Theophanes Abbot and Confessor
Chronographia
Chro 362.7.1
Choose a text
More by Theophanes Abbot and Confessor
—
Pg Scrape Grc
362.7.1
Ἀράβων ἀρχηγὸς Οὐαλὶδ ἔτη θʹ. ζʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη γʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη λʹ. ζʹ. Τούτῳ τῷ ἔτει Φιλιππικὸς τοὺς Ἀρμενίους τῆς ἑαυτοῦ γῆς ἐξελάσας Μελιτηνὴν καὶ τὴν τετάρτην Ἀρμενίαν οἰκῆσαι ἠνάγκασεν. Μασαλμᾶς δὲ τὴν Ἀμάσειαν παρέλαβε σὺν ἄλλοις καστελλίοις καὶ πολλῇ αἰχμαλωσίᾳ· Γεώργιός τε, ὁ Ἀπαμείας ἐπίσκοπος μετῳκίσθη ἐν Μαρτυροπόλει. Φιλιππικὸς δὲ οὐκ ᾐσχύνθη ἐκμανῶς κινηθῆναι κατὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου, ἀνατρέπειν σπεύδων τὰ ὑπ' αὐτῆς βεβαιωθέντα θεῖα δόγματα. εὗρε δὲ ὁμόφρονας αὐτοῦ Ἰωάννην, ὃν ἐπίσκοπον Κωνσταντινουπόλεως πεποίηκε καθελὼν Κῦρον, τὸν ταύτης πρόεδρον, ὃν καὶ περιώρισεν ἐν τῷ τῆς Χώρας μοναστηρίῳ· Γερμανόν τε τὸν μετὰ ταῦτα τὸν θρόνον Κωνσταντινουπόλεως κατασχόντα, ἐπίσκοπον τὸ τηνικαῦτα ὑπάρχοντα Κυζίκου, καὶ Ἀνδρέαν καὶ αὐτὸν ἐπίσκοπον Κρήτης ὄντα, Νικόλαόν τε τὸν ἀπὸ καυκοδιακόνων σοφιστὴν γεγονότα τῆς ἰατρικῆς ἐπιστήμης κυέστορά τε τότε ὑπάρχοντα, Ἐλπίδιόν τε διάκονον τῆς μεγάλης ἐκκλησίας, Ἀντίοχόν τε τὸν χαρτοφύλακα καὶ ἑτέρους τούτων ὁμοιοτρόπους· οἵτινες καὶ ἐγγράφως ἀνεθεμάτισαν τὴν ἁγίαν ἕκτην σύνοδον. τῶν δὲ Βουλγάρων διὰ τοῦ Φιλέα λάθρα ἐπὶ τὸ Στενὸν καταρριψάντων καὶ μεγάλην σφαγὴν πεποιηκότων καὶ ἕως τῆς πόλεως ἐκδραμόντων, καὶ πολλοὺς περαματίζοντας, γάμους τε ἐνουσίους καὶ δαψιλεστάτους ἀρίστους μετὰ ποικίλου ἀργύρου καὶ λοιπῆς ἀποσκευῆς εὑρηκότων, καὶ ἕως τῆς Χρυσῆς πόρτης διαδραμόντων καὶ τὴν ἅπασαν Θρᾴκην αἰχμαλωτισάντων, ὑπέστρεψαν ἀβλαβεῖς εἰς τὰ ἴδια μετὰ κτηνῶν ἀμέτρων. ὁμοίως καὶ οἱ Ἄραβες τὴν Μίσθειαν παρέλαβον καὶ ἕτερα κάστρα, πλείστων φαμιλιῶν καὶ κτηνῶν ἀναριθμήτων ἅλωσιν ποιησάμενοι. 383 βʹ. ηʹ. βʹ. ηʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν Ἄβας τὴν Ῥωμανίαν καὶ παρέλαβεν Ἀντιόχειαν Πισιδίας μετὰ πολλῆς αἰχμαλωσίας, καὶ ὑπέστρεψεν. ἐγένετο δὲ σεισμὸς μέγας κατὰ τὴν Συρίαν μηνὶ Περιτίῳ κηʹ. διετοῦς δὲ χρόνου τῆς βασιλείας Φιλιππικοῦ ἐν τούτοις παραδραμόντος, καὶ τοῦ γενεθλίου ἱππικοῦ ἐπιτελουμένου, Πρασίνων νικησάντων, ἔδοξε τῷ βασιλεῖ τῷ σαββάτῳ τῆς πεντηκοστῆς καβαλλάριον μετὰ δοχῆς καὶ ὀργάνων εἰσελθεῖν καὶ λούσασθαι εἰς τὸ δημόσιον λουτρὸν τοῦ Ζευξίππου καὶ μετὰ πολιτῶν ἀρχαιογενῶν ἀριστῆσαι. ἐν δὲ τῷ μεσημβρίζειν αὐτὸν ἐξάπινα διὰ τῆς Χρυσῆς πόρτης εἰσῆλθε Ῥοῦφος, ὁ πρωτοστράτωρ τοῦ Ὀψικίου, ὑπὸ βουλὴν Γεωργίου, πατρικίου καὶ κόμητος τοῦ Ὀψικίου, τὸ ἐπίκλην Βουράφου, καὶ Θεοδώρου πατρικίου τοῦ Μυακίου, μετὰ τῶν ταξάτων, ὧν εἶχεν ἐν τῇ Θρᾴκῃ τοῦ αὐτοῦ θέματος, καὶ εἰσδραμὼν εἰς τὸ παλάτιον εὗρε τὸν Φιλιππικὸν μεσημβρίζοντα, καὶ ἁρπάσας αὐτὸν ἀνήνεγκεν εἰς τὸ ὀρνατώριον τῶν Πρασίνων κἀκεῖ αὐτὸν ἐτύφλωσεν, μηδενὸς διεγνωκότος. τῇ δὲ ἐπαύριον, ἤγουν τῇ πεντηκοστῇ, σωρευθέντος τοῦ λαοῦ εἰς τὴν μεγάλην ἐκκλησίαν, ἐστέφθη Ἀρτέμιος ὁ πρωτοασηκρήτης, μετονομασθεὶς Ἀναστάσιος. τῷ δὲ σαββάτῳ μετὰ τὴν πεντηκοστὴν ἐτυφλώθη Θεόδωρος ὁ Μυάκης, καὶ τῷ δευτέρῳ σαββάτῳ ἐτυφλώθη Γεώργιος ὁ Βούραφος, καὶ ἐξωρίσθησαν ἐν Θεσσαλονίκῃ. Κόσμου ἔτη σ ʹ. Τῆς θείας σαρκώσεως ἔτη ψ ʹ. Ῥωμαίων βασιλεὺς Ἀρτέμιος ἔτη βʹ. αʹ. Ἀράβων ἀρχηγὸς Οὐαλὶδ ἔτη θʹ. θʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη γʹ. γʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη λʹ. θʹ. Τούτῳ τῷ ἔτει ἐκούρσευσε Μασαλμᾶς τὴν Ῥωμανίαν, καὶ σκυλεύσας τὴν Γαλατίαν ὑπέστρεψε μετ' αἰχμαλωσίας καὶ σκύλων πολλῶν. ὁ δὲ Ἀρτέμιος στρατηγοὺς ἱκανωτάτους προβαλλόμενος εἰς τὰ καβαλλαρικὰ θέματα, καὶ λογιωτάτους εἰς τὰ πολιτικά, ἐν ἀδείᾳ διετέλει. τῶν δὲ Ἀράβων ὁπλιζομένων κατὰ Ῥωμανίας διά τε γῆς 384 καὶ θαλάσσης, ἀπέστειλεν ὁ βασιλεὺς ἄρχοντας ἐν Συρίᾳ πρὸς Οὐαλίδ, ὡς δῆθεν τὰ τῆς εἰρήνης προσλαλῆσαι, Δανιὴλ τὸν Σινωπίτην, πατρίκιον καὶ ἔπαρχον τῆς πόλεως, ἐντειλάμενος αὐτῷ ἐν ἀκριβείᾳ διερευνῆσαι περὶ τῆς κατὰ Ῥωμανίας κινήσεως καὶ δυνάμεως αὐτῶν. τοῦ δὲ ἀπελθόντος καὶ ὑποστρέψαντος, ἀπήγγειλε τῷ βασιλεῖ τὴν μεγάλην κατὰ τῆς βασιλίδος πόλεως διά τε γῆς καὶ θαλάσσης ἐξόπλισιν αὐτῶν..... ὅτι ἕκαστος φροντιζέτω τὰς ἑαυτοῦ δαπάνας ἕως τοῦ τριετοῦς χρόνου, ὁ δὲ τοῦτο ἀπορῶν ἀποτρεχέτω τῆς πόλεως. ἔστησε δὲ ἐπείκτας καὶ ἤρξατο κτίζειν δρόμωνάς τε καὶ διήρεις πυρσοφόρους καὶ μεγίστας τριήρεις· καὶ τὰ παράλια δὲ ἀνεκαίνισε τείχη, ὡσαύτως δὲ καὶ τὰ χερσαῖα, στήσας τοξοβολίστρας καὶ τετραρέας εἰς τοὺς πύργους καὶ μαγγανικά· καὶ κατὰ τὸ δυνατὸν αὐτῷ τὴν πόλιν ὀχυρώσας γεννήματά τε πλεῖστα εἰς τὰ βασιλικὰ ὄρια ἀπέθετο καὶ καθ' ἑαυτὸν ἠσφαλίσατο. Ἀράβων ἀρχηγὸς Σουλεϊμὰν ἔτη γʹ. Κωνσταντινουπόλεως ἐπίσκοπος Γερμανὸς ἔτη ιεʹ. βʹ. αʹ. αʹ. ιʹ. Τούτῳ τῷ ἔτει ἀπεβίω Οὐαλίδ, καὶ Σουλεϊμὰν διαδέχεται τὴν ἀρχήν. τῷ δ' αὐτῷ δευτέρῳ ἔτει τῆς βασιλείας Ἀρτεμίου, τοῦ καὶ Ἀναστασίου, τῆς ιγʹ ἰνδικτιῶνος μηνὶ Αὐγούστῳ ιαʹ, μετετέθη Γερμανὸς ἀπὸ τῆς μητροπόλεως Κυζίκου εἰς Κωνσταντινούπολιν· ἐφ' ᾗ καὶ κιτατόριν μεταθεσίμου τὸ ὑποτεταγμένον ἐκπεφώνηται· ψήφῳ καὶ δοκιμασίᾳ τῶν θεοσεβεστάτων πρεσβυτέρων καὶ διακόνων, καὶ παντὸς τοῦ εὐαγοῦς κλήρου, καὶ τῆς ἱερᾶς συγκλήτου, καὶ τοῦ φιλοχρίστου λαοῦ τῆς θεοφυλάκτου ταύτης καὶ βασιλίδος πόλεως, ἡ θεία χάρις, ἡ πάντοτε τὰ ἀσθενῆ θεραπεύουσα καὶ τὰ λείποντα ἀναπληροῦσα, μετατίθησι Γερμανόν, τὸν ὁσιώτατον πρόεδρον τῆς Κυζικηνῶν 385 μητροπόλεως, εἰς ἐπίσκοπον ταύτης τῆς θεοφυλάκτου καὶ βασιλίδος πόλεως. ἐγένετο δὲ ἡ παροῦσα μετάθεσις κατὰ παρουσίαν Μιχαήλ, τοῦ ὁσιωτάτου πρεσβυτέρου καὶ ἀποκρισιαρίου τοῦ ἀποστολικοῦ θρόνου, καὶ λοιπῶν ἱερέων καὶ ἐπισκόπων, ἐπὶ Ἀρτεμίου βασιλέως. μαθὼν δὲ Ἀρτέμιος, ὅτι στόλος τῶν Σαρακηνῶν ἀπὸ Ἀλεξανδρείας ἐπὶ τὸν Φοίνικα ἀνέδραμε πρὸς τὸ κόψαι ξυλὴν κυπαρισσίνην, ἐπιλεξάμενος ἐκ τοῦ οἰκείου στόλου τὰ εὔδρομα σκάφη ἔβαλε ταξάτους ἐκ τοῦ Ὀψικίου θέματος, καὶ εἰς τὴν Ῥόδον ἀθροισθῆναι ἐκέλευσε πάντας καὶ προεβάλετο στρατηγὸν καὶ κεφαλὴν αὐτῶν τὸν διάκονον Ἰωάννην τῆς μεγάλης ἐκκλησίας, τὸν ἐπιλεγόμενον παπᾶν Ἰωαννάκιν τὸ τηνικαῦτα λογοθέτην γενικὸν ὑπάρχοντα. αὐτοῦ δὲ ἐν τῇ Ῥόδῳ καταλαβόντος, καὶ τῶν πλωΐμων συναθροισθέντων, διελάλει τοῖς ἄρχουσι περὶ τοῦ ἀποκινῆσαι αὐτούς, καὶ ἀπελθεῖν εἰς τὸν Φοίνικα, πρὸς τὸ καῦσαι τὴν ξυλὴν καὶ τὴν εὑρισκομένην ἐξάρτυσιν τῶν Ἀγαρηνῶν. πάντων δὲ προθύμως ὑπακουσάντων, οἱ τοῦ Ὀψικίου οὐ κατεδέξαντο· καὶ τὸν μὲν βασιλέα ἀνέσκαψαν, τὸν δὲ διάκονον Ἰωάννην ῥομφαίαις ἀνεῖλον. ἐντεῦθεν λοιπὸν οἱ στόλοι διαιρεθέντες εἰς τοὺς ἰδίους ἀπέπλευσαν τόπους, οἱ δὲ κακοῦργοι κατὰ τῆς βασιλίδος ἀνέβαλον πόλεως. ἐλθόντων δὲ αὐτῶν ἐν τῷ Ἀδραμυτίῳ, ἀκεφάλων ὄντων, εὗρον ἐκεῖ ἄνδρα ἐντόπιον Θεοδόσιον ὀνόματι, ἐκλήπτορα τῶν δημοσίων φόρων ὑπάρχοντα, ἀπράγμονά τε καὶ ἰδιώτην, καὶ προετρέψαντο αὐτὸν τοῦ βασιλεύειν. ὁ δὲ φυγῇ χρησάμενος εἰς τὸ ὄρος ἐκρύβη. εὑρόντες δὲ αὐτὸν εὐφήμησαν αὐτὸν βιασάμενοι ὡς βασιλέα. ὁ δὲ Ἀρτέμιος ταῦτα μαθὼν ἐπέστησε τῇ πόλει οἰκειακοὺς αὐτοῦ ἀνθρώπους ἄρχοντας ἅμα τοῦ κατασκευασθέντος ὑπ' αὐτοῦ στόλου, καὶ ἐξοπλίσας αὐτοὺς αὐτὸς ἐξῆλθεν ἐν Νικαίᾳ τῇ πόλει, κἀκεῖσε ἑαυτὸν ἠσφαλίσατο. οἱ δὲ ἀντάρται ἀναβαλόντες καὶ συγκινήσαντες ὅλον τὸ θέμα τοῦ Ὀψικίου καὶ τοὺς Γοτθογραίκους, συλλαμβάνονται πλεῖστα μικρά τε καὶ μεγάλα πραγματευτικὰ σκάφη καὶ διά τε γῆς καὶ θαλάσσης ἐν Χρυσοπόλει ἀνέδραμον. τοῦ δὲ τῆς πόλεως στόλου εἰς τὸν λιμένα τοῦ ἁγίου Μάμαντος 386 ὁρμοῦντος, καθ' ἑκάστην ἡμέραν ἐπολέμουν ἀλλήλους ἐπὶ μῆνας ἕξ. τοῦ δὲ τῆς πόλεως στόλου ἐπὶ τὸν τοῦ Νεωρίου τῆς πόλεως λιμένα μεθορμίσαντος, περάσας ὁ Θεοδόσιος τὰ Θρᾳκῷα ἐκράτησε μέρη. προδοσίας δὲ γενομένης, διὰ τῆς πόρτης τοῦ μονοτείχους τῶν Βλαχερνῶν τὴν πόλιν ἔλαβον. οἱ δὲ παράνομοι λαοὶ τοῦ Ὀψικίου ἅμα τῶν Γοτθογραίκων τῇ νυκτὶ εἰς τοὺς οἴκους τῶν πολιτῶν διαδραμόντες μεγίστην εἰργάσαντο ἅλωσιν, μηδενὸς φεισάμενοι· τοὺς δὲ ἐν αὐτῇ ὑπάρχοντας τοῦ Ἀρτεμίου ἄρχοντας ἅμα Γερμανῷ τῷ πατριάρχῃ Κωνσταντινουπόλεως συλλαβόμενοι ἐν Νικαίᾳ ἀπήγαγον πρὸς πίστωσιν Ἀρτεμίου καὶ τῶν σὺν αὐτῷ ὄντων. ὁ δὲ Ἀρτέμιος τούτους θεασάμενος ἀπέγνω ἑαυτοῦ καὶ ἑαυτὸν παρέδωκε λόγον τε ἀπαθείας αἰτησάμενος τὸ μοναδικὸν περιεβάλετο σχῆμα. ὁ δὲ Θεοδόσιος ἀβλαβῆ τοῦτον διατηρήσας ἐν Θεσσαλονίκῃ ἐξώρισεν. ἐβασίλευσε δὲ Φιλιππικὸς μὲν ἔτη βʹ καὶ μῆνας θʹ, Ἀρτέμιος δὲ ἔτος αʹ καὶ μῆνας γʹ. Λέων δέ, τῶν ἀνατολικῶν στρατηγὸς ὤν, Ἀρτεμίου ὑπερμαχῶν οὐχ ὑπετάγη Θεοδοσίῳ· εἶχε δὲ συμπνέοντα αὐτῷ καὶ συντρέχοντα Ἀρτάυασδον Ἀρμένιον, τῶν Ἀρμενιάκων στρατηγόν, ᾧκαὶ συνέθετο δοῦναι τὴν ἑαυτοῦ θυγατέρα εἰς γυναῖκα· ὃ καὶ πεποίηκεν. Κόσμου ἔτη σηʹ. Τῆς θείας σαρκώσεως ἔτη ψηʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτος αʹ. αʹ. Ἀράβων ἀρχηγὸς Σουλεϊμὰν ἔτη γʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Γερμανὸς ἔτη ιεʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη λʹ. ιαʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μασαλμᾶς κατὰ Κωνσταντινουπόλεως καὶ προέπεμψε Σουλεϊμὰν μετὰ στρατοῦ διὰ ξηρᾶς, Οὔμαρον δὲ διὰ θαλάσσης. αὐτὸς δὲ ὀπίσω αὐτῶν μετὰ πολλῆς ἀποσκευῆς πολεμικῆς ἧκεν. Σουλεϊμὰν δὲ καὶ Βάκχαρος ἐπὶ τὸ Ἀμώριον φθάσαντες γράφουσι πρὸς Λέοντα, τὸν στρατηγὸν τῶν ἀνατολικῶν, ὅτι 387" οἴδαμεν, ὅτι ἡ βασιλεία τῶν Ῥωμαίων σοι ἁρμόζει, ἐλθὲ οὖν πρὸς ἡμᾶς, καὶ ἂς λαλήσωμεν τὰ πρὸς εἰρήνην." θεωρήσας οὖν ὁ Σουλεϊμὰν τὸ Ἀμώριον στρατὸν μὴ ἔχον καὶ πρὸς τὸν στρατηγὸν ἐν ἔχθρᾳ διακείμενον διὰ τὴν πρὸς Ἀρτέμιον συμμαχίαν, παρεκάθισεν αὐτό, βουλόμενος ἐκεῖ ἐκδέξασθαι καὶ τὸν Μασαλμᾶν. ἅμα δὲ ἐπλησίασε τῇ πόλει, ἤρξαντο οἱ Σαρακηνοὶ εὐφημεῖν τὸν στρατηγὸν Λέοντα βασιλέα, παρακαλοῦντες καὶ τοὺς ἔσω τὸ αὐτὸ ποιεῖν. ἰδόντες δὲ οἱ τοῦ Ἀμωρίου, ὅτι οἱ Σαρακηνοὶ πόθῳ αὐτὸν εὐφήμουν, εὐφήμησαν καὶ αὐτοί. γνοὺς δὲ ὁ στρατηγὸς ὅτι ταξάτων καὶ ἀρχόντων οὐκ ὄντων μέλλει ἀπολέσθαι τὸ Ἀμώριον, δηλοῖ τῷ Σουλεϊμάν, ὅτι" ἐὰν θέλῃς ἵνα ἔλθω πρός σε καὶ τὰ πρὸς εἰρήνην λαλήσωμεν, διὰ τί παρακαθέζῃ τὴν πόλιν;" ὁ δὲ πρὸς αὐτόν·" ἐλθέ, καὶ ἀναχωρῶ." καὶ λαβὼν ὁ στρατηγὸς λόγον παρ' αὐτοῦ μετὰ τριακοσίων καβαλλαρίων παραγίνεται πρὸς αὐτόν. ἰδόντες δὲ αὐτὸν οἱ Ἀγαρηνοί, φορέσαντες τὰ λωρίκια καὶ τὰ κατάφρακτα αὐτῶν ὑπήντησαν αὐτῷ, καὶ ἠπλήκευσεν ἀπὸ ἡμίσεως μιλίου τοῦ φωσάτου αὐτῶν. ἐπὶ τρισὶ δὲ ἡμέραις προερχομένου αὐτοῦ πρὸς αὐτούς, ἐλάλουν τὰ πρὸς εἰρήνην καὶ τοῦ ἀναχωρῆσαι αὐτοὺς τῆς πόλεως. οἱ δὲ ἔφασκον, ὅτι" στοίχησον τὴν εἰρήνην, καὶ τότε ἀναχωροῦμεν." γνοὺς δὲ ὁ στρατηγὸς ὅτι βούλονται αὐτὸν κρατῆσαι, ἐκάλεσεν ἐκ τῶν ἐμφανῶν Σαρακηνῶν πλείστους εἰς δεῖπνον, καὶ ἐσθιόντων αὐτῶν ἀπέστειλε Σουλεϊμὰν τρισχιλίους Σαρακηνοὺς λωρικάτους κυκλῶσαι καὶ φυλάττειν αὐτὸν πρὸς τὸ μὴ διαδρᾶσαι. ἡ δὲ βίγλα γνοῦσα ἐδήλωσεν αὐτῷ, ὅτι" πλῆθος Σαρακηνῶν κύκλῳ ἡμῶν ἵστανται καβαλλάριοι." ἐλθὼν δὲ εἷς ἐξ αὐτῶν καβαλλάριος ὀνόματι Ζοῦβερ, ἔστη ἔμπροσθεν λέγων, ὅτι" δοῦλος ἔφυγε κλέψας χρῆμα πολύ, καὶ δι' ἐκεῖνον ἐκαβαλλικεύσαμεν." ὁ δὲ στρατηγὸς τὴν τέχνην τῆς ἀπάτης αὐτῶν ἐγνωκὼς ἔφη πρὸς αὐτούς·" μὴ περισπασθῆτε. ὅπου γὰρ δήποτε ἂν ἀπέλθῃ ἐν τοῖς κάστροις ἡμῶν, εὑρίσκομεν αὐτόν." λυπηθεὶς 388 δὲ ἠδυνήθη κρυπτῶς δι' ἀνθρώπου αὐτοῦ δηλῶσαι τοῖς τοῦ Ἀμωρίου, ὅτι" φοβήθητε τὸν θεόν, μὴ προδώσητε ἑαυτούς. ἰδοὺ γὰρ πλησιάζει καὶ ὁ Μασαλμᾶς." καὶ ἐξέρχεται ὁ ἐπίσκοπος πρὸς αὐτόν, καὶ ταῦτα αὐτὰ λαλεῖ αὐτῷ. γνοὺς δὲ ὁ Σουλεϊμάν, ὅτι ἐξῆλθε πρὸς αὐτὸν ὁ ἐπίσκοπος, πέμπουσι πρὸς τὸν στρατηγόν, ὅτι" δὸς ἡμῖν τὸν ἐπίσκοπον." ὁ δὲ περιστατηθεὶς ἔκρυψεν αὐτὸν εἰπὼν ἑνὶ τῶν ἀνθρώπων αὐτοῦ, ὅτι" ἡμῶν ὁμιλούντων, ἔνδυσον αὐτὸν ἑτέραν στολὴν καὶ ὡς διὰ ξύλα ἢ ὕδωρ ἀπόλυσον αὐτὸν πορευθῆναι εἰς τὰ ὄρη." ἐνισταμένων δὲ τῶν Σαρακηνῶν περὶ τοῦ ἐπισκόπου, λέγει ὁ στρατηγός·" οὐκ ἔστιν ὧδε, πλὴν ἀπέλθετε πρὸς τὸν ἀμηρᾶν, καὶ ἔρχομαι κἀγώ, καὶ περὶ πάντων λαλοῦμεν." αὐτοὶ δὲ λογισάμενοι, ὅτι εἰσερχομένου αὐτοῦ εἰς τὸν ἀμηρᾶν ἐν μέσῳ αὐτῶν κρατοῦσιν αὐτόν, ἀφῆκαν αὐτόν. καβαλλικεύσας δὲ σὺν διακοσίοις ἀνθρώποις αὐτοῦ, ὡς δῆθεν κυνηγῶν, ἔδωκεν ἐπὶ τὰ ἀριστερά. οἱ οὖν συνόντες αὐτῷ Σαρακηνοὶ λέγουσιν αὐτῷ." ποῦ ἀπέρχῃ;" ὁ δὲ εἶπεν, ὅτι" εἰς τὰ λιβάδια θέλω μεταπληκεῦσαι." οἱ δὲ εἶπον, ὅτι" ἡ βουλή σου οὐκ ἔστιν ἀγαθή, καὶ οὐκ ἐρχόμεθα μετὰ σοῦ." τότε λέγει ὁ στρατηγὸς τοῖς ἰδίοις αὐτοῦ, ὅτι" λόγον ἡμῖν δόντες κρατῆσαι ἡμᾶς ἠθέλησαν, καὶ δι' ἡμῶν τοὺς Χριστιανοὺς ἀπολέσαι· ἐκ τῶν ἀνθρώπων ἡμῶν ἢ τῶν ἀλόγων τῶν ἀπομεινάντων οὐδένα κρατοῦσιν." καὶ πορευθεὶς μίλια δέκα ἠπλήκευσεν. τῇ δὲ ἐπαύριον πέμπει τὸν δομέστικον τῶν στρατόρων αὐτοῦ, καὶ δηλοῖ αὐτοῖς, ὅτι" λόγον μοι ἐδώκατε, καὶ δόλῳ κρατῆσαί με ἠθελήσατε· διὰ τοῦτο ἀνεχώρησα." ὁ δὲ Μασαλμᾶς ὑπερβὰς ἦν τὰς κλεισούρας, ὁ δὲ Σουλεϊμὰν τοῦτο οὐκ ἔγνω. ἐστασίασαν δὲ οἱ ἀμηραῖοι καὶ ὁ λαὸς κατὰ τοῦ Σουλεϊμάν, ὅτι" τί παρακαθεζόμεθα τὰ τείχη καὶ οὐ κουρσεύομεν;" καὶ ἐκτρέψαντες τὰς τένδας ἀνεχώρησαν. ὁ δὲ στρατηγὸς Νικαίαν τὸν τουρμάρχην μετὰ ωʹ στρατιωτῶν εἰσήνεγκεν εἰς τὸ Ἀμώριον ἐκβαλὼν καὶ τὰ πλεῖστα γυναικόπαιδα. καὶ ἀπέρχεται αὐτὸς 389 εἰς Πισιδίαν. τοῦ δὲ Μασαλμᾶ ἐλθόντος εἰς Καππαδοκίαν, ἀπογνόντες ἑαυτῶν οἱ Καππάδοκες ἐξῆλθον πρὸς αὐτὸν παρακαλοῦντες αὐτὸν λαβεῖν αὐτούς. ἀκούων δὲ ὁ Μασαλμᾶς τὴν ἔχθραν, ἣν εἶχε Θεοδόσιος ὁ βασιλεὺς πρὸς τὸν στρατηγόν, βουλόμενος τοῦτον δελεάσαι καὶ εἰρηνεῦσαι μετ' αὐτοῦ καὶ δι' αὐτοῦ τὴν Ῥωμανίαν ὑποτάξαι, λέγει αὐτοῖς·" οὔκ ἐστε τοῦ στρατηγοῦ;" οἱ δὲ εἶπον·" ναί."" ποιεῖτε, εἴ τι ποιεῖ ἐκεῖνος;" ὅτι" ναί." τότε λέγει αὐτοῖς·" ἀπέλθετε ἐν τοῖς κάστροις ὑμῶν, καί τινα μὴ φοβηθῆτε." καὶ παρήγγειλε τὸν λαὸν αὐτοῦ τοῦ μὴ πραιδεῦσαι ἐν πάσαις ταῖς ἐπαρχίαις τοῦ στρατηγοῦ. ταῦτα γνοὺς ὁ στρατηγὸς καὶ ἐννοηθείς, ὅτι ὁ Σουλεϊμὰν δηλοῖ τῷ Μασαλμᾷ, ὅτι ἀφῆκεν αὐτὸν καὶ ἀνεχώρησεν, ἀπέστειλε γράμματα πρὸς τὸν Μασαλμᾶν, ὅτι" ἐγγύς σου ἐβουλόμην ἐλθεῖν· ἀλλ' ὁ Σουλεϊμάν, ἀπελθόντος μου πρὸς αὐτόν, ἠβουλήθη κρατῆσαί με, καὶ νῦν φοβοῦμαι ἐλθεῖν πρὸς σέ." λέγει οὖν ὁ Μασαλμᾶς τῷ ἀνθρώπῳ τοῦ στρατηγοῦ·" οἶδα ὅτι ἐμπαίζει με ὁ στρατηγὸς διὰ τὸ ὅλως μὴ πραιδεῦσαί με τὰς ἐπαρχίας αὐτοῦ." λέγει αὐτῷ ὁ ἄνθρωπος τοῦ στρατηγοῦ·" οὐκ ἔστιν οὕτως· ἀλλ' ἐν ἀληθείᾳ σοι γράφει." τότε ἐρωτᾷ·" τὸ Ἀμώριον πῶς ἐστὶν ἐγγὺς αὐτοῦ;" ἔφη·" καλῶς, καὶ ἐν ὑποταγῇ αὐτοῦ." ὀξυνθεὶς δὲ ὕβρισεν αὐτόν, εἰπών·" τί ψεύδῃ;" ἐκεῖνος εἶπεν, ὅτι" ὡς εἶπον, οὕτως ἐστίν, καὶ ταξάτους ἔβαλε μετὰ καὶ τουρμάρχου ἐν αὐτῷ· καὶ ἐξήγαγε τὰς περισσὰς φαμιλίας." θλῖψιν οὖν μεγάλην δεξάμενος περὶ τούτου ὁ Μασαλμᾶς καὶ θυμωθεὶς ἐδίωξεν αὐτόν. βουλὴν γὰρ εἶχε διὰ τοῦ καλοκαιρίου λαβεῖν αὐτὸ καὶ ἐκδέξασθαι τὸν στόλον, καὶ οὕτω ἐπὶ τὴν Ἀσίαν κατελθεῖν καὶ χειμάσαι. πάλιν οὖν ζητήσας τὸν ἄνθρωπον τοῦ στρατηγοῦ ἐπανακρίνει αὐτόν. ὁ δὲ πρὸς αὐτὸν ἐνωμότως ἔφη, ὅτι" πάντα ἅπερ λέγω σοι ἀληθῆ ὑπάρχει. ἀλλὰ καὶ χίλιοι ταξάτοι σὺν τῷ τουρμάρχῃ ἐκεῖ εἰσῆλθον· πᾶσαν δὲ ὕπαρξιν τῶν ἐκεῖσε καὶ τὰς ἀπόρους φαμιλίας ἐξήγαγε τῶν ἐκεῖ." ταῦτα ἀκούσας γράφει τῷ στρατηγῷ, ὅτι" ἐλθὲ ἐγγὺς μοῦ, καὶ εἰρηνεύω μετὰ σοῦ, καὶ πάντα ὡς θέλεις ποιῶ." θεωρήσας δὲ ὁ στρατηγὸς 390 ὅτι ἐπὶ Μασαλαιὸν ἐπλησίασεν, καὶ ὅτι ἐν ἄλλαις πέντε ἡμέραις παρέρχεται τὰς ἐπαρχίας αὐτοῦ, πέμπει πρὸς αὐτὸν δύο ὑπάτους καὶ δηλοῖ αὐτῷ, ὅτι" τὰ γράμματά σου ἐδεξάμην καὶ τὴν προαίρεσίν σου ἀπεδεξάμην, καὶ ἰδοὺ ἔρχομαι πρὸς σέ. ἀλλ' ὡς ἐπίστασαι, στρατηγός εἰμι, καὶ χρήματα καὶ ἄργυρος καὶ λαός μοι ἔχει ἀκολουθῆσαι. πέμψον μοι περὶ ἑκάστου λόγον. καὶ εἰ μέν, καθὼς ἐπιζητῶ ἐξ ὑμῶν, γένηται τὸ πρᾶγμά μου, εὖ καὶ καλῶς, ἐπεὶ κἂν ἀζήμιος καὶ ἄθλιπτος ἐπανελεύσομαι." τῶν οὖν ὑπάτων καταφθασάντων αὐτὸν εἰς Θεοδοσιανά, λέγει πρὸς αὐτοὺς ὁ Μασαλμᾶς·" ᾔδειν ὅτι ἐμπαίζει με ὁ στρατηγὸς ὑμῶν." ἐκεῖνοι δὲ ἔφησαν·" μὴ γένοιτο." τότε πεποιηκὼς ὃν ἐπεζήτησαν λόγον, ἀπολύει αὐτούς. ἐν ὅσῳ οὖν οἱ ὕπατοι μετὰ τοῦ ἐνυπογράφου λόγου πρὸς τὸν στρατηγὸν ἀπήρχοντο, ὁ Μασαλμᾶς πλήθη πολλὰ ἔχων καὶ μὴ δυνάμενος πώποτε στῆναι παραγίνεται εἰς Ἀκροϊνόν. ἰδὼν δὲ ὁ στρατηγός, ὅτι παρῆλθε τὰς ἐπαρχίας αὐτοῦ, ἐπὶ τὴν Νικομήδειαν ἀπέρχεται. περιτυχὼν δὲ τὸν τοῦ Θεοδοσίου υἱὸν χειροῦται τοῦτον μετὰ πάσης τῆς βασιλικῆς ὑπουργίας καὶ τῶν ἐν τέλει ἀνδρῶν τοῦ παλατίου. ὁ δὲ Μασαλμᾶς κατελθὼν εἰς Ἀσίαν ἐκεῖ παρεχείμασεν, καὶ Οὔμαρος ἐν Κιλικίᾳ. ὁ δὲ στρατηγὸς παραλαβὼν τὸν υἱὸν τοῦ βασιλέως καὶ συμβουλευσάμενος τοῖς σὺν αὐτῷ ἔρχεται εἰς Χρυσόπολιν. γνοὺς δὲ Θεοδόσιος τὰ πραχθέντα καὶ βουλευσάμενος Γερμανὸν τὸν πατριάρχην καὶ τὴν σύγκλητον, ἔλαβε λόγον διὰ τοῦ αὐτοῦ πατριάρχου παρὰ Λέοντος τῆς αὐτοῦ ἀβλαβείας καὶ τοῦ ἀσάλευτον φυλάττειν τὴν ἐκκλησίαν, καὶ οὕτως ἐγχειρίζει αὐτῷ τὴν βασιλείαν. Θεοδόσιος δὲ σὺν τῷ υἱῷ αὐτοῦ κληρικοὶ γεγονότες τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς αὐτῶν ἐν εἰρήνῃ διῆξαν. ἐλθὼν δὲ Μασαλμᾶς ἐν τῇ Περγάμῳ ταύτην παρεκάθισε καὶ παραχωρήσει θεοῦ ταύτην παρέλαβεν, ἐκ διαβολικῆς ἐνεργείας. εἰσηγήσεσι γάρ τινος μάγου ἐνέγκαντες οἱ τῆς πόλεως ἔγκυον γυναῖκα πρὸς τὸ τεκεῖν οὖσαν, ταύτην ἀνέτεμον· καὶ λαβόντες τὸ βρέφος καὶ ἐπὶ κακκάβου ἑψήσαντες, εἰς τὴν τοιαύτην θεοβδέλυκτον θυσίαν πάντες οἱ πολεμεῖν βουλόμενοι 391 τὰ μανίκια τῆς δεξιᾶς αὐτῶν χειρὸς κατέβαψαν καὶ ἐντεῦθεν τοῖς ἐχθροῖς παρεδόθησαν. Ῥωμαίων βασιλεὺς Λέων ὁ Ἴσαυρος ἔτη
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).