Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronographia
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophanes-abbot-and-confessor" aria-label="More works by Theophanes Abbot and Confessor"> —
⋯
More
Original / primary: Pg Scrape Grc
392.1.1
δὲ Ἀλανοὶ εἶπον, ὅτι" ἡμεῖς οὐχ ἕνεκεν χρημάτων ὑπηκούσαμεν αὐτῷ, ἀλλὰ διὰ τὴν τοῦ βασιλέως ἀγάπην." πάλιν δὲ οἱ Ἀβασγοὶ πέμπουσι πρὸς αὐτοὺς λέγοντες, ὅτι" δότε ἡμῖν αὐτόν, καὶ παρέχομεν ὑμῖν ἑξακισχίλια νομίσματα. οἱ δὲ Ἀλανοὶ θέλοντες καταμαθεῖν τὴν χώραν τῶν Ἀβασγῶν συνέθεντο λαβεῖν τὰ ἑξακισχίλια νομίσματα καὶ δοῦναι τὸν σπαθάριον. οἱ δὲ Ἀλανοὶ ἐθάρρησαν τῷ σπαθαρίῳ πάντα, καὶ λέγουσιν αὐτῷ, ὅτι" ὡς ὁρᾷς ἡ ὁδὸς ἡ ἐπὶ Ῥωμανίαν ἄγουσα κεκλεισμένη ἐστίν, καὶ πῶς παρελθεῖν οὐκ ἔχεις· ἀλλὰ μᾶλλον τροπευσώμεθα καὶ συνταξώμεθα αὐτοῖς, ὅτι παραδίδομέν σε, καὶ ἀπολύομεν ἅμα αὐτοῖς ἀνθρώπους ἡμῶν καὶ καταμανθάνομεν τὰς κλεισούρας αὐτῶν καὶ κουρσεύομεν καὶ ἀφανίζομεν τὴν χώραν αὐτῶν καὶ ποιοῦμεν τὴν θεραπείαν ὑμῶν." τῶν δὲ ἀποκρισιαρίων τῶν Ἀλανῶν ἀπελθόντων εἰς Ἀβασγίαν καὶ συνθεμένων παραδίδειν τὸν σπαθάριον, πλεῖστα ξένια παρ' αὐτῶν εἰλήφασιν· καὶ πλείονας ἀποκρισιαρίους πάλιν ἀποστέλλουσι μετὰ καὶ τῆς ποσότητος τοῦ χρυσίου πρὸς τὸ παραλαβεῖν τὸν σπαθάριον. οἱ δὲ Ἀλανοὶ λέγουσι τῷ σπαθαρίῳ, ὅτι" οἱ ἄνθρωποι οὗτοι, καθὼς καὶ προείπομεν, ἐπὶ τὸ λαβεῖν σε παρεγένοντο, καὶ ἡ Ἀβασγία ἐκδέχεταί σε. καὶ ἐπεὶ πλησιάζομεν αὐτοῖς, πραγματευταὶ ἀπερχόμενοι πρὸς αὐτοὺς οὐ διαλείπουσιν. λοιπὸν ἵνα μὴ διαβληθῇ ὁ σκοπὸς ἡμῶν, παραδώσομέν σε φανερῶς· καὶ ἀποκινούντων ὑμῶν, ἀπολύομεν κρυπτῶς ἐκ τῶν ὀπίσω, καὶ ἐκείνους μὲν ἀποκτέννομεν, σὲ δὲ κρύπτομεν, ἕως ἂν σωρευθῇ ὁ λαὸς ἡμῶν καὶ ἀσυμφανῶς εἰσέλθωμεν ἐν τῇ γῇ αὐτῶν." ὃ καὶ γέγονεν. παραλαβόντες γὰρ οἱ τῶν Ἀβασγῶν ἀποκρισιάριοι τὸν σπαθάριον σὺν τοῖς ἀνθρώποις αὐτοῦ, δήσαντες αὐτοὺς ἀπήρχοντο· καταλαβόντες δὲ ἐκ τῶν ὄπισθεν οἱ Ἀλανοὶ σὺν τῷ Ἰταξῇ, τῷ κυρίῳ αὐτῶν, ἀποκτέννουσι τοὺς Ἀβασγούς, τὸν δὲ σπαθάριον ἔκρυψαν. καὶ στρατολογήσας ἐκίνησε κατὰ Ἀβασγίας καὶ ἀπροσδοκήτως εἰσελθὼν τὰς κλεισούρας πλείστην αἰχμαλωσίαν καὶ ἀφανισμὸν εἰς τοὺς Ἀβασγοὺς 393 ἀπειργάσατο. ἀκούσας δὲ ταῦτα Ἰουστινιανός, ὅτι καὶ χωρὶς τῶν χρημάτων τὰ τῆς ἐπιτροπῆς αὐτοῦ γέγονεν, πέμπει γράμματα πρὸς τοὺς Ἀβασγούς, ὅτι" ἐὰν διασώσητε τὸν σπαθάριον ἡμῶν καὶ παρελθεῖν ἐάσητε δι' ὑμῶν ἀβλαβῆ, πάντα τὰ πταίσματα ὑμῶν συγχωροῦμεν ὑμῖν. οἱ δὲ μετὰ χαρᾶς ταῦτα δεξάμενοι ἀπέστειλαν πάλιν εἰς Ἀλανίαν, λέγοντες, ὅτι" δίδομεν ὑμῖν ὄψιδας τὰ τέκνα ἡμῶν, καὶ δότε ἡμῖν τὸν σπαθάριον, ἵνα ἀπολύσωμεν αὐτὸν πρὸς Ἰουστινιανόν. ὁ δὲ σπαθάριος τοῦτο οὐ κατεδέξατο, εἰπών, ὅτι" δύναται ὁ θεὸς ἀνοῖξαί μοι θύραν τοῦ ἐξελθεῖν· ἐπεὶ δι' Ἀβασγίας οὐκ ἐξέρχομαι." μετὰ δὲ χρόνον τινὰ φωσάτον Ῥωμαίων καὶ Ἀρμενίων εἰσελθόντων ἐν Λαζικῇ καὶ τὴν Ἀρχαιόπολιν πολιορκούντων, ἀκουσάντων τε τὴν τῶν Σαρακηνῶν ἔλευσιν, ἀνεχώρησαν. ἀποσπασθέντες δὲ ἐξ αὐτῶν ἕως τῶν διακοσίων ἀνῆλθον ἐν τοῖς μέρεσιν Ἀψιλίας καὶ τῶν Καυκασίων πραιδεύοντες. τῶν δὲ Σαρακηνῶν καταλαβόντων τὴν Λαζικήν, φυγῇ χρησάμενος ὁ τῶν Ῥωμαίων καὶ Ἀρμενίων λαὸς ἐπὶ τὸν Φᾶσιν ὑπέστρεψαν. οἱ δὲ διακόσιοι ἀπομείναντες εἰς τὰ Καυκάσια ὄρη ἔστησαν λῃστεύοντες, ἀπογνόντες ἑαυτῶν. οἱ δὲ Ἀλανοὶ μαθόντες τοῦτο ὑπέλαβον πλῆθος Ῥωμαίων εἶναι ἐν τοῖς Καυκασίοις καὶ χαρέντες λέγουσι τῷ σπαθαρίῳ, ὅτι" οἱ Ῥωμαῖοι ἐπλησίασαν, ἄπελθε πρὸς αὐτούς." λαβὼν δὲ ὁ σπαθάριος πεντήκοντα Ἀλανοὺς καὶ ὑπερβὰς μετὰ κυκλοπόδων Μαΐου μηνὸς τὰς χιόνας τῶν Καυκασίων εὗρεν αὐτούς, καὶ ἐν πολλῇ χαρᾷ γεγονὼς ἠρώτα," ποῦ ἐστὶν ὁ λαός;" οἱ δὲ εἶπον·" τῶν Σαρακηνῶν ἐπιπεσόντων, ἐπὶ Ῥωμανίαν ὑπέστρεψαν. ἡμεῖς δὲ μὴ δυνηθέντες ἐπὶ Ῥωμανίαν ἀπελθεῖν ἐπὶ Ἀλανίαν ἠρχόμεθα." καὶ εἶπε πρὸς αὐτούς·" τί ποιοῦμεν ἄρτι;" οἱ δὲ εἶπον, ὅτι" διὰ τῆς χώρας ταύτης ἀδύνατόν ἐστι διελθεῖν ἡμᾶς." ὁ δὲ σπαθάριος ἔφη·" οὐκ ἔστι δυνατὸν δι' ἄλλης ὁδοῦ ἐξελθεῖν." κάστρον οὖν ὑπῆρχεν ἐκεῖσε, ἐπιλεγόμενον Σιδηρόν, ἐν ᾧ ἦν τοποτηρητὴς Φαρασμάνιός τις τοὔνομα ὑπὸ τοὺς Σαρακηνοὺς τυγχάνων καὶ εἰρήνην ἔχων μετὰ τῶν Ἀρμενίων. πέμψας οὖν ὁ σπαθάριος δηλοῖ αὐτῷ, ὅτι" ἐφ' ὅσον εἰρήνην ἔχεις μετὰ τῶν Ἀρμενίων, εἰρήνευσον καὶ μετ' ἐμοῦ· καὶ γενοῦ ὑπὸ 394 τὴν βασιλείαν, καὶ δὸς ἡμῖν σύναρσιν τοῦ κατελθεῖν ἐν τῇ θαλάσσῃ καὶ περᾶσαι εἰς Τραπεζοῦντα." τοῦ δὲ μὴ ἑλομένου τοῦτο ποιῆσαι, πέμπει ὁ σπαθάριος ἐκ τῶν ἀνθρώπων αὐτοῦ καὶ Ἀρμενίους, παραγγείλας αὐτοῖς ποιῆσαι ἔγκρυμμα·" καὶ ὅτε ἐξέρχονται ἐκ τοῦ κάστρου εἰς τὸν κάματον, χειρώσασθε ἐξ αὐτῶν ὅσους δύνασθε, καὶ τὰς πόρτας κρατήσατε ἐκ τῶν ἔξω, ἕως ἂν καὶ ἡμεῖς φθάσωμεν." τῶν δὲ ἀπελθόντων καὶ ποιησάντων τὸ ἔγκρυμμα, καὶ τοῦ λαοῦ ἐξελθόντος εἰς τὸν κάματον, ἄφνω ἐπιπεσόντες τήν τε πόρταν ἐκράτησαν καὶ πολλοὺς ἐζώγρησαν. τοῦ δὲ Φαρασμανίου ἐν τῷ κάστρῳ μετ' ὀλίγων μείναντος, κατέλαβε καὶ ὁ σπαθάριος καὶ προσλαλήσας τῷ Φαρασμανίῳ, ὅπως ἀνοίξῃ τὰς πόρτας μετ' εἰρήνης, οὐκ ἠθέλησεν, ἀλλ' ἐκρότησε πόλεμον. τοῦ δὲ κάστρου ὀχυροῦ ὄντος, λαβεῖν αὐτὸ οὐκ ἠδύναντο. Μαρῖνος δέ, ὁ πρῶτος τῶν Ἀψιλῶν, μαθὼν πολιορκεῖσθαι τὸ κάστρον φόβῳ συνεσχέθη, νομίσας πολὺν λαὸν εἶναι σὺν τῷ σπαθαρίῳ· καὶ λαβὼν μεθ' ἑαυτοῦ τριακοσίους ἀπῆλθε πρὸς τὸν σπαθάριον λέγων, ὅτι" ἐγώ σε διασώζω ἕως τῆς παραθαλασσίας." ὁ δὲ Φαρασμάνιος ἑωρακὼς τὴν περίστασιν ἔφη πρὸς τὸν σπαθάριον·" λάβε τὸ τέκνον μου ὄψιδα, καὶ ὁμολογῶ δουλεύειν τῇ βασιλείᾳ." ὁ δὲ λαβὼν τὸ τέκνον αὐτοῦ λέγει αὐτῷ·" ποῖον δοῦλον ἑαυτὸν τῆς βασιλείας καλεῖς, ὅτι ἐναπόκλειστος ὢν λαλεῖς ἡμῖν; ἀδύνατόν ἐστιν ἡμῖν ἀναχωρῆσαι, μέχρις ἂν παραλάβωμεν τὸ κάστρον." τότε λέγει ὁ Φαρασμάνιος·" δός μοι λόγον." ὁ δὲ σπαθάριος ἔδωκεν αὐτῷ λόγον μηδὲν αὐτὸν ἀδικῆσαι, ἀλλὰ μετὰ τριάκοντα ὀνομάτων μόνον εἰσελθεῖν ἐν τῷ κάστρῳ. τούτου δὲ τὸν λόγον μὴ φυλάξαντος, παρήγγειλε τοῖς συνεισερχομένοις αὐτῷ τριάκοντα, ὅτι" ἐν τῷ εἰσελθεῖν ἡμᾶς κρατήσατε τὰς πόρτας, καὶ ἂς εἰσέλθωσι πάντες." καὶ τούτου γενομένου, ἐπέτρεψε βληθῆναι πῦρ εἰς τὸ κάστρον. γενομένης δὲ πυρκαϊᾶς μεγάλης, ἐξῆλθον αἱ φαμιλίαι ἁρπάζουσαι εἴ τι ἠδύναντο βαστάσαι ἐκ τῶν ὑπαρχόντων αὐτῶν· καὶ ποιήσας ἄλλας τρεῖς ἡμέρας κατέλυσε τὰ τείχη ἕως τῆς γῆς καὶ ἀποκινήσας κατῆλθεν ἐν Ἀψιλίᾳ μετὰ καὶ Μαρίνου, τοῦ πρώτου αὐτῶν, ὑποδεχθεὶς ὑπὸ τῶν Ἀψιλῶν μετὰ μεγάλης τιμῆς. κἀκεῖθεν 395 κατελθὼν ἐν τῇ παραθαλασσίᾳ ἀντεπέρασε καὶ ἦλθε πρὸς Ἰουστινιανόν. τοῦ δὲ Ἰουστινιανοῦ ἀναιρεθέντος, καὶ τοῦ Φιλιππικοῦ τυφλωθέντος, βασιλεύει ὁ Ἀρτέμιος καὶ προβάλλεται αὐτὸν στρατηγὸν εἰς ἀνατολικούς. τοῦ δὲ Θεοδοσίου βασιλεύσαντος, καὶ τοῦ Ἀρτεμίου ἐκδιωχθέντος, καὶ τῆς τῶν Ῥωμαίων πολιτείας συγκεχυμένης οὔσης ἔκ τε βαρβάρων ἐπιδρομῆς καὶ ἐκ τῶν τοῦ Ἰουστινιανοῦ μιαιφονιῶν καὶ τῶν τοῦ Φιλιππικοῦ ἀνοσιουργιῶν, οὗτος ὁ εἰρημένος Λέων ὑπερεμάχει τῷ Ἀρτεμίῳ, ἐναντιούμενος Θεοδοσίῳ. εἶχε δὲ συμφωνοῦντα αὐτῷ καὶ συντρέχοντα Ἀρτάυασδον, τὸν τῶν Ἀρμενιάκων στρατηγόν, ὃν καὶ γαμβρὸν μετὰ τὸ βασιλεῦσαι αὐτὸν εἰς Ἄνναν τὴν θυγατέρα αὐτοῦ πεποίηκεν, προβαλλόμενος αὐτὸν καὶ κουροπαλάτην. Μασαλμᾶς δὲ χειμάσας ἐν τῇ Ἀσίᾳ ἐξεδέχετο τὰς τοῦ Λέοντος ὑποσχέσεις· μηδὲν δὲ παρὰ Λέοντος δεξάμενος καὶ γνοὺς ὅτι ἐνεπαίχθη ὑπ' αὐτοῦ, ἐλθὼν εἰς τὴν Ἄβυδον ἀντεπέρασε λαὸν ἱκανὸν εἰς τὴν Θρᾴκην καὶ ἐπὶ τὴν βασιλεύουσαν πόλιν ἀπεκίνησεν, γράψας καὶ πρὸς Σουλεϊμὰν τὸν πρωτοσύμβουλον καταλαβεῖν μετὰ τοῦ προετοιμασθέντος στόλου. τῇ δὲ ιεʹ τοῦ Αὐγούστου μηνὸς παρεκάθισε τὴν πόλιν ὁ Μασαλμᾶς λυμηνάμενος καὶ τὰ Θρᾳκῷα κάστρα. περιχαρακώσαντες δὲ τὸ χερσαῖον τεῖχος ὤρυξαν φῶσαν μεγάλην καὶ ἐπάνω αὐτῆς περιτείχισμα στηθαῖον διὰ ξηρολίθου ἐποίησαν. τῇ δὲ αʹ τοῦ Σεπτεμβρίου μηνὸς τῆς αʹ ἰνδικτιῶνος ἀνέβαλεν ὁ χριστομάχος Σουλεϊμὰν μετὰ τοῦ στόλου καὶ τῶν ἀμηραίων αὐτοῦ ἔχων παμμεγέθεις ναῦς καὶ πολεμικὰς κατήνας καὶ δρόμωνας τὸν ἀριθμὸν αωʹ, καὶ προσώρμισεν ἀπὸ τῆς Μαγναύρας ἕως τῶν Κυκλοβίου. μετὰ δὲ δύο ἡμέρας νότου πνεύσαντος, καὶ ἀπάραντες ἐκεῖθεν παρ396 έπλευσαν τὴν πόλιν. καὶ οἱ μὲν ἐπέρασαν εἰς τὰ Εὐτροπίου καὶ Ἀνθημίου, οἱ δὲ εἰς τὰ τῆς Θρᾴκης μέρη ἀπὸ τοῦ καστελλίου τῶν Γαλάτου καὶ ἕως τοῦ Κλειδίου προσώρμισαν. τῶν δὲ μεγάλων πλοίων βεβαρημένων ἐκ τοῦ φόρτου καὶ ἀργευομένων, νωτοφύλακες μέχρι τῶν κʹ κατηνῶν ἀπέμειναν ἐχόντων ἀνὰ ρʹ λωρικάτων πρὸς τὸ ταῦτα φυλάττειν. εὐδίας δὲ καταλαβούσης αὐτὰς ἐν τῷ ῥεύματι, καὶ τοῦ Στενοῦ μικρὸν πνεύσαντος, ὤθησεν αὐτὰς ἐπὶ τὰ ἔξω. ὁ δὲ εὐσεβὴς βασιλεὺς παραχρῆμα τὰς ἐμπύρους ναῦς κατ' αὐτῶν ἐκπέμψας ἀπὸ τῆς ἀκροπόλεως τῇ θείᾳ συμμαχίᾳ πυριαλώτους αὐτὰς ἐποίησεν· καὶ αἱ μὲν εἰς τὰ παράλια τείχη ἐμπυριζόμεναι ἀπερρίφησαν, αἱ δὲ εἰς τὸν βυθὸν αὔτανδροι κατεποντίσθησαν, ἕτεραι δὲ μέχρι τῆς Ὀξείας καὶ Πλατείας νήσου λαυρίζουσαι ἀπηνέχθησαν. ἐντεῦθεν οὖν οἱ μὲν τῆς πόλεως θάρσος ἔλαβον, οἱ δὲ πολέμιοι μεγάλως κατέπτηξαν τὴν τοῦ ὑγροῦ πυρὸς ἐγνωκότες δραστικωτάτην ἐνέργειαν· ἐβούλοντο γὰρ τῇ αὐτῇ ἑσπέρᾳ εἰς τὰ παράλια προσορμίσαι τείχη καὶ τοὺς αὐχένας εἰς τὰς ἐπάλξεις ἐπιθεῖναι. ἀλλὰ τὴν βουλὴν αὐτῶν διεσκέδασεν ὁ θεὸς διὰ τῶν πρεσβειῶν τῆς πανάγνου θεοτόκου. τῇ δὲ αὐτῇ νυκτὶ τὴν ἅλυσιν ἐκ τῶν Γαλάτου ὁ εὐσεβὴς βασιλεὺς μυστικῶς συνέστειλεν. οἱ δὲ ἐχθροὶ νομίσαντες, ὅτι βουλόμενος αὐτοὺς δελεάσαι ὁ βασιλεὺς ταύτην παρέστειλεν, οὐκ ἐτόλμησαν εἰσελθεῖν καὶ ὁρμίσαι ἔνδον τῶν Γαλάτου· ἀλλ' ἀναπλεύσαντες ἐν τῷ κόλπῳ τοῦ Σωσθενίου ἐκεῖ κατησφαλίσαντο τὸ ἑαυτῶν πλώϊμον. τῇ δὲ ηʹ τοῦ Ὀκτωβρίου μηνὸς θνήσκει Σουλεϊμάν, ὁ ἀρχηγὸς αὐτῶν, καὶ ἀμηρεύει Οὔμαρ. χειμῶνος δὲ γενομένου βαρυτάτου ἐν τῇ Θρᾴκῃ, ὥστε τὴν γῆν ἐπὶ ἡμέρας ρʹ μὴ φαίνεσθαι ἐκ τῆς κρυσταλλωθείσης χιόνος, πλῆθος ἵππων τε καὶ καμήλων καὶ λοιπῶν ζώων τῶν ἐχθρῶν τεθνήκασιν. τῷ δὲ ἐαρινῷ καιρῷ κατέλαβε Σουφιὰμ μετὰ τοῦ ἐν Αἰγύπτῳ κτισθέντος στόλου, ἔχων κατήνας σιτοφόρους υʹ καὶ δρόμωνας. καὶ μαθὼν τὴν τοῦ Ῥωμαϊκοῦ πυρὸς ἐνέργειαν καὶ παραδραμὼν τὴν Βιθυνίαν καὶ ἀντικρὺ περάσας εἰς

Intertext edge

Open linked passage

Note