Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophanes-abbot-and-confessor" aria-label="More works by Theophanes Abbot and Confessor">
—
⋯
Original / primary: Pg Scrape Grc
362.1.1
γάμοις περιπαρέντας καὶ μέχρι τῆς ιεʹ τοῦ παρελθόντος Ἰαννουαρίου μηνὸς τῆς παρελθούσης δʹ ἰνδικτιῶνος ἔτους ρ θʹ δουλωθέντας τῇ ἁμαρτίᾳ καὶ μὴ ἐκνῆψαι αὐτῆς προελομένους καθαιρέσει κανονικῇ ὑποβαλεῖν." καὶ μεθ' ἕτερα·" τοὺς δὲ μετὰ τὴν χειροτονίαν γάμῳ ἑνὶ παρανόμως προσομιλήσαντας, τοῦτ' ἔστι πρεσβυτέρους καὶ διακόνους καὶ ὑποδιακόνους, ἤδη ἐπὶ βραχύν τινα χρόνον εἱρχθέντας τῆς ἱερᾶς λειτουργίας καὶ ἐπιτιμηθέντας αὖθις αὐτοὺς τοῖς οἰκείοις ἀποκαταστῆναι βαθμοῖς, μηδαμῶς ἑτέρῳ μείζονι προκόπτοντας βαθμῷ, προδήλως διαλυθέντος αὐτοῖς τοῦ ἀθέσμου συνοικεσίου." ὥστε ἐξ αὐτῆς τῆς χρονικῆς ἀποσημειώσεως ἀριδήλως φαίνεσθαι συναγόμενα ἀπὸ τῆς ἁγίας οἰκουμενικῆς ἕκτης συνόδου ἕως τῶν ἐκδεδομένων τύπων ἔτη κζʹ, πατριαρχοῦντος ἐν τῇ ἁγίᾳ οἰκουμενικῇ συνόδῳ Κωνσταντινουπόλεως Γεωργίου, ἔτος ἄγοντος τῆς πατριαρχίας γʹ, καὶ μετὰ τὴν σύνοδον πατριαρχήσαντος ἄλλα ἔτη γʹ, μετὰ δὲ τοῦτον Θεοδώρου ἔτη γʹ, καὶ Παύλου ἔτη ζʹ, καὶ Καλλινίκου ἔτη ιβʹ, καὶ Κύρου ἔτη βʹ, ὡς συνάγεσθαι καὶ ἐξ αὐτῶν τῶν πατριαρχῶν ἔτη κζʹ. ἀπὸ δὲ τῶν ἐκδεδομένων τύπων ἕως τοῦ πρώτου ἔτους Φιλιππικοῦ ἔτη εʹ· καὶ ἐν τῷ αὐτῷ πρώτῳ ἔτει τῆς βασιλείας Φιλιππικοῦ γενέσθαι ἐμμανῆ σύνοδον κατὰ τῆς ἁγίας οἰκουμενικῆς ἕκτης συνόδου· καὶ ἐξωσθέντος Κύρου τῷ ʹ ἔτει τῆς πατριαρχίας αὐτοῦ, γενέσθαι Ἰωάννην πατριάρχην Κωνσταντινουπόλεως, Ἀνδρέαν δὲ μητροπολίτην τῆς Κρήτης καὶ Γερμανὸν μητροπολίτην Κυζίκου, ὑπογράψαντας προδήλως καὶ ἀναθεματίσαντας μετὰ πάντων τῶν κατὰ τοὺς αὐτοὺς χρόνους τὴν προρρηθεῖσαν κατὰ τῶν Μονοθελητῶν ἁγίαν οἰκουμενικὴν ʹ σύνοδον· μετὰ δὲ ἔτη γʹ τελευτήσαντος Ἰωάννου, μετατεθῆναι Γερμανὸν ἀπὸ Κυζίκου, καὶ πατριαρχῆσαι Κωνσταντινουπόλεως, καὶ τῷ ιγʹ ἔτει τῆς βασιλείας Λέοντος ἐξορισθῆναι, καὶ γενέσθαι Ἀναστάσιον καὶ πατριαρχῆσαι ἔτη κδʹ· καὶ μετ' αὐτὸν Κωνσταντῖνον ἔτη ιβʹ, καὶ Νικήταν ιδʹ, καὶ Παῦλον εʹ, καὶ Ταράσιον καʹ, καὶ Νικηφόρον ηʹ, καὶ Θεόδοτον ʹ, καὶ Ἀντώνιον ι ʹ, καὶ Ἰωάννην τὸν Λεκανόμαντιν ἔτη ʹ καὶ μῆνα αʹ.] 363 Κόσμου ἔτη ροηʹ. Τῆς θείας σαρκώσεως ἔτη
362.2.1
Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ιʹ. αʹ. Ἀράβων ἀρχηγὸς Ἀβιμέλεχ ἔτη κβʹ.
362.3.1
Κωνσταντ. ἐπίσκοπος Θεόδωρος ἔτη γʹ. γʹ. Τούτῳ τῷ ἔτει ἀποστέλλει Ἀβιμέλεχ πρὸς Ἰουστινιανὸν βεβαιῶσαιτὴν εἰρήνην, καὶ ἐστοιχήθη ἡ εἰρήνη οὕτως· ἵνα ὁ βασιλεὺς παύσῃ τὸ τῶν Μαρδαϊτῶν τάγμα ἐκ τοῦ Λιβάνου, καὶ διακωλύσῃ τὰς ἐπιδρομὰς αὐτῶν· καὶ Ἀβιμέλεχ δώσῃ τοῖς Ῥωμαίοις καθ' ἑκάστην ἡμέραν νομίσματα χίλια καὶ ἵππον καὶ δοῦλον· καὶ ἵνα ἔχωσι κοινὰ κατὰ τὸ ἴσον τοὺς φόρους τῆς Κύπρου καὶ Ἀρμενίας καὶ Ἰβηρίας. καὶ ἔπεμψεν ὁ βασιλεὺς Παῦλον τὸν μαγιστριανὸν πρὸς Ἀβιμέλεχ ἀσφαλίσασθαι τὰ στοιχηθέντα, καὶ γέγονεν ἔγγραφος ἀσφάλεια μετὰ μαρτύρων. καὶ φιλοτιμηθεὶς ὁ μαγιστριανὸς ὑπέστρεψεν. καὶ πέμψας ὁ βασιλεὺς προσελάβετο τοὺς Μαρδαΐτας χιλιάδας ιβʹ τὴν Ῥωμαϊκὴν δυναστείαν ἀκρωτηριάσας. πᾶσαι γὰρ αἱ νῦν οἰκούμεναι παρὰ τῶν Ἀράβων εἰς τὰ ἄκρα πόλεις ἀπὸ Μομψουεστίας καὶ ἕως τετάρτης Ἀρμενίας ἀνίσχυροι καὶ ἀοίκητοι ἐτύγχανον διὰ τὴν ἔφοδον τῶν Μαρδαϊτῶν· ὧν παρασταλέντων, πάνδεινα κακὰ πέπονθεν ἡ Ῥωμανία ὑπὸ τῶν Ἀράβων μέχρι τοῦ νῦν. Τῷ δ' αὐτῷ ἔτει πέμπει Ἀβιμέλεχ Ζίαδον, τὸν ἀδελφὸν Μαυΐου, εἰς Περσίδα κατὰ Μουχτὰρ τοῦ ψεύστου καὶ τυράννου. καὶ ἀνῃρέθη Ζίαδος ὑπὸ Μουχτάρ. καὶ ἀκούσας Ἀβιμέλεχ ἔρχεται εἰς Μεσοποταμίαν καὶ τυραννεῖται ὑπὸ Σαΐδου· ὃν ἐπανελθὼν διὰ λόγου τὴν Δαμασκὸν πέπεικεν ἀνοῖξαι προκαταληφθεῖσαν ὑπ' αὐτοῦ, καὶ μετὰ τοῦτο δολοφονεῖ αὐτόν. Ἰουστινιανὸς δὲ νεώτερος ὤν, ὡς ι ʹ χρόνων, καὶ ἀβούλως τὰ κατ' αὐτὸν διοικῶν ἀποστέλλει Λεόντιον τὸν στρατηγὸν ἐπὶ τὴν Ἀρμενίαν μετὰ Ῥωμαϊκῆς δυνάμεως, καὶ τοὺς ἐκεῖσε Σαρακηνοὺς κτείνας ὑποτάσσει Ῥωμαίοις, ὡσαύτως καὶ Ἰβηρίαν καὶ Ἀλβανίαν, Βουκανίαν τε καὶ Μηδίαν καὶ φορολογήσας τὰς χώρας πάμπολλα χρήματα τῷ βασιλεῖ ἀπέστειλεν. Ἀβιμέλεχ δὲ ταῦτα μεμαθηκὼς καταλαμβάνει τὸ Κερκήσιον καὶ τὴν Θεούπολιν ὑπέταξεν. 364 Κωνσταντινουπόλεως ἐπίσκοπος Παῦλος ἔτη ζʹ. βʹ. δʹ. αʹ. Τούτῳ τῷ ἔτει ἐγένετο λιμὸς ἐν Συρίᾳ· καὶ πολλοὶ εἰσῆλθον εἰς Ῥωμανίαν. καὶ ἐλθὼν ὁ βασιλεὺς εἰς Ἀρμενίαν ἐκεῖ ἐδέξατο τοὺς ἐν τῷ Λιβάνῳ Μαρδαΐτας, χάλκεον τεῖχος διαλύσας. παρέλυσε δὲ καὶ τὴν μετὰ τῶν Βουλγάρων παγιωθεῖσαν εἰρήνην διαταράξας τοὺς ὑπὸ τοῦ οἰκείου πατρὸς ἐνορδίνους γεγονότας τύπους, καὶ κελεύει περᾶσαι ἐπὶ τὴν Θρᾴκην τὰ καβαλλαρικὰ θέματα βουλόμενος τούς τε Βουλγάρους καὶ τὰς Σκλαυινίας αἰχμαλωτίσαι. ρπʹ. χπʹ. γʹ. εʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν Ἰουστινιανὸς κατὰ Σκλαυινίας καὶ Βουλγαρίας. καὶ τοὺς μὲν Βουλγάρους πρὸς τὸ παρὸν ὑπηντηκότας ὤθησεν, μέχρι δὲ Θεσσαλονίκης ἐκδραμών, πολλὰ πλήθη τῶν Σκλάβων τὰ μὲν πολέμῳ, τὰ δὲ προσρυέντα παραλαβὼν εἰς τὰ τοῦ Ὀψικίου διὰ τῆς Ἀβύδου περάσας κατέστησε μέρη. ἐν δὲ τῷ ὑποστρέφειν αὐτὸν ὁδοστατηθεὶς ὑπὸ τῶν Βουλγάρων ἐν τῷ στενῷ τῆς κλεισούρας μετὰ σφαγῆς τοῦ οἰκείου λαοῦ καὶ τραυματίας πολλῆς μόλις ἀντιπαρελθεῖν ἠδυνήθη. Τῷ δ' αὐτῷ ἔτει καὶ Ἀβδελᾶς ὁ Ζουβὴρ Μούσαβον τὸν ἴδιον ἀδελφὸν πέμπει κατὰ Μουκτάρου· καὶ συμβαλὼν μετ' αὐτοῦ τρέπεται ὁ Μούκταρος καὶ φεύγει ἐπὶ Συρίαν· καὶ φθάσας αὐτὸν κτείνει αὐτόν. Ἀβιμέλεχ δὲ στρατεύει κατὰ Μουσάρου καὶ νικήσας κτείνει αὐτὸν καὶ ὑπέταξε πᾶσαν τὴν Περσίδα. Κόσμου ἔτη
362.4.1
Τῆς θείας σαρκώσεως ἔτη χπαʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ιʹ. δʹ. Ἀράβων ἀρχηγὸς Ἀβιμέλεχ ἔτη κβʹ. ʹ. Κωνσταντ. ἐπίσκοπος Παῦλος ἔτη ζʹ. γʹ. Τούτῳ τῷ ἔτει ἀπέστειλεν Ἀβιμέλεχ κατὰ τοῦ Ζουβεὶρ Χαγὰν εἰς τὸ Μάκκα, καὶ κτείνει αὐτὸν ἐκεῖ ὁ Χαγάν· καὶ ὑποτάξαντος τῷ Ἀβιμέλεχ τὴν χώραν τοῦ Χαγὰν ἐναντιουμένην αὐτῷ, ἐνέπρησε τὸν οἶκον τοῦ εἰδώλου αὐτοῦ σὺν τῷ εἰδώλῳ τῆς σεβασμιότητος αὐτῶν· 365 δι' ἣν αἰτίαν τὸν Χαγὰν στρατηγὸν τῆς Περσίδος προεβάλετο. καὶ ὑπετάγη τῷ Ἀβιμέλεχ ἥ τε Περσὶς καὶ Μεσοποταμία καὶ ἡ μεγάλη Ἀραβία τοῦ Ἐθρίβου· καὶ οἱ ἐμφύλιοι πόλεμοι αὐτῶν ἔπαυσαν. εʹ. ζʹ. δʹ. Τούτῳ τῷ ἔτει τέλος ἔσχε καὶ ἀπαλλαγὴν παντὸς πολέμου ἡ τῶν Ἀράβων ἀρχή· καὶ εἰρήνευσεν Ἀβιμέλεχ ὑποτάξας πάντας. ʹ. ηʹ. εʹ. Τούτῳ τῷ ἔτει τὴν πρὸς Ἀβιμέλεχ εἰρήνην Ἰουστινιανὸς ἐξἀνοίας ἔλυσεν· καὶ γὰρ τὴν Κυπρίων νῆσον ἀλόγως μετοικίσαι ἐσπούδασε καὶ τὸ σταλὲν χάραγμα παρὰ Ἀβιμέλεχ νεοφανὲς ὂν καὶ μηδέποτε γεγονὸς οὐ προσεδέξατο. πλῆθος δὲ Κυπρίων περώντων κατεποντίσθη, καὶ ἀπὸ ἀρρωστίας ὤλοντο· καὶ οἱ λοιποὶ ἐστράφησαν εἰς Κύπρον. καὶ ἀκούσας ταῦτα Ἀβιμέλεχ, ὑποκριθεὶς σατανικῶς παρεκάλει μὴ λυθῆναι τὴν εἰρήνην, ἀλλὰ δεχθῆναι τὴν αὐτοῦ μονήταν, ὡς τῶν Ἀράβων μὴ καταδεχομένων τὴν τῶν Ῥωμαίων χαραγὴν ἐν τοῖς ἰδίοις νομίσμασιν, τῆς ὁλκῆς τοῦ χρυσοῦ διδομένης καὶ μηδεμιᾶς ζημίας τοῖς Ῥωμαίοις γινομένης ἐκ τοῦ νέα χαράσσειν Ἄραβας. ὁ δὲ τὴν παράκλησιν εἰς φόβον νομίσας, οὐκ ἐννοήσας, ὅτι τὸ σπουδαζόμενον αὐτοῖς ἦν παῦσαι τὴν τῶν Μαρδαϊτῶν ἐπαγωγήν, καὶ οὕτω διὰ δοκουμένης εὐλόγου προφάσεως λῦσαι τὴν εἰρήνην· ὃ καὶ ἐγένετο. καὶ ἀπέστειλεν Ἀβιμέλεχ οἰκοδομῆσαι τὸν τοῦ Μάκκα ναόν. καὶ ἠθέλησεν ἐπᾶραι τοὺς κίονας τῆς ἁγίας Γεθσημανῆ. καὶ παρεκάλεσεν αὐτὸν Σέργιός τις ἀνὴρ χριστιανικώτατος, ὁ τοῦ Μανσοῦρ, γενικὸς λογοθέτης καὶ λίαν ᾠκειωμένος τῷ αὐτῷ Ἀβιμέλεχ, καὶ Πατρίκιος, ὁ τούτου ἐφάμιλλος τῶν κατὰ τὴν Παλαιστίνην Χριστιανῶν προύχων, ὁ ἐπίκλην Κλαυσῦς, αἰτούμενοι μὴ γενέσθαι τοῦτο, ἀλλὰ δι' ἱκεσίας αὐτῶν πεῖσαι Ἰουστινιανὸν ἀποστεῖλαι ἄλλους ἀντ' αὐτῶν· ὅπερ καὶ γέγονεν. ζʹ. θʹ. ʹ. Τούτῳ τῷ ἔτει Ἰουστινιανὸς ἐπελέξατο ἐκ τῶν μετοικισθέντων 366 ὑπ' αὐτοῦ Σκλάβων καὶ ἐστράτευσε χιλιάδας λʹ καὶ ὁπλίσας αὐτοὺς ἐπωνόμασεν αὐτοὺς λαὸν περιούσιον, ἄρχοντά τε αὐτῶν Νέβουλον τοὔνομα. θαρρήσας δὲ εἰς αὐτοὺς γεγράφηκε τοῖς Ἄραψι μὴ ἐμμένειν αὐτὸν τῇ ἐγγράφως συμφωνηθείσῃ εἰρήνῃ. καὶ παραλαβὼν τὸν περιούσιον λαὸν καὶ πάντα τὰ καβαλλαρικὰ θέματα ἐπορεύθη ἐν Σεβαστοπόλει τῇ παρὰ θάλασσαν. τῶν δὲ Ἀράβων ὑποκρινομένων καὶ μὴ αἱρουμένων λῦσαι τὴν εἰρήνην, ἀλλὰ τῇ βασιλικῇ αἰτίᾳ καὶ προπετείᾳ τοῦτο πρᾶξαι ἀναγκαζομένων, ὁπλισθέντες καὶ αὐτοὶ παρεγένοντο ἐν Σεβαστοπόλει, προμαρτυρούμενοι τῷ βασιλεῖ τὰ μεθ' ὅρκων ἀναμεταξὺ αὐτῶν συμφωνηθέντα μὴ διαστραφῆναι· ἐπεί τοί γε ἔκδικος καὶ κριτὴς ὁ θεὸς τῶν αἰτίων γενήσεται. τοῦ δὲ βασιλέως μηδὲ δι' ἀκοῆς τὰ τοιαῦτα ἀνασχομένου, ἀλλὰ πρὸς μάχην μᾶλλον κατεπείγοντος, τὸν τῆς εἰρήνης ἔγγραφον λόγον λύσαντες καὶ ἐπὶ ὑψηλῆς ἄστας ἀντὶ φλαμούλου προάγειν κρεμάσαντες κατὰ τῶν Ῥωμαίων ὥρμησαν, Μουάμεδ στρατηγὸν ἔχοντες, καὶ συνέβαλον πόλεμον. καὶ τὸ μὲν πρῶτον ἡττήθησαν Ἄραβες. ὑποβαλὼν δὲ Μουάμεδ τῷ συμμαχοῦντι Ῥωμαίοις στρατηγῷ τῶν Σκλάβων, πέμπει αὐτῷ κούκουρον γέμον νομισμάτων, καὶ πολλαῖς ὑποσχέσεσι τοῦτον ἀπατήσας πείθει προσφυγεῖν πρὸς αὐτοὺς μετὰ καὶ κʹ χιλιάδων Σκλάβων, καὶ οὕτω Ῥωμαίοις τὴν φυγὴν περιεποιήσατο. τότε Ἰουστινιανὸς ἀνεῖλε τὸ τούτων ἐγκατάλειμμα σὺν γυναιξὶ καὶ τέκνοις παρὰ τῷ λεγομένῳ Λευκάτῃ, τόπῳ κρημνώδει καὶ παραθαλασσίῳ κατὰ τὸν Νικομηδειάσιον κόλπον κειμένῳ. ηʹ. ιʹ. ζʹ. Τούτῳ τῷ ἔτει Σαββάτιος, ὁ πατρίκιος Ἀρμενίας, μαθὼν τὴν τῶν Ῥωμαίων ἧτταν τὴν Ἀρμενίαν παρέδωκε τοῖς Ἄραψιν, καὶ ὑπετάγηαὐτοῖς καὶ ἡ ἔσω Περσίς, ἡ λεγομένη Χωρασάν, καὶ φύεται ἐκεῖσε παράβουλος ὀνόματι Σαβῖνος, καὶ πολλοὺς τῶν Ἀράβων ἀπέκτεινε καὶ αὐτὸν τὸν Χαγάνον παρ' ὀλίγον τελείως ποταμόπνικτον ἐποίει. 367 ἔκτοτε ἐπὶ πλεῖον θρασυνθέντες οἱ Ἀγαρηνοὶ τὴν Ῥωμανίαν ἐλυμήναντο. Κόσμου ἔτη ρπ ʹ. Τῆς θείας σαρκώσεως ἔτη χπ ʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ιʹ. θʹ. Ἀράβων ἀρχηγὸς Ἀβιμέλεχ ἔτη κβʹ. ιαʹ. Κωνσταντ. ἐπίσκοπος Καλλίνικος ἔτη ιβʹ. αʹ. Τούτῳ τῷ ἔτει ἔκλειψις γέγονεν ἡλίου μηνὶ Ὑπερβερεταίῳ εʹ ἡμέρᾳ αʹ ὥρᾳ γʹ, ὥστε φανῆναί τινας λαμπροὺς ἀστέρας. καὶ ἐπεστράτευσε Μουάμεδ τὴν Ῥωμανίαν, ἔχων μεθ' ἑαυτοῦ τοὺς πρόσφυγας Σκλάβους ὡς ἐμπείρους τῆς Ῥωμανίας, καὶ πολλοὺς ᾐχμαλώτευσεν. ἐγένετο δὲ καὶ ἀναίρεσις τῶν χοίρων ἐν Συρίᾳ. Ἰουστινιανὸς δὲ εἰς τὰ τοῦ παλατίου κτίσματα ἐπεμελεῖτο. καὶ ἔκτισε τὸν Ἰουστινιανοῦ τρίκλινον λεγόμενον καὶ τὰ τοῦ παλατίου περιτειχίσματα· καὶ ἐπέστησεν ἐπείκτην Στέφανον τὸν Πέρσην, σακελλάριον αὐτοῦ καὶ πρωτοευνοῦχον, κύριον καὶ ἐξουσιαστήν, λίαν ὄντα αἱμοβόρον καὶ ἀπηνῆ· ὅστις ἀνηλεῶς τοὺς μὲν ὄπερας αἰκίζειν οὐκ ἠρκεῖτο, ἀλλὰ καὶ λιθοβολεῖν αὐτούς τε καὶ τοὺς τούτων ἐπιστάτας. τοῦ δὲ βασιλέως ἀποδημήσαντος, κατετόλμησεν ὁ ἄγριος θὴρ ἐκεῖνος καὶ τὴν αὐτοῦ μητέρα Ἀναστασίαν τὴν αὐγούσταν παιδικῶς δι' ἀβηνῶν μαστιγῶσαι. ἐν τούτοις δὲ καὶ εἰς ἅπαν τὸ πολιτικὸν πλῆθος πολλὰ κακὰ ἐνδειξάμενος μισητὸν τὸν βασιλέα πεποίηκεν. ὁμοίως καὶ εἰς τὰ τοῦ γενικοῦ λογοθεσίου πράγματα κατέστησεν ἀββᾶν τινα ὀνόματι Θεόδοτον, ἔγκλειστον τὸ πρότερον ὄντα ἐν τοῖς Θρᾳκῴοις τοῦ Στενοῦ μέρεσιν, καὶ αὐτὸν δεινότατον καὶ ἀτίθασον λίαν ὑπάρχοντα, ὅστις πλείστους τῆς πολιτείας ἄρχοντας καὶ ἐμφανεῖς ἄνδρας οὐκ ἐκ τῶν διοικητῶν μόνον, ἀλλὰ καὶ ἐκ τῶν τῆς πόλεως οἰκητόρων, εἰκῆ καὶ μάτην ἀπροφασίστως, ἀπαιτήσεις καὶ ἐκταγὰς καὶ δημεύσεις ποιούμενος σχοίνοις τε τούτους κρεμνῶν καὶ ἀχύροις ὑποκαπνίζων. ἔτι δὲ καὶ ὁ ἔπαρχος βασιλικῇ κελεύσει πλείστους ἄνδρας ἐν εἱρκταῖς κατακλείσας ἐπὶ χρόνους τηρεῖσθαι πεποίηκεν. ταῦτα πάντα ἐπηύξησε τὸ μῖσος τοῦ λαοῦ πρὸς τὸν βασιλέα. ὁ δὲ βασιλεὺς ἀπῄτει 368 Καλλίνικον τὸν πατριάρχην ποιῆσαι εὐχήν, ἵνα καταλύσῃ τὴν ἐκκλησίαν τῆς ἁγίας θεοτόκου τῶν μητροπολίτου τὴν οὖσαν πλησίον τοῦ παλατίου, θέλων ἐν τῷ τόπῳ στῆσαι φιάλην καὶ βάθρα κτίσαι τοῦ δήμου τῶν Βενέτων, ὅπως ἐκεῖ δέχωνται τὸν βασιλέα. ὁ δὲ πατριάρχης ἔλεγεν ὅτι·" εὐχὴν ἐπὶ συστάσει ἐκκλησίας ἔχομεν, ἐπὶ δὲ καταλύσει ἐκκλησίας οὐ παρελάβομεν." βιαζομένου δὲ αὐτὸν τοῦ βασιλέως καὶ πάντως ἀπαιτοῦντος τὴν εὐχήν, ἔφη ὁ πατριάρχης·" δόξα τῷ θεῷ τῷ ἀνεχομένῳ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν." καὶ τοῦτο ἀκούσαντες κατέλυσαν τὴν ἐκκλησίαν καὶ ἐποίησαν τὴν φιάλην. καὶ ἐποίησαν τὴν ἐκκλησίαν τῶν μητροπολίτου εἰς τὸ Πετρίν. ιʹ. ιβʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μουάμεδ τὴν τετάρτην Ἀρμενίαν καὶ αἰχμαλωτεύσας πολλοὺς ἀνέστρεψεν. Ἐν αὐτῷ δὲ τῷ ἔτει Ἰουστινιανὸς ἐξεβλήθη τῆς βασιλείας τρόπῳ τοιῷδε· ἐκέλευσε Στεφάνῳ τῷ πατρικίῳ καὶ στρατηγῷ, τὸ ἐπίκλην Ῥουσίῳ, νυκτὸς ἀποκτεῖναι τὸν δῆμον Κωνσταντινουπόλεως, ἄρξασθαι δὲ ἀπὸ τοῦ πατριάρχου. Λεόντιος δὲ ὁ πατρίκιος καὶ στρατηγὸς τῶν ἀνατολικῶν γενόμενος καὶ ἐν πολέμοις εὐδοκιμήσας ἐν φρουρᾷ τε χρόνους τρεῖς ποιήσας, κατηγορηθεὶς ἐξάπινα ἀνεκλήθη καὶ στρατηγὸς Ἑλλάδος προεβλήθη. ἐκελεύσθη δὲ εἰς τρεῖς ἐμβληθῆναι δρόμωνας καὶ αὐθημερὸν ἀποκινῆσαι τῆς πόλεως. τῇ δὲ αὐτῇ νυκτὶ ἐν τῷ Ἰουλιανησίῳ λιμένι τῶν Σοφίας πλησίον τῶν Μαύρου πρὸς τὸ ἐκπορίσαι τῆς πόλεως μεθορμίσαντος, συνετάσσετο τοῖς πρὸς αὐτὸν ἀπερχομένοις φίλοις, ἐν οἷς πρὸς αὐτὸν παρεγένοντο καὶ οἱ γνήσιοι αὐτοῦ φίλοι, Παῦλος μοναχὸς τῶν Καλλιστράτου, ὁ καὶ ἀστρονόμος, Γρηγόριος ὁ Καππάδοξ ὁ καὶ κλεισουριάρχης γενόμενος, ἔπειτα δὲ μοναχὸς καὶ ἡγούμενος τῶν Φλώρου· οἵ τινες ἐν τῇ φυλακῇ πυκνοτέρως αὐτὸν ἐπισκεπτόμενοι διεβεβαιοῦντο αὐτὸν βασιλεύσειν τῶν Ῥωμαίων. ὁ δὲ Λεόντιος λέγει πρὸς αὐτούς·" ὑμεῖς διεβεβαιώσασθέ με ἐν τῇ φυλακῇ περὶ βασιλείας· καὶ νῦν ἡ ζωή 369 μου ἐν κακοῖς τελειοῦται. ὄπισθεν γάρ μου ἔσομαι κατὰ πᾶσαν ὥραν ἐκδεχόμενος τὸν θάνατον." οἱ δὲ εἶπον·" αὐτὸς μὴ ὀκνήσῃς, καὶ τοῦτο εὐθέως πληροῦται. ἐπάκουσον ἡμῖν μόνον, καὶ ἀκολούθησον ἡμῖν." καὶ λαβὼν ὁ Λεόντιος τοὺς ἀνθρώπους αὐτοῦ, καὶ ἄρματα, ὅσα εἶχεν, ἀνῆλθεν εἰς τὸ πραιτώριον σιγῇ πολλῇ, καὶ κρούσαντες τὴν πύλην προεφασίσαντο τὸν βασιλέα παραγεγονέναι ἐπὶ τὸ διοικῆσαί τινας τῶν ἐκεῖσε ὄντων. μηνυθέντος δὲ τοῦ τηνικαῦτα ὑπάρχου καὶ συντόμως ἐλθόντος καὶ τὰς πύλας ἀνοίξαντος, χειροῦται ὑπὸ Λεοντίου καὶ ῥαπισθεὶς ἐπεδήθη χεῖρας καὶ πόδας. εἰσελθὼν δὲ ὁ Λεόντιος καὶ τὰς φυλακὰς ἀνοίξας λύσας τε τοὺς καθειργμένους ἄνδρας πολλοὺς καὶ γενναίους, ἀπὸ ἓξ καὶ ὀκτὼ χρόνων ἐγκεκλεισμένους, στρατιώτας τοὺς πλείονας τυγχάνοντας, καὶ τούτους ὁπλίσας εἰς τὸν Φόρον ἐξῆλθε σὺν αὐτοῖς κράζων·" ὅσοι Χριστιανοὶ εἰς τὴν ἁγίαν Σοφίαν." καὶ πέμψας καθ' ἕκαστον ῥεγεῶνα τὴν αὐτὴν φωνὴν ἀνακράζειν προσέταξεν. τὸ δὲ πλῆθος τῆς πόλεως θορυβηθὲν σπουδῇ εἰς τὸν λουτῆρα τῆς ἐκκλησίας συνηθροίσθη. αὐτὸς δὲ ἅμα τοῖς δυσὶ μοναχοῖς καὶ φίλοις αὐτοῦ σὺν καί τινων τῶν ἐκ τῆς φυλακῆς ἐξελθόντων ἐμφανεστέρων ἀνδρῶν εἰς τὸ πατριαρχεῖον ἀνῆλθε πρὸς τὸν πατριάρχην. εὑρὼν δὲ καὶ αὐτὸν τεταραγμένον διὰ τὰ κελευσθέντα τῷ πατρικίῳ Στεφάνῳ τῷ Ῥουσίῳ πείθει αὐτὸν κατελθεῖν εἰς τὸν λουτῆρα καὶ φωνῆσαι οὕτως·" αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος." ἅπαν δὲ τὸ πλῆθος ἦραν φωνήν·" ἀνασκαφῇ τὰ ὀστέα Ἰουστινιανοῦ." καὶ οὕτως ἐν τῷ ἱπποδρομίῳ ἐξέδραμε πᾶς ὁ λαός. ἡμέρας δὲ γενομένης, ἐξάγουσι τὸν Ἰουστινιανὸν εἰς τὸ ἱπποδρόμιον διὰ τῆς σφενδόνης καὶ ῥινοκοπήσαντες ἅμα καὶ γλωσσοκοπήσαντες ἐξώρισαν ἐν Χερσῶνι· ὁ δὲ ὄχλος συλλαβόμενος τόν τε Θεόδοτον τὸν μοναχὸν καὶ γενικὸν λογοθέτην καὶ Στέφανον τὸν σακελλάριον τὸν Πέρσην, σχοίνοις τε ἐκ ποδῶν τούτους δήσαντες σύρουσι διὰ τῆς μέσης λεωφόρου καὶ εἰς τὸν Βοῦν ἀπαγαγόντες κατέκαυσαν· καὶ οὕτω Λεόντιον βασιλέα εὐφήμησαν. Ῥωμαίων βασιλεὺς Λεόντιος ἔτη γʹ. αʹ. ιγʹ. γʹ. Τούτῳ τῷ ἔτει Λεόντιος ἐβασίλευσε καὶ πάντοθεν εἰρηνικῶς διέμεινεν. 3 βʹ. ιδʹ. δʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν Ἄλιδος τὴν Ῥωμανίαν καὶ πολλοὺςαἰχμαλωτίσας ὑπέστρεψεν. καὶ ἐστασίασε Σέργιος, ὁ πατρίκιος τῆς Λαζικῆς, ὁ τοῦ Βαρνουκίου, καὶ ταύτην τοῖς Ἄραψιν ὑπέταξεν. ρ ʹ. χ ʹ. γʹ. ι ʹ. εʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσαν οἱ Ἄραβες τὴν Ἀφρικὴν καὶταύτην παρέλαβον καὶ ἐκ τοῦ οἰκείου στρατοῦ ταξατιῶνα ἐν αὐτῇ κατέστησαν. ὁ δὲ Λεόντιος ταῦτα μαθὼν ἀποστέλλει τὸν πατρίκιον Ἰωάννην, ἄνδρα ἱκανόν, μετὰ πάντων τῶν Ῥωμαϊκῶν πλωϊμάτων. τούτου δὲ ἐν Καρθαγέννῃ φθάσαντος καὶ πολέμῳ τὴν τοῦ ἐκεῖσε λιμένος ἅλυσιν ἀνοίξαντος καὶ τοὺς ἐχθροὺς τρέψαντος καὶ ἐκδιώξαντος, ἅπαντα τὰ τῆς Ἀφρικῆς κάστρα ἠλευθέρωσε καὶ καταλιπὼν ταξατιῶνα ἴδιον τῷ βασιλεῖ ταῦτα ἀνήγαγε καὶ ἐκεῖσε ἐχείμασε κέλευσιν παρ' αὐτοῦ ἐκδεχόμενος. ὁ δὲ πρωτοσύμβουλος ταῦτα μαθὼν δυνατώτερον καὶ πολὺν στόλον κατ' αὐτῶν ἀποστέλλει καὶ τὸν προλεχθέντα Ἰωάννην σὺν τῷ αὐτοῦ στόλῳ πολέμῳ τοῦ λιμένος διώκει· καὶ εἰς περίδρομον λιτὸν ἔνδον παραλαβὼν ἔξωθεν φωσατικῶς ἠπλήκευσεν. ὁ δὲ προλεχθεὶς ἐπὶ Ῥωμανίαν ἀνέκαμψε πλειοτέραν δύναμιν παρὰ τοῦ βασιλέως βουλόμενος κομίσασθαι καὶ ἦλθεν ἕως Κρήτης ἐπὶ τὸν βασιλέα πορευόμενος. ὁ δὲ στρατὸς ὑπὸ τῶν ἰδίων ἀρχόντων [ἑλκόμενος καὶ] πρὸς τὸν βασιλέα ἀναβαλεῖν μὴ βουλόμενος (εἶχε γὰρ αὐτοὺς φόβος καὶ αἰσχύνη) εἰς βουλὴν πονηρὰν ἐξετράπη, καὶ τοῦτον ἀνέσκαψαν ψηφισάμενοι βασιλέα Ἀψίμαρον, δρουγγάριον τῶν Κιβυραιωτῶν εἰς Κουρικιώτας ὑπάρχοντα, Τιβέριον αὐτὸν μετονομάσαντες. τοῦ δὲ Λεοντίου ἐν Κωνσταντινουπόλει τὸν Νεωρήσιον λιμένα ἐκκαθαίροντος, ἡ τοῦ βουβῶνος λύμη ἐνέσκηψε τῇ πόλει καὶ πλῆθος λαοῦ ἐν τέσσαρσι μησὶ διέφθειρεν. καταλαμβάνει δὲ Ἀψίμαρος ἅμα τῷ συνόντι αὐτῷ στόλῳ καὶ προσώρμισεν ἀντικρὺ τῆς πόλεως ἐν Συκαῖς. ἐπὶ χρόνον δέʹ τινα τῆς πόλεως 371 Λεόντιον προδοῦναι μὴ βουλομένης, προδοσία γέγονε διὰ τοῦ μονοτείχους Βλαχερνῶν ὑπὸ ἐξωτικῶν ἀρχόντων τῶν τὰς κλεῖς τοῦ χερσαίου τείχους μεθ' ὅρκου φρικτοῦ ἐκ τῆς ἁγίας τραπέζης ἐμπιστευθέντων· οὗτοι δι' ἐπιβουλῆς παρέδωκαν τὴν πόλιν. εἰσελθόντες δὲ οἱ τῶν πλωϊμάτων στρατιῶται εἰς τοὺς οἴκους τῶν πολιτῶν ἐγύμνωσαν τοὺς οἰκήτορας αὐτῶν. ὁ δὲ Ἀψίμαρος τὸν μὲν Λεόντον ἐρρινοκόπησε καὶ ἐν τῇ μονῇ τῆς Δελμάτου ὑπὸ φυλακὴν εἶναι προσέταξεν, τοὺς δὲ ἄρχοντας καὶ φίλους αὐτοῦ ὡς συναποθανόντας αὐτῷ τύψας καὶ δημεύσας ἐξώρισεν· Ἡράκλειόν τε, τὸν γνήσιον αὐτοῦ ἀδελφόν, ὡς λίαν ἱκανώτατον, μονοστράτηγον πάντων τῶν ἔξω καβαλλαρικῶν θεμάτων προβαλόμενος ἐπὶ τὰ μέρη Καππαδοκίας καὶ τῶν κλεισουρῶν διατρέχειν καὶ τὴν κατ' ἐχθρῶν ποιεῖσθαι φροντίδα τε καὶ διοίκησιν ἀπέστειλεν. Κόσμου ἔτη ρ αʹ. Τῆς θείας σαρκώσεως ἔτη χ αʹ. Ῥωμαίων βασιλεὺς Ἀψίμαρος ἔτη ζʹ. αʹ. Ἀράβων ἀρχηγὸς Ἀβιμέλεχ ἔτη κβʹ. ι ʹ. Κωνσταντ. ἐπίσκοπος Καλλίνικος ἔτη ιβʹ. ʹ. Τούτῳ τῷ ἔτει Ἀψίμαρος τῆς βασιλείας ἐκράτησεν. καὶ ἐστασίασεν Ἀβδεραχμὰν ἐν Περσίδι καὶ ἐκυρίευσεν αὐτῆς καὶ ἐδίωξε τὸν Χαγὰν ἀπ' αὐτῆς. βʹ. ιζʹ. ζʹ. Τούτῳ τῷ ἔτει γέγονε θανατικὸν μέγα. καὶ ἐπεστράτευσε Μουάμεδ σὺν τῷ πλήθει τῶν Ἀράβων κατὰ τοῦ Ἀβδεραχμάν, καὶ καταλαβὼν τὴν Περσίδα ἑνοῦται τῷ Χαγάν, καὶ πολεμήσαντες τὸν Ἀβδεραχμὰν κτείνουσιν αὐτὸν καὶ πάλιν τῷ Χαγὰν τὴν Περσικὴν ἐνεχείρισαν. οἱ δὲ Ῥωμαῖοι κατέδραμον Συρίαν καὶ ἔρχονται ἕως τὸ Σαμόσατον, καὶ προνομεύσαντες τὴν πέριξ χώραν πολλοὺς ἀπέκτειναν, ὥς φασιν, χιλιάδας σʹ Ἀράβων· καὶ πλεῖστα σκῦλα λαβόντες καὶ αἰχμαλωσίαν πολλὴν Ἀράβων ὑπέστρεψαν φόβον μέγαν ἐμποιήσαντες εἰς αὐτούς. 372 γʹ. ιηʹ. ηʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν Ἀβδελᾶς Ῥωμανίαν, καὶ πολιορκήσας Τάραντον καὶ μηδὲν ἀνύσας ὑπέστρεψε καὶ ᾠκοδόμησε τὴν Μομψουεστίαν καὶ ἔθετο ἐν αὐτῇ φύλακας. δʹ. ιθʹ. θʹ. Τούτῳ τῷ ἔτει Βαάνης, ὁ ἐπίκλην Ἑπταδαίμων, τὴν τετάρτην Ἀρμενίαν τοῖς Ἄραψιν ὑπέταξεν. Ἀψίμαρος δὲ Φιλιππικόν, τὸνυἱὸν Νικηφόρου τοῦ πατρικίου, εἰς Κεφαληνίαν ἐξώρισεν ὡς ὀνειροπολούμενον βασιλεύειν· ἔφασκε γὰρ ἑωρακέναι κατ' ὄναρ, ὅτι ἡ κεφαλὴ αὐτοῦ ἐσκιάζετο ὑπὸ ἀετοῦ. ἀκούσας δὲ ταῦτα ὁ βασιλεὺς παραχρῆμα αὐτὸν ἐξώρισεν. εʹ. κʹ. ιʹ. Τούτῳ τῷ ἔτει ἐστασίασαν οἱ ἄρχοντες Ἀρμενίας κατὰ τῶν Σαρακηνῶν καὶ τοὺς ἐν Ἀρμενίᾳ Σαρακηνοὺς ἀπέκτειναν. καὶ αὖθις πρὸς Ἀψίμαρον πέμπουσι καὶ Ῥωμαίους εἰς τὴν αὐτῶν χώραν φέρουσιν. ὁ δὲ Μουάμεδ ἐπιστρατεύσας κατ' αὐτῶν πολλοὺς κτείνει, καὶ τὴν μὲν Ἀρμενίαν Σαρακηνοῖς ὑποτάσσει, τοὺς δὲ μεγιστᾶνας τῶν Ἀρμενίων σωρεύσας ἐν τόπῳ ἑνὶ ζωοκαύστους ἐποίησεν. κατ' αὐτὸν δὲ τὸν χρόνον ἐπεστράτευσεν Ἄζαρ τὴν Κιλικίαν μετὰ χιλιάδων δέκα· καὶ περιτυχὼν αὐτῷ Ἡράκλειος, ὁ ἀδελφὸς τοῦ βασιλέως, τοὺς πλείστους ἀπέκτεινε καὶ τοὺς λοιποὺς δεσμίους τῷ βασιλεῖ ἀπέστειλεν. ʹ. καʹ. ιαʹ. Τούτῳ τῷ ἔτει Ἄζιδος, ὁ τοῦ Χουνεΐ, ἐπεστράτευσε τὴν Κιλικίαν· καὶ πολιορκήσας τὸ Σίσιον κάστρον, κατέλαβεν ὁ τοῦ βασιλέως ἀδελφὸς Ἡράκλειος καὶ πολεμήσας αὐτὸν κτείνει δώδεκα χιλιάδας Ἀράβων. τοῦ δὲ Ἰουστινιανοῦ ἐν Χερσῶνι διάγοντος καὶ δημηγοροῦντος ἑαυτὸν πάλιν βασιλεύειν μέλλοντα, οἱ τῶν ἐκεῖσε οἰκήτορες τὸν ἐκ τῆς βασιλείας κίνδυνον φοβηθέντες ἐβουλεύσαντο τοῦτον ἀνελεῖν ἢ τῷ βασιλεῖ παραπέμψαι. αὐτὸς δὲ διεγνωκὼς ἠδυνήθη διεκφυγεῖν, καὶ εἰς τὸ Δαρᾶς καταδραμὼν ᾐτήσατο τῷ τῶν Χαζάρων Χαγάνῳ συνοψισθῆναι. αὐτὸς δὲ μαθὼν ἐδέξατο αὐτὸν μετὰ τιμῆς 373 μεγάλης καὶ ἐξέδοτο αὐτῷ εἰς γυναῖκα Θεοδώραν, τὴν γνησίαν αὐτοῦ ἀδελφήν. μετ' ὀλίγον δὲ χρόνον αἰτησάμενος τῷ Χαγάνῳ κατῆλθεν εἰς Φαναγουρίαν κἀκεῖ διέτριβε μετὰ Θεοδώρας. ταῦτα ἀκούσας Ἀψίμαρος πέμπει πρὸς τὸν Χαγάνον ὑποσχόμενος αὐτῷ παρέχειν πολλὰ δῶρα, εἰ τὸν Ἰουστινιανὸν ζῶντα αὐτῷ παραπέμψει· εἰ δὲ μή, κἂν τὴν αὐτοῦ κεφαλήν. εἴξαντος δὲ τοῦ Χαγάνου τῇ τοιαύτῃ αἰτήσει, παραφυλακὴν αὐτῷ ἔπεμψεν, ὡς δῆθεν διὰ τὸ μὴ ὑπὸ τῶν ἰδίων ὁμοφύλων ἐπιβουλευθῆναι, ἐντειλάμενος Παπατζύν, τὸν ἐκ προσώπου αὐτοῦ ἐκεῖσε ὄντα, καὶ Βαλγίτζιν, τὸν ἄρχοντα Βοσφόρου, ἵνα, ὅταν δηλωθῇ αὐτοῖς, ἀνέλωσιν Ἰουστινιανόν. τούτων δὲ δι' οἰκέτου τοῦ Χαγάνου τῇ Θεοδώρᾳ μηνυθέντων καὶ τῷ Ἰουστινιανῷ γνωσθέντων, προσκαλεσάμενος τὸν λεχθέντα Παπατζὺν κατ' ἰδίαν ὁμιλῆσαι, κόρδᾳ τοῦτον ἀπῆγξεν· ὁμοίως δὲ καὶ Βαλγίτζιν τὸν ἄρχοντα. εὐθέως δὲ ἀποστέλλει Θεοδώραν ἐν Χαζαρίᾳ, αὐτὸς δὲ ἀπὸ Φαναγουρίαν λάθρα δραπετεύσας εἰς Τόμιν κατῆλθεν. καὶ εὑρηκὼς ἁλιάδα ἐξηρτισμένην ἐπέβη ἐπ' αὐτὴν καὶ παραπλεύσας τὴν Ἀσσάδα ἦλθε μέχρι Συμβόλου πλησίον τῆς Χερσῶνος. καὶ ἀποστείλας κρυπτῶς ἐν Χερσῶνι ἐπῆρε Βαρισβακούριον καὶ τὸν ἀδελφὸν αὐτοῦ, τόν τε Σαλιβᾶν καὶ Στέφανον, καὶ τὸν Μωρόπαυλον σὺν Θεοφίλῳ· καὶ σὺν αὐτοῖς ἀποπλεύσας διέβη τὸν φάρον Χερσῶνος. εἶθ' οὕτως παραπλεύσας τὰ Νεκρόπηλα τὸ στόμιόν τε τοῦ Δάναπρι καὶ τοῦ Δάναστρι, κλύδωνος γεγονότος, ἀπέγνωσαν πάντες τὴν ἑαυτῶν σωτηρίαν. Μυάκης δέ, ὁ οἰκειακὸς αὐτοῦ ἄνθρωπος, ἔφη αὐτῷ·" ἰδοὺ ἀποθνήσκομεν, δέσποτα, τάξαι τῷ θεῷ περὶ τῆς σωτηρίας σου, ἵνα, ἐὰν ὁ θεὸς ἀποδώσῃ σοι τὴν βασιλείαν σου, μηδένα ἀμύνεσθαι τῶν ἐχθρῶν σου." ὁ δὲ ἀποκριθεὶς ἐν θυμῷ λέγει αὐτῷ·" ἐὰν φείσωμαί τινος ἐξ αὐτῶν, ὁ θεὸς ἐνταῦθά με καταποντίσῃ." καὶ ἀκινδύνως ἐκ τοῦ κλύδωνος ἐκείνου ἐξῆλθε καὶ 374 εἰσῆλθεν εἰς τὸν Δανοῦβιν ποταμόν. ἀποστείλαντος δὲ αὐτοῦ Στέφανον πρὸς Τέρβελιν, τὸν κῦριν Βουλγαρίας, ἐπὶ τῷ δοῦναι αὐτῷ σύναρσιν, ὅπως κρατήσῃ τὴν προγονικὴν αὐτοῦ βασιλείαν, ὑπέσχετο αὐτῷ πλεῖστα παρέχειν δῶρα καὶ τὴν ἑαυτοῦ θυγατέρα εἰς γυναῖκα. αὐτοῦ δὲ πάντα ὑπακούειν καὶ συντρέχειν ἐνομότως ὑποσχομένου καὶ τοῦτον μετὰ τιμῆς δεξαμένου, συγκινεῖ πάντα τὸν ὑποκείμενον αὐτῷ λαὸν τῶν Βουλγάρων καὶ Σκλάβων· καὶ τῷ ἐρχομένῳ χρόνῳ ὁπλισθέντες ἐπὶ τὴν βασιλεύουσαν πόλιν παρεγένοντο. Κόσμου ἔτη ρ ζʹ. Τῆς θείας σαρκώσεως ἔτη χ ζʹ. Ῥωμαίων βασιλεὺς Ἀψίμαρος ἔτη ζʹ. ζʹ Ἀράβων ἀρχηγὸς Ἀβιμέλεχ ἔτη κβʹ. κβʹ. Κωνσταντ. ἐπίσκοπος Καλλίνικος ἔτη ιβʹ. ιβʹ. Τούτῳ τῷ ἔτει τέθνηκεν Ἀβιμέλεχ, ὁ τῶν Ἀράβων ἀρχηγός, καὶ ἐκράτησεν Οὐαλίδ, ὁ υἱὸς αὐτοῦ. Τῷ δ' αὐτῷ ἔτει Ἰουστινιανὸς τὴν βασιλίδα πόλιν καταλαβὼν ἅμα Τέρβελι καὶ τῶν σὺν αὐτῷ Βουλγάρων ἠπλήκευσεν εἰς τὴν Χαρσίου πόρταν καὶ ἕως Βλαχερνῶν. καὶ ἐπὶ τρεῖς ἡμέρας προσλαλοῦντες τοῖς ἐν τῇ πόλει ὑβρίζοντο παρ' αὐτῶν, καὶ οὐδὲ λόγον κατεδέχοντο. ὁ δὲ Ἰουστινιανὸς μετ' ὀλίγων ὁμοφύλων πολέμου χωρὶς διὰ τοῦ ἀγωγοῦ εἰσελθὼν καὶ θόρυβον ἀνασκαφῆς βαλὼν τὴν πόλιν παρέλαβε καὶ πρὸς βραχὺ ἐσκήνωσεν ἐν τῷ παλατίῳ Βλαχερνῶν. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς πάλιν ἔτη ʹ. Ἀράβων ἀρχηγὸς Οὐαλὶδ ἔτη θʹ. Κωνσταντινουπόλεως ἐπίσκοπος Κῦρος ἔτη ʹ. αʹ. αʹ. αʹ. Τούτῳ τῷ ἔτει Ἰουστινιανὸς τὴν βασιλείαν ἀπολαμβάνει, καὶ πολλὰ δῶρα δοὺς τῷ Τέρβελι καὶ βασιλικὰ σκεύη ἀπέλυσεν αὐτὸν 375 ἐν εἰρήνῃ. Ἀψίμαρος δὲ καταλιπὼν τὴν πόλιν εἰς Ἀπολλωνιάδα φεύγει, καταδιωχθεὶς δὲ συλλαμβάνεται καὶ πρὸς Ἰουστινιανὸν ἄγεται. καὶ Ἡράκλειος δὲ ἀπὸ Θρᾴκης δεδεμένος ἤχθη σὺν πᾶσι τοῖς συνασπιζομένοις αὐτοῖς ἄρχουσιν, οὓς ἐν τῷ τείχει πάντας ἐφούρκισεν. ἀποστείλας δὲ καὶ εἰς τὰ μεσόγαια πλείους ἐξ αὐτῶν εὑρὼν ἐμπράκτους καὶ ἀπράκτους ὁμοίως ἀπέκτεινεν. τὸν δὲ Ἀψίμαρον καὶ Λεόντιον ἁλύσεσι δεδεμένους εἰς πᾶσαν πόλιν πομπεῦσαι πεποίηκεν· καὶ τοῦ ἱππικοῦ ἀγομένου, καὶ αὐτοῦ ἐν τῷ σένζῳ καθεζομένου, ἤχθησαν συρόμενοι δημοσίᾳ καὶ ἐρρίφησαν ὑποταγάδην αὐτῷ· καὶ ἐπάτησε τὸν τράχηλον αὐτῶν ἄχρις ἀπολύσεως τοῦ πρώτου βαΐου, τοῦ δήμου βοήσαντος, ὅτι" ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπέβης, καὶ κατεπάτησας λέοντα καὶ δράκοντα·" καὶ τούτους ἀποστείλας ἐν τῷ Κυνηγίῳ ἀπεκεφάλισεν. Καλλίνικον δὲ τὸν πατριάρχην τυφλώσας ἐν τῇ Ῥώμῃ ἐξώρισεν· καὶ ἀντ' αὐτοῦ Κῦρον, τὸν ἐν τῇ νήσῳ Ἀμάστρης ἔγκλειστον ὄντα, ὡς προσημάναντα αὐτῷ τὴν τῆς δευτέρας βασιλείας ἀποκατάστασιν προεβάλετο. ἀναρίθμητον δὲ πλῆθος ἔκ τε τοῦ πολιτικοῦ καὶ τοῦ στρατιωτικοῦ καταλόγου ἀπώλεσεν, πολλοὺς δὲ καὶ ἐν σάκκοις ἐμβαλὼν ἐν τῇ θαλάσσῃ πικροθανάτους ἐποίει, ἄλλους δὲ πρὸς ἀριστόδειπνον κλητορεύων ἅμα τῷ ἀναστῆναι οὓς μὲν ἐφούρκιζεν, οὓς δὲ ἀπέτεμνεν· κἀντεῦθεν μέγας φόβος συνεῖχε πάντας. ἀπέστειλε δὲ στόλον πρὸς τὸ ἀγαγεῖν ἐκ Χαζαρίας τὴν ἑαυτοῦ γυναῖκα, καὶ πολλὰ σκάφη ἐβυθίσθησαν σύμψυχα. ἀκούσας δὲ ὁ Χαγάνος δηλοῖ αὐτῷ·" ὦ ἀνόητε, οὐκ ἔδει σε διὰ δύο ἢ τριῶν σκαφῶν λαβεῖν σου τὴν γυναῖκα, καὶ μὴ ἀποκτεῖναι τοσοῦτον πλῆθος; ἢ δοκεῖς ὅτι καὶ ταύτην πολέμῳ λαμβάνεις; ἰδοὺ ἐτέχθη σοι καὶ υἱός, καὶ ἀπόστειλον, λάβε αὐτούς." ὁ δὲ ἀποστείλας Θεοφύλακτον κουβικουλάριον ἤγαγε τὴν Θεοδώραν καὶ Τιβέριον, τὸν υἱὸν αὐτῆς, καὶ ἔστεψεν αὐτούς· καὶ συνεβασίλευσαν αὐτῷ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη λʹ. βʹ. βʹ.
362.5.1
βʹ. Τούτῳ τῷ ἔτει Οὐαλὶδ ἥρπασε τὴν καθολικὴν Δαμασκοῦ ἁγιω376 τάτην ἐκκλησίαν φθόνῳ τῷ πρὸς Χριστιανοὺς ὁ ἀλιτήριος διὰ τὸ ὑπερβάλλον κάλλος τοῦ τοιούτου ναοῦ· καὶ ἐκώλυσε γράφεσθαι Ἑλληνιστὶ τοὺς δημοσίους τῶν λογοθεσίων κώδικας, ἀλλ' ἐν Ἀραβίοις αὐτὰ παρασημαίνεσθαι, χωρὶς τῶν ψήφων, ἐπειδὴ ἀδύνατον τῇ ἐκείνων γλώσσῃ μονάδα ἢ δυάδα ἢ τριάδα ἢ ὀκτὼ ἥμισυ ἢ τρία γράφεσθαι· διὸ καὶ ἕως σήμερόν εἰσι σὺν αὐτοῖς νοτάριοι Χριστιανοί. Κόσμου ἔτη σʹ. Τῆς θείας σαρκώσεως ἔτη ψʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ʹ. γʹ. Ἀράβων ἀρχηγὸς Οὐαλὶδ ἔτη θʹ. γʹ. Κωνσταντ. ἐπίσκοπος Κῦρος ἔτη ʹ. γʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη λʹ. γʹ. Τούτῳ τῷ ἔτει Ἰουστινιανὸς τὴν ἀναμεταξὺ Ῥωμαίων καὶ Βουλγάρων εἰρήνην διέστρεψε καὶ περάσας τὰ καβαλλαρικὰ θέματα εἰς τὴν Θρᾴκην καὶ ἐξοπλίσας πλώϊμον κατὰ Βουλγάρων καὶ Τέρβελι ὥρμησεν. καταλαβὼν δὲ τὴν Ἀγχίαλον τὸ μὲν πλώϊμον ἔμπροσθεν τοῦ κάστρου προσώρμισεν, τὰ δὲ καβαλλαρικὰ εἰς τοὺς ἄνωθεν κάμπους ἀπαραφυλάκτως καὶ πάσης ὑποψίας ἐκτὸς ἀπληκεῦσαι προσέταξεν. τοῦ δὲ λαοῦ σκορπισθέντος ὡς πρόβατα ἐπὶ τοὺς κάμπους πρὸς τὸ συλλέξαι χόρτον, εἶδον ἐκ τῶν ὀρέων οἱ κατάσκοποι τῶν Βουλγάρων τὴν τῶν Ῥωμαίων ματαίαν διοίκησιν· καὶ σωρευθέντες ὡς θῆρες ἐξάπινα ἐπιρρίψαντες μεγάλως διέφθειραν τὸ Ῥωμαϊκὸν ποίμνιον, πολλὴν αἰχμαλωσίαν τε καὶ ἵππους καὶ ἄρματα δίχα τῶν ἀναιρεθέντων λαβόντες. ὁ δὲ Ἰουστινιανὸς ἐν τῷ κάστρῳ καταφυγὼν σὺν τοῖς περισωθεῖσιν ἐπὶ τρισὶν ἡμέραις ἀπέκλεισε τὰς πύλας. θεασάμενος δὲ τὴν τῶν Βουλγάρων παραμονὴν αὐτὸς πρῶτος τὸν ἑαυτοῦ ἵππον νευροκοπήσας πάντας τὸ αὐτὸ ποιῆσαι παρεκελεύσατο. τρόπαια δὲ ἐπὶ τῶν τειχῶν θέμενος διὰ νυκτὸς εἰς τὰ σκάφη ἐπιβὰς λαθραίως ἀπέπλευσε καὶ μετ' αἰσχύνης τῇ πόλει παραγέγονεν. δʹ. δʹ. δʹ. δʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μασαλμᾶς καὶ Ἄβας τὴν Τύανον 377 διὰ τὴν μανίαν τοῦ ἀποκτανθέντος στρατοῦ σὺν τῷ Μαϊουμᾶ ὑπὸ Μαριανοῦ, καὶ ταύτην πολιορκοῦντες παρεχείμασαν ἐκεῖ. καὶ ἀποστέλλει πρὸς αὐτοὺς ὁ βασιλεὺς δύο στρατηγούς, Θεόδωρον τὸν Καρτεροῦκαν καὶ Θεοφύλακτον τὸν Σαλιβᾶν μετὰ στρατοῦ καὶ γεωργικοῦ λαοῦ χωρικοβοηθείας πρὸς τὸ πολεμῆσαι καὶ ἐκδιῶξαι αὐτούς. αὐτοὶ δὲ εἰς ἔριν ἀλλήλων ἐλθόντες καὶ ἀτάκτως συμβαλόντες αὐτοῖς τρέπονται, καὶ πολλαὶ χιλιάδες ἀπώλοντο, καὶ ᾐχμαλωτεύθησαν πολλοί. λαβόντες δὲ τὸ τοῦλδον καὶ τὰ τούτων βρώματα παρεκάθισαν, ἕως οὗ παρέλαβον τὴν πόλιν. λειφθέντες γὰρ ἦσαν τὰ βρώματα, καὶ ἤμελλον ἀναχωρεῖν. οἱ δὲ τῆς πόλεως Τυάνων ταῦτα ἰδόντες καὶ ἀπογνόντες ἔλαβον λόγον τῆς ἑαυτῶν ἀπαθείας καὶ ἐξῆλθον πρὸς αὐτοὺς καταλιπόντες τὴν πόλιν ἔρημον ἕως τοῦ νῦν. οἱ δὲ τὸν λόγον μὴ φυλάξαντες τούτους εἰς τὴν ἔρημον ἐξώρισαν, καὶ πολλοὺς δούλους ἐκράτησαν. σβʹ. ψβʹ. εʹ. εʹ. εʹ. εʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν Ἄβας τὴν Ῥωμανίαν καὶ πολλοὺςαἰχμαλωτίσας ὑπέστρεψεν. καὶ ἤρξατο κτίζειν τὸ Γαρὶς εἰς τὴν χώραν
362.6.1
ʹ. ʹ. ʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν Οὐθμὰν τὴν Κιλικίαν καὶ πολλὰ κάστρα ὑπὸ λόγον παρέλαβεν. προεδόθη αὐτοῖς καὶ τὸ Κάμαχον σὺν τοῖς παρακειμένοις τόποις. Ἰουστινιανὸς δὲ ἀπέλυσε Μαῦρον τὸν πατρίκιον εἰς Χερσῶνα διὰ μνησικακίαν σὺν Στεφάνῳ πατρικίῳ, τὸ ἐπίκλην Ἀσμίκτῳ, ἐξοπλίσας στόλον πολύν, μνησθεὶς τῆς κατ' αὐτοῦ γενομένης ἐπιβουλῆς ὑπό τε τῶν Χερσωνιτῶν καὶ Βοσφοριανῶν καὶ τῶν λοιπῶν κλιμάτων, πᾶσαν ναῦν δρομώνων τε καὶ τριηρῶν καὶ σκαφῶν μυριαγωγῶν καὶ ἁλιάδων καὶ ἕως χελανδίων, ἀπὸ διανομῆς τῶν οἰκούντων τὴν πόλιν συγκλητικῶν τε καὶ ἐργαστηριακῶν καὶ δημοτῶν καὶ παντὸς ὀφφικίου. καὶ τούτους ἀποστείλας παρήγγειλε πάντας τοὺς οἰκοῦντας ἐν ἐκείνοις τοῖς κάστροις τῷ ξίφει ὀλοθρεῦσαι καὶ μηδένα ζωογονῆσαι, παραδεδωκὼς αὐτοῖς καὶ Ἡλίαν τὸν σπαθάριον ὀφείλοντα ἄρχοντα Χερσῶνος καταστῆναι. οἱ δὲ τὴν 378 Χερσῶνα καταλαβόντες, μηδενὸς αὐτοῖς ἀντιστάντος, τὰ κάστρα παρέλαβον καὶ πάντας τῷ ξίφει ἀνεῖλον χωρὶς τῶν μειρακίων, ὡς νηπίων τούτων φεισάμενοι καὶ πρὸς δουλείαν περιποιηθέντων. Τουδοῦνον δέ, τὸν ἄρχοντα Χερσῶνος ὡς ἐκ προσώπου τοῦ Χαγάνου ὄντα, καὶ Ζώϊλον, τὸν ἐκ σειρᾶς καὶ γένους ὄντα πρωτοπολίτην, καὶ ἑτέρους τεσσαράκοντα ἐμφανεῖς καὶ πρωτεύοντας τῆς Χερσῶνος συμφαμίλους δεσμίους πρὸς τὸν βασιλέα ἀπέστειλαν, ἑτέρους δὲ ἑπτὰ τῶν πρωτευόντων Χερσῶνος εἰς σούβλας ξυλίνας προσαρτήσαντες ἐπὶ πυρὸς ὤπτησαν, ἄλλους δὲ εἴκοσιν ἐξάγκωνα δήσαντες καὶ εἰς χελανδίου λώρους προσδήσαντες καὶ λίθοις τοῦτο γεμίσαντες εἰς βυθὸν κατεπόντισαν. τοῦ δὲ Ἰουστινιανοῦ ταῦτα μαθόντος καὶ ἐπὶ τῇ τῶν μειρακίων σωτηρίᾳ μανέντος, ἐκέλευσε σπουδαίως αὐτοὺς πρὸς αὐτὸν παραγενέσθαι. ἀποκινήσαντος δὲ τοῦ στόλου τῷ Ὀκτωβρίῳ μηνί, καὶ ἐν τῷ πελάγει φθασθέντος ἐν τῇ τοῦ ἄστρου ἐπιτολῇ τοῦ λεγομένου Ταυρουρᾶ, μικροῦ δεῖν ἅπας ὁ στόλος κατεποντίσθη· καὶ ἠριθμήθησαν οἱ ἐν τῷ ναυαγίῳ ἀποθανόντες χιλιάδες ογʹ. τοῦ δὲ Ἰουστινιανοῦ ταῦτα μαθόντος καὶ μὴ λυπηθέντος, μᾶλλον μὲν οὖν χαρᾶς πλησθέντος καὶ τῆς τοιαύτης μανίας ἀκμὴν ἐχομένου καὶ κραυγικῶς ἐπαπειλοῦντος, πάλιν ἕτερον ἐκπέμπειν στόλον καὶ ἀροτριᾷν ἅπαντας καὶ ἐξεδαφίζειν ἕως οὐροῦντα πρὸς τοῖχον, ἤκουσαν ταῦτα οἱ τῶν κάστρων ἐκείνων καὶ ἑαυτοὺς ἠσφαλίσαντο, καὶ ἀναγκασθέντες κατὰ τοῦ βασιλέως φρονῆσαι ἀπέστειλαν πρὸς τὸν Χαγάνον εἰς Χαζαρίαν αἰτούμενοι λαὸν πρὸς φυλακὴν αὐτῶν. ἐπὶ τούτοις οὖν διεγείρεται καὶ Ἡλίας ὁ σπαθάριος καὶ Βαρδάνης ὁ ἐξόριστος, τὸ τηνικαῦτα ἀνακληθεὶς ἀπὸ Κεφαληνίας καὶ σὺν τῷ στόλῳ εἰς Χερσῶνα ὤν. ὁ δὲ Ἰουστινιανὸς ταῦτα μαθὼν ἀπέστειλε μετ' ὀλίγων δρομώνων Γεώργιον τὸν πατρίκιον, τὸ ἐπίκλην Σύρον, καὶ γενικὸν λογοθέτην, καὶ Ἰωάννην τὸν ἔπαρχον, καὶ Χριστοφόρον, τουρμάρχην τῶν Θρᾳκησίων, μετὰ καὶ τριακοσίων ἐξωπλισμένων, 379 παραδεδωκὼς αὐτοῖς Τουδοῦνόν τε καὶ Ζώϊλον ὀφείλοντας ἀποκατασταθῆναι κατὰ τὸ πρότερον ἐν Χερσῶνι, δι' ἀποκρισιαρίου δὲ ἀπολογήσασθαι τῷ Χαγάνῳ, ἀγαγεῖν δὲ πρὸς αὐτὸν Ἡλίαν καὶ Βαρδάνην. τῶν δὲ περασάντων ἐν Χερσῶνι, οἱ τῆς πόλεως Χερσῶνος τούτοις περιλογὴν οὐκ ἐποίησαν. τῇ δὲ ἐπαύριον τούτους μόνους εἰσελθεῖν οἱ τῆς πόλεως προτρεψάμενοι τὰς πύλας ἀπέκλεισαν, καὶ τὸν μὲν γενικὸν λογοθέτην ἅμα τῷ ἐπάρχῳ ξίφει ἀνεῖλον, τὸν δὲ Τουδοῦνον ἅμα Ζωΐλῳ καὶ τῷ λεχθέντι τουρμάρχῃ σὺν τοῖς τριακοσίοις στρατιώταις τοῖς Χαζάροις παρέδωκαν καὶ πρὸς τὸν Χαγάνον ἀπέστειλαν. τοῦ δὲ Τουδούνου κατὰ τὴν ὁδὸν τεθνηκότος, οἱ Χάζαρεις εἰς δοχὴν αὐτοῦ ἀπέκτειναν τὸν τουρμάρχην σὺν τοῖς τριακοσίοις στρατιώταις. τότε οἱ Χερσῶνος καὶ τῶν λοιπῶν κάστρων τὸν μὲν Ἰουστινιανὸν ἀνέσκαψαν, τὸν δὲ ἐκεῖσε ἐξόριστον Βαρδάνην Φιλιππικὸν καὶ βασιλέα εὐφήμησαν. ταῦτα μαθὼν Ἰουστινιανὸς καὶ ἐπὶ πλέον ἐκμανεὶς τὰ μὲν τέκνα τοῦ σπαθαρίου Ἡλία εἰς τὸν τῆς μητρὸς ἀπέσφαξε κόλπον, ταύτην δὲ ἠνάγκασε τῷ οἰκείῳ αὐτῆς ζευχθῆναι μαγείρῳ Ἰνδῷ ὄντι· εἶθ' οὕτω τε πλώϊμον ἕτερον κατασκευάσας ἀποστέλλει Μαῦρον τὸν πατρίκιον, τὸν Βέσσον, παραδεδωκὼς αὐτῷ πρὸς καστρομαχίαν κριόν, μαγγανικά τε καὶ πᾶσαν ἑλέπολιν, ἐντειλάμενος αὐτῷ, τὰ μὲν τείχη Χερσῶνος ἐδαφίσαι καὶ πᾶσαν τὴν πόλιν, μηδεμίαν δὲ ψυχὴν ἐξ αὐτῆς ζωογονῆσαι, πυκνοτέρως δὲ δι' ἀναφορῶν τὰ αὐτῷ πεπραγμένα δηλοῦν. τούτου δὲ περάσαντος καὶ διὰ τοῦ κριοῦ τὸν λεγόμενον Κεντηναρήσιον πύργον καταβαλόντος, ἅμα δὲ καὶ τὸν πλησίον αὐτοῦ Σύαγρον καλούμενον, Χαζάρων δὲ καταλαβόντων, ἐγένετο ἀνοχὴ τοῦ πολέμου. Βαρδάνης δὲ ἐκφυγὼν πρὸς τὸν Χαγάνον ᾤχετο. ἀπράκτου δὲ τοῦ στόλου γεγονότος καὶ πρὸς τὸν βασιλέα ὑποστρέψαι μὴ τολμῶντος, τὸν μὲν Ἰουστινιανὸν ἀνέσκαψαν, τὸν δὲ Βαρδάνην ὡς βασιλέα καὶ αὐτοὶ εὐφήμησαν. ᾐτήσαντο δὲ τὸν Χαγάνον δοθῆναι αὐτοῖς τὸν Φιλιππικόν. τοῦ δὲ Χαγάνου λόγον αὐτοὺς ἀπαιτήσαντος τοῦ μὴ προδοθῆ380 ναι αὐτὸν ὑπ' αὐτῶν καὶ τοῦ κομίσασθαι αὐτὸν κατὰ ἄνδρα ἀνὰ νομίσματος ἑνός, οἱ δὲ παραχρῆμα ταῦτα δόντες παρέλαβον τὸν Φιλιππικὸν βασιλέα. ἐν δὲ τῷ χρονίζειν τὸν στόλον, ἀναφορᾶς τε μὴ ἐλθούσης, ἐστοχάσατο Ἰουστινιανὸς τὴν αἰτίαν, καὶ ἐπάρας σὺν αὐτῷ τοὺς τοῦ Ὀψικίου καὶ μέρος Θρᾳκησίων ἀνῆλθεν ἕως Σινώπης πρὸς τὸ διαγνῶναι τὰ ἐν Χερσῶνι. ἐν δὲ τῷ σκοπεύειν αὐτὸν τὰ περατικὰ μέρη ὁρᾷ τὸν στόλον ἐπὶ τὴν πόλιν ἀρμενίζοντα καὶ βρύξας ὡς λέων καὶ αὐτὸς ἐπὶ τὴν πόλιν ὥρμησεν. τοῦ δὲ Φιλιππικοῦ προλαβόντος καὶ τὴν πόλιν κρατήσαντος, αὐτὸς ἐπὶ τὸν Δαματρῦν ἐλθὼν ἐν αὐτῷ σὺν τοῖς αὐτοῦ ἠπλήκευσεν. ὁ δὲ Φιλιππικὸς ἀποστέλλει εὐθέως κατὰ μὲν τοῦ Τιβερίου Μαῦρον τὸν πατρίκιον σὺν Ἰωάννῃ σπαθαρίῳ, τὸ ἐπίκλην Στρούθῳ, τὸν δὲ Ἡλίαν ὁμοίως μετὰ κούρσου κατὰ Ἰουστινιανοῦ εἰς τὸν Δαματρῦν, καὶ ἕτερον πάλιν κατὰ τοῦ Βαρισβακουρίου φυγῇ χρησαμένου. καὶ ὁ μὲν Μαῦρος ἅμα τοῦ ῥηθέντος Στρούθου ἐν Βλαχέρναις πορευθεὶς εὗρε τὸν Τιβέριον κρατοῦντα τῇ μιᾷ χειρὶ τὸ κιονάκιον τῆς ἁγίας τραπέζης τοῦ θυσιαστηρίου τῆς θεομήτορος, καὶ τῇ ἑτέρᾳ τὰ τίμια ξύλα καὶ ἐν τῷ τραχήλῳ φυλακτά, ἔξωθεν δὲ τοῦ βήματος παρακαθεζομένην Ἀναστασίαν, τὴν τοῦ πατρὸς αὐτοῦ μητέρα. ἥ τις τοῖς ποσὶ τοῦ Μαύρου κυλινδουμένη ᾐτεῖτο μὴ ἀποκτανθῆναι τὸν αὐτῆς ἔγγονα Τιβέριον, ὡς μηδὲν ἄτοπον πράξαντα. αὐτῆς δὲ τοὺς πόδας τούτου κατεχούσης καὶ μετὰ δακρύων ἱκετευούσης, εἰσελθὼν ὁ Στροῦθος ἔνδον τοῦ βήματος βίᾳ ἀφήρπασεν αὐτόν· καὶ τὰ μὲν τίμια ξύλα ἐξ αὐτοῦ ἄρας ἐπάνω τῆς τραπέζης ἐπέθηκεν, τὰ δὲ φυλακτὰ εἰς τὸν ἴδιον προσήρτησε τράχηλον. καὶ λαβόντες τὸν παῖδα ἐπὶ τῷ ἄνω τῶν Καλλινίκης παραπορτίῳ καὶ τοῦτον ἐκδύσαντες καὶ ἐπὶ τῆς φλιᾶς ἁπλώσαντες δίκην προβάτου αὐτὸν ἐλαρυγγοτόμησαν, καὶ τοῦτον ἐν τῷ ναῷ τῶν ἁγίων ἀναργύρων, τῷ λεγομένῳ Παυλίνης, ταφῆναι προσέταξαν. χειρωθεὶς δὲ καὶ Βαρισβακούριος, ὁ πρωτοπατρίκιος καὶ κόμης τοῦ Ὀψικίου, καὶ αὐτὸς ἀνῃρέθη. ὁ δὲ Ἡλίας ἅμα τῷ συνόντι αὐτῷ λαῷ ἀνελθὼν ἐν τῷ Δαματρῦ καὶ εἰς λόγους μετὰ τοῦ ἐκεῖσε ὄντος στρατοῦ ἐλθὼν λόγον τε ἀπαθείας τῷ συνόντι τῷ Ἰουστινιανῷ λαῷ δεδωκώς, διῃρέθησαν ἅπαντες καὶ ἀπέδρασαν 381 ἐκ τοῦ Ἰουστινιανοῦ, μόνον αὐτὸν καταλιπόντες καὶ τῷ μέρει τοῦ Φιλιππικοῦ προσρυέντες. τότε ὁ προλεχθεὶς Ἡλίας σπαθάριος θυμῷ ἐπιδραμὼν καὶ τὸν τούτου τράχηλον δραξάμενος τῷ παραμηρίῳ, ᾧ ἦν διεζωσμένος, ἀπέτεμε τὴν αὐτοῦ κάραν καὶ διὰ Ῥωμανοῦ σπαθαρίου πρὸς Φιλιππικὸν ἀπέστειλεν· ὁ δὲ Φιλιππικὸς διὰ τοῦ αὐτοῦ σπαθαρίου ταύτην ἐπὶ τὰ δυτικὰ μέρη ἕως Ῥώμης ἐξέπεμψεν. πρὸ δὲ τοῦ βασιλεῦσαι αὐτὸν ἐν τῇ μονῇ τῶν Καλλιστράτου ἔγκλειστος ἦν προορατικὸς καὶ αἱρετικός, ὅστις ἀνελθόντι τῷ Φιλιππικῷ εἶπεν αὐτῷ, ὅτι" βασιλεία σοι κεῖται." ὁ δὲ ἐταράχθη, καὶ λέγει ὁ ἔγκλειστος·" εἰ ὁ θεὸς κελεύει, σὺ τί ἀντιλέγεις; τοῦτο δὲ λέγω σοι, ὅτι ἡ ἕκτη σύνοδος κακῶς ἐγένετο· ἐὰν οὖν βασιλεύσῃς, ταύτην ῥίψον, καὶ γενέσθαι σοι ἔχει ἡ βασιλεία κραταιὰ καὶ πολυχρόνιος." ὁ δὲ συνέθετο αὐτῷ μεθ' ὅρκου τοῦτο ποιεῖν. τοῦ δὲ Λεοντίου διαδεξαμένου τὸν Ἰουστινιανόν, ἀνέρχεται Φιλιππικὸς πρὸς τὸν ἔγκλειστον. ὁ δὲ λέγει αὐτῷ·" μὴ σπουδάσῃς, γενέσθαι ἔχει." βασιλεύσαντος δὲ καὶ Ἀψιμάρου, πάλιν ἀνῆλθε πρὸς αὐτόν, καὶ πάλιν εἶπεν αὐτῷ, ὅτι" μὴ σπουδάσῃς, ἐκεῖνο περιμένει σε." θαρρήσαντος δὲ Φιλιππικοῦ τινι τῶν φίλων αὐτοῦ, ἐμήνυσε τῷ Ἀψιμάρῳ. ὁ δὲ δείρας καὶ κουρεύσας αὐτὸν καὶ σιδηρώσας ἐξώρισεν εἰς Κεφαληνίαν. βασιλεύσαντος δὲ Ἰουστινιανοῦ, πάλιν ἀνεκαλέσατο αὐτόν. καὶ βασιλεύσας ἐποίησε ψευδοσύνοδον ἐπισκόπων κατὰ τὸν λόγον τοῦ ψευδαββᾶ καὶ ἐγκλείστου καὶ ἔρριψε τὴν ἁγίαν καὶ οἰκουμενικὴν ἕκτην σύνοδον. καὶ τῷ αὐτῷ χρόνῳ ἐτυφλώθη ὁ μάταιος. ἐν πολλῇ δὲ ἀμεριμνίᾳ εἰς τὰ βασίλεια διατελῶν πλήθη τε χρημάτων καὶ λαμπροτάτων οὐσιῶν ἐκεῖσε εὑρὼν ἐκ πλειόνων χρόνων ὑπὸ τῶν προβεβασιλευκότων συναχθέντων ἐκ δημεύσεων καὶ διαφόρων προφάσεων, καὶ μάλιστα ὑπὸ τοῦ εἰρημένου Ἰουστινιανοῦ, ταῦτα εἰκῆ καὶ μάτην ἀπόνως διεσκόρπισεν. καὶ ἐν μὲν ταῖς διαλαλιαῖς αὐτοῦ λόγιος καὶ ἐχέφρων ἐλογίζετο, ἐν δὲ ταῖς πράξεσιν αὐτοῦ ἀσέμνως καὶ ἀνικάνως τὸν βίον διατελῶν πάντη ἀδόκιμος ἐδείκνυτο. ἦν δὲ καὶ αἱρετικὸς καὶ μοιχός. Κῦρον δὲ τὸν πατριάρχην ἐξωθήσας τῆς ἐκκλησίας Ἰωάννην τὸν αὐτοῦ συμμύστην καὶ συναιρετικὸν προεβάλετο. 382 Κόσμου ἔτη σδʹ. Τῆς θείας σαρκώσεως ἔτη ψδʹ. Ῥωμαίων βασιλεὺς Φιλιππικὸς ἔτη βʹ.
362.7.1
Ἀράβων ἀρχηγὸς Οὐαλὶδ ἔτη θʹ. ζʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη γʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη λʹ. ζʹ. Τούτῳ τῷ ἔτει Φιλιππικὸς τοὺς Ἀρμενίους τῆς ἑαυτοῦ γῆς ἐξελάσας Μελιτηνὴν καὶ τὴν τετάρτην Ἀρμενίαν οἰκῆσαι ἠνάγκασεν. Μασαλμᾶς δὲ τὴν Ἀμάσειαν παρέλαβε σὺν ἄλλοις καστελλίοις καὶ πολλῇ αἰχμαλωσίᾳ· Γεώργιός τε, ὁ Ἀπαμείας ἐπίσκοπος μετῳκίσθη ἐν Μαρτυροπόλει. Φιλιππικὸς δὲ οὐκ ᾐσχύνθη ἐκμανῶς κινηθῆναι κατὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου, ἀνατρέπειν σπεύδων τὰ ὑπ' αὐτῆς βεβαιωθέντα θεῖα δόγματα. εὗρε δὲ ὁμόφρονας αὐτοῦ Ἰωάννην, ὃν ἐπίσκοπον Κωνσταντινουπόλεως πεποίηκε καθελὼν Κῦρον, τὸν ταύτης πρόεδρον, ὃν καὶ περιώρισεν ἐν τῷ τῆς Χώρας μοναστηρίῳ· Γερμανόν τε τὸν μετὰ ταῦτα τὸν θρόνον Κωνσταντινουπόλεως κατασχόντα, ἐπίσκοπον τὸ τηνικαῦτα ὑπάρχοντα Κυζίκου, καὶ Ἀνδρέαν καὶ αὐτὸν ἐπίσκοπον Κρήτης ὄντα, Νικόλαόν τε τὸν ἀπὸ καυκοδιακόνων σοφιστὴν γεγονότα τῆς ἰατρικῆς ἐπιστήμης κυέστορά τε τότε ὑπάρχοντα, Ἐλπίδιόν τε διάκονον τῆς μεγάλης ἐκκλησίας, Ἀντίοχόν τε τὸν χαρτοφύλακα καὶ ἑτέρους τούτων ὁμοιοτρόπους· οἵτινες καὶ ἐγγράφως ἀνεθεμάτισαν τὴν ἁγίαν ἕκτην σύνοδον. τῶν δὲ Βουλγάρων διὰ τοῦ Φιλέα λάθρα ἐπὶ τὸ Στενὸν καταρριψάντων καὶ μεγάλην σφαγὴν πεποιηκότων καὶ ἕως τῆς πόλεως ἐκδραμόντων, καὶ πολλοὺς περαματίζοντας, γάμους τε ἐνουσίους καὶ δαψιλεστάτους ἀρίστους μετὰ ποικίλου ἀργύρου καὶ λοιπῆς ἀποσκευῆς εὑρηκότων, καὶ ἕως τῆς Χρυσῆς πόρτης διαδραμόντων καὶ τὴν ἅπασαν Θρᾴκην αἰχμαλωτισάντων, ὑπέστρεψαν ἀβλαβεῖς εἰς τὰ ἴδια μετὰ κτηνῶν ἀμέτρων. ὁμοίως καὶ οἱ Ἄραβες τὴν Μίσθειαν παρέλαβον καὶ ἕτερα κάστρα, πλείστων φαμιλιῶν καὶ κτηνῶν ἀναριθμήτων ἅλωσιν ποιησάμενοι. 383 βʹ. ηʹ. βʹ. ηʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν Ἄβας τὴν Ῥωμανίαν καὶ παρέλαβεν Ἀντιόχειαν Πισιδίας μετὰ πολλῆς αἰχμαλωσίας, καὶ ὑπέστρεψεν. ἐγένετο δὲ σεισμὸς μέγας κατὰ τὴν Συρίαν μηνὶ Περιτίῳ κηʹ. διετοῦς δὲ χρόνου τῆς βασιλείας Φιλιππικοῦ ἐν τούτοις παραδραμόντος, καὶ τοῦ γενεθλίου ἱππικοῦ ἐπιτελουμένου, Πρασίνων νικησάντων, ἔδοξε τῷ βασιλεῖ τῷ σαββάτῳ τῆς πεντηκοστῆς καβαλλάριον μετὰ δοχῆς καὶ ὀργάνων εἰσελθεῖν καὶ λούσασθαι εἰς τὸ δημόσιον λουτρὸν τοῦ Ζευξίππου καὶ μετὰ πολιτῶν ἀρχαιογενῶν ἀριστῆσαι. ἐν δὲ τῷ μεσημβρίζειν αὐτὸν ἐξάπινα διὰ τῆς Χρυσῆς πόρτης εἰσῆλθε Ῥοῦφος, ὁ πρωτοστράτωρ τοῦ Ὀψικίου, ὑπὸ βουλὴν Γεωργίου, πατρικίου καὶ κόμητος τοῦ Ὀψικίου, τὸ ἐπίκλην Βουράφου, καὶ Θεοδώρου πατρικίου τοῦ Μυακίου, μετὰ τῶν ταξάτων, ὧν εἶχεν ἐν τῇ Θρᾴκῃ τοῦ αὐτοῦ θέματος, καὶ εἰσδραμὼν εἰς τὸ παλάτιον εὗρε τὸν Φιλιππικὸν μεσημβρίζοντα, καὶ ἁρπάσας αὐτὸν ἀνήνεγκεν εἰς τὸ ὀρνατώριον τῶν Πρασίνων κἀκεῖ αὐτὸν ἐτύφλωσεν, μηδενὸς διεγνωκότος. τῇ δὲ ἐπαύριον, ἤγουν τῇ πεντηκοστῇ, σωρευθέντος τοῦ λαοῦ εἰς τὴν μεγάλην ἐκκλησίαν, ἐστέφθη Ἀρτέμιος ὁ πρωτοασηκρήτης, μετονομασθεὶς Ἀναστάσιος. τῷ δὲ σαββάτῳ μετὰ τὴν πεντηκοστὴν ἐτυφλώθη Θεόδωρος ὁ Μυάκης, καὶ τῷ δευτέρῳ σαββάτῳ ἐτυφλώθη Γεώργιος ὁ Βούραφος, καὶ ἐξωρίσθησαν ἐν Θεσσαλονίκῃ. Κόσμου ἔτη σ ʹ. Τῆς θείας σαρκώσεως ἔτη ψ ʹ. Ῥωμαίων βασιλεὺς Ἀρτέμιος ἔτη βʹ. αʹ. Ἀράβων ἀρχηγὸς Οὐαλὶδ ἔτη θʹ. θʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη γʹ. γʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη λʹ. θʹ. Τούτῳ τῷ ἔτει ἐκούρσευσε Μασαλμᾶς τὴν Ῥωμανίαν, καὶ σκυλεύσας τὴν Γαλατίαν ὑπέστρεψε μετ' αἰχμαλωσίας καὶ σκύλων πολλῶν. ὁ δὲ Ἀρτέμιος στρατηγοὺς ἱκανωτάτους προβαλλόμενος εἰς τὰ καβαλλαρικὰ θέματα, καὶ λογιωτάτους εἰς τὰ πολιτικά, ἐν ἀδείᾳ διετέλει. τῶν δὲ Ἀράβων ὁπλιζομένων κατὰ Ῥωμανίας διά τε γῆς 384 καὶ θαλάσσης, ἀπέστειλεν ὁ βασιλεὺς ἄρχοντας ἐν Συρίᾳ πρὸς Οὐαλίδ, ὡς δῆθεν τὰ τῆς εἰρήνης προσλαλῆσαι, Δανιὴλ τὸν Σινωπίτην, πατρίκιον καὶ ἔπαρχον τῆς πόλεως, ἐντειλάμενος αὐτῷ ἐν ἀκριβείᾳ διερευνῆσαι περὶ τῆς κατὰ Ῥωμανίας κινήσεως καὶ δυνάμεως αὐτῶν. τοῦ δὲ ἀπελθόντος καὶ ὑποστρέψαντος, ἀπήγγειλε τῷ βασιλεῖ τὴν μεγάλην κατὰ τῆς βασιλίδος πόλεως διά τε γῆς καὶ θαλάσσης ἐξόπλισιν αὐτῶν..... ὅτι ἕκαστος φροντιζέτω τὰς ἑαυτοῦ δαπάνας ἕως τοῦ τριετοῦς χρόνου, ὁ δὲ τοῦτο ἀπορῶν ἀποτρεχέτω τῆς πόλεως. ἔστησε δὲ ἐπείκτας καὶ ἤρξατο κτίζειν δρόμωνάς τε καὶ διήρεις πυρσοφόρους καὶ μεγίστας τριήρεις· καὶ τὰ παράλια δὲ ἀνεκαίνισε τείχη, ὡσαύτως δὲ καὶ τὰ χερσαῖα, στήσας τοξοβολίστρας καὶ τετραρέας εἰς τοὺς πύργους καὶ μαγγανικά· καὶ κατὰ τὸ δυνατὸν αὐτῷ τὴν πόλιν ὀχυρώσας γεννήματά τε πλεῖστα εἰς τὰ βασιλικὰ ὄρια ἀπέθετο καὶ καθ' ἑαυτὸν ἠσφαλίσατο. Ἀράβων ἀρχηγὸς Σουλεϊμὰν ἔτη γʹ. Κωνσταντινουπόλεως ἐπίσκοπος Γερμανὸς ἔτη ιεʹ. βʹ. αʹ. αʹ. ιʹ. Τούτῳ τῷ ἔτει ἀπεβίω Οὐαλίδ, καὶ Σουλεϊμὰν διαδέχεται τὴν ἀρχήν. τῷ δ' αὐτῷ δευτέρῳ ἔτει τῆς βασιλείας Ἀρτεμίου, τοῦ καὶ Ἀναστασίου, τῆς ιγʹ ἰνδικτιῶνος μηνὶ Αὐγούστῳ ιαʹ, μετετέθη Γερμανὸς ἀπὸ τῆς μητροπόλεως Κυζίκου εἰς Κωνσταντινούπολιν· ἐφ' ᾗ καὶ κιτατόριν μεταθεσίμου τὸ ὑποτεταγμένον ἐκπεφώνηται· ψήφῳ καὶ δοκιμασίᾳ τῶν θεοσεβεστάτων πρεσβυτέρων καὶ διακόνων, καὶ παντὸς τοῦ εὐαγοῦς κλήρου, καὶ τῆς ἱερᾶς συγκλήτου, καὶ τοῦ φιλοχρίστου λαοῦ τῆς θεοφυλάκτου ταύτης καὶ βασιλίδος πόλεως, ἡ θεία χάρις, ἡ πάντοτε τὰ ἀσθενῆ θεραπεύουσα καὶ τὰ λείποντα ἀναπληροῦσα, μετατίθησι Γερμανόν, τὸν ὁσιώτατον πρόεδρον τῆς Κυζικηνῶν 385 μητροπόλεως, εἰς ἐπίσκοπον ταύτης τῆς θεοφυλάκτου καὶ βασιλίδος πόλεως. ἐγένετο δὲ ἡ παροῦσα μετάθεσις κατὰ παρουσίαν Μιχαήλ, τοῦ ὁσιωτάτου πρεσβυτέρου καὶ ἀποκρισιαρίου τοῦ ἀποστολικοῦ θρόνου, καὶ λοιπῶν ἱερέων καὶ ἐπισκόπων, ἐπὶ Ἀρτεμίου βασιλέως. μαθὼν δὲ Ἀρτέμιος, ὅτι στόλος τῶν Σαρακηνῶν ἀπὸ Ἀλεξανδρείας ἐπὶ τὸν Φοίνικα ἀνέδραμε πρὸς τὸ κόψαι ξυλὴν κυπαρισσίνην, ἐπιλεξάμενος ἐκ τοῦ οἰκείου στόλου τὰ εὔδρομα σκάφη ἔβαλε ταξάτους ἐκ τοῦ Ὀψικίου θέματος, καὶ εἰς τὴν Ῥόδον ἀθροισθῆναι ἐκέλευσε πάντας καὶ προεβάλετο στρατηγὸν καὶ κεφαλὴν αὐτῶν τὸν διάκονον Ἰωάννην τῆς μεγάλης ἐκκλησίας, τὸν ἐπιλεγόμενον παπᾶν Ἰωαννάκιν τὸ τηνικαῦτα λογοθέτην γενικὸν ὑπάρχοντα. αὐτοῦ δὲ ἐν τῇ Ῥόδῳ καταλαβόντος, καὶ τῶν πλωΐμων συναθροισθέντων, διελάλει τοῖς ἄρχουσι περὶ τοῦ ἀποκινῆσαι αὐτούς, καὶ ἀπελθεῖν εἰς τὸν Φοίνικα, πρὸς τὸ καῦσαι τὴν ξυλὴν καὶ τὴν εὑρισκομένην ἐξάρτυσιν τῶν Ἀγαρηνῶν. πάντων δὲ προθύμως ὑπακουσάντων, οἱ τοῦ Ὀψικίου οὐ κατεδέξαντο· καὶ τὸν μὲν βασιλέα ἀνέσκαψαν, τὸν δὲ διάκονον Ἰωάννην ῥομφαίαις ἀνεῖλον. ἐντεῦθεν λοιπὸν οἱ στόλοι διαιρεθέντες εἰς τοὺς ἰδίους ἀπέπλευσαν τόπους, οἱ δὲ κακοῦργοι κατὰ τῆς βασιλίδος ἀνέβαλον πόλεως. ἐλθόντων δὲ αὐτῶν ἐν τῷ Ἀδραμυτίῳ, ἀκεφάλων ὄντων, εὗρον ἐκεῖ ἄνδρα ἐντόπιον Θεοδόσιον ὀνόματι, ἐκλήπτορα τῶν δημοσίων φόρων ὑπάρχοντα, ἀπράγμονά τε καὶ ἰδιώτην, καὶ προετρέψαντο αὐτὸν τοῦ βασιλεύειν. ὁ δὲ φυγῇ χρησάμενος εἰς τὸ ὄρος ἐκρύβη. εὑρόντες δὲ αὐτὸν εὐφήμησαν αὐτὸν βιασάμενοι ὡς βασιλέα. ὁ δὲ Ἀρτέμιος ταῦτα μαθὼν ἐπέστησε τῇ πόλει οἰκειακοὺς αὐτοῦ ἀνθρώπους ἄρχοντας ἅμα τοῦ κατασκευασθέντος ὑπ' αὐτοῦ στόλου, καὶ ἐξοπλίσας αὐτοὺς αὐτὸς ἐξῆλθεν ἐν Νικαίᾳ τῇ πόλει, κἀκεῖσε ἑαυτὸν ἠσφαλίσατο. οἱ δὲ ἀντάρται ἀναβαλόντες καὶ συγκινήσαντες ὅλον τὸ θέμα τοῦ Ὀψικίου καὶ τοὺς Γοτθογραίκους, συλλαμβάνονται πλεῖστα μικρά τε καὶ μεγάλα πραγματευτικὰ σκάφη καὶ διά τε γῆς καὶ θαλάσσης ἐν Χρυσοπόλει ἀνέδραμον. τοῦ δὲ τῆς πόλεως στόλου εἰς τὸν λιμένα τοῦ ἁγίου Μάμαντος 386 ὁρμοῦντος, καθ' ἑκάστην ἡμέραν ἐπολέμουν ἀλλήλους ἐπὶ μῆνας ἕξ. τοῦ δὲ τῆς πόλεως στόλου ἐπὶ τὸν τοῦ Νεωρίου τῆς πόλεως λιμένα μεθορμίσαντος, περάσας ὁ Θεοδόσιος τὰ Θρᾳκῷα ἐκράτησε μέρη. προδοσίας δὲ γενομένης, διὰ τῆς πόρτης τοῦ μονοτείχους τῶν Βλαχερνῶν τὴν πόλιν ἔλαβον. οἱ δὲ παράνομοι λαοὶ τοῦ Ὀψικίου ἅμα τῶν Γοτθογραίκων τῇ νυκτὶ εἰς τοὺς οἴκους τῶν πολιτῶν διαδραμόντες μεγίστην εἰργάσαντο ἅλωσιν, μηδενὸς φεισάμενοι· τοὺς δὲ ἐν αὐτῇ ὑπάρχοντας τοῦ Ἀρτεμίου ἄρχοντας ἅμα Γερμανῷ τῷ πατριάρχῃ Κωνσταντινουπόλεως συλλαβόμενοι ἐν Νικαίᾳ ἀπήγαγον πρὸς πίστωσιν Ἀρτεμίου καὶ τῶν σὺν αὐτῷ ὄντων. ὁ δὲ Ἀρτέμιος τούτους θεασάμενος ἀπέγνω ἑαυτοῦ καὶ ἑαυτὸν παρέδωκε λόγον τε ἀπαθείας αἰτησάμενος τὸ μοναδικὸν περιεβάλετο σχῆμα. ὁ δὲ Θεοδόσιος ἀβλαβῆ τοῦτον διατηρήσας ἐν Θεσσαλονίκῃ ἐξώρισεν. ἐβασίλευσε δὲ Φιλιππικὸς μὲν ἔτη βʹ καὶ μῆνας θʹ, Ἀρτέμιος δὲ ἔτος αʹ καὶ μῆνας γʹ. Λέων δέ, τῶν ἀνατολικῶν στρατηγὸς ὤν, Ἀρτεμίου ὑπερμαχῶν οὐχ ὑπετάγη Θεοδοσίῳ· εἶχε δὲ συμπνέοντα αὐτῷ καὶ συντρέχοντα Ἀρτάυασδον Ἀρμένιον, τῶν Ἀρμενιάκων στρατηγόν, ᾧκαὶ συνέθετο δοῦναι τὴν ἑαυτοῦ θυγατέρα εἰς γυναῖκα· ὃ καὶ πεποίηκεν. Κόσμου ἔτη σηʹ. Τῆς θείας σαρκώσεως ἔτη ψηʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτος αʹ. αʹ. Ἀράβων ἀρχηγὸς Σουλεϊμὰν ἔτη γʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Γερμανὸς ἔτη ιεʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη λʹ. ιαʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μασαλμᾶς κατὰ Κωνσταντινουπόλεως καὶ προέπεμψε Σουλεϊμὰν μετὰ στρατοῦ διὰ ξηρᾶς, Οὔμαρον δὲ διὰ θαλάσσης. αὐτὸς δὲ ὀπίσω αὐτῶν μετὰ πολλῆς ἀποσκευῆς πολεμικῆς ἧκεν. Σουλεϊμὰν δὲ καὶ Βάκχαρος ἐπὶ τὸ Ἀμώριον φθάσαντες γράφουσι πρὸς Λέοντα, τὸν στρατηγὸν τῶν ἀνατολικῶν, ὅτι 387" οἴδαμεν, ὅτι ἡ βασιλεία τῶν Ῥωμαίων σοι ἁρμόζει, ἐλθὲ οὖν πρὸς ἡμᾶς, καὶ ἂς λαλήσωμεν τὰ πρὸς εἰρήνην." θεωρήσας οὖν ὁ Σουλεϊμὰν τὸ Ἀμώριον στρατὸν μὴ ἔχον καὶ πρὸς τὸν στρατηγὸν ἐν ἔχθρᾳ διακείμενον διὰ τὴν πρὸς Ἀρτέμιον συμμαχίαν, παρεκάθισεν αὐτό, βουλόμενος ἐκεῖ ἐκδέξασθαι καὶ τὸν Μασαλμᾶν. ἅμα δὲ ἐπλησίασε τῇ πόλει, ἤρξαντο οἱ Σαρακηνοὶ εὐφημεῖν τὸν στρατηγὸν Λέοντα βασιλέα, παρακαλοῦντες καὶ τοὺς ἔσω τὸ αὐτὸ ποιεῖν. ἰδόντες δὲ οἱ τοῦ Ἀμωρίου, ὅτι οἱ Σαρακηνοὶ πόθῳ αὐτὸν εὐφήμουν, εὐφήμησαν καὶ αὐτοί. γνοὺς δὲ ὁ στρατηγὸς ὅτι ταξάτων καὶ ἀρχόντων οὐκ ὄντων μέλλει ἀπολέσθαι τὸ Ἀμώριον, δηλοῖ τῷ Σουλεϊμάν, ὅτι" ἐὰν θέλῃς ἵνα ἔλθω πρός σε καὶ τὰ πρὸς εἰρήνην λαλήσωμεν, διὰ τί παρακαθέζῃ τὴν πόλιν;" ὁ δὲ πρὸς αὐτόν·" ἐλθέ, καὶ ἀναχωρῶ." καὶ λαβὼν ὁ στρατηγὸς λόγον παρ' αὐτοῦ μετὰ τριακοσίων καβαλλαρίων παραγίνεται πρὸς αὐτόν. ἰδόντες δὲ αὐτὸν οἱ Ἀγαρηνοί, φορέσαντες τὰ λωρίκια καὶ τὰ κατάφρακτα αὐτῶν ὑπήντησαν αὐτῷ, καὶ ἠπλήκευσεν ἀπὸ ἡμίσεως μιλίου τοῦ φωσάτου αὐτῶν. ἐπὶ τρισὶ δὲ ἡμέραις προερχομένου αὐτοῦ πρὸς αὐτούς, ἐλάλουν τὰ πρὸς εἰρήνην καὶ τοῦ ἀναχωρῆσαι αὐτοὺς τῆς πόλεως. οἱ δὲ ἔφασκον, ὅτι" στοίχησον τὴν εἰρήνην, καὶ τότε ἀναχωροῦμεν." γνοὺς δὲ ὁ στρατηγὸς ὅτι βούλονται αὐτὸν κρατῆσαι, ἐκάλεσεν ἐκ τῶν ἐμφανῶν Σαρακηνῶν πλείστους εἰς δεῖπνον, καὶ ἐσθιόντων αὐτῶν ἀπέστειλε Σουλεϊμὰν τρισχιλίους Σαρακηνοὺς λωρικάτους κυκλῶσαι καὶ φυλάττειν αὐτὸν πρὸς τὸ μὴ διαδρᾶσαι. ἡ δὲ βίγλα γνοῦσα ἐδήλωσεν αὐτῷ, ὅτι" πλῆθος Σαρακηνῶν κύκλῳ ἡμῶν ἵστανται καβαλλάριοι." ἐλθὼν δὲ εἷς ἐξ αὐτῶν καβαλλάριος ὀνόματι Ζοῦβερ, ἔστη ἔμπροσθεν λέγων, ὅτι" δοῦλος ἔφυγε κλέψας χρῆμα πολύ, καὶ δι' ἐκεῖνον ἐκαβαλλικεύσαμεν." ὁ δὲ στρατηγὸς τὴν τέχνην τῆς ἀπάτης αὐτῶν ἐγνωκὼς ἔφη πρὸς αὐτούς·" μὴ περισπασθῆτε. ὅπου γὰρ δήποτε ἂν ἀπέλθῃ ἐν τοῖς κάστροις ἡμῶν, εὑρίσκομεν αὐτόν." λυπηθεὶς 388 δὲ ἠδυνήθη κρυπτῶς δι' ἀνθρώπου αὐτοῦ δηλῶσαι τοῖς τοῦ Ἀμωρίου, ὅτι" φοβήθητε τὸν θεόν, μὴ προδώσητε ἑαυτούς. ἰδοὺ γὰρ πλησιάζει καὶ ὁ Μασαλμᾶς." καὶ ἐξέρχεται ὁ ἐπίσκοπος πρὸς αὐτόν, καὶ ταῦτα αὐτὰ λαλεῖ αὐτῷ. γνοὺς δὲ ὁ Σουλεϊμάν, ὅτι ἐξῆλθε πρὸς αὐτὸν ὁ ἐπίσκοπος, πέμπουσι πρὸς τὸν στρατηγόν, ὅτι" δὸς ἡμῖν τὸν ἐπίσκοπον." ὁ δὲ περιστατηθεὶς ἔκρυψεν αὐτὸν εἰπὼν ἑνὶ τῶν ἀνθρώπων αὐτοῦ, ὅτι" ἡμῶν ὁμιλούντων, ἔνδυσον αὐτὸν ἑτέραν στολὴν καὶ ὡς διὰ ξύλα ἢ ὕδωρ ἀπόλυσον αὐτὸν πορευθῆναι εἰς τὰ ὄρη." ἐνισταμένων δὲ τῶν Σαρακηνῶν περὶ τοῦ ἐπισκόπου, λέγει ὁ στρατηγός·" οὐκ ἔστιν ὧδε, πλὴν ἀπέλθετε πρὸς τὸν ἀμηρᾶν, καὶ ἔρχομαι κἀγώ, καὶ περὶ πάντων λαλοῦμεν." αὐτοὶ δὲ λογισάμενοι, ὅτι εἰσερχομένου αὐτοῦ εἰς τὸν ἀμηρᾶν ἐν μέσῳ αὐτῶν κρατοῦσιν αὐτόν, ἀφῆκαν αὐτόν. καβαλλικεύσας δὲ σὺν διακοσίοις ἀνθρώποις αὐτοῦ, ὡς δῆθεν κυνηγῶν, ἔδωκεν ἐπὶ τὰ ἀριστερά. οἱ οὖν συνόντες αὐτῷ Σαρακηνοὶ λέγουσιν αὐτῷ." ποῦ ἀπέρχῃ;" ὁ δὲ εἶπεν, ὅτι" εἰς τὰ λιβάδια θέλω μεταπληκεῦσαι." οἱ δὲ εἶπον, ὅτι" ἡ βουλή σου οὐκ ἔστιν ἀγαθή, καὶ οὐκ ἐρχόμεθα μετὰ σοῦ." τότε λέγει ὁ στρατηγὸς τοῖς ἰδίοις αὐτοῦ, ὅτι" λόγον ἡμῖν δόντες κρατῆσαι ἡμᾶς ἠθέλησαν, καὶ δι' ἡμῶν τοὺς Χριστιανοὺς ἀπολέσαι· ἐκ τῶν ἀνθρώπων ἡμῶν ἢ τῶν ἀλόγων τῶν ἀπομεινάντων οὐδένα κρατοῦσιν." καὶ πορευθεὶς μίλια δέκα ἠπλήκευσεν. τῇ δὲ ἐπαύριον πέμπει τὸν δομέστικον τῶν στρατόρων αὐτοῦ, καὶ δηλοῖ αὐτοῖς, ὅτι" λόγον μοι ἐδώκατε, καὶ δόλῳ κρατῆσαί με ἠθελήσατε· διὰ τοῦτο ἀνεχώρησα." ὁ δὲ Μασαλμᾶς ὑπερβὰς ἦν τὰς κλεισούρας, ὁ δὲ Σουλεϊμὰν τοῦτο οὐκ ἔγνω. ἐστασίασαν δὲ οἱ ἀμηραῖοι καὶ ὁ λαὸς κατὰ τοῦ Σουλεϊμάν, ὅτι" τί παρακαθεζόμεθα τὰ τείχη καὶ οὐ κουρσεύομεν;" καὶ ἐκτρέψαντες τὰς τένδας ἀνεχώρησαν. ὁ δὲ στρατηγὸς Νικαίαν τὸν τουρμάρχην μετὰ ωʹ στρατιωτῶν εἰσήνεγκεν εἰς τὸ Ἀμώριον ἐκβαλὼν καὶ τὰ πλεῖστα γυναικόπαιδα. καὶ ἀπέρχεται αὐτὸς 389 εἰς Πισιδίαν. τοῦ δὲ Μασαλμᾶ ἐλθόντος εἰς Καππαδοκίαν, ἀπογνόντες ἑαυτῶν οἱ Καππάδοκες ἐξῆλθον πρὸς αὐτὸν παρακαλοῦντες αὐτὸν λαβεῖν αὐτούς. ἀκούων δὲ ὁ Μασαλμᾶς τὴν ἔχθραν, ἣν εἶχε Θεοδόσιος ὁ βασιλεὺς πρὸς τὸν στρατηγόν, βουλόμενος τοῦτον δελεάσαι καὶ εἰρηνεῦσαι μετ' αὐτοῦ καὶ δι' αὐτοῦ τὴν Ῥωμανίαν ὑποτάξαι, λέγει αὐτοῖς·" οὔκ ἐστε τοῦ στρατηγοῦ;" οἱ δὲ εἶπον·" ναί."" ποιεῖτε, εἴ τι ποιεῖ ἐκεῖνος;" ὅτι" ναί." τότε λέγει αὐτοῖς·" ἀπέλθετε ἐν τοῖς κάστροις ὑμῶν, καί τινα μὴ φοβηθῆτε." καὶ παρήγγειλε τὸν λαὸν αὐτοῦ τοῦ μὴ πραιδεῦσαι ἐν πάσαις ταῖς ἐπαρχίαις τοῦ στρατηγοῦ. ταῦτα γνοὺς ὁ στρατηγὸς καὶ ἐννοηθείς, ὅτι ὁ Σουλεϊμὰν δηλοῖ τῷ Μασαλμᾷ, ὅτι ἀφῆκεν αὐτὸν καὶ ἀνεχώρησεν, ἀπέστειλε γράμματα πρὸς τὸν Μασαλμᾶν, ὅτι" ἐγγύς σου ἐβουλόμην ἐλθεῖν· ἀλλ' ὁ Σουλεϊμάν, ἀπελθόντος μου πρὸς αὐτόν, ἠβουλήθη κρατῆσαί με, καὶ νῦν φοβοῦμαι ἐλθεῖν πρὸς σέ." λέγει οὖν ὁ Μασαλμᾶς τῷ ἀνθρώπῳ τοῦ στρατηγοῦ·" οἶδα ὅτι ἐμπαίζει με ὁ στρατηγὸς διὰ τὸ ὅλως μὴ πραιδεῦσαί με τὰς ἐπαρχίας αὐτοῦ." λέγει αὐτῷ ὁ ἄνθρωπος τοῦ στρατηγοῦ·" οὐκ ἔστιν οὕτως· ἀλλ' ἐν ἀληθείᾳ σοι γράφει." τότε ἐρωτᾷ·" τὸ Ἀμώριον πῶς ἐστὶν ἐγγὺς αὐτοῦ;" ἔφη·" καλῶς, καὶ ἐν ὑποταγῇ αὐτοῦ." ὀξυνθεὶς δὲ ὕβρισεν αὐτόν, εἰπών·" τί ψεύδῃ;" ἐκεῖνος εἶπεν, ὅτι" ὡς εἶπον, οὕτως ἐστίν, καὶ ταξάτους ἔβαλε μετὰ καὶ τουρμάρχου ἐν αὐτῷ· καὶ ἐξήγαγε τὰς περισσὰς φαμιλίας." θλῖψιν οὖν μεγάλην δεξάμενος περὶ τούτου ὁ Μασαλμᾶς καὶ θυμωθεὶς ἐδίωξεν αὐτόν. βουλὴν γὰρ εἶχε διὰ τοῦ καλοκαιρίου λαβεῖν αὐτὸ καὶ ἐκδέξασθαι τὸν στόλον, καὶ οὕτω ἐπὶ τὴν Ἀσίαν κατελθεῖν καὶ χειμάσαι. πάλιν οὖν ζητήσας τὸν ἄνθρωπον τοῦ στρατηγοῦ ἐπανακρίνει αὐτόν. ὁ δὲ πρὸς αὐτὸν ἐνωμότως ἔφη, ὅτι" πάντα ἅπερ λέγω σοι ἀληθῆ ὑπάρχει. ἀλλὰ καὶ χίλιοι ταξάτοι σὺν τῷ τουρμάρχῃ ἐκεῖ εἰσῆλθον· πᾶσαν δὲ ὕπαρξιν τῶν ἐκεῖσε καὶ τὰς ἀπόρους φαμιλίας ἐξήγαγε τῶν ἐκεῖ." ταῦτα ἀκούσας γράφει τῷ στρατηγῷ, ὅτι" ἐλθὲ ἐγγὺς μοῦ, καὶ εἰρηνεύω μετὰ σοῦ, καὶ πάντα ὡς θέλεις ποιῶ." θεωρήσας δὲ ὁ στρατηγὸς 390 ὅτι ἐπὶ Μασαλαιὸν ἐπλησίασεν, καὶ ὅτι ἐν ἄλλαις πέντε ἡμέραις παρέρχεται τὰς ἐπαρχίας αὐτοῦ, πέμπει πρὸς αὐτὸν δύο ὑπάτους καὶ δηλοῖ αὐτῷ, ὅτι" τὰ γράμματά σου ἐδεξάμην καὶ τὴν προαίρεσίν σου ἀπεδεξάμην, καὶ ἰδοὺ ἔρχομαι πρὸς σέ. ἀλλ' ὡς ἐπίστασαι, στρατηγός εἰμι, καὶ χρήματα καὶ ἄργυρος καὶ λαός μοι ἔχει ἀκολουθῆσαι. πέμψον μοι περὶ ἑκάστου λόγον. καὶ εἰ μέν, καθὼς ἐπιζητῶ ἐξ ὑμῶν, γένηται τὸ πρᾶγμά μου, εὖ καὶ καλῶς, ἐπεὶ κἂν ἀζήμιος καὶ ἄθλιπτος ἐπανελεύσομαι." τῶν οὖν ὑπάτων καταφθασάντων αὐτὸν εἰς Θεοδοσιανά, λέγει πρὸς αὐτοὺς ὁ Μασαλμᾶς·" ᾔδειν ὅτι ἐμπαίζει με ὁ στρατηγὸς ὑμῶν." ἐκεῖνοι δὲ ἔφησαν·" μὴ γένοιτο." τότε πεποιηκὼς ὃν ἐπεζήτησαν λόγον, ἀπολύει αὐτούς. ἐν ὅσῳ οὖν οἱ ὕπατοι μετὰ τοῦ ἐνυπογράφου λόγου πρὸς τὸν στρατηγὸν ἀπήρχοντο, ὁ Μασαλμᾶς πλήθη πολλὰ ἔχων καὶ μὴ δυνάμενος πώποτε στῆναι παραγίνεται εἰς Ἀκροϊνόν. ἰδὼν δὲ ὁ στρατηγός, ὅτι παρῆλθε τὰς ἐπαρχίας αὐτοῦ, ἐπὶ τὴν Νικομήδειαν ἀπέρχεται. περιτυχὼν δὲ τὸν τοῦ Θεοδοσίου υἱὸν χειροῦται τοῦτον μετὰ πάσης τῆς βασιλικῆς ὑπουργίας καὶ τῶν ἐν τέλει ἀνδρῶν τοῦ παλατίου. ὁ δὲ Μασαλμᾶς κατελθὼν εἰς Ἀσίαν ἐκεῖ παρεχείμασεν, καὶ Οὔμαρος ἐν Κιλικίᾳ. ὁ δὲ στρατηγὸς παραλαβὼν τὸν υἱὸν τοῦ βασιλέως καὶ συμβουλευσάμενος τοῖς σὺν αὐτῷ ἔρχεται εἰς Χρυσόπολιν. γνοὺς δὲ Θεοδόσιος τὰ πραχθέντα καὶ βουλευσάμενος Γερμανὸν τὸν πατριάρχην καὶ τὴν σύγκλητον, ἔλαβε λόγον διὰ τοῦ αὐτοῦ πατριάρχου παρὰ Λέοντος τῆς αὐτοῦ ἀβλαβείας καὶ τοῦ ἀσάλευτον φυλάττειν τὴν ἐκκλησίαν, καὶ οὕτως ἐγχειρίζει αὐτῷ τὴν βασιλείαν. Θεοδόσιος δὲ σὺν τῷ υἱῷ αὐτοῦ κληρικοὶ γεγονότες τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς αὐτῶν ἐν εἰρήνῃ διῆξαν. ἐλθὼν δὲ Μασαλμᾶς ἐν τῇ Περγάμῳ ταύτην παρεκάθισε καὶ παραχωρήσει θεοῦ ταύτην παρέλαβεν, ἐκ διαβολικῆς ἐνεργείας. εἰσηγήσεσι γάρ τινος μάγου ἐνέγκαντες οἱ τῆς πόλεως ἔγκυον γυναῖκα πρὸς τὸ τεκεῖν οὖσαν, ταύτην ἀνέτεμον· καὶ λαβόντες τὸ βρέφος καὶ ἐπὶ κακκάβου ἑψήσαντες, εἰς τὴν τοιαύτην θεοβδέλυκτον θυσίαν πάντες οἱ πολεμεῖν βουλόμενοι 391 τὰ μανίκια τῆς δεξιᾶς αὐτῶν χειρὸς κατέβαψαν καὶ ἐντεῦθεν τοῖς ἐχθροῖς παρεδόθησαν. Ῥωμαίων βασιλεὺς Λέων ὁ Ἴσαυρος ἔτη
362.8.1
σθʹ. ψθʹ. αʹ. γʹ. γʹ. ιβʹ. Τούτῳ τῷ ἔτει Λέων ἐβασίλευσεν ἐκ τῆς Γερμανικέων καταγόμενος, τῇ ἀληθείᾳ δὲ ἐκ τῆς Ἰσαυρίας. ὑπὸ δὲ Ἰουστινιανοῦ τοῦ βασιλέως σὺν τοῖς γονεῦσι μετοικίζεται ἐν Μεσημβρίᾳ τῆς Θρᾴκης ἐν τῇ πρώτῃ αὐτοῦ βασιλείᾳ· ἐν δὲ τῇ δευτέρᾳ αὐτοῦ βασιλείᾳ ἐρχομένου αὐτοῦ μετὰ τῶν Βουλγάρων, ὑπήντησεν αὐτῷ μετὰ δώρων προβάτων φʹ. θεραπευθεὶς δὲ ὁ Ἰουστινιανὸς σπαθάριον αὐτὸν εὐθέως πεποίηκεν, καὶ ἔσχεν αὐτὸν ὡς γνήσιον φίλον. φθόνῳ δὲ φερόμενοί τινες πρὸς αὐτὸν διέβαλον αὐτὸν ὡς τῆς βασιλείας ὀρεγόμενον. ζητήσεως δὲ γενομένης περὶ τούτου, ὡς συκοφάνται κατησχύνθησαν. ὁ δὲ τοιοῦτος λόγος ἔκτοτε ἤρξατο ὑπὸ πολλῶν λαλεῖσθαι. ὁ οὖν Ἰουστινιανὸς εἰ καὶ προφανῶς βλάψαι τοῦτον οὐκ ἠθέλησεν, ἀλλ' οὖν βρόμος τις αὐτῷ κατ' αὐτοῦ ἐντίθεται, καὶ ἀποστέλλει αὐτὸν ἐν Ἀλανίᾳ μετὰ χρημάτων πρὸς τὸ συγκινῆσαι τοὺς Ἀλανοὺς κατὰ Ἀβασγίας, τῶν Σαρακηνῶν ἐπικρατούντων τήν τε Ἀβασγίαν καὶ Λαζικὴν καὶ Ἰβηρίαν. ὁ δὲ ἀπελθὼν ἐν τῇ Λαζικῇ τὰ μὲν χρήματα ἀπέθετο ἐν τῷ Φάσιδι, ὀλίγους δὲ λαβὼν τῶν ἐντοπίων ἀπῆλθεν εἰς Ἀψιλίαν, καὶ ὑπερβὰς τὰ Καυκάσια ὄρη ἦλθεν ἐν Ἀλανίᾳ. ὁ δὲ Ἰουστινιανὸς θέλων ἀπολέσαι αὐτόν, πέμψας ἐπῆρε τὰ χρήματα ἐκ τοῦ Φάσιδος· οἱ δὲ Ἀλανοὶ τὸν σπαθάριον μετὰ πάσης τιμῆς δεξάμενοι καὶ τῶν λόγων αὐτοῦ ὑπακούσαντες εἰσῆλθον καὶ ᾐχμαλώτευσαν τὴν Ἀβασγίαν. ὁ δὲ τῶν Ἀβασγῶν κύριος δηλοῖ τοῖς Ἀλανοῖς, ὅτι" ὡς εὑρίσκω ἄλλον τοιοῦτον ψεύστην οὐκ εἶχεν Ἰουστινιανός, ὃν ὤφειλεν ἀπολῦσαι καὶ συγκινῆσαι ὑμᾶς καθ' ἡμῶν τῶν γειτόνων ὑμῶν, εἰ μὴ τὸν ἄνθρωπον τοῦτον. ἐψεύσατο γὰρ ὑμᾶς καὶ περὶ τὴν ὑπόσχεσιν τῶν χρημάτων· πέμψας γὰρ ὁ Ἰουστινιανὸς ταῦτα ἐπῆρεν. ἀλλὰ δότε ἡμῖν αὐτόν, καὶ παρέχομεν ὑμῖν τρισχίλια νομίσματα, καὶ ἡ ἀπ' ἀρχῆς ἀγάπη ἡμῶν μὴ διαλυθῇ." οἱ