοντο λαβεῖν τὸ χρυσίον. ὁ δὲ Μανουὴλ ἀπράκτους αὐτοὺς ἐξελαύνει λέγων, ὅτι" οὔκ εἰμι ἐγὼ Κῦρος ὁ ἄοπλος, ἵνα τέλη ὑμῖν παράσχω, ἀλλ' ἐγὼ ἔνοπλός εἰμι." τούτων δὲ ἀπελθόντων, εὐθέως ὁπλίζονται οἱ Σαρακηνοὶ κατ' Αἰγύπτου καὶ συνάψαντες κατὰ Μανουὴλ πόλεμον ἀπελαύνουσι τοῦτον, αὐτὸς δὲ μετ' ὀλίγων τινῶν εἰς Ἀλεξάνδρειαν διασώζεται. τότε οἱ Σαρακηνοὶ ἐφορολόγησαν τὴν Αἴγυπτον. ἀκούσας δὲ Ἡράκλειος τὰ πραχθέντα ἀποστέλλει Κῦρον πρὸς τὸ πεῖσαι αὐτοὺς ἀναχωρῆσαι τῆς Αἰγύπτου τῷ πρώτῳ στοιχήματι· καὶ ἀπελθὼν ὁ Κῦρος εἰς τὴν παρεμβολὴν τῶν Σαρακηνῶν ὑπεραπελογεῖτο ὡς ἀναίτιος ὢν τῆς παραβάσεως, καὶ εἰ βούλοιντο τὴν προτέραν συμφωνίαν ὅρκοις βεβαιῶσαι. πρὸς 339 τούτοις οἱ Σαρακηνοὶ οὐκ ἐπείσθησαν λέγοντες τῷ ἐπισκόπῳ·" δύνῃ τοῦτον τὸν παμμεγέθη στύλον καταπιεῖν;" ὁ δὲ εἶπεν·" οὐκ ἐνδέχεται." ἔφησαν δέ·" οὐδὲ ἡμῖν ἐνδέχεται ἀναχωρῆσαι τῆς Αἰγύπτου ἔτι." Κόσμου ἔτη ρκζʹ. Τῆς θείας σαρκώσεως ἔτη χκζʹ. Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη
332.8.1
κ ʹ. Ἀράβων ἀρχηγὸς Οὔμαρος ἔτη ιβʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ.
332.9.1
Ἱεροσολύμων ἐπίσκοπος Σωφρόνιος ἔτη γʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κῦρος ἔτη ιʹ. γʹ. Τούτῳ τῷ ἔτει. ἐπεστράτευσεν Οὔμαρος κατὰ Παλαιστίνης, καὶ παρακαθίσας τὴν ἁγίαν πόλιν διετῆ χρόνον παρέλαβεν αὐτὴν λόγῳ· Σωφρόνιος γάρ, ὁ Ἱεροσολύμων ἀρχιερεύς, λόγον ἔλαβε πάσης Παλαιστίνης ἀσφαλείας. εἰσελθὼν δὲ Οὔμαρος εἰς τὴν ἁγίαν πόλιν τριχίνοις ἐκ καμήλων ἐνδύμασιν ἠμφιεσμένος ἐρρυπωμένοις ὑπόκρισίν τε σατανικὴν ἐνδεικνύμενος τὸν ναὸν ἐζήτησε τῶν Ἰουδαίων, ὃν ᾠκοδόμησε Σολομών, προσκυνητήριον αὐτὸν ποιῆσαι τῆς αὐτοῦ βλασφημίας. τοῦτον ἰδὼν Σωφρόνιος ἔφη·" ἐπ' ἀληθείας τοῦτό ἐστι τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ἑστὸς ἐν τόπῳ ἁγίῳ." πολλοῖς τε δάκρυσι τὸ Χριστιανῶν φῦλον ἀπωδύρετο τῆς εὐσεβείας ὁ πρόμαχος. ὄντος δὲ αὐτοῦ ἐν τοῖς ἐκεῖσε, παρεκάλεσεν αὐτὸν ὁ πατριάρχης δέξασθαι παρ' αὐτοῦ σινδόνιον σὺν ἐνδύματι ἐνδύσασθαι. ὁ δὲ οὐκ ἠνέσχετο ἐνδύσασθαι αὐτά. μόγις οὖν ἔπεισε φορέσαι, ἕως οὗ ἐπλύθησαν τὰ ἱμάτια αὐτοῦ, καὶ πάλιν ἀπέστρεψεν αὐτὰ τῷ Σωφρονίῳ καὶ ἐφόρεσε τὰ ἴδια. ἐν τούτοις ἀπεβίω Σωφρόνιος, ὁ λόγῳ καὶ πράξει τὴν Ἱεροσολύμων κατακοσμήσας ἐκκλησίαν καὶ κατὰ τῆς Ἡρακλείου καὶ τῶν σὺν αὐτῷ Μονοθελητῶν κακοδοξίας ἀγωνισάμενος Σεργίου καὶ Πύρρου. Τῷ δ' αὐτῷ ἔτει ἀπολύει Οὔμαρος τὸν Ἰὰδ εἰς Συρίαν, καὶ ὑπέταξε πᾶσαν τὴν Συρίαν τοῖς Σαρακηνοῖς. 340 κζʹ. γʹ. κηʹ.
332.10.1
Τούτῳ τῷ ἔτει ἦλθεν Ἰωάννης, ὁ ἐπίκλην Καταίας, ὁ ἐπίτροπος Ὀσροηνῆς πρὸς Ἰὰδ εἰς Χαλκίδα, καὶ ἐστοίχησε δοῦναι αὐτῷ κατ' ἐνιαυτὸν δέκα μυριάδας νομισμάτων, τοῦ μὴ περᾶσαι τὸν Εὐφράτην, μήτε εἰρηνικῶς, μήτε πολεμικῶς, ἕως οὗ τὴν ποσότητα τοῦ χρυσίου ἀποδίδωσιν. ἐπὶ τούτοις Ἰωάννης εἰς Ἔδεσαν ἀνέστρεψε καὶ τὸν ἐνιαύσιον φόρον ἀνύσας πρὸς Ἰὰδ ἐκπέμπει. Ἡράκλειος δὲ τοῦτο ἀκούσας ὑπαίτιον ἔκρινε τὸν Ἰωάννην ὡς ἄνευ τῆς βασιλικῆς εἰδήσεως τοῦτο πεποιηκότα, καὶ τοῦτον μεταπεμψάμενος ἐξορίᾳ κατέκρινεν. ἀντ' αὐτοῦ δὲ ἐκπέμπει Πτολεμαῖόν τινα στρατηλάτην. κηʹ. δʹ. κθʹ. εʹ. Τούτῳ τῷ ἔτει παρέλαβον οἱ Ἄραβες τὴν Ἀντιόχειαν. καὶἐπέμφθη Μαυΐας ὑπὸ Οὐμάρου στρατηγὸς καὶ ἀμηρᾶς πάσης τῆς ὑπὸ τοὺς Σαρακηνοὺς χώρας ἀπὸ Αἰγύπτου ἕως Εὐφράτου. Κόσμου ἔτη ρλʹ. Τῆς θείας σαρκώσεως ἔτη χλʹ. Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. κθʹ. Ἀράβων ἀρχηγὸς Οὔμαρος ἔτη ιβʹ. εʹ. Κωνσταντ. ἐπίσκοπος Πύρρος ἔτη γʹ. αʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κῦρος ἔτη ιʹ. ʹ. Τούτῳ τῷ ἔτει ἐπέρασεν Ἰὰδ πᾶσαν στρατιὰν τὸν Εὐφράτην καὶ καταλαμβάνει τὴν Ἔδεσαν. οἱ δὲ Ἐδεσηνοὶ ἀνοίξαντες ἔλαβον λόγον σὺν τῇ χώρᾳ καὶ τῷ στρατηλάτῃ καὶ τοῖς σὺν αὐτῷ Ῥωμαίοις. καὶ ἀπέρχονται ἐπὶ Κωνσταντίαν, καὶ πολιορκήσαντες αὐτὴν αἱροῦσιν αὐτὴν πολέμῳ καὶ τʹ Ῥωμαίους ἀνήλωσαν. καὶ ἐκεῖθεν ἀπῆλθον εἰς τὸ Δαρᾶς καὶ ταύτην λαμβάνουσι πολέμῳ καὶ πολλοὺς ἐν αὐτῇ ἀπώλεσαν· καὶ οὕτω πᾶσαν τὴν Μεσοποταμίαν παρέλαβεν Ἰάδ. 341
332.11.1
ʹ. βʹ. ζʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσαν οἱ Σαρακηνοὶ κατὰ Περσίδος καὶ συνάπτουσι πόλεμον μετ' αὐτῶν, καὶ νικήσαντες κατὰ κράτος πάντας τοὺς Πέρσας ὑπέταξαν. Ὁρμίσδας δέ, ὁ τῶν Περσῶν βασιλεύς, φυγῇ χρησάμενος ἐπὶ τοὺς ἐνδοτέρους Πέρσας ἀφεὶς τὰ βασίλεια κατέλαβεν. οἱ δὲ Σαρακηνοὶ ᾐχμαλώτευσαν τὰς τοῦ Χοσρόου θυγατέρας μετὰ πάσης τῆς βασιλικῆς ἀποσκευῆς· καὶ ἤχθησαν πρὸς Οὔμαρον. Αὐτῷ δὲ τῷ χρόνῳ ἐκέλευσεν Οὔμαρ ἀναγραφῆναι πᾶσαν τὴν ὑπ' αὐτὸν οἰκουμένην. ἐγένετο δὲ ἡ ἀναγραφὴ ἀνθρώπων καὶ κτηνῶν καὶ φυτῶν. λαʹ. ζʹ. γʹ. ηʹ. Τούτῳ τῷ ἔτει τελευτᾷ Ἡράκλειος ὁ βασιλεὺς μηνὶ Μαρτίῳ, ἰνδικτιῶνος ιδʹ, ὑδεριάσας, βασιλεύσας ἔτη λʹ καὶ μῆνας ιʹ. βασιλεύει δὲ μετ' αὐτὸν Κωνσταντῖνος, ὁ υἱὸς αὐτοῦ, μῆνας δʹ, καὶ φαρμακευθεὶς ὑπὸ Μαρτίνης, τῆς αὐτοῦ μητρυιᾶς, καὶ Πύρρου πατριάρχου τελευτᾷ. καὶ βασιλεύει Ἡρακλωνᾶς, ὁ Μαρτίνης υἱός, σὺν τῇ μητρὶ Μαρτίνῃ. Ῥωμαίων βασιλεὺς Ἡρακλωνᾶς μῆνας ʹ. Κωνσταντινουπόλεως ἐπίσκοπος Παῦλος ἔτη ιβʹ. αʹ. ηʹ. αʹ. θʹ. Τούτῳ τῷ ἔτει παραλαμβάνει Μαυΐας Καισάρειαν τῆς Παλαιστίνης μετὰ ἑπταετίαν τῆς πολιορκίας αὐτῆς· καὶ κτέννει ἐν αὐτῇ Ῥωμαίους χιλιάδας ἑπτά. Τούτῳ τῷ ἔτει ἀπώσατο ἡ σύγκλητος Ἡρακλωνᾶν ἅμα Μαρτίνῃ τῇ μητρὶ αὐτοῦ καὶ Βαλεντίνῳ· καὶ ἐγλωσσοκόπησαν Μαρτῖναν, καὶ ἐρρινοκόπησαν Ἡρακλωνᾶν, καὶ ἐξορίσαντες αὐτοὺς ἀνεβίβασαν Κώνσταν, υἱὸν Κωνσταντίνου, ἔγγονα Ἡρακλείου, ἐπὶ τῆς ἀρχῆς· καὶ ἐκράτησεν ἔτη κζʹ. Πύρρου δὲ ἐκβληθέντος τῆς ἐπισκοπῆς, 342 ἐχειροτονήθη πατριάρχης Κωνσταντινουπόλεως Παῦλος πρεσβύτερος καὶ οἰκονόμος τῆς ἐκκλησίας μηνὶ Ὀκτωβρίῳ ἰνδικτιῶνος ιεʹ, ἐπισκοπήσας ἔτη ιβʹ. Κόσμου ἔτη ρλδʹ. Τῆς θείας σαρκώσεως ἔτη χλδʹ. Ῥωμαίων βασιλεὺς Κώνστας ἔτη κζʹ. αʹ. Ἀράβων ἀρχηγὸς Οὔμαρος ἔτη ιβʹ. θʹ. Κωνσταντ. ἐπίσκοπος Παῦλος ἔτη ιβʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κῦρος ἔτη ιʹ. ιʹ. Τούτῳ τῷ ἔτει βασιλεύσας Κώνστας πρὸς τὴν σύγκλητον ἔλεγεν·" τοῦ ἐμὲ γεγεννηκότος πατρὸς Κωνσταντίνου, ὃς ἐπὶ ζωῆς τοῦ ἰδίου πατρός, ἐμοῦ δὲ πάππου, Ἡρακλείου ἱκανὸν σὺν αὐτῷ ἐβασίλευσε χρόνον, μετὰ τοῦτον δὲ καὶ λίαν βραχύν· τὰς γὰρ χρηστοτάτας ἐλπίδας ὁ Μαρτίνης, τῆς αὐτοῦ μητρυιᾶς, φθόνος συνδιατμήξας τοῦ ζῇν ἀπήλλαξεν, καὶ τοῦτο διὰ Ἡρακλωνᾶν, τὸν ἐξ αὐτῆς καὶ Ἡρακλείου ἀθεμίτως γεγεννημένον· ἣν μάλιστα μετὰ τοῦ τέκνου ἡ ὑμετέρα σὺν θεῷ ψῆφος τῆς βασιλείας δικαίως ἐξέβαλεν, πρὸς τὸ μὴ ἰδεῖν ἐκνομώτατον τὴν βασιλείαν Ῥωμαίων, τοῦτο μάλα ἐγνωκυῖα ἡ ὑμετέρα ὑπερφυὴς σεμνοπρέπεια. διὸ παρακαλῶ ὑμᾶς ἔχειν συμβούλους καὶ γνώμονας τῆς κοινῆς τῶν ὑπηκόων σωτηρίας." ταῦτα εἰπὼν ἀπέλυσε τὴν σύγκλητον δωρεαῖς δαψιλέσι φιλοτιμησάμενος. βʹ. ιʹ. γʹ. ιαʹ. Τούτῳ τῷ ἔτει ἤρξατο Οὔμαρ οἰκοδομεῖν τὸν ναὸν ἐν Ἱερουσαλήμ, καὶ οὐχ ἵστατο τὸ κτίσμα ἀλλὰ κατέπιπτεν· πυθομένῳ δὲ τὴν αἰτίαν εἶπον οἱ Ἰουδαῖοι ὅτι·" ἐὰν τὸν σταυρὸν τὸν ὄντα ἐπάνω τοῦ ναοῦ τοῦ ὄρους τῶν ἐλαιῶν οὐκ ἐπάρητε, οὐ στήκει τὸ κτίσμα." ἕνεκεν ταύτης τῆς ὑποθέσεως ἐπήρθη ὁ σταυρὸς ἐκεῖθεν, καὶ οὕτω συνεστάθη αὐτῶν ἡ οἰκοδομή. διὰ ταύτην τὴν αἰτίαν πολλοὺς σταυροὺς κατήγαγον οἱ μισόχριστοι. 343 Ἀλεξανδρείας ἐπίσκοπος Πέτρος ἔτη ιʹ. γʹ. ιαʹ. δʹ. αʹ. Τούτῳ τῷ ἔτει ἐστασίασε Βαλεντινιανὸς ὁ πατρίκιος κατὰ Κώνσταντος, καὶ πέμψας ὁ βασιλεὺς τοῦτον ἀνεῖλε καὶ τὸν λαὸν εἰς τὴν ἑαυτοῦ εὔνοιαν μετήγαγεν. καὶ ἔκλειψις ἡλίου ἐγένετο μηνὶ Δίῳ πέμπτῃ, ἡμέρᾳ ἕκτῃ, ὥρᾳ ἐννάτῃ. δʹ. ιβʹ. εʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐδολοφονήθη Οὔμαρ, ὁ τῶν Σαρακηνῶν ἀρχηγός, μηνὶ Δίῳ ἡμέρᾳ εʹ ὑπό τινος Πέρσου μαγαρίτου. προσκυνοῦντα γὰρ αὐτὸν εὑρηκὼς ἐκέντησε κατὰ γαστρὸς διελάσας τὸ ξίφος καὶ οὕτω τοῦ ζῇν ἀπήλλαξεν ἀμηρεύσαντα ἔτη ιβʹ, καὶ μετ' αὐτὸν ἵσταται Οὐθμάν, ὁ τούτου συγγενής, ὁ υἱὸς τοῦ Φάν. Ἀράβων ἀρχηγὸς Οὐθμὰν ἔτη ιʹ. εʹ. αʹ. ʹ. γʹ. Τούτῳ τῷ ἔτει ἐστασίασε Γρηγόριος ὁ πατρίκιος Ἀφρικῆς σὺν τοῖς Ἄφροις. Κόσμου ἔτη
332.12.1
Τῆς θείας σαρκώσεως ἔτη χλθʹ. Ῥωμαίων βασιλεὺς Κώνστας ἔτη κζʹ. ʹ. Ἀράβων ἀρχηγὸς Οὐθμὰν ἔτη ιʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Παῦλος ἔτη ιβʹ. ζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Πέτρος ἔτη ιʹ. δʹ. Τούτῳ τῷ ἔτει γέγονε κατὰ τῆς γῆς ἄνεμος βίαιος καὶ πολλὰ φυτὰ ἐξερρίζωσε καὶ παμμεγέθη δένδρα ἀνέσπασε πρόρριζα, καὶ πολλοὺς στύλους κιονιτῶν κατέβαλεν. τῷ δ' αὐτῷ ἔτει ἐπεστράτευσαν Σαρακηνοὶ τὴν Ἀφρικὴν καὶ συμβαλόντες τῷ τυράννῳ Γρηγορίῳ τοῦτον τρέπουσι καὶ τοὺς σὺν αὐτῷ κτέννουσι καὶ τοῦτον τῆς Ἀφρικῆς ἀπελαύνουσιν· καὶ στοιχήσαντες φόρους μετὰ τῶν Ἄφρων ὑπέστρεψαν. ζʹ. γʹ. ηʹ. εʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μαυΐας διὰ θαλάσσης τὴν Κύπρον· εἶχε δὲ σκάφη αψʹ καὶ παρέλαβε Κωνσταντίαν σὺν τῇ νήσῳ πάσῃ, 344 καὶ ταύτην ἐλυμήνατο. ἀκούσας δὲ καὶ Κακόριζον κουβικουλάριον κατ' αὐτοῦ μετὰ πλείστης δυνάμεως Ῥωμαϊκῆς ἐρχόμενον ἀνέπλευσε κατέναντι Ἀράδου, καὶ καθορμίσας τὴν ἑαυτοῦ ναυστολίαν τὴν πολίχνην τῆς νήσου, τὸν Κάστελλον, ἐπειρᾶτο παραλαβεῖν παντοίαις μηχαναῖς χρώμενος. μηδὲν δὲ ἐξισχύσας πέμπει πρὸς αὐτοὺς ἐπίσκοπόν τινα, Θωμάριχον τοὔνομα, ἐκφοβῶν αὐτοὺς ἀφιέναι τὴν πόλιν καὶ ὑποσπόνδους εἶναι, ἐξιέναι δὲ τῆς νήσου. ὡς οὖν πρὸς αὐτοὺς εἰσῄει ὁ ἐπίσκοπος, τοῦτον ἐκράτησαν ἔνδον, Μαυΐᾳ δὲ οὐκ εἶξαν. καὶ δὴ ἀνονήτου γενομένης τῆς κατὰ Ἄραδον πολιορκίας, ἀνέστρεψεν ἐν Δαμασκῷ, ἐπεὶ ὁ χειμὼν κατέλαβεν. ηʹ. δʹ. θʹ. ʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μαυΐας κατὰ τῆς Ἀράδου σφοδρῶς παραταξάμενος, καὶ ταύτην λόγῳ παρέλαβεν εἰς τὸ κατοικεῖν αὐτοὺς ἔνθα βούλονται· τὴν δὲ πόλιν ἐνέπρησε καὶ ἀπετείχισεν, καὶ τὴν νῆσον ἀοίκητον κατέστησεν ἕως τοῦ νῦν. Τῷ δ' αὐτῷ ἔτει γέγονεν ἐν Ῥώμῃ σύνοδος ὑπὸ Μαρτίνου τοῦ πάπα κατὰ τῶν Μονοθελητῶν. θʹ. εʹ. ιʹ. ζʹ. Τούτῳ τῷ ἔτει Βουσοὺρ στρατοπεδάρχης σὺν τοῖς Ἄραψιν ἐπεστράτευσε κατὰ Ἰσαυρίας· καὶ κτείνας πολλοὺς ᾐχμαλώτευσε καὶ μετὰ πεντακισχιλίων δεσμίων ὑπέστρεψεν. πέμπει δὲ ὁ βασιλεὺς Κώνστας Προκόπιόν τινα πρὸς Μαυΐαν ζητῶν εἰρήνην. ὃ καὶ γέγονεν ἔτη βʹ, Γρηγόριον, υἱὸν Θεοδώρου, λαβὼν Μαυΐας ἐνέχυρον ἐν Δαμασκῷ. ιʹ. ʹ. ιαʹ. ηʹ. Τούτῳ τῷ ἔτει ἐστασίασε Πασαγνάθης, ὁ τῶν Ἀρμενίων πατρίκιος, τῷ βασιλεῖ καὶ σπονδὰς μετὰ Μαυΐου πεποίηκε δεδωκὼς αὐτῷ καὶ τὸν ἴδιον υἱόν. καὶ ἀκούσας ὁ βασιλεὺς ἦλθεν ἕως Καισαρείας Καππαδοκίας καὶ ἀπελπίσας τῆς Ἀρμενίας ὑπέστρεψεν. Κόσμου ἔτη ρμδʹ. Τῆς θείας σαρκώσεως ἔτη χμδʹ. Ῥωμαίων βασιλεὺς Κώνστας ἔτη κζʹ. ιαʹ. Ἀράβων ἀρχηγὸς Οὐθμὰν ἔτη ιʹ. ζʹ. Κωνσταντ. ἐπίσκοπος Παῦλος ἔτη ιβʹ. ιβʹ. Ἀλεξανδρείας ἐπίσκοπος Πέτρος ἔτη ιʹ. θʹ. 345 Τούτῳ τῷ ἔτει Γρηγόριος, ἀδελφιδὸς Ἡρακλείου, ἐν Ἡλιουπόλει ἀπέθανε καὶ σμυρνισθεὶς εἰσήχθη ἐν Κωνσταντινουπόλει. τῷ δ' αὐτῷ ἔτει κόνις ἐξ οὐρανοῦ κατηνέχθη, καὶ φόβος μέγας ἐπέπεσε τοῖς ἀνθρώποις. Κωνσταντινουπόλεως ἐπίσκοπος Πέτρος ἔτη ιβʹ. Παῦλος τελευτᾷ καὶ Πύρρος πάλιν ἀπεκατεστάθη μῆνας δʹ ἡμέρας κγʹ. ιβʹ. ηʹ. αʹ. ιʹ. Τούτῳ τῷ ἔτει Μαυΐας τὴν Ῥόδον καταλαβὼν καθεῖλε τὸν κολοσσὸν Ῥόδου μετὰ ατξʹ ἔτη τῆς αὐτοῦ ἱδρύσεως, ὃν Ἰουδαῖός τις ὠνησάμενος ἔμπορος Ἐδεσηνὸς ἐννακοσίας καμήλους ἐφόρτωσεν αὐτοῦ τὸν χαλκόν. τῷ δ' αὐτῷ ἔτει Ἄβιβος, ὁ τῶν Ἀράβων στρατηγός, τὴν Ἀρμενίαν ἐπεστράτευσε καὶ περιτυχὼν Μαυριανόν, τὸν τῶν Ῥωμαίων στρατηγόν, καταδιώκει αὐτὸν ἕως τῶν Καυκασίων ὀρέων καὶ τὴν χώραν ἐληΐσατο. ιγʹ. θʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐπέτρεψε Μαυΐας γενέσθαι ἐξόπλισιν μεγάλην τῶν πλοίων πρὸς τὸ ἀνελθεῖν τὸν στόλον αὐτοῦ κατὰ Κωνσταντινουπόλεως. ἡ δὲ πᾶσα ἑτοιμασία ἐν Τριπόλει ἦν τῇ κατὰ Φοινίκην. τοῦτο δὲ θεασάμενοι δύο ἀδελφοί τινες φιλόχριστοι ἐν Τριπόλει καταμένοντες, υἱοὶ Βουκινάτορος, ζήλῳ θεοῦ τρωθέντες ἐπὶ τὸ δεσμωτήριον τῆς πόλεως ὥρμησαν (εἶχε δὲ πλῆθος δεσμίων Ῥωμαίων) καὶ διαρρήξαντες τὰς πύλας καὶ τοὺς δεσμίους λύσαντες ἐπὶ τὸν ἀμηρᾶν τῆς πόλεως ὥρμησαν, καὶ κτείναντες αὐτόν τε καὶ τοὺς σὺν αὐτῷ καὶ τὴν ἀποσκευὴν ἅπασαν πυρὶ καταναλώσαντες ἐπὶ τὴν Ῥωμανίαν ἀπέπλευσαν. πλὴν οὐδ' οὕτως τῆς αὐτῆς ἐπαύσαντο ἐξαρτήσεως· ἀλλ' ὁ μὲν Μαυΐας στρατεύει ἐπὶ Καισάρειαν Καππαδοκίας, Ἀβουλαθὰρ δὲ ἀρχηγὸν κατέστησε τῆς αὐτῆς πλοιοποιΐας· ὃς παραγενόμενος εἰς τὸν λεγόμενον Φοίνικα τῆς Λυκίας, ἔνθα ἦν ὁ βασιλεὺς Κώνστας μετὰ τοῦ Ῥωμαϊκοῦ στόλου, ναυμαχεῖ μετ' 346 αὐτοῦ. μέλλοντος δὲ τοῦ βασιλέως ναυμαχεῖν, θεωρεῖ κατ' ὄναρ τῇ νυκτὶ ἐκείνῃ εἶναι αὐτὸν ἐν Θεσσαλονίκῃ. διϋπνισθεὶς δὲ διηγήσατό τινι ὀνειροκρίτῃ τὸ ὅραμα. ὁ δὲ ἔφη·" ὦ βασιλεῦ, εἴθοις μὴ ἐκοιμήθης, μήτε ὄνειρον εἶδες. τὸ γὰρ εἶναί σε ἐν Θεσσαλονίκῃ" θὲς ἄλλῳ νίκην" ἐγκρίνεται, τοῦτ' ἔστι πρὸς τὸν ἐχθρόν σου ἡ νίκη τρέπεται." τοῦ δὲ βασιλέως μηδὲν ποιησαμένου πρὸς παράταξιν ναυμαχίας, τὸν Ῥωμαϊκὸν στόλον προσῃτήσατο εἰς πόλεμον. καὶ συμβαλόντες ἀλλήλοις ἡττῶνται Ῥωμαῖοι, καὶ συγκιρνᾶται ἡ θάλασσα τῷ αἵματι τῶν Ῥωμαίων. ἐνέδυσε δὲ ὁ βασιλεὺς ἄλλον τὴν ἐσθῆτα αὐτοῦ. καὶ εἰσπηδήσας ὁ υἱὸς τοῦ Βουκινάτορος ὁ προλεχθεὶς εἰς τὸ βασιλικὸν σκάφος, τὸν βασιλέα ἀφαρπάσας καὶ εἰς ἕτερον σκάφος τοῦτον μεταβαλὼν παραδόξως διέσωσεν. αὐτὸς δὲ ἀνδρείως ἐπιστὰς τῇ βασιλικῇ νηῒ πολλοὺς ἀνεῖλεν ὁ γενναιότατος θανάτῳ ἑαυτὸν παραδοὺς ὑπὲρ τοῦ βασιλέως. τοῦτον δὲ κυκλώσαντες οἱ πολέμιοι καὶ ἐν μέσῳ κατασχόντες ἐδόκουν αὐτὸν εἶναι τὸν βασιλέα. μετὰ δὲ τὸ πολλοὺς ἀνελεῖν ἔκτειναν αὐτὸν οἱ πολέμιοι σὺν τῷ φοροῦντι τὴν βασιλικὴν ἐσθῆτα. ὁ δὲ βασιλεὺς οὕτω τροπωσάμενος σώζεται καὶ καταλιπὼν πάντας ἀπέπλευσεν ἐν Κωνσταντινουπόλει. ιδʹ. ιʹ. γʹ. Τούτῳ τῷ ἔτει ἐδολοφονήθη Οὐθμάν, ὁ τῶν Ἀράβων ἀρχηγός, ὑπὸ τῶν ἐν Ἐθρίβοις, ἀμηρεύσας ἔτη
332.13.1
γέγονε δὲ ἀνασοβὴ μέσον αὐτῶν. ὅσοι γὰρ κατὰ τὴν ἔρημον ὑπῆρχον, τὸν Ἀλὴ ἤθελον, ἀνεψιὸν τοῦ Ἀλή, γαμβρὸν ὄντα τοῦ Μουάμεδ· οἱ δὲ κατὰ Συρίαν καὶ Αἴγυπτον τὸν Μαυΐαν ἤθελον· ὃς καὶ ἐνίκησε καὶ ἐκράτησεν ἔτη κδʹ. Ἀράβων ἀρχηγὸς Μαυΐας ἔτη κδʹ. ιεʹ. αʹ. δʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μαυΐας κατὰ Ἀλή· καὶ συναθροί347 ζονται ἀμφότεροι ἀναμέσον Βαρβαλισσοῦ εἰς τὸ Καισάριον πλησίον τοῦ Εὐφράτου. οἱ δὲ τοῦ Μαυΐου ἐπικρατέστεροι γεγονότες τὸ ὕδωρ ἔλαβον· εἰς δίψαν δὲ ἐλθόντες οἱ τοῦ Ἀλὴ ἐλιποτάκτουν. Μαυΐας δὲ οὐκ ἤθελε πολεμῆσαι· ἀλλ' ἀπονητὶ τὴν νίκην ἤρατο. ι ʹ.
332.14.1
εʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν ὁ βασιλεὺς κατὰ Σκλαυινίας καὶ ᾐχμαλώτευσε πολλοὺς καὶ ὑπέταξεν. τῷ δ' αὐτῷ ἔτει καὶ τὰ κατὰ τὸν ἅγιον Μάξιμον καὶ τοὺς μαθητὰς αὐτοῦ ἐπράχθη ὑπὲρ τῆς ὀρθῆς πίστεως ἀγωνισαμένων κατὰ τῶν Μονοθελητῶν. οὓς Κώνστας εἰς τὴν ἑαυτοῦ κακοδοξίαν μὴ ἰσχύσας μετενέγκαι, τὴν θεόσοφον καὶ πολυμαθεστάτην γλῶσσαν τοῦ ἁγίου ἀπέτεμε μετὰ τῆς δεξιᾶς χειρὸς αὐτοῦ, ὡς πλεῖστα κατὰ τῆς αὐτοῦ δυσσεβείας σὺν τοῖς μαθηταῖς αὐτοῦ Ἀναστασίοις συγγραψαμένου, ἃ καὶ κατ' ἔπος οὗτοι γεγράφασιν, ὡς οἱ φιλομαθεῖς γινώσκουσιν.
332.15.1
γʹ. ʹ. Τούτῳ τῷ ἔτει ἐστοιχήθη μεταξὺ Ῥωμαίων καὶ Ἀράβων, τοῦ Μαυΐου πρεσβεύσαντος διὰ τὴν ἀνταρσίαν, ἵνα τελῶσι τοῖς Ῥωμαίοις οἱ Ἄραβες καθ' ἡμέραν νομίσματα χίλια καὶ ἵππον καὶ δοῦλον. γέγονε δὲ καὶ σεισμὸς μέγας ἐν τούτῳ τῷ χρόνῳ καὶ πτῶσις ἔν τε τῇ Παλαιστίνῃ καὶ Συρίᾳ μηνὶ Δαισίῳ ἰνδικτιῶνος βʹ. Τῷ δ' αὐτῷ ἔτει ἐξωρίσθη Μαρτῖνος, ὁ ἁγιώτατος πάπας Ῥώμης, ὑπὲρ τῆς ἀληθείας γενναίως ἀγωνισάμενος καὶ ὁμολογητὴς γενόμενος, ἐν τοῖς κλίμασι τῆς ἀνατολῆς τελευτήσας. ιηʹ. δʹ. ζʹ. Τούτῳ τῷ ἔτει ἀνεῖλε Κώνστας Θεοδόσιον, τὸν ἴδιον ἀδελφόν. τῶν δὲ Ἀράβων ὄντων εἰς τὸ Σαπφίν, ἐδολοφονήθη Ἀλή, ὁ τῆς Περσίδος· καὶ μονοκρατορεῖ Μαυΐας βασιλικῶς κατοικήσας ἐν Δαμασκῷ καὶ τοὺς θησαυροὺς ἐκεῖ ἀποθέμενος τῶν χρημάτων. ιθʹ. εʹ. ηʹ. Τούτῳ τῷ ἔτει ἀνεφάνη αἵρεσις Ἀράβων, οἱ λεγόμενοι Χαρουργῖται. Μαυΐας δὲ τούτους χειρωσάμενος τοὺς ἐν Περσίδι ἐταπείνωσεν, τοὺς δὲ ἐν Συρίᾳ ὕψωσεν· καὶ τοὺς μὲν ἐκάλεσεν Ἰσαμίτας, 348 τοὺς δὲ Ἡρακίτας. καὶ τῶν μὲν Ἰσαμιτῶν τὰς ῥόγας ἀνήνεγκεν ἕως σʹ νομισμάτων, τῶν δὲ Ἡρακιτῶν κατήνεγκεν ἕως λʹ νομισμάτων. κʹ. ʹ. θʹ. Τούτῳ τῷ ἔτει καταλιπὼν ὁ βασιλεὺς Κωνσταντινούπολιν μετέστη ἐν Συρακούσῃ τῆς Σικελίας, βουληθεὶς ἐν Ῥώμῃ τὴν βασιλείαν μεταστῆσαι. καὶ πέμπει τοῦ ἀγαγεῖν τὴν γυναῖκα αὐτοῦ καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ, Κωνσταντῖνον, Ἡράκλειον καὶ Τιβέριον· οἱ δὲ Βυζάντιοι οὐκ ἀπέλυσαν αὐτούς. καʹ. ζʹ. ιʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσαν οἱ Ἄραβες κατὰ Ῥωμανίας καὶπολλοὺς ᾐχμαλώτευσαν καὶ τόπους πλείους ἠρήμωσαν. κβʹ. ηʹ. ιαʹ. Τούτῳ τῷ ἔτει ᾐχμαλωτίσθη μέρος τῆς Σικελίας, καὶ ᾠκίσθησαν ἐν Δαμασκῷ θελήσει αὐτῶν. κγʹ. θʹ.
332.16.1
Τούτῳ τῷ ἔτει ἐγένετο πλάνη τῶν νηστειῶν. καὶ ἐπεστράτευσεν ὁ Ἀβδεραχμάν, ὁ τοῦ Χαλέδου, τὴν Ῥωμανίαν καὶ ἐν αὐτῇ ἐχείμασε καὶ πολλὰς ἐλυμήνατο χώρας. οἱ δὲ Σκλαυινοὶ τούτῳ προσρυέντες σὺν αὐτῷ ἐν Συρίᾳ κατῆλθον χιλιάδες πέντε, καὶ ᾠκίσθησαν εἰς τὴν Ἀπαμέων χώραν ἐν κώμῃ Σελευκοβόλῳ. Κωνσταντινουπόλεως ἐπίσκοπος Θωμᾶς ἔτη γʹ. κδʹ. ιʹ. αʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Βουσοὺρ κατὰ Ῥωμανίας· καὶ ἀπέθανε Θωμάριχος, ὁ ἐπίσκοπος Ἀπαμείας· καὶ ἐκάη ὁ ἐπίσκοπος Ἐμέσης. κεʹ. ιαʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε πάλιν Βουσοὺρ τὴν Ῥωμανίαν καὶ ἐλυμήνατο τὰ μέρη Ἑξαπόλεως, καὶ Φαδαλᾶς ἐκεῖ ἐχείμασεν. κ ʹ. ιβʹ. γʹ. Τούτῳ τῷ ἔτει ὁ τῶν Ἀρμενιάκων στρατηγὸς Σαβώριος Περσογενὴς ἐστασίασε κατὰ Κώνστα τοῦ βασιλέως καὶ πέμπει πρὸς Μαυΐαν 349 Σέργιον τὸν στρατηλάτην ὑποσχόμενος τῷ Μαυΐᾳ ὑποτάξαι τὴν Ῥωμανίαν, εἰ αὐτῷ συμμαχήσει κατὰ τοῦ βασιλέως. γνοὺς δὲ Κωνσταντῖνος, ὁ υἱὸς τοῦ βασιλέως, ἀποστέλλει καὶ αὐτὸς πρὸς Μαυΐαν Ἀνδρέαν τὸν κουβικουλάριον μετὰ δώρων, ὅπως μὴ συνδώσῃ τῷ ἀντάρτῃ. καταλαβὼν δὲ Ἀνδρέας τὴν Δαμασκὸν εὗρε Σέργιον προλαβόντα, ὁ δὲ Μαυΐας ὑπεκρίνετο συμπαθεῖν τῷ βασιλεῖ. ἦν δὲ Σέργιος καθήμενος πρὸς Μαυΐαν, καὶ εἰσελθόντος Ἀνδρέου, ἰδὼν αὐτὸν ὁ Σέργιος ἐπηγέρθη. ὁ δὲ Μαυΐας ἐμέμψατο τὸν Σέργιον, λέγων·" τί ἐδειλίασας;" ὁ δὲ Σέργιος ἀπελογήσατο κατὰ συνήθειαν τοῦτο πεποιηκέναι. στραφεὶς δὲ Μαυΐας λέγει τῷ Ἀνδρέᾳ·" τί ζητεῖς;" ὁ δὲ λέγει·" ἵνα δώσῃς βοήθειαν κατὰ τοῦ ἀντάρτου." ὁ δὲ λέγει." ἀμφότεροι ἐχθροί ἐστε· καὶ τῷ πλείω παρέχοντί μοι δίδωμι." καὶ ὁ Ἀνδρέας ἔφη πρὸς αὐτόν·" μὴ ἀμφιβάλῃς, ἀμηρᾶ, ὅτι ὀλίγα παρὰ βασιλέως κρεῖττόν σοι, ἢ πλεῖστα παρὰ ἀντάρτου· ὅμως, ὡς ἐρασμίως ἔχεις, ποίει." καὶ ταῦτα εἰπὼν Ἀνδρέας ἐσιώπησεν. ὁ δὲ Μαυΐας λέγει·" σκέπτομαι περὶ τούτου·" καὶ κελεύει ἀμφοτέρους ἐξελθεῖν. προσκαλεσάμενος δὲ Μαυΐας κατ' ἰδίαν τὸν Σέργιον λέγει αὐτῷ·" μηκέτι προσκυνήσῃς τῷ Ἀνδρέᾳ, ἐπεὶ οὐδὲν ἀνύσεις." καὶ τῇ ἐπαύριον προλαβὼν ὁ Σέργιος τὸν Ἀνδρέαν πρὸς Μαυΐαν ἐκάθητο. καὶ εἰσελθόντος τοῦ Ἀνδρέου, οὐκ ἐπηγέρθη καθὼς χθές. ὁ δὲ Ἀνδρέας περιβλεψάμενος τῷ Σεργίῳ δεινῶς ὕβρισε καὶ ἠπείλησε λέγων, ὅτι·" εἰ ζῶ, δεῖξαί σοι ἔχω τὸ τίς εἰμί." ὁ δὲ Σέργιος ἔφη·" οὐκ ἐπεγείρομαί σοι, ὅτι οὐκ εἶ ἀνήρ, οὐδὲ γυνή." ἀμφοτέρους δὲ παύσας ὁ Μαυΐας τῷ Ἀνδρέᾳ ἔφη·" στοίχησον δοῦναι καθὼς ὁ Σέργιος δίδωσιν·"" καὶ πόσον ἔστιν;" ἔφη Ἀνδρέας. ὁ δὲ Μαυΐας εἶπεν·" τὴν εἰσφορὰν τῶν δημοσίων παρέχειν τοῖς Ἄραψιν." καὶ ὁ Ἀνδρέας ἔφη·" βαβαί σοι, Μαυΐα, συμβουλεύεις τὸ σῶμα δοῦναι, τὴν δὲ σκιὰν κατέχειν. ὡς θέλεις, μετὰ Σεργίου στοίχει· ἐγὼ γὰρ τοῦτο οὐ ποιῶ. πλὴν σὲ παρεῶντες, πρὸς τὸν θεόν, ὡς δυνατώτερόν σου ὄντα ὑπερασπίζειν Ῥωμαίοις, καταφεύγομεν καὶ ἐπ' αὐτῷ τὰς ἐλπίδας τιθέμεθα." ταῦτα εἰπὼν λέγει τῷ 350 Μαυΐᾳ·" σώζου·" καὶ ἐξῆλθεν ἀπὸ Δαμασκοῦ ἐπὶ τὴν Μελιτηνὴν διὰ τὸ τὸν τύραννον εἶναι ἐν τοῖς μέρεσιν ἐκείνοις, ἐν οἷς καὶ Σέργιος εἶχε πορεύεσθαι. ὡς δὲ κατέλαβε τὴν Ἀραβισσόν, περιτυγχάνει τῷ κλεισουροφύλακι. οὐ γὰρ συναπῄει τῷ τυράννῳ. τούτῳ δὲ προστάττει παρατηρεῖν τὸν Σέργιον ἐπανερχόμενον, ἵνα αὐτὸν ἀγάγῃ πρὸς αὐτόν. αὐτὸς δὲ ἐπορεύθη εἰς Ἀμνησίαν τὸν Σέργιον ἐκδεχόμενος, τὰ δὲ πεπραγμένα τῷ βασιλεῖ ἐδήλωσεν. Σέργιος δὲ στοιχήσας μετὰ Μαυΐου τὰ δοκοῦντα παρέλαβε Φαδαλᾶν, στρατηγὸν Ἀράβων, μετὰ βοηθείας βαρβαρικῆς συμμαχεῖν τῷ Σαβωρίῳ. προπορευόμενος δὲ ὁ Σέργιος τῷ Φαδαλᾷ καὶ περιχαρῶς πρὸς Σαβώριον ἀπερχόμενος περιπίπτει ἐν ταῖς κλεισούραις τοῖς τοῦ Ἀνδρέου λόχοις. καὶ τοῦτον κρατήσαντες πρὸς Ἀνδρέαν φέρουσι δέσμιον. ὁ δὲ Σέργιος ἰδὼν τὸν Ἀνδρέαν ῥίπτει ἑαυτὸν εἰς τοὺς πόδας αὐτοῦ δεόμενος φείσασθαι αὐτοῦ. ὁ δὲ πρὸς αὐτόν·" σὺ εἶ Σέργιος ὁ ἐγκαυχώμενος ἐν τοῖς αἰδοίοις ἐπὶ Μαυΐου, κἀμὲ θηλυδρίαν ἀποκαλῶν. ἰδού· ἀπὸ τοῦ νῦν τὰ αἰδοῖά σου οὐδέν σε ὠφελήσουσιν, ἀλλὰ καὶ θανατώσουσιν." ταῦτα εἰπὼν ἐπιτρέπει ἐκτμηθῆναι αὐτοῦ τὰ αἰδοῖα, καὶ ἐκρέμασεν αὐτὸν ἐπὶ ξύλου. ὁ δὲ Κωνσταντῖνος ἀκούσας τὴν τοῦ Φαδαλᾶ ἄφιξιν εἰς τὴν Σαβωρίου βοήθειαν ἀποστέλλει Νικηφόρον τὸν πατρίκιον μετὰ Ῥωμαϊκῆς δυνάμεως ἀντιτάξασθαι τῷ Σαβωρίῳ. ἦν δὲ Σαβώριος εἰς Ἀδριανούπολιν, καὶ ὡς ἐπύθετο Νικηφόρον ἔρχεσθαι πρὸς αὐτόν, ἐγύμναζεν ἑαυτὸν πρὸς πόλεμον. συνέβη δὲ ἐν μιᾷ τῶν ἡμερῶν κατὰ τὸ εἰωθὸς τοῦτον τῆς πόλεως ἔφιππον ἐξελαύνειν. ὡς δὲ γέγονε πλησίον τῆς πύλης τῆς πόλεως, δίδωσι τῷ ἵππῳ τῇ μάστιγι. ὁ δὲ ἀφηνιάσας καὶ τούτου τὴν κεφαλὴν τῇ πύλῃ προσρήξας κακῶς τοῦ ζῇν ἀπήλλαξεν· καὶ οὕτως ὁ θεὸς τὴν νίκην ἐδωρήσατο τῷ βασιλεῖ. Φαδαλᾶς οὖν ἐλθὼν εἰς τὴν Ἑξάπολιν καὶ μαθὼν πάντα ἠπόρησεν, καὶ ἀποστέλλει πρὸς Μαυΐαν αἰτῶν βοήθειαν διὰ τὸ τοὺς Ῥωμαίους εἰς ὁμόνοιαν ἐλθεῖν. 351 πέμπει δὲ αὐτῷ Μαυΐας τὸν υἱὸν αὐτοῦ Ἰζίδ, καθοπλίσας αὐτὸν πλήθει βαρβάρων. παρεγένοντο δὲ ἀμφότεροι εἰς Χαλκηδόνα καὶ ᾐχμαλώτευσαν πολλούς, παρέλαβον δὲ καὶ τὸ Ἀμώριον τῆς Φρυγίας εʹ χιλιάδας ἐνόπλων ἀνδρῶν ἀφέντες εἰς φυλακὴν αὐτοῦ, καὶ ἀνέκαμψαν εἰς Συρίαν. χειμῶνος δὲ γενομένου πέμπει ὁ βασιλεὺς τὸν αὐτὸν Ἀνδρέαν τὸν κουβικουλάριον, καὶ χιόνος πολλῆς οὔσης, ἐν νυκτὶ καταλαμβάνει· καὶ διὰ ξύλων ἀνέρχονται ἐπὶ τὸ τεῖχος καὶ εἰσέρχονται εἰς τὸ Ἀμώριον· καὶ πάντας κτείνουσι τοὺς Ἄραβας, τὰς εʹ χιλιάδας, καὶ οὐχ ὑπελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς. ἐν αὐτῷ δὲ τῷ χειμῶνι πλημμύρα ὑδάτων γέγονεν εἰς Ἔδεσαν, καὶ πολλοὶ ἀπώλοντο· ἐφάνη δὲ καὶ σημεῖον ἐν τῷ οὐρανῷ. Κωνσταντινουπόλεως ἐπίσκοπος Ἰωάννης ἔτη ʹ. ρξʹ. κξʹ. κζʹ. ιγʹ. αʹ. Τούτῳ τῷ ἔτει ἐδολοφονήθη ὁ βασιλεὺς Κώνστας ἐν Σικελίᾳ ἐν Συρακούσῃ ἐν τῷ βαλανείῳ, ᾧ ὄνομα Δάφνη. ἦν δὲ ἡ αἰτία αὕτη. μετὰ τὴν ἀναίρεσιν Θεοδοσίου, τοῦ ἀδελφοῦ αὐτοῦ, ἐμισήθη ὑπὸ τῶν Βυζαντίων, καὶ μάλιστα ὅτι καὶ Μαρτῖνον, τὸν ἁγιώτατον πάπαν Ῥώμης, ἀτίμως ἤγαγεν ἐν Κωνσταντινουπόλει καὶ ἐξώρισεν εἰς τὰ τῆς Χερσῶνος κλίματα, καὶ Μάξιμον τὸν σοφώτατον καὶ ὁμολογητὴν ἐγλωσσοτόμησεν καὶ ἐχειροκόπησε καὶ πολλοὺς τῶν ὀρθοδόξων αἰκίαις καὶ ἐξορίαις καὶ δημεύσεσι κατεδίκασε διὰ τὸ μὴ πείθεσθαι τῇ αἱρέσει αὐτοῦ, καὶ τοὺς δύο Ἀναστασίους μαθητὰς ὑπάρχοντας τοῦ ὁμολογητοῦ καὶ μάρτυρος Μαξίμου ἐξορίαις καὶ βασάνοις ἐπέδωκεν. διά τοι ταῦτα ἐμισήθη σφοδρῶς παρὰ πάντων. δειλιάσας δὲ ἠβουλήθη μετενέγκαι τὸ βασίλειον εἰς Ῥώμην. ὅθεν καὶ τὴν βασίλισσαν καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ ἐπᾶραι ἠθέλησεν, εἰ μὴ Ἀνδρέας ὁ κουβικουλάριος καὶ Θεόδωρος ὁ Κολωνείας τὴν τούτου βουλὴν διεκώλυσαν. ἐποίησε δὲ ἐν Σικελίᾳ ἔτη ʹ. εἰσελθόντι δὲ αὐτῷ ἐν τῷ εἰρημένῳ βαλανείῳ συνεισῆλθεν αὐτῷ τις Ἀνδρέας, υἱὸς Τρωΐλου, ὑπουργῶν αὐτῷ. ὡς δὲ ἤρξατο γαλλικῷ σμήχεσθαι, λαβὼν Ἀνδρέας τὸ κάδιον δίδωσι κατὰ κορυφῆς τοῦ βασιλέως καὶ εὐθέως 352 ἀπέδρα. τοῦ δὲ βασιλέως χρονίσαντος ἐν τῷ βαλανείῳ, εἰσπηδῶσιν οἱ ἔξω καὶ εὑρίσκουσι τὸν βασιλέα τεθνηκότα· καὶ τοῦτον θάψαντες Μιζίζιόν τινα Ἀρμένιον βασιλέα πεποίηκαν βιασάμενοι τοῦτον· ἦν γὰρ λίαν εὐπρεπὴς καὶ ὡραιότατος. ἀκούσας δὲ Κωνσταντῖνος τὴν τοῦ πατρὸς ἀποβίωσιν μετὰ πλείστης ναυστολίας τὴν Σικελίαν κατέλαβεν, καὶ χειρωσάμενος Μιζίζιον τοῦτον ἀναιρεῖ σὺν τῶν φονέων τοῦ ἰδίου πατρός. καὶ καταστήσας τὰ ἑσπέρια ἐπὶ τὴν Κωνσταντινούπολιν ὥρμησεν, καὶ βασιλεύει τῶν Ῥωμαίων μετὰ Τιβερίου καὶ Ἡρακλείου, τῶν ἰδίων ἀδελφῶν. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη ιζʹ. αʹ. ιδʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐβασίλευσε Κωνσταντῖνος σὺν τοῖς ἀδελφοῖς αὐτοῦ. καὶ ἐπεστράτευσαν Σαρακηνοὶ τὴν Ἀφρικὴν καὶ ᾐχμαλώτευσαν χιλιάδας πʹ, ὥς φασιν. οἱ δὲ τοῦ θέματος τῶν ἀνατολικῶν ἦλθον ἐν Χρυσοπόλει λέγοντες ὅτι·" εἰς τριάδα πιστεύομεν· τοὺς τρεῖς στέψωμεν." ἐταράχθη δὲ Κωνσταντῖνος, διότι αὐτὸς μόνος ἦν ἐστεμμένος, οἱ δὲ ἀδελφοὶ αὐτοῦ οὐδεμίαν ἀξίαν εἶχον· καὶ ἀποστείλας Θεόδωρον τὸν πατρίκιον τὸν Κολωνείας ἐτροπώσατο αὐτοὺς ἐπαινέσας αὐτούς, καὶ ἔλαβε τὰ πρωτεῖα αὐτῶν τοῦ εἰσελθεῖν ἐν τῇ πόλει καὶ μετὰ τῆς συγκλήτου βουλεύσασθαι καὶ ποιῆσαι τὸ θέλημα αὐτῶν. εὐθέως δὲ ὁ βασιλεὺς τούτους ἐφούρκισεν ἀντιπέραν ἐν Συκαῖς. καὶ τοῦτο ἰδόντες καὶ καταισχυνθέντες ἀπῆλθον ἐν ὀδύνῃ εἰς τὰ ἴδια. ὁ δὲ βασιλεὺς τοὺς ἀδελφοὺς αὐτοῦ ἐρρινοκόπησεν. 353 Κόσμου ἔτη ρξβʹ. Τῆς θείας σαρκώσεως ἔτη χξβʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη ιζʹ. βʹ. Ἀράβων ἀρχηγὸς Μαυΐας ἔτη κδʹ. ιεʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ʹ. γʹ. Τούτῳ τῷ ἔτει χειμὼν μέγας ἐγένετο, καὶ πολλοὶ ἐκινδύνευσαν ἄνθρωποι καὶ θηρία. καὶ ἐχείμασε Φαδαλᾶς εἰς Κύζικον. γʹ. ι ʹ. δʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Βουσοὺρ καὶ ᾐχμαλώτευσε πολλοὺς καὶ ὑπέστρεψεν. δʹ. ιζʹ. εʹ. Τούτῳ τῷ ἔτει ἐφάνη Ἴρις ἐν τῷ οὐρανῷ, καὶ ἔφριξε πᾶσα σάρξ, ἐν μηνὶ Μαρτίῳ Δύστρῳ, ὥστε λέγειν πάντας ὅτι συντέλειά ἐστιν. Τούτῳ τῷ χρόνῳ στόλον μέγαν ἐξαρτίσαντες οἱ ἀρνηταὶ τοῦ Χριστοῦ καὶ παραπλεύσαντες τὴν Κιλικίαν παρεχείμασαν, εἰς Σμύρνην Μουάμεδ ὁ τοῦ Ἀβδελᾶ, Κάϊσος δὲ εἰς Κιλικίαν καὶ Λυκίαν. καὶ ἐγένετο θανατικὸν ἐν Αἰγύπτῳ. ἀπέστειλε δὲ καὶ Χαλὲ τὸν ἀμηραῖον μετὰ καὶ ἑτέρου στόλου πρὸς βοήθειαν αὐτῶν, ὡς ἱκανώτατον καὶ τολμηρὸν πρὸς μάχην. ὁ δὲ προλεχθεὶς Κωνσταντῖνος τὴν τοιαύτην τῶν θεομάχων κατὰ Κωνσταντινουπόλεως κίνησιν ἐγνωκὼς κατεσκεύασε καὶ αὐτὸς διήρεις εὐμεγέθεις κακκαβοπυρφόρους καὶ δρόμωνας σιφωνοφόρους καὶ τούτους προσορμίσαι ἐκέλευσεν ἐν τῷ Προκλιανησίῳ τῶν Καισαρίου λιμένι. εʹ. ιηʹ. ʹ. Τούτῳ τῷ ἔτει ὁ προλεχθεὶς τῶν θεομάχων στόλος ἀναβάλας προσώρμισεν ἐν τοῖς Θρᾳκῴοις μέρεσιν ἀπὸ τῆς πρὸς δύσιν ἀκρότητος τοῦ Ἑβδόμου, ἤτοι τῆς λεγομένης Μαγναύρας, μέχρι πάλιν τοῦ πρὸς ἀνατολὴν ἀκρωτηρίου τοῦ λεγομένου Κυκλοβίου. κατὰ πᾶσαν οὖν ἡμέραν συμβολὴ πολέμου ἐκροτεῖτο ἀπὸ πρωῒ ἕως ἑσπέρας, ἀπὸ τοῦ βραχιαλίου τῆς Χρυσῆς πόρτης μέχρι τοῦ Κυκλοβίου 354 ἑαυτοὺς ὠθοῦντες καὶ ἀντωθούμενοι. ἐν τούτοις οὖν διετέλεσαν ἀπὸ τοῦ Ἀπριλλίου μηνὸς μέχρι τοῦ Σεπτεμβρίου. καὶ ὑποστρέψαντες ἀπέρχονται ἐν Κυζίκῳ, καὶ ταύτην παραλαβόντες ἐκεῖσε παρεχείμαζον. καὶ κατὰ τὸ ἔαρ ἀναβάλλων ὁμοίως πόλεμον διὰ θαλάσσης συνῆπτε μετὰ τῶν Χριστιανῶν. ἐπὶ ἑπτὰ δὲ ἔτη τὰ αὐτὰ τελέσαντες, καὶ αἰσχυνθέντες τῇ τοῦ θεοῦ βοηθείᾳ καὶ τῆς θεομήτορος, πλῆθός τε ἀποβαλόντες ἀνδρῶν μαχίμων, καὶ τραυματίας μεγίστης εἰς αὐτοὺς γενομένης, ἀνθυπέστρεψαν μετὰ μεγάλης λύπης. ἐκπορίζων δὲ ὁ αὐτὸς θεοβύθιστος στόλος κατελήφθη ὑπὸ χειμερίου ζάλης καὶ πνεύματος καταιγίδος ἐπὶ τὰ μέρη τοῦ Συλλαίου καὶ συντριβεὶς ὁλοκλήρως ὤλετο. Σουφιᾶν δέ, ὁ υἱὸς τοῦ Ἀΰφ, ὁ δεύτερος ἀδελφός, συνέβαλε πόλεμον μετὰ Φλώρου καὶ Πετρωνᾶ καὶ Κυπριανοῦ ἐχόντων δύναμιν Ῥωμαϊκήν· καὶ κτείνονται Ἄραβες χιλιάδες λʹ. τότε Καλλίνικος ἀρχιτέκτων ἀπὸ Ἡλιουπόλεως Συρίας προσφυγὼν τοῖς Ῥωμαίοις πῦρ θαλάσσιον κατασκευάσας τὰ τῶν Ἀράβων σκάφη ἐνέπρησε καὶ σύμψυχα κατέκαυσεν. καὶ οὕτως οἱ Ῥωμαῖοι μετὰ νίκης ὑπέστρεψαν καὶ τὸ θαλάσσιον πῦρ εὗρον. Κωνσταντινουπόλεως ἐπίσκοπος Κωνσταντῖνος ἔτη βʹ. ʹ. ιθʹ. αʹ. Τούτῳ τῷ ἔτει ἐχείμασεν Ἀβδελᾶς, υἱὸς Κάϊς, καὶ Φαδαλᾶς εἰς Κρήτην. ζʹ. κʹ. βʹ. Τούτῳ τῷ ἔτει ὤφθη σημεῖον ἐν τῷ οὐρανῷ ἐν ἡμέρᾳ σαββάτῳ. Κωνσταντινουπόλεως ἐπίσκοπος Θεόδωρος ἔτη βʹ. ηʹ. καʹ. αʹ. Τούτῳ τῷ ἔτει ἐγένετο ἀκρὶς μεγάλη κατὰ Συρίαν καὶ Μεσοποταμίαν. 355 Κόσμου ἔτη ρξθʹ. Τῆς θείας σαρκώσεως ἔτη χξθʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη ιζʹ. θʹ. Ἀράβων ἀρχηγὸς Μαυΐας ἔτη κδʹ. κβʹ. Κωνσταντ. ἐπίσκοπος Θεόδωρος ἔτη βʹ. βʹ. Τούτῳ τῷ ἔτει εἰσῆλθον Μαρδαῖται εἰς τὸν Λίβανον καὶ ἐκράτησαν ἀπὸ τοῦ Μαύρου ὄρους ἕως τῆς ἁγίας πόλεως καὶ ἐχειρώσαντο τὰς τοῦ Λιβάνου περιωπάς· καὶ πολλοὶ δοῦλοι καὶ αἰχμάλωτοι καὶ αὐτόχθονες πρὸς αὐτοὺς κατέφυγον, ὥστε δι' ὀλίγου χρόνου εἰς πολλὰς χιλιάδας γενέσθαι. καὶ ταῦτα μαθὼν Μαυΐας καὶ οἱ σύμβουλοι αὐτοῦ ἐφοβήθησαν σφόδρα συλλογισάμενοι, ὅτι τὸ βασίλειον τῶν Ῥωμαίων ὑπὸ θεοῦ φρουρεῖται. καὶ ἀποστέλλει πρέσβεις πρὸς τὸν αὐτοκράτορα Κωνσταντῖνον ζητῶν εἰρήνην, ὑποσχόμενος καὶ ἐτήσια τῷ βασιλεῖ παρέχειν πάκτα. ὁ δὲ βασιλεὺς τοὺς τοιούτους πρέσβεις δεξάμενος καὶ τὴν αἴτησιν αὐτῶν ἀκηκοὼς ἀπέστειλε σὺν αὐτοῖς ἐν Συρίᾳ Ἰωάννην τὸν πατρίκιον, τὸ ἐπίκλην Πιτζιγαῦδιν, ὡς ἀρχαιογενῆ τῆς πολιτείας καὶ πολύπειρον ὄντα καὶ μεγάλης ἀντεχόμενον φρονήσεως, ἐπὶ τὸ ἁρμοδίως διαλεχθῆναι τοῖς Ἄραψι καὶ τὰ τῆς εἰρήνης συμφωνῆσαι. τούτου δὲ καταλαβόντος ἐν Συρίᾳ, ὁ Μαυΐας σώρευμα πεποιηκὼς τῶν τε ἀμηραίων καὶ κορασηνῶν ἐδέξατο αὐτὸν μετὰ μεγάλης τιμῆς. πολλῶν οὖν ἀναμεταξὺ αὐτῶν εἰρηνικῶν λεχθέντων λόγων, συνεφωνήθη πρὸς ἑκατέρους ἔγγραφον γενέσθαι εἰρήνης μεθ' ὅρκου λόγον ἐπὶ συμφώνου ἐτησίου πάκτου, παρέχεσθαι τῇ Ῥωμαϊκῇ πολιτείᾳ παρὰ τῶν Ἀγαρηνῶν χρυσοῦ χιλιάδας τρεῖς καὶ ἄνδρας αἰχμαλώτους νʹ καὶ ἵππους εὐγενεῖς νʹ. ταῦτα στοιχηθέντα μεταξὺ τῶν δύο μερῶν ἐπὶ χρόνους λʹ φυλάττεσθαι πλατεῖαν εἰρήνην ἀναμέσον Ῥωμαίων καὶ Ἀράβων πεποίηκεν· καὶ τῶν τοιούτων καθολικῶν δύο ἐγγράφων λόγων πρὸς ἀλλήλους μεθ' ὅρκων γεγονότων καὶ ἀλλήλοις ἐπιδοθέντων, ὁ πολλαχῶς λεχθεὶς 356 πανεύφημος ἀνὴρ πρὸς τὸν βασιλέα ὑπέστρεψε μετὰ καὶ δώρων πολλῶν. ταῦτα μαθόντες οἱ τὰ ἑσπέρια οἰκοῦντες μέρη, ὅ τε Χαγάνος τῶν Ἀβάρων καὶ οἱ ἐπέκεινα ῥῆγες ἔξαρχοί τε καὶ κάσταλδοι καὶ οἱ ἐξοχώτατοι τῶν πρὸς τὴν δύσιν ἐθνῶν, διὰ πρεσβευτῶν δῶρα τῷ βασιλεῖ στείλαντες εἰρηνικὴν πρὸς αὐτοὺς ἀγάπην κυρωθῆναι ᾐτήσαντο. εἴξας οὖν ὁ βασιλεὺς ταῖς αὐτῶν αἰτήσεσιν ἐκύρωσε καὶ πρὸς αὐτοὺς δεσποτικὴν εἰρήνην. καὶ ἐγένετο ἀμεριμνία μεγάλη ἔν τε τῇ ἀνατολῇ καὶ δύσει. Κωνσταντινουπόλεως ἐπίσκοπος Γεώργιος ἔτη ʹ. ροʹ. χοʹ. ιʹ. κγʹ. αʹ. Τούτῳ τῷ ἔτει γέγονε σεισμὸς μέγας κατὰ τὴν Μεσοποταμίαν, ἐν ᾧ πίπτει τὸ βατᾶν καὶ ὁ τροῦλλος τῆς ἐκκλησίας Ἐδέσης· καὶ κτίζει αὐτὸν Μαυΐας σπουδῇ τῶν Χριστιανῶν. ιαʹ. κδʹ. βʹ. Τούτῳ τῷ ἔτει ἀπεβίω Μαυΐας, ὁ τῶν Σαρακηνῶν πρωτοσύμβουλος, μηνὶ Ἀρτεμισίῳ ʹ ἰνδικτιῶνος
332.17.1
γέγονε δὲ στρατηγὸς ἔτη κʹ, καὶ ἀμήρευσεν ἔτη κδʹ, καὶ ἦρξεν Ἰζίδ, ὁ υἱὸς αὐτοῦ. Καὶ τούτῳ τῷ χρόνῳ τὸ τῶν Βουλγάρων ἔθνος ἐπῆλθε τῇ Θρᾴκῃ. ἀναγκαῖον δὲ εἰπεῖν καὶ περὶ τῆς ἀρχαιότητος τῶν Οὐννογουνδούρων Βουλγάρων καὶ Κοτράγων. ἐν τοῖς ἀρκτῴοις περατικοῖς μέρεσι τοῦ Εὐξείνου πόντου, ἐν τῇ λεγομένῃ Μαιώτιδι λίμνῃ, εἰς ἣν εἰσάγεται ποταμὸς μέγιστος ἀπὸ τοῦ ὠκεανοῦ καταφερόμενος διὰ τῆς τῶν Σαρματῶν γῆς, λεγόμενος Ἄτελ, εἰς ὃν εἰσάγεται ὁ λεγόμενος Τάναϊς ποταμὸς καὶ αὐτὸς ἀπὸ τῶν Ἰβηρίων πυλῶν ἐξερχόμενος τῶν ἐν τοῖς Καυκασίοις ὄρεσιν, ἀπὸ δὲ τῆς μίξεως τοῦ Τάναϊ καὶ τοῦ Ἄτελ, (ἄνωθεν τῆς προλεχθείσης Μαιώτιδος λίμνης σχιζομένου τοῦ Ἄτελ) ἔρχεται ὁ λεγόμενος Κοῦφις ποταμός, καὶ 357 ἀποδίδει εἰς τὸ τέλος τῆς Ποντικῆς θαλάσσης πλησίον τῶν Νεκροπήλων εἰς τὸ ἄκρωμα τὸ λεγόμενον Κριοῦ Πρόσωπον. ἀπὸ δὲ τῆς προσημανθείσης λίμνης ἴσα ποταμῷ θάλασσα, καὶ εἰσάγεται εἰς τὴν τοῦ Εὐξείνου πόντου θάλασσαν διὰ τῆς γῆς Βοσφόρου καὶ Κιμμερίου, ἐξ οὗ ποταμοῦ ἀγρεύεται τὸ λεγόμενον μουρζοῦλιν καὶ τὰ τούτου ὅμοια, καὶ εἰς μὲν τὰ πρὸς ἀνατολὴν μέρη τῆς προκειμένης λίμνης ἐπὶ Φαναγουρίαν καὶ τοὺς ἐκεῖσε οἰκοῦντας Ἑβραίους παράκεινται ἔθνη πλεῖστα· ἀπὸ δὲ τῆς αὐτῆς λίμνης ἐπὶ τὸν λεγόμενον Κοῦφιν ποταμόν, ἔνθα τὸ ξυστὸν ἀγρεύεται Βουλγαρικὸν ὀψάριν, ἡ παλαιὰ Βουλγαρία ἐστὶν ἡ μεγάλη, καὶ οἱ λεγόμενοι Κότραγοι ὁμόφυλοι αὐτῶν καὶ οὗτοι τυγχάνοντες. ἐπὶ δὲ τῶν χρόνων Κωνσταντίνου, τοῦ εἰς τὴν δύσιν, Κροβάτου τοῦ κυροῦ τῆς λεχθείσης Βουλγαρίας καὶ τῶν Κοτράγων τὸν βίον μεταλλάξαντος καὶ πέντε καταλιπόντος υἱοὺς καὶ διατυπώσαντος μηδαμῶς τούτους ἀποχωρισθῆναι ἐκ τῆς πρὸς ἀλλήλους διαίτης, διὰ τὸ πάντη κυριεύειν αὐτοὺς καὶ ἑτέρῳ μὴ δουλωθῆναι ἔθνει, μετ' ὀλίγον δὲ χρόνον τῆς ἐκείνου τελευτῆς εἰς διαίρεσιν ἐληλυθότες οἱ αὐτοῦ πέντε υἱοὶ διέστησαν ἀπ' ἀλλήλων μετὰ τοῦ ἐν ὑπεξουσιότητι ἑκάστου αὐτῶν ὑποκειμένου λαοῦ. καὶ ὁ μὲν πρῶτος υἱὸς ὁ λεγόμενος Βατβαιᾶν τὴν ἐντολὴν τοῦ οἰκείου φυλάξας πατρὸς διέμεινεν ἐν τῇ προγονικῇ αὐτοῦ γῇ μέχρι τῆς δεῦρο. ὁ δὲ δεύτερος τούτου ἀδελφός, ὁ λεγόμενος Κότραγος, τὸν Τάναϊν διαβὰς ποταμὸν ἀπέναντι τοῦ πρώτου ᾤκησεν ἀδελφοῦ. ὁ δὲ τέταρτος καὶ ὁ πέμπτος τὸν Ἴστρον ἤτοι Δανοῦβιν λεγόμενον περαιωθέντες ποταμόν, ὁ μὲν εἰς Πανονίαν τῆς Ἀβαρίας ὑποταγεὶς τῷ Χαγάνῳ τῶν Ἀβάρων ἔμεινεν ἐκεῖ μετὰ τῆς δυνάμεως αὐτοῦ, ὁ δὲ τὴν πρὸς τῇ Ῥαβέννῃ Πεντάπολιν καταλαβὼν ὑπὸ τὴν βασιλείαν τῶν Χριστιανῶν γέγονεν. ἔπειτα τούτων ὁ τρίτος, Ἀσπαροὺχ λεγόμενος, τὸν Δάναπριν καὶ Δάναστριν περάσας καὶ τὸν 358 Ὄγλον καταλαβὼν βορειοτέρους τοῦ Δανουβίου ποταμοὺς μεταξὺ τούτου κἀκείνων ᾤκησεν, ἀσφαλῆ καὶ δυσμάχητον εἶναι τὸν τόπον στοχασάμενος ἐξ ἑκάστου μέρους· τελματώδης γὰρ ἔμπροσθεν, καὶ ἄλλοθεν τοῖς ποταμοῖς στεφανούμενος, πολλὴν τῷ ἔθνει τεταπεινωμένῳ διὰ τὸν μερισμὸν τὴν ἐκ τῶν πολεμίων παρεῖχεν ἄνεσιν. τούτων δὲ οὕτως εἰς πέντε μέρη διαιρεθέντων καὶ ἐν βραχύτητι καταντησάντων, ἐξῆλθε τὸ μέγα ἔθνος τῶν Χαζάρων ἀπὸ τοῦ ἐνδοτέρου βάθους Βερζιλίας τῆς πρώτης Σαρματίας καὶ ἐδέσποσε πάσης τῆς περατικῆς γῆς μέχρι τῆς Ποντικῆς θαλάσσης· καὶ τὸν πρῶτον ἀδελφὸν Βατβαιᾶν, τῆς πρώτης Βουλγαρίας ἄρχοντα, ὑποτελῆς καταστήσας φόρους παρ' αὐτοῦ κομίζεται μέχρι τοῦ νῦν. ὁ δὲ βασιλεὺς Κωνσταντῖνος μεμαθηκώς, ὅτι ἐξάπινα ἔθνος ῥυπαρὸν καὶ ἀκάθαρτον ἐκεῖθεν τοῦ Δανουβίου εἰς τὸν Ὄγλον ἐσκήνωσεν, καὶ τὰ πλησιάζοντα τῷ Δανουβίῳ ἐκτρέχει καὶ λυμαίνεται, τοῦτ' ἔστι τὴν νῦν κρατουμένην ὑπ' αὐτῶν χώραν, ὑπὸ Χριστιανῶν τότε κρατουμένην, ἠνιάθη σφόδρα· καὶ κελεύει περᾶσαι πάντα τὰ θέματα ἐν τῇ Θρᾴκῃ. καὶ ἐξοπλίσας στόλον διά τε γῆς καὶ θαλάσσης κατ' αὐτῶν ἀπεκίνησε πολέμῳ τούτους ἐκδιῶξαι πειρώμενος, καὶ διὰ μὲν τῆς πρὸς τῷ Ὄγλῳ καλουμένῳ καὶ Δανουβίῳ ἠπείρου τὰ πεζικὰ παρατάξας, διὰ δὲ τῆς πλησιαζούσης ἀκτῆς τὰς ναῦς προσορμίσας. τοῦτο δὲ τὸ ἀθρόον καὶ παμπληθὲς τῆς παρατάξεως οἱ Βούλγαροι θεασάμενοι, τῆς ἑαυτῶν ἀπεγνωκότες σωτηρίας εἰς τὸ προλεχθὲν ὀχύρωμα καταφεύγουσι καὶ ἑαυτοὺς ἀσφαλίζονται. ἐν τρισὶ δὲ καὶ τέτρασιν ἡμέραις ἐκ τοῦ τοιούτου ὀχυρώματος αὐτῶν μὲν ἐξελθεῖν μὴ τολμησάντων, τῶν δὲ Ῥωμαίων πόλεμον μὴ συναψάντων διὰ τὴν προκειμένην τῶν τελμάτων πρόφασιν, στοχασάμενον τὸ μιαρὸν ἔθνος τὴν χαυνότητα τῶν Ῥωμαίων ἀνελάβετο καὶ προθυμότερον γέγονεν. τοῦ δὲ βασιλέως ἐν ποδαλγίᾳ ὀξυπαθήσαντος καὶ ἐπὶ Μεσημβρίαν βιασθέντος ὑποστρέψαι διὰ συνήθειαν λουτροῦ ἅμα πέντε δρομώνων καὶ τῶν οἰκείων αὐτοῦ ἀνθρώπων, κατέλιπε τοὺς στρατηγοὺς καὶ τὸν λαὸν 359 κελεύσας παρακονδακίζειν καὶ ὑποσῦραι αὐτοὺς ἐκ τοῦ ὀχυρώματος καὶ πόλεμον πρὸς αὐτοὺς κροτῆσαι, εἰ τύχοι αὐτοὺς ἐξελθεῖν· εἰ δὲ μή, κἂν παρακαθίσαι αὐτοὺς καὶ φυλάττειν ἐν τοῖς ἐρύμασιν. οἱ δὲ τοῦ καβαλλαρικοῦ τὸν βασιλέα φεύγειν διαφημίσαντες καὶ φόβῳ συσχεθέντες τῇ αὐτῇ φυγῇ ἐχρήσαντο, μηδενὸς διώκοντος. οἱ δὲ Βούλγαροι τοῦτο θεασάμενοι ἐπεδίωκον ὀπίσω αὐτῶν καὶ τοὺς πλείστους ξίφει ἀνεῖλον, πολλοὺς δὲ καὶ ἐτραυμάτισαν. καὶ καταδιώξαντες αὐτοὺς μέχρι τοῦ Δανουβίου καὶ τοῦτον περάσαντες καὶ ἐλθόντες ἐπὶ τὴν λεγομένην Βάρναν πλησίον Ὀδύσσου καὶ τοῦ ἐκεῖσε μεσογαίου, τὸν τόπον ἑωρακότες ἐν πολλῇ ἀσφαλείᾳ διακείμενον, ἐκ μὲν τῶν ὄπισθεν διὰ τοῦ Δανουβίου ποταμοῦ, ἔμπροσθεν δὲ καὶ ἐκ πλαγίων διὰ κλεισουρῶν καὶ τῆς Ποντικῆς θαλάσσης, κυριευσάντων δὲ αὐτῶν καὶ τῶν παρακειμένων Σκλαυινῶν ἐθνῶν τὰς λεγομένας ἑπτὰ γενεάς, τοὺς μὲν Σέβερεις κατῴκισαν ἀπὸ τῆς ἔμπροσθεν κλεισούρας Βερεγάβων ἐπὶ τὰ πρὸς ἀνατολὴν μέρη, εἰς δὲ τὰ πρὸς μεσημβρίαν καὶ δύσιν μέχρις Ἀβαρίας τὰς ὑπολοίπους ἑπτὰ γενεὰς ὑπὸ πάκτον ὄντας· ἐν τούτοις οὖν πλατυνθέντων αὐτῶν ἐγαυρίασαν, καὶ ἤρξαντο τὰ ὑπὸ τὴν Ῥωμαϊκὴν πολιτείαν ὄντα κάστρα τε καὶ χωρία ἐπιρρίπτειν καὶ αἰχμαλωτίζειν. ὅθεν ἀναγκασθεὶς ὁ βασιλεὺς εἰρήνευσε μετ' αὐτῶν, ἐτήσια αὐτοῖς συμφωνήσας πάκτα παρέχειν ἐπ' αἰσχύνῃ Ῥωμαίων διὰ πλῆθος πταισμάτων· θαυμαστὸν γὰρ ἦν ἀκουόμενον τοῖς μακρὰν καὶ τοῖς ἐγγύς, ὅτι ὁ πάντας ὑποτελεῖς ἑαυτῷ καταστησάμενος, τούς τε κατὰ τὴν ἑῴαν καὶ δύσιν καὶ ἄρκτον καὶ μεσημβρίαν, ὑπὸ τοῦδε τοῦ μυσαροῦ καὶ νεοφανοῦς ἔθνους ἡττήθη. ἀλλ' οὗτος μὲν ἐκ προνοίας θεοῦ τοῦτο συμβεβηκέναι Χριστιανοῖς πιστεύσας, εὐαγγελικῶς διανοησάμενος εἰρήνευσεν· καὶ ἦν ἕως τελευτῆς αὐτοῦ ἠρεμῶν ἐκ πάντων πολεμίων σπουδὴν ἔχων ἐξαίρετον ἑνῶσαι τὰς ἁπανταχῆ διῃρημένας ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἀπὸ τῶν χρόνων Ἡρακλείου τοῦ βασιλέως καὶ προπάππου αὐτοῦ, καὶ Σεργίου τοῦ κακόφρονος καὶ Πύρρου, τῶν ἀναξίως ἡγησαμένων τοῦ θρόνου Κωνσταντινουπόλεως, μίαν τε θέλησιν καὶ μίαν ἐνέργειαν ἐπὶ τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δογματισάντων, ὧν τὰς κακοδοξίας ἀνατρέψαι σπουδάζων ὁ αὐτὸς 360 χριστιανικώτατος βασιλεὺς σύνοδον οἰκουμενικὴν συναθροίσας ἐπισκόπων σπθʹ ἐν Κωνσταντινουπόλει, τά τε προκεκυρωμένα ἐν ταῖς προλαβούσαις ἁγίαις καὶ οἰκουμενικαῖς πέντε συνόδοις ἐπεβεβαίωσε δόγματα, καὶ τὸ τῶν δύο θελημάτων καὶ ἐνεργειῶν εὐσεβὲς θεσπισθῆναι δόγμα συνεψηφίσατο κατὰ τὴν αὐτὴν ἁγίαν καὶ ἀκριβεστάτην ἕκτην οἰκουμενικὴν σύνοδον, ἧς καὶ ἐξῆρχον ὁ αὐτός τε πανευσεβὴς βασιλεὺς Κωνσταντῖνος καὶ οἱ εὐσεβεῖς ἱεράρχαι. Ἀράβων ἀρχηγὸς Ἀζὶδ ἔτη γʹ. ροβʹ. χοβʹ. ιβʹ. αʹ. γʹ. Τούτῳ τῷ ἔτει συνηθροίσθη ἡ ἁγία καὶ οἰκουμενικὴ ἕκτη σύνοδος ἐν Κωνσταντινουπόλει τῶν σπθʹ ἁγίων ἐπισκόπων καὶ πατέρων κατὰ ἐπιτροπὴν τοῦ εὐσεβοῦς βασιλέως Κωνσταντίνου. Κόσμου ἔτη ρογʹ. Τῆς θείας σαρκώσεως ἔτη χογʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη ιζʹ. ιγʹ. Ἀράβων ἀρχηγὸς Ἀζὶδ ἔτη γʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Γεώργιος ἔτη ʹ. δʹ. Τούτῳ τῷ ἔτει ἀπώσατο Κωνσταντῖνος τοὺς ἀδελφοὺς αὐτοῦ τῆς βασιλείας, Ἡράκλειον καὶ Τιβέριον, καὶ μόνος ἐβασίλευσε σὺν Ἰουστινιανῷ τῷ υἱῷ αὐτοῦ. ιδʹ. γʹ. εʹ. Τούτῳ τῷ ἔτει Μουχτὰρ ὁ ψεύστης τυραννήσας ἐπικρατὴς γέγονε τῆς Περσίδος, ἀπεκάλει δὲ ἑαυτὸν προφήτην. καὶ ἐταράχθησαν οἱ Ἄραβες. Ἀράβων ἀρχηγὸς Μαρουὰμ ἔτος αʹ.
332.18.1
αʹ. ʹ. Τούτῳ τῷ ἔτει ἀπεβίω Ἰζίδ, καὶ ταραχθέντες οἱ Ἄραβες τοῦἘθρίβου διηγέρθησαν καταστήσαντες ἀρχηγὸν ἑαυτοῖς Ἀβδελᾶν τινα, υἱὸν Ζουβέρ. καὶ συναχθέντες οἱ Φοίνικες καὶ οἱ Παλαιστίνης ἐπὶ τὴν Δαμασκὸν ἔρχονται καὶ ἕως τοῦ Γαβιθᾶ πρὸς Ἀσάν, ἀμηρᾶν Παλαιστίνης· καὶ δίδουσι χεῖρας δεξιὰς τῷ Μαρουὰμ καὶ ἱστῶσιν αὐτὸν ἀρχηγόν, καὶ ἀμηρεύει μῆνας θʹ. καὶ τελευτήσαντος αὐτοῦ, 361 Ἀβιμέλεχ, ὁ υἱὸς αὐτοῦ, διαδέχεται τὴν ἀρχὴν ἀμηρεύσας ἔτη καʹ ἥμισυ, καὶ χειροῦται τοὺς τυράννους καὶ ἀποκτέννει τὸν Ἀβδελᾶν, υἱὸν Ζουβέρ, καὶ Δάδαχον. Ἀράβων ἀρχηγὸς Ἀβιμέλεχ ἔτη κβʹ. Κωνσταντινουπόλεως ἐπίσκοπος Θεόδωρος πάλιν ἔτη γʹ. ι ʹ. αʹ. αʹ. Τούτῳ τῷ ἔτει ἐγένετο λιμὸς καὶ θανατικὸν μέγα ἐν Συρίᾳ, καὶ Ἀβιμέλεχ ἐκράτησε τοῦ ἔθνους. τῶν δὲ Μαρδαϊτῶν ἐπιτιθεμένων τοῖς μέρεσι τοῦ Λιβάνου, καὶ τοῦ λοιμοῦ ἐπικρατοῦντος, ὁ αὐτὸς Ἀβιμέλεχ τὴν ἐπὶ Μαυΐου ζητηθεῖσαν εἰρήνην αἰτεῖται ἀποστείλας πρέσβεις πρὸς τὸν βασιλέα, τὰς αὐτὰς τξεʹ χιλιάδας τοῦ χρυσοῦ νομισμάτων συνθέμενος τελεῖν, καὶ τοὺς τξεʹ δούλους, καὶ ὁμοίως εὐγενεῖς ἵππους τξεʹ. ιζʹ. βʹ. βʹ. Τούτῳ τῷ ἔτει ἀνεπάη ὁ εὐσεβὴς βασιλεὺς Κωνσταντῖνος κρατήσας ἔτη ιζʹ, καὶ ἐβασίλευσεν Ἰουστινιανὸς ὁ υἱὸς αὐτοῦ. [̓ Ιστέον ὅτι μάτην ληρωδῶς φλυαροῦσί τινες λέγοντες μετὰ τέσσαρα ἔτη γεγονέναι τοὺς παρ' αὐτοῖς φημιζομένους τῆς ἕκτης συνόδου κεφαλαιώδεις τύπους. ὡς γὰρ ἐν πᾶσι ψευδηγοροῦντες ἐλέγχονται, ἀποδείκνυνται καὶ ἐν τούτοις μηδὲν ἀληθὲς λέγοντες. ἡ γὰρ ἀκριβὴς χρονικὴ ἀποσημείωσις τὴν κατὰ τῶν Μονοθελητῶν ἁγίαν οἰκουμενικὴν ἕκτην σύνοδον ἐν τῷ ιβʹ ἔτει τῆς βασιλείας Κωνσταντίνου, ἐκγόνου Ἡρακλείου, γενέσθαι λέγει, ἐν ἔτει ἀπὸ κτίσεως κόσμου ροβʹ. καὶ ὅτι μετὰ τοῦτο ἐβασίλευσεν ὁ αὐτὸς Κωνσταντῖνος ἔτη εʹ, καὶ τελευτήσαντος αὐτοῦ, ἐμονάρχησεν Ἰουστινιανός, ὁ υἱὸς αὐτοῦ, ἔτη ιʹ, ἐκβληθέντος δὲ Ἰουστινιανοῦ ἐκράτησε Λεόντιος ἔτη γʹ, καὶ μετὰ Λεόντιον Τιβέριος ὁ καὶ Ἀψίμαρος ἔτη ζʹ, καὶ πάλιν Ἰουστινιανὸς ὁ ἐκβληθεὶς ἔτη ʹ. ὡς εὑρίσκεσθαι ἐξ αὐτῶν τῶν ἐκδεδομένων τύπων τῷ βʹ ἔτει τῆς ἐσχάτης βασιλείας τοῦ αὐτοῦ ῥινοκοπημένου Ἰουστινιανοῦ ἐκτεθεῖσθαι αὐτοὺς περιέχοντας ἐν τῷ γʹ τύπῳ αὐταῖς λέξεσιν οὕτως·" συνορῶμεν ὥστε τοὺς μὲν δυσὶ

Intertext edge

Open linked passage

Note