Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronographia
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophanes-abbot-and-confessor" aria-label="More works by Theophanes Abbot and Confessor"> —
⋯
More
Original / primary: Pg Scrape Grc
397.1.1
τὸν τοῦ Καλοῦ Ἀγροῦ λιμένα προσώρμισεν. μετ' οὐ πολὺ δὲ κατέλαβε καὶ Ἰζὶδ μετὰ ἑτέρου στόλου κτισθέντος ἐν Ἀφρικῇ ἔχων καὶ αὐτὸς κατήνας τξʹ ἀρμαμέντον τε καὶ δαπάνας. ὁμοίως καὶ αὐτὸς τὰ αὐτὰ μεμαθηκὼς περὶ τοῦ ὑγροῦ πυρὸς προσώρμισεν εἰς τὸν Σάτυρον καὶ Βρύαν καὶ ἕως Καρταλιμένος. οἱ δὲ τῶν δύο στόλων τούτων Αἰγύπτιοι καθ' ἑαυτοὺς βουλευσάμενοι νυκτὸς τοὺς τῶν κατηνῶν σανδάλους ἄραντες ἐν τῇ πόλει προσέφυγον τὸν βασιλέα εὐφημοῦντες, ὥστε ἀπὸ τῆς Ἱερείας ἕως τῆς πόλεως ὁλόξυλον φαίνεσθαι τὴν θάλασσαν. μαθὼν δὲ δι' αὐτῶν ὁ βασιλεὺς περὶ τῶν κρυπτομένων δύο στόλων ἐν τῷ κόλπῳ, σίφωνας πυρσοφόρους κατασκευάσας εἰς δρόμωνάς τε καὶ διήρεις τούτους ἐμβαλὼν κατὰ τῶν δύο στόλων ἐξέπεμψεν. τοῦ δὲ θεοῦ συνεργήσαντος διὰ τῶν πρεσβειῶν τῆς παναχράντου θεοτόκου ἐπιτοπίως ἐβυθίσθησαν οἱ ἐχθροί· καὶ λαβόντες τὰ σκῦλα οἱ ἡμέτεροι καὶ τὰς δαπάνας αὐτῶν μετὰ χαρᾶς καὶ νίκης ὑπέστρεψαν. ἔτι δὲ πάλιν τοῦ Μαρδασὰν ἀπὸ Πυλῶν σὺν τῷ στρατῷ τῶν Ἀράβων ἕως Νικαίας καὶ Νικομηδείας διατρέχοντος, οἱ ἐν τῷ Λίβῳ καὶ Σόφωνι δίκην Μαρδαϊτῶν κρυπτόμενοι βασιλικοὶ ἄρχοντες καὶ τὰ πεζικὰ ἐξάπινα τούτοις ἐπιρρίπτοντες καὶ κλασματίζοντες ἐκεῖθεν ἀποδρᾶσαι ἐποίησαν· καὶ λοιπὸν μικρᾶς ἀδείας τῆς περατικῆς παραλίου εὑρούσης, ἐκ τῆς πόλεως ἐξερχόμενα χελάνδια πλείστας ἐκόμιζον δαπάνας· ὡσαύτως δὲ καὶ τὰ ἁλιευτικὰ ἀγράρια εἴς τε τὰς νήσους καὶ τὰ περιπόλια τείχη ἀγρεύειν ἰχθύας οὐκ ἐκωλύοντο. λιμοῦ τε μεγάλου γεγονότος ἐν τοῖς Ἄραψιν, πάντα τὰ ἀποθνήσκοντα ζῶα αὐτῶν κατήσθιον, ἵππους τε καὶ ὄνους καὶ καμήλους· φασὶ δέ τινες ὅτι καὶ ἀνθρώπους τεθνεῶτας καὶ τὴν ἑαυτῶν κόπρον εἰς τὰ κλίβανα βάλλοντες καὶ ζυμοῦντες ἤσθιον. ἐνέσκηψε δὲ εἰς αὐτοὺς καὶ λοιμικὴ νόσος καὶ ἀναρίθμητα πλήθη ἐξ αὐτῶν ὤλεσεν. συνῆψε δὲ πρὸς αὐτοὺς πόλεμον καὶ τὸ τῶν Βουλγάρων ἔθνος, καί, ὥς φασιν οἱ ἀκριβῶς ἐπιστάμενοι, [ὅτι] κβʹ χιλιάδας Ἀράβων κατέσφαξαν· καὶ πολλὰ αὐτοῖς συνέβησαν δεινὰ ἐν τῷ καιρῷ ἐκείνῳ, ὥστε ἐπιγνῶναι αὐτοὺς τῇ πείρᾳ, ὅτι ὁ θεὸς 398 καὶ ἡ παναγία παρθένος καὶ θεομήτωρ φρουροῦσι τὴν πόλιν ταύτην καὶ τὸ τῶν χριστιανῶν βασίλειον, καὶ οὐκ ἔστιν ἐγκατάλειψις τελεία θεοῦ ἐν τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ, εἰ καὶ πρὸς βραχὺ παιδευόμεθα διὰ τὰς ἁμαρτίας ἡμῶν. Ἀράβων ἀρχηγὸς Οὔμαρος ἔτη βʹ. σιʹ. ψιʹ. βʹ. αʹ. δʹ. ιγʹ. Τούτῳ τῷ ἔτει Σέργιος, ὁ πρωτοσπαθάριος καὶ στρατηγὸς Σικελίας, ἀκούσας ὅτι οἱ Σαρακηνοὶ παρακαθέζονται τὴν βασιλεύουσαν πόλιν ἔστεψεν ἐκεῖσε ἴδιον βασιλέα ἐκ τῶν ἀνθρώπων αὐτοῦ, ὀνόματι Βασίλειον, Κωνσταντινουπολίτην, υἱὸν Γρηγορίου τοῦ Ὀνομαγούλου, Τιβέριον αὐτὸν μετονομάσας. ἐποίησε δὲ προβολὰς καὶ ἰδίους ἄρχοντας μετὰ βουλῆς τοῦ προλεχθέντος Σεργίου. ὁ δὲ βασιλεὺς ταῦτα ἀκηκοὼς ἀποστέλλει Παῦλον, τὸν οἰκεῖον αὐτοῦ χαρτουλάριον, προβαλόμενος αὐτὸν πατρίκιον καὶ στρατηγὸν Σικελίας, παραδεδωκὼς αὐτῷ πρὸς σύναρσιν αὐτοῦ σπαθαρίους δύο καὶ ἀνθρώπους ὀλίγους εἰς ὑπηρεσίαν αὐτοῦ κελεύσεις τε πρὸς τοὺς ἄρχοντας τῶν δυτικῶν καὶ σάκραν πρὸς τὸν λαόν. καὶ διὰ νυκτὸς εἰσελθόντες εἰς ἐξελαστικὸν δρόμωνα ἐξῆλθον ἐπὶ τὰ μέρη Κυζίκου. ἀπὸ δὲ τόπου εἰς τόπον, διά τε γῆς καὶ θαλάσσης τὴν πορείαν ποιησάμενοι ἐξάπινα τὴν Σικελίαν καταλαμβάνουσιν. εἰσελθόντων δὲ αὐτῶν ἐν Συρακούσῃ, ἤκουσε Σέργιος καὶ ἐξέστη καὶ τὴν ἑαυτοῦ ἐπιγνοὺς αἰτίαν προσέφυγεν εἰς τοὺς πλησιάζοντας τῇ Καλαβρίᾳ Λογγιβάρδους. τοῦ δὲ λαοῦ ἀθροισθέντος, καὶ τῆς σάκρας ἀναγνωσθείσης, καὶ δι' αὐτῆς πιστωθέντες, ὅτι καὶ τὸ βασίλειον συνίσταται, καὶ ἡ πόλις εὐθυμοτέρα ἐστὶ περὶ τῶν ἐχθρῶν, καὶ τὰ περὶ τῶν δύο στόλων διηγησαμένων αὐτοῖς, εὐθέως τὸν μὲν Λέοντα βασιλέα εὐφήμησαν, Βασίλειον δὲ τὸν Ὀνομάγουλον καὶ τοὺς ὑπ' αὐτοῦ προχειρισθέντας ἄρχοντας δεσμίους τῷ στρατηγῷ παραδέδωκαν. αὐτὸς δὲ τὸν μὲν Βασίλειον σὺν τῷ μονοστρατήγῳ αὐτοῦ ἀπεκεφάλισεν, καὶ τὰς κεφαλὰς αὐτῶν φουσκιάσας τῷ βασιλεῖ διὰ τῶν σπαθαρίων ἀπέστειλεν. τοὺς δὲ λοιποὺς τύψας καὶ κουρεύσας, 399 τινὰς δὲ καὶ ῥινοκοπήσας ἐξώρισεν. ἐντεῦθεν οὖν μεγάλη κατάστασις ἐν τοῖς δυτικοῖς ἐγένετο. Σέργιος δὲ ὁ προλεχθεὶς λόγον ἀπαθείας τὸν στρατηγὸν αἰτησάμενος καὶ λαβὼν ἐξῆλθε πρὸς αὐτόν· καὶ πάντα εἰρήνευσαν τὰ ἑσπέρια μέρη. Οὔμαρος δὲ κρατήσας τῶν Ἀράβων ἐπέτρεψεν ἀνακάμψαι τὸν Μασαλμᾶν. ἀποκινησάντων δὲ τῶν Ἀγαρηνῶν τῇ ιεʹ τοῦ Αὐγούστου μηνὸς μετὰ πολλῆς αἰσχύνης· ἐν γὰρ τῷ ἐκπορίζειν τὸν στόλον αὐτῶν λαῖλαψ ἐκ θεοῦ διὰ τῶν πρεσβειῶν τῆς θεομήτορος ἐνσκήψας εἰς αὐτοὺς τούτους διεσκόρπισεν· καὶ τοὺς μὲν ἐν Προκονήσῳ καὶ ταῖς λοιπαῖς νήσοις, τοὺς δὲ ἐν τοῖς Ἀποστρόφοις καὶ ταῖς λοιπαῖς ἀκταῖς κατεπόντισεν, οἱ δὲ περιλειφθέντες παρήρχοντο τὸ Αἰγαῖον πέλαγος, καὶ ἄφνω ἐπῆλθεν αὐτοῖς θεομηνία φοβερά· χάλαζα γὰρ πύρινος κατελθοῦσα ἐπ' αὐτοὺς τὸ ὕδωρ τῆς θαλάσσης καχλάσαι πεποίηκεν, καὶ τῆς πίσσης λυθείσης, αὔτανδροι αἱ ναῦς εἰς βυθὸν κατηνέχθησαν· δέκα δὲ μόναι καὶ αὗται προνοίᾳ θεοῦ διασωθεῖσαι ἐξ αὐτῶν πρὸς τὸ ἀπαγγεῖλαι ἡμῖν τε καὶ τοῖς Ἄραψι τὰ μεγαλεῖα τοῦ θεοῦ τὰ γεγονότα εἰς αὐτούς· ἃς καὶ περιτυχόντες οἱ τῶν ἡμετέρων τὰς μὲν πέντε πιάσαι ἠδυνήθησαν, αἱ δὲ ἄλλαι πέντε ἀπεσώθησαν εἰς Συρίαν τὴν τοῦ θεοῦ δυναστείαν ἀναγγελοῦσαι. Τῷ δ' αὐτῷ ἔτει σεισμοῦ μεγάλου γενομένου ἐν Συρίᾳ, ἐκώλυσεν Οὔμαρ τὸν οἶνον ἀπὸ τῶν πόλεων, καὶ μαγαρίζειν τοὺς Χριστιανοὺς ἠνάγκαζεν· καὶ τοὺς μὲν μαγαρίζοντας ἀτελεῖς ἐποίει, τοὺς δὲ μὴ καταδεχομένους ἀνῄρει, καὶ πολλοὺς μάρτυρας ἀπειργάσατο, καὶ μὴ παραδέχεσθαι μαρτυρίαν Χριστιανοῦ κατὰ Σαρακηνοῦ ἐθέσπισεν. ἐποίησε δὲ καὶ ἐπιστολὴν δογματικὴν πρὸς Λέοντα τὸν βασιλέα οἰόμενος πείσειν αὐτὸν τοῦ μαγαρίσαι. γʹ. βʹ. εʹ. ιδʹ. Τούτῳ τῷ ἔτει ἐτέχθη τῷ δυσσεβεῖ βασιλεῖ Λέοντι ὁ δυσσεβέστερος αὐτοῦ υἱὸς Κωνσταντῖνος καὶ τοῦ Ἀντιχρίστου πρόδρομος. τῇ δὲ κεʹ τοῦ Δεκεμβρίου μηνὸς Μαρία, ἡ γυνὴ Λέοντος, ἐστέφθη ἐν τῷ τρικλίνῳ τοῦ Αὐγουστέως, καὶ προῆλθεν ἔμπρακτος μόνη χωρὶς τοῦ ἀνδρὸς ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, καὶ εὐξαμένη πρὸ τῆς εἰσόδου τοῦ θυσιαστηρίου μετῆλθεν εἰς τὸν μέγαν βαπτιστῆρα, προεισελθόντος τοῦ ἀνδρὸς αὐτῆς μετ' ὀλίγων οἰκειακῶν ἀνθρώπων αὐτοῦ. ἔνθα βαπτίσαντος Γερμανοῦ τοῦ ἀρχιερέως τὸν τῆς κακίας τε καὶ βασιλείας αὐτῶν διάδοχον Κωνσταντῖνον, δεινόν τι καὶ δυσῶδες ἐκ νηπιότητος αὐτοῦ προεσήμανται τεκμήριον, ἀφοδεύσαντος αὐτοῦ ἐν τῇ ἁγίᾳ κολυμβήθρᾳ, ὥς φασιν οἱ ἀκριβῶς αὐτόπται γεγονότες, ὥστε φάναι Γερμανὸν τὸν ἁγιώτατον πατριάρχην προφητικῶς, ὅτι" μεγίστου κακοῦ Χριστιανοῖς καὶ τῇ ἐκκλησίᾳ δι' αὐτοῦ μέλλοντος γίνεσθαι τὸ σημεῖον τοῦτο πέφυκεν." τοῦτον οἱ προύχοντες τῶν θεμάτων καὶ τῆς συγκλήτου βαπτισθέντα ἀνεδέξαντο. μετὰ δὲ τὴν θείαν λειτουργίαν ἔμπρακτος ἡ αὐγούστα Μαρία ἀνέκαμψε σὺν τῷ υἱῷ βεβαπτισμένῳ ὑπατείαν δοῦσα ἀπὸ τῆς ἐκκλησίας ἕως τῆς Χαλκῆς πύλης τοῦ παλατίου. Τῷ δ' αὐτῷ ἔτει Νικήτας ὁ Ξυλινίτης γράφει πρὸς Ἀρτέμιον ἐν Θεσσαλονίκῃ, ὥστε ἀπελθεῖν αὐτὸν πρὸς Τέρβελιν, ὅπως μετὰ συμμαχίας Βουλγαρικῆς ἔλθῃ κατὰ Λέοντος. ὁ δὲ ὑπακούσας ἀπῆλθε καὶ δίδωσιν αὐτῷ στρατὸν καὶ νʹ κεντηνάρια χρυσοῦ. καὶ ταῦτα λαβὼν ἐπὶ Κωνσταντινούπολιν ἔρχεται. τῆς δὲ πόλεως τοῦτον μὴ δεξαμένης, οἱ Βούλγαροι τοῦτον τῷ Λέοντι παρέδωκαν καὶ φιλοφρονηθέντες ὑπ' αὐτοῦ ὑπέστρεψαν. ὁ δὲ βασιλεὺς τοῦτον σὺν τῷ Ξυλινίτῃ ἀνεῖλεν, δημεύσας καὶ τὴν τοῦ Ξυλινίτου οὐσίαν μαγίστρου αὐτοῦ ὑπάρχοντος καὶ πολλὴν κεκτημένου· ὁμοίως δὲ καὶ Σισίννιον τὸν πατρίκιον, τὸ ἐπίκλην Ῥενδάκιν οἱ Βούλγαροι ἀπεκεφάλισαν ὡς συνόντα τῷ Ἀρτεμίῳ, καὶ τὸν ἀρχιεπίσκοπον Θεσσαλονίκης προέδωκαν τῷ βασιλεῖ, καὶ ἀπεκεφαλίσθη σὺν τῷ Ἀρτεμίῳ. ὁμοίως καὶ Ἰσόην τὸν πατρίκιον καὶ κόμητα τοῦ Ὀψικίου καὶ Θεόκτιστον πρωτο401 ασηκρήτην, καὶ Νικήταν τὸν Ἄνθρακα καὶ ἄρχοντα τοῦ τειχίου ὡς φίλους καὶ συνδρόμους αὐτοῦ, ἀπέκτεινεν· τοὺς δὲ λοιποὺς ῥινοτομήσας καὶ δημεύσας ἐξώρισεν. Κόσμου ἔτη σιβʹ. Τῆς θείας σαρκώσεως ἔτη ψιβʹ. Ῥωμαίων βασιλεὺς Λέων ἔτη κδʹ. δʹ. Ἀράβων ἀρχηγὸς Ἰζὶδ ἔτη δʹ. αʹ. Κωνσταντ. ἐπίσκοπος Γερμανὸς ἔτη ιεʹ. ʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη λʹ. ιεʹ. Τούτῳ τῷ ἔτει ἰνδικτιῶνος γʹ, τῇ ἡμέρᾳ τοῦ πάσχα, ἐστέφθη Κωνσταντῖνος ὑπὸ Λέοντος, τοῦ πατρὸς αὐτοῦ, ἐν τῷ τριβουναλίῳ τῶν ιθʹ ἀκουβίτων, τοῦ μακαρίου Γερμανοῦ τοῦ πατριάρχου ποιήσαντος τὰς πρὸς συνήθειαν εὐχάς. Τῷ δ' αὐτῷ ἔτει ἀπεβίω Οὔμαρος, ὁ τῶν Ἀράβων ἀμηρεύσας ἔτη βʹ καὶ μῆνας δʹ, καὶ ἀμηρεύει Ἰζίδ. τούτῳ φύεται ἐν Περσίδι τύραννος ὀνόματι καὶ αὐτὸς Ἰζὶδ Μουαλαβί· καὶ συναπῆλθον αὐτῷ πολλοὶ τῆς Περσίδος· πέμψας δὲ Ἰζὶδ τὸν Μασαλμᾶν ἀνεῖλεν αὐτὸν καὶ τὴν Περσίδα ὑπέταξεν.
397.2.1
βʹ. ζʹ. ι ʹ. Τούτῳ τῷ ἔτει ἀνεφάνη τις Σύρος ψευδόχριστος καὶ ἐπλάνησε τοὺς Ἑβραίους λέγων ἑαυτὸν εἶναι τὸν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ. ʹ. γʹ. ηʹ. ιζʹ. Τούτῳ τῷ ἔτει ἠνάγκασεν ὁ βασιλεὺς τοὺς Ἑβραίους καὶ τοὺς Μοντανοὺς βαπτίζεσθαι. οἱ δὲ Ἰουδαῖοι ἀπροαιρέτως βαπτιζόμενοι ἀπελούοντο τὸ βάπτισμα καὶ ἐσθίοντες μετελάμβανον τὴν ἁγίαν δωρεὰν καὶ ἔχραινον τὴν πίστιν. οἱ δὲ Μοντανοὶ διαμαντεύσαντες ἑαυτοῖς καὶ ὁρίσαντες ἡμέραν εἰσῆλθον εἰς τοὺς ὡρισμένους οἴκους τῆς πλάνης αὐτῶν καὶ κατέκαυσαν ἑαυτούς. ζʹ. δʹ. θʹ. ιηʹ. Τούτῳ τῷ ἔτει Ἰουδαῖός τις ὁρμώμενος ἀπὸ Λαοδικείας τῆς παραλίου Φοινίκης, γόης, ἐλθὼν πρὸς Ἰζὶδ ἐπηγγείλατο αὐτῷ ἔτη μʹ 402 κρατήσειν τῆς Ἀράβων ἀρχῆς, εἰ τὰς ἐν ταῖς ἐκκλησίαις τῶν Χριστιανῶν ἐν πάσῃ τῇ ἀρχῇ αὐτοῦ τιμωμένας σεπτὰς εἰκόνας καθέλῃ. τούτῳ πεισθεὶς ὁ ἀνόητος Ἰζὶδ δόγμα καθολικὸν ἐψηφίσατο κατὰ τῶν ἁγίων εἰκόνων· ἀλλὰ χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ταῖς πρεσβείαις τῆς ἀφθόρου μητρὸς αὐτοῦ καὶ πάντων τῶν ἁγίων τῷ αὐτῷ ἔτει τέθνηκεν Ἰζίδ, οὐδὲ ἀκουσθῆναι φθάσαντος τοῖς πολλοῖς τοῦ σατανικοῦ αὐτοῦ δόγματος. μεταλαβὼν δὲ ταύτης τῆς πικρᾶς καὶ ἀθεμίτου κακοδοξίας Λέων ὁ βασιλεὺς πολλῶν κακῶν ἡμῖν αἴτιος γέγονεν. εὑρὼν δὲ ὁμόφρονα τῆς ἀπαιδευσίας ταύτης Βησήρ τινα τοὔνομα, γενόμενον μὲν ἀπὸ Χριστιανῶν αἰχμάλωτον ἐν Συρίᾳ, ἀποστάντα δὲ τῆς εἰς Χριστὸν πίστεως καὶ ποιωθέντα τοῖς Ἀράβων δόγμασιν, οὐ πρὸ πολλοῦ δὲ χρόνου ἀπελευθερωθέντα τῆς ἐκείνων δουλείας καὶ καταλαβόντα τὴν Ῥωμαίων πολιτείαν· διὰ ῥώμην δὲ σώματος καὶ ὁμόνοιαν τῆς κακοδοξίας ἐτιμήθη παρὰ τοῦ αὐτοῦ Λέοντος· ὅστις καὶ συνασπιστὴς τοῦ μεγάλου κακοῦ τούτου γέγονε τῷ βασιλεῖ. συνεφρόνει δὲ κακῶς αὐτῷ καὶ ὁ πάσης ἀκαθαρσίας ἀνάπλεως καὶ συντρόφῳ ἀπαιδευσίᾳ συζῶν Νακωλείας ὁ ἐπίσκοπος. Ἀράβων ἀρχηγὸς Ἰσὰμ ἔτη ιθʹ. ηʹ. αʹ. ιʹ.
397.3.1
Τὰ περὶ τοῦ μακαρίου Στεφάνου, τοῦ πάπα Ῥώμης, ὅπως τε ἔφυγεν ἐν Φραγγικῇ καὶ ἐσώθη, λέξων ἔρχομαι. Οὗτος ὁ ἀοίδιμος Στέφανος πολλὰ κακὰ ὑπέστη ὑπὸ Ἀστούλφου, τοῦ ῥηγὸς τῶν Λογγιβάρδων. προσφυγὼν δὲ τοῖς Φράγγοις ἐπὶ Πιπίνου προοίκου καὶ ἐξάρχου τῆς διοικήσεως τῶν ὅλων πραγμάτων καὶ τοῦ τῶν Φράγγων ἔθνους· ἔθος γὰρ ἦν αὐτοῖς τὸν κύριον αὐτῶν, ἤτοι τὸν ῥῆγα, κατὰ γένος ἄρχειν καὶ μηδὲν πράττειν ἢ διοικεῖν, πλὴν ἀλόγως ἐσθίειν καὶ πίνειν, οἴκοι τε διατρίβειν καὶ κατὰ Μάϊον μῆνα πρώτῃ τοῦ μηνὸς προκαθέζεσθαι ἐπὶ παντὸς τοῦ 403 ἔθνους καὶ προσκυνεῖν αὐτοὺς καὶ προσκυνεῖσθαι ὑπ' αὐτῶν καὶ δωροφορεῖσθαι τὰ κατὰ συνήθειαν καὶ ἀντιδιδόναι αὐτοῖς καὶ οὕτως ἕως τοῦ ἄλλου Μαΐου καθ' ἑαυτὸν διάγειν. ἔχει δὲ τὸν λεγόμενον πρόοικον γνώμῃ ἑαυτοῦ καὶ τοῦ ἔθνους διοικοῦντα πάντα τὰ πράγματα. ἐλέγοντο δὲ οἱ ἐκ τοῦ γένους ἐκείνου καταγόμενοι κριστάται, ὃ ἑρμηνεύεται τριχοραχάται· τρίχας γὰρ εἶχον κατὰ τῆς ῥάχης ἐκφυομένας, ὡς χοῖροι. ὁ γοῦν εἰρημένος Στέφανος τῇ ὠμότητι τοῦ Ἀστούλφου βιασθεὶς καὶ ἀβουλίᾳ, ἅμα δὲ καὶ ἐπιτραπεὶς παρ' αὐτοῦ ἀπελθεῖν εἰς Φραγγικὴν καὶ ποιῆσαι ὃ ἂν δύνηται, ἐλθὼν χειροτονεῖ τὸν Πίπινον ἄνδρα τὸ τηνικαῦτα λίαν εὐδόκιμον, προϊστάμενον ἅμα καὶ τῶν πραγμάτων ἀπὸ τοῦ ῥηγὸς καὶ προπολεμήσαντα τοὺς περαιωθέντας Ἄραβας ἀπὸ τῆς Ἀφρικῆς ἐπὶ τὴν Σπανίαν, τοὺς καὶ κρατήσαντας ἕως τοῦ νῦν τῆς αὐτῆς Σπανίας, δοκιμάσαντας δὲ καὶ κατὰ τῶν Φράγγων παρατάξασθαι. οἷς ἀντιταξάμενος σὺν τῷ πλήθει ὁ αὐτὸς Πίπινος κτείνει μὲν καὶ αὐτὸν τὸν ἔξαρχον τοῦ ἔθνους Ἀβδεραχμάν, συναναιρεῖ δὲ καὶ πλῆθος οὐκ εὐαρίθμητον παρὰ τὸν Ἠριδανὸν ποταμόν, καὶ θαυμάζεται καὶ φιλεῖται παρὰ τοῦ ἔθνους, οὐ μόνον διὰ τοῦτο, ἀλλὰ καὶ δι' ἄλλα προτερήματα, καὶ προηγεῖται τοῦ ἔθνους πρῶτος οὐ κατὰ γένος, λύσαντος αὐτὸν τῆς ἐπιορκίας τῆς πρὸς τὸν ῥῆγα τοῦ αὐτοῦ Στεφάνου, καὶ ἀποκείραντος τὸν πρὸ αὐτοῦ ῥῆγα καὶ ἐν μοναστηρίῳ μετὰ τιμῆς καὶ ἀναπαύσεως περιορίσαντος. οὗτος ὁ Πίπινος δύο υἱοὺς ἔσχεν, Κάρουλον καὶ Καρουλόμαγνον, τὸν ἀδελφὸν αὐτοῦ. Τῷ δ' αὐτῷ ἔτει ἀπεβίω Ἰζίδ, ὁ τῶν Ἀράβων ἀμηρεύσας ἔτηδʹ, καὶ ἀμηρεύει Ἰσάμ, ὁ τούτου ἀδελφός, καὶ ἤρξατο κτίζειν κατὰ χώραν καὶ πόλιν παλάτια καὶ κατασπορὰς ποιεῖν καὶ παραδείσους καὶ ὕδατα ἐκβάλλειν. καὶ ἐπεστράτευσε [χθῆ] τὴν Ῥωμανίαν, καὶ πολλοὺς τῶν σὺν αὐτῷ ἀποβαλὼν ὑπέστρεψεν. Στέφανος δέ, ὁ πάπας Ῥώμης, προσέφυγεν εἰς τοὺς Φράγγους. 404 Ῥώμης ἐπίσκοπος Γρηγόριος ἔτη θʹ. θʹ. βʹ. αʹ. ιαʹ. κʹ. Τούτῳ τῷ ἔτει ἤρξατο ὁ δυσσεβὴς βασιλεὺς Λέων τῆς κατὰ τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων καθαιρέσεως λόγον ποιεῖσθαι. καὶ μαθὼν τοῦτο Γρηγόριος, ὁ πάπας Ῥώμης, τοὺς φόρους τῆς Ἰταλίας καὶ Ῥώμης ἐκώλυσε γράψας πρὸς Λέοντα ἐπιστολὴν δογματικήν, μὴ δεῖν βασιλέα περὶ πίστεως λόγον ποιεῖσθαι καὶ καινοτομεῖν τὰ ἀρχαῖα δόγματα τῆς ἐκκλησίας, τὰ ὑπὸ τῶν ἁγίων πατέρων δογματισθέντα. Τῷ δ' αὐτῷ ἔτει καὶ ὁ χείμαρρος πλημμυρήσας εἰσῆλθεν εἰς Ἔδεσαν τὴν πόλιν καὶ πολλοὺς ἠφάνισεν. ιʹ. γʹ. βʹ. ιβʹ. καʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μασαλμᾶς τὴν Καισάρειαν Καππαδοκίας καὶ παρέλαβεν αὐτήν. καὶ γέγονε θανατικὸν ἐν Συρίᾳ. καὶ αἱ κάμηλοι τοῦ πρωτοσυμβούλου ἐκάησαν εἰς τὸν ἅγιον Ἡλίαν. Μαυΐας δέ, ὁ υἱὸς Ἰσάμ, ἐπεστράτευσε τὴν Ῥωμανίαν καὶ ἐμπεριπατήσας ὑπέστρεψεν. Ἐν αὐτῷ δὲ τῷ ἔτει, ἰνδικτιῶνος θʹ, ὥρᾳ θέρους, ἀτμὶς ὡς ἐκ καμίνου πυρὸς ἀνέβρασεν ἀναμέσον Θήρας καὶ Θηρασίας τῶν νήσων ἐκ τοῦ βυθοῦ τῆς θαλάσσης ἐπὶ ἡμέρας τινάς, καὶ κατὰ βραχὺ παχυνομένη καὶ ἀπολιθουμένη τῇ ἐξάψει τῆς πυρώδους ἐκκαύσεως, ὅλος ὁ καπνὸς πυροφανὴς ἐδείκνυτο. τῇ δὲ παχύτητι τῆς γεώδους οὐσίας πετροκισσήρους μεγάλους ὡς λόφους τινὰς ἀνέπεμψε καθ' ὅλης τῆς μικρᾶς Ἀσίας καὶ Λέσβου καὶ Ἀβύδου καὶ τῆς πρὸς θάλασσαν Μακεδονίας, ὡς ἅπαν τὸ πρόσωπον τῆς θαλάσσης ταύτης κισσήρων ἐπιπολαζόντων γέμειν· μέσον δὲ τοῦ τηλικούτου πυρὸς νῆσος ἀπογεωθεῖσα τῇ λεγομένῃ Ἱερᾷ νήσῳ συνήφθη, μήπω τὸ πρὶν οὖσα, ἀλλ' ὡς αἱ προρρηθεῖσαι νῆσοι, Θήρα τε καὶ Θηρασία ποτὲ ἐξεβράσθησαν, οὕτω καὶ αὕτη νῦν ἐπὶ τῶν χρόνων τοῦ θεομάχου 405 Λέοντος. ὃς τὴν κατ' αὐτοῦ θείαν ὀργὴν ὑπὲρ ἑαυτοῦ λογισάμενος ἀναιδέστερον κατὰ τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων ἤγειρε πόλεμον, σύμμαχον ἔχων Βησὴρ τὸν ἀρνησίθεον καὶ τῆς ἴσης ἀλογίας ἐφάμιλλον. ἄμφω γὰρ ἀπαιδευσίας ἦσαν ἔμπλεοι καὶ πάσης ἀμαθίας, ἐξ ἧς τὰ πολλὰ τῶν κακῶν ἔρχεται. οἱ δὲ κατὰ τὴν βασιλίδα πόλιν ὄχλοι σφόδρα λυπούμενοι ἐπὶ ταῖς καιναῖς διδασκαλίαις αὐτῷ τε ἐμελέτων ἐπελθεῖν καί τινας βασιλικοὺς ἀνθρώπους ἀνεῖλον καθελόντας τὴν τοῦ κυρίου εἰκόνα τὴν ἐπὶ τῆς μεγάλης Χαλκῆς πύλης, ὡς πολλοὺς αὐτῶν ὑπὲρ τῆς εὐσεβείας τιμωρηθῆναι μελῶν ἐκκοπαῖς καὶ μάστιξι καὶ ἐξορίαις καὶ ζημίαις, μάλιστα δὲ τοὺς εὐγενείᾳ καὶ λόγῳ διαφανεῖς· ὥστε καὶ τὰ παιδευτήρια σβεσθῆναι καὶ τὴν εὐσεβῆ παίδευσιν τὴν ἀπὸ τοῦ ἐν ἁγίοις Κωνσταντίνου τοῦ μεγάλου καὶ μέχρι νῦν κρατήσασαν, ἧς καὶ μετὰ ἄλλων πολλῶν καλῶν καθαιρέτης ὁ σαρακηνόφρων οὗτος Λέων γέγονεν. ἐν τούτοις οὖν θείῳ κινούμενοι ζήλῳ στασιάζουσι κατ' αὐτοῦ μεγάλῃ ναυμαχίᾳ συμφωνήσαντες Ἑλλαδικοί τε καὶ οἱ τῶν Κυκλάδων νήσων Κοσμᾶν τινα συνεπόμενον ἔχοντες εἰς τὸ στεφθῆναι, Ἀγαλλιανὸς δέ, τουρμάρχης τῶν Ἑλλαδικῶν, ἡγεῖτο τῆς στρατιᾶς, καὶ Στέφανος· οἳ καὶ προσπελάσαντες τῇ βασιλίδι πόλει ιηʹ τοῦ Ἀπριλλίου μηνὸς τῆς ιʹ ἰνδικτιῶνος ἡττῶνται συμβαλόντες τοῖς Βυζαντίοις, ἐμπρησθέντων αὐτῶν τῶν νηῶν τῷ σκευαστῷ πυρί. καὶ οἱ μὲν βυθίζονται περὶ τὸν λάκκον, ἐν οἷς καὶ Ἀγαλλιανὸς ἔνοπλον ἑαυτὸν ἐπόντωσεν, οἱ δὲ ζῶντες τῷ κρατοῦντι προσρύονται. καὶ ἀποτέμνονται τὰς κεφαλὰς Κοσμᾶς τε καὶ Στέφανος, αὔξει δὲ τῇ κακίᾳ Λέων ὁ δυσσεβὴς καὶ οἱ τούτου σύμφρονες τὸν κατὰ τῆς εὐσεβείας διωγμὸν ἐπιτείνοντες. κατὰ δὲ τὴν θερινὴν τροπὴν ταύτης τῆς ιʹ ἰνδικτιῶνος, μετὰ τὴν τῶν ὁμοφύλων κακὴν νίκην, κατὰ τῆς Βιθυνῶν Νικαίας παρατάττεται Σαρακηνῶν δύο ἀμηραίων στῖφος, Ἄμερ ἐν χιλιάσι ιεʹ μονοζώνων προδραμὼν καὶ ἀπαρασκεύαστον κυκλώσας τὴν πόλιν, καὶ Μαυΐας ἐπακολουθῶν ἐν ἄλλαις ὀκτὼ ἥμισυ μυριάσιν, οἳ μετὰ πολιορκίαν 406 πολλὴν καὶ καθαίρεσιν τῶν τειχῶν μερικὴν τῷ τῶν τιμωμένων ἁγίων πατέρων αὐτόθι τεμένει ταύτης μὲν οὐ περιγεγόνασι διὰ τῶν εὐπροσδέκτων εὐχῶν πρὸς τὸν θεόν, ἔνθα καὶ σεβάσμιοι αὐτῶν χαρακτῆρες ἀνεστήλωντο μέχρι νῦν ὑπὸ τῶν ὁμοφρόνων αὐτῶν τιμώμενοι. Κωνσταντῖνος δέ τις στράτωρ τοῦ Ἀρταυάσδου ἰδὼν εἰκόνα τῆς θεοτόκου ἑστῶσαν, λαβὼν λίθον ἔρριψε κατ' αὐτῆς καὶ συνέτριψεν αὐτὴν καὶ πεσοῦσαν κατεπάτησεν· καὶ θεωρεῖ ἐν ὁράματι παρεστῶσαν αὐτῷ τὴν δέσποιναν καὶ λέγουσαν αὐτῷ·" οἶδας ποῖον γενναῖον πρᾶγμα εἰργάσω εἰς ἐμέ; ὄντως κατὰ τῆς ἑαυτοῦ κεφαλῆς τοῦτο ἐποίησας." τῇ δὲ ἐπαύριον προσβαλόντων τῶν Σαρακηνῶν τῷ τείχει, καὶ πολέμου κροτηθέντος, δραμὼν εἰς τὸ τεῖχος ὡς γενναῖος στρατιώτης ὁ ταλαίπωρος ἐκεῖνος βάλλεται ὑπὸ λίθου τοῦ ἐκ τοῦ μαγγανικοῦ πεμφθέντος, καὶ συνέτριψεν αὐτοῦ τὴν κεφαλὴν καὶ τὸ πρόσωπον, ἄξιον τῆς ἑαυτοῦ δυσσεβείας κομισάμενος ἀνταπόδομα. αἰχμαλωσίαν δὲ πλείστην καὶ λάφυρα συναγαγόντες ὑπέστρεψαν, δεικνύντος καὶ τοῦτο τοῦ θεοῦ τῷ ἀσεβεῖ, ὅτι οὐ δι' εὐσέβειαν περιγέγονε τῶν ὁμοφύλων, ὡς ἐκεῖνος ηὔχει, ἀλλὰ διά τινα αἰτίαν θείαν καὶ ἀπόρρητον κρίσιν, ἀποκρουομένης μὲν τὴν τοιαύτην Ἀραβικὴν ἰσχὺν τῆς τῶν ἁγίων πατέρων πόλεως ταῖς αὐτῶν πρεσβείαις, διὰ τῶν ἐν αὐτῇ τιμωμένων ἀκριβεστάτων αὐτῶν χαρακτήρων εἰς ἔλεγχον δὲ καὶ ἀναπολόγητον κρίσιν τοῦ τυράννου καὶ βεβαίωσιν τῶν εὐσεβούντων. οὐ μόνον γὰρ περὶ τὴν σχετικὴν τῶν σεπτῶν εἰκόνων ὁ δυσσεβὴς ἐσφάλλετο προσκύνησιν, ἀλλὰ καὶ περὶ τῶν πρεσβειῶν τῆς πανάγνου θεοτόκου καὶ πάντων τῶν ἁγίων· καὶ τὰ λείψανα αὐτῶν ὁ παμμίαρος, ὡς οἱ διδάσκαλοι αὐτοῦ Ἄραβες, ἐβδελύττετο. ἐκ τοῦδε τοίνυν τοῦ χρόνου ἀναιδῶς τῷ μακαρίῳ Γερμανῷ, τῷ πατριάρχῃ Κωνσταντινουπόλεως, προσετρίβετο, μεμφόμενος πάντας τοὺς πρὸ αὐτοῦ βασιλεῖς καὶ ἀρχιερεῖς καὶ Χριστιανοὺς λαούς, ὡς εἰδωλολατρήσαντας ἐπὶ τῇ προσκυνήσει τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων, μὴ χωροῦντος αὐτοῦ δι' ἀπιστίαν καὶ πολλὴν ἰδιωτείαν τὸν περὶ σχετικῆς προσκυνήσεως λόγον. 407 ιαʹ. δʹ. γʹ. ιγʹ. κβʹ. Τούτῳ τῷ ἔτει Μαυΐας παρέλαβε τὸ κάστρον Ἀτεοῦς καὶ ὑπέστρεψεν. ιβʹ. εʹ. δʹ. ιδʹ.
397.4.1
Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν ὁ υἱὸς Χαγάνου, τοῦ δυνάστου Χαζαρίας, τὴν Μηδίαν καὶ Ἀρμενίαν, καὶ εὑρὼν Γάραχον, τὸν τῶν Ἀράβων στρατηγόν, κατὰ τὴν Ἀρμενίαν ἀνεῖλεν αὐτὸν μετὰ τοῦ συνόντος αὐτῷ πλήθους· καὶ ληϊσάμενος τὴν τῶν Ἀρμενίων χώραν καὶ τὴν Μήδων ἀνέκαμψεν, φόβον μέγαν ἐμποίησας τοῖς Ἄραψιν.
397.5.1
ʹ. εʹ. ιεʹ. κδʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μασαλμᾶς τὴν τῶν Τούρκων γῆν, καὶ συναφθέντες ἀλλήλοις εἰς πόλεμον, πίπτουσιν ἐξ ἀμφοτέρων τῶν μερῶν· καὶ δειλανδρήσας ὁ Μασαλμᾶς φυγῇ χρησάμενος διὰ τῶν ὀρέων Χαζαρίας ὑπέστρεψεν. Τῷ δ' αὐτῷ ἔτει ἀπομανεὶς Λέων, ὁ παράνομος βασιλεύς, κατὰ τῆς ὀρθῆς πίστεως καὶ ἐνέγκας τὸν μακάριον Γερμανὸν ἤρξατο αὐτὸν θωπευτικοῖς λόγοις δελεάζειν. ὁ δὲ μακάριος ἀρχιερεὺς ἔφη πρὸς αὐτόν·" τὴν μὲν καθαίρεσιν τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων ἀκούομεν ἔσεσθαι, ἀλλ' οὐκ ἐπὶ τῆς σῆς βασιλείας." τούτου δὲ ἐπαναγκάσαντος εἰπεῖν ἐπὶ τίνος βασιλείας; ἔφη·" ἐπὶ Κόνωνος." ὁ δὲ ἔφη·" τὸ βαπτιστικόν μου ὄνομα ἐν ἀληθείᾳ Κόνων ἐστίν." ὁ δὲ πατριάρχης ἔφη·" μὴ γένοιτο, δέσποτα, διὰ τῆς σῆς βασιλείας τὸ κακὸν τοῦτο τελεσθῆναι· Ἀντιχρίστου γάρ ἐστι πρόδρομος ὁ τοῦτο πληρῶν καὶ τῆς ἐνσάρκου θείας οἰκονομίας ἀνατροπεύς." ἐπὶ τούτοις χαλεπήνας ὁ τύραννος ἐνεῖχε τῷ μακαρίῳ, ὡς Ἡρώδης ποτὲ τῷ προδρόμῳ. ἀνέμνησε δὲ αὐτὸν ὁ πατριάρχης καὶ τῶν πρὸ τῆς αὐτοκρατορίας αὐτοῦ συνθηκῶν, ὅπως αὐτῷ θεὸν ἐγγυητὴν δέδωκεν ἐν μηδενὶ σαλεῦσαι τὴν ἐκκλησίαν τοῦ θεοῦ τῶν αὐτῆς ἀποστολικῶν καὶ θεοπαραδότων θεσμῶν. ἀλλ' οὐδ' οὕτως ᾐσχύνθη ὁ ἄθλιος. ἐπιτηρῶν δὲ καὶ καθυποβάλλων τινὰς ἠγωνίζετο λόγους, εἴ που τοῦτον εὕροι κατὰ τῆς βασιλείας αὐτοῦ ποιούμενον, ἵν' ὡς φατριαστήν, καὶ οὐχ 408 ὡς ὁμολογητὴν καθέλῃ τοῦ θρόνου, ἔχων εἰς τοῦτο σύμμαχον καὶ συμμέτοχον Ἀναστάσιον μαθητὴν καὶ σύγκελλον αὐτοῦ, συνταξάμενος αὐτῷ ὡς τῆς ἀσεβείας ὁμόφρονι, καὶ τοῦ θρόνου μοιχὸν διάδοχον ἔσεσθαι· ὃν ὁ μακάριος οὐκ ἀγνοῶν οὕτω στρεβλῶς διακείμενον, μιμούμενος τὸν ἑαυτοῦ δεσπότην, ὡς πρὸς ἄλλον Ἰσκαριώτην, σοφῶς καὶ πρᾴως τὰ περὶ προδοσίας ἀνεμίμνησκεν. ἐπεὶ δὲ ἀνεπιστρόφως αὐτὸν ἑώρα πλανώμενον, ἐπιστραφεὶς πρὸς αὐτὸν πατήσαντά ποτε τὰ ὀπίσθια τῆς στολῆς αὐτοῦ, εἰσιόντος αὐτοῦ πρὸς τὸν βασιλέα, ἔφη·" μὴ σπεῦδε, φθάζεις γὰρ εἰσελθεῖν εἰς τὸ διΐππιν." ὁ δὲ ταραχθεὶς ἐπὶ τῷ λόγῳ σὺν ἄλλοις ἀκούσασιν ἠγνόει τὴν πρόρρησιν, ἥτις πέρας λαβοῦσα μετὰ ιεʹ ἔτη τῷ τρίτῳ ἔτει Κωνσταντίνου τοῦ διώκτου, ἰνδικτιῶνος ιβʹ, πάντας ἔπεισεν ἐκ θείας χάριτος προφητευθῆναι τῷ ἀγνώμονι. Κωνσταντῖνος γὰρ μετὰ τὴν τοῦ γαμβροῦ αὐτοῦ Ἀρταυάσδου ἀνασοβὴν τῆς βασιλείας ἐπικρατήσας Ἀναστάσιον τοῦτον τύψας σὺν ἄλλοις ἐχθροῖς ἐν ἱππικῷ διὰ τοῦ διϊππίου γυμνὸν ἐπ' ὄνου καθήμενον ἐξανάστροφα ἐπόμπευσεν, ὡς τοῖς ἐχθροῖς συνανασκάψαντα αὐτόν, καὶ τὸν Ἀρτάυασδον στέψαντα, ὡς δηλωθήσεται ἐν τῷ ἰδίῳ τόπῳ. καὶ ἐν μὲν τῷ Βυζαντίῳ πρόμαχος τῶν ὑπὲρ εὐσεβείας δογμάτων ὁ ἱερὸς οὗτος καὶ θεσπέσιος ἤκμαζε Γερμανὸς θηριομαχῶν πρὸς τὸν φερώνυμον Λέοντα καὶ τοὺς αὐτοῦ συνασπιστάς, ἐν δὲ τῇ πρεσβυτέρᾳ Ῥώμῃ Γρηγόριος, ὁ πανίερος ἀποστολικὸς ἀνὴρ καὶ Πέτρου τοῦ κορυφαίου σύνθρονος, λόγῳ καὶ πράξει διαλάμπων, ὃς ἀπέστησε Ῥώμην τε καὶ Ἰταλίαν καὶ πάντα τὰ ἑσπέρια τῆς τε πολιτικῆς καὶ ἐκκλησιαστικῆς ὑπακοῆς Λέοντος καὶ τῆς ὑπ' αὐτὸν βασιλείας. ἐν δὲ τῇ κατὰ Συρίαν Δαμασκῷ Ἰωάννης ὁ Χρυσορρόας, πρεσβύτερος καὶ μοναχός, ὁ τοῦ Μανσούρ, διδάσκαλος ἄριστος, βίῳ καὶ λόγῳ προέλαμπεν. ἀλλὰ Γερμανὸν μὲν ὡς ὑπ' αὐτὸν ὄντα ἐκβάλλει τοῦ θρόνου· Γρηγόριος δὲ αὐτὸν δι' ἐπιστολῶν ἀριδήλως ἐλέγχει τῶν τοῖς πολλοῖς ἐγνωσμένων, καὶ Ἰωάννης σὺν τοῖς τῆς ἀνατολῆς ἐπισκόποις τοῖς ἀναθέμασι τὸν ἀσεβῆ καθυποβάλλει. τῇ δὲ ζʹ τοῦ Ἰαννουαρίου μηνὸς τῆς ιγʹ ἰνδικτιῶνος, ἡμέρᾳ γʹ τῆς ἑβδομάδος, Λέων ὁ δυσσεβὴς σελέντιον κατὰ τῶν ἁγίων 409 καὶ σεπτῶν εἰκόνων ἐκρότησεν ἐν τῷ τριβουναλίῳ τῶν ιθʹ ἀκουβίτων, προσκαλεσάμενος καὶ τὸν ἁγιώτατον πατριάρχην Γερμανόν, οἰόμενος πείθειν αὐτὸν ὑπογράψαι κατὰ τῶν ἁγίων εἰκόνων. ὁ δὲ γενναῖος τοῦ Χριστοῦ δοῦλος μηδ' ὅλως πεισθεὶς τῇ μυσαρᾷ κακοδοξίᾳ αὐτοῦ, τὸν λόγον τῆς ἀληθείας ὀρθοτομήσας ἀπετάξατο τὴν ἀρχιερωσύνην ἐπιδοὺς τὸ ὠμοφόριον καὶ εἰπὼν μετὰ πολλοὺς διδασκαλικοὺς λόγους·" ἐὰν ἐγώ εἰμι Ἰωνᾶς, βάλετέ με εἰς τὴν θάλασσαν. χωρὶς γὰρ οἰκουμενικῆς συνόδου καινοτομῆσαι πίστιν ἀδύνατόν μοι, ὦ βασιλεῦ." καὶ ἀπελθὼν ἐν τῷ λεγομένῳ Πλατανίῳ εἰς τὸν γονικὸν αὐτοῦ οἶκον ἡσύχασεν, ἀρχιερατεύσας ἔτη ιδʹ μῆνας εʹ καὶ ἡμέρας ζʹ. τῇ δὲ κβʹ τοῦ αὐτοῦ Ἰαννουαρίου μηνὸς χειροτονοῦσιν Ἀναστάσιον τὸν ψευδώνυμον μαθητὴν καὶ σύγκελλον τοῦ αὐτοῦ μακαρίου Γερμανοῦ συνθέμενον τῇ Λέοντος δυσσεβείᾳ, διὰ φιλαρχίαν κοσμικὴν προχειρισθεὶς Κωνσταντινουπόλεως ψευδεπίσκοπος. Γρηγόριος δέ, ὁ ἱερὸς πρόεδρος Ῥώμης, καθὼς καὶ προέφην, Ἀναστάσιον ἅμα τοῖς λιβέλλοις ἀπεκήρυξεν ἐλέγξας τὸν Λέοντα δι' ἐπιστολῶν ὡς ἀσεβοῦντα, καὶ τὴν Ῥώμην σὺν πάσῃ τῇ Ἰταλίᾳ τῆς βασιλείας αὐτοῦ ἀπέστησεν. ἐκμανεὶς οὖν ὁ τύραννος ἐπέτεινε τὸν κατὰ τῶν ἁγίων εἰκόνων διωγμόν, πολλοί τε κληρικοὶ καὶ μονασταὶ καὶ εὐλαβεῖς λαϊκοὶ ὑπερεκινδύνευσαν τοῦ ὀρθοῦ τῆς πίστεως λόγου τὸν μαρτυρικὸν ἀναδησάμενοι στέφανον. Κωνσταντινουπόλεως ἐπίσκοπος Ἀναστάσιος ἔτη κδʹ. ιδʹ. ζʹ. ʹ. αʹ. κεʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μασαλμᾶς τὴν Ῥωμανίαν καὶ ἐλθὼν εἰς Καππαδοκίαν παρέλαβε δόλῳ τὸ Χαρσιανὸν κάστρον. ιεʹ. ηʹ. ζʹ. βʹ. κ ʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μασαλμᾶς τὴν Τουρκίαν καὶ φθάσας τὰς Κασπίας πύλας φοβηθεὶς ἀνέστρεψεν. ι ʹ. θʹ.
397.6.1
γʹ. κζʹ. Τούτῳ τῷ ἔτει Λέων ὁ βασιλεὺς τὴν θυγατέρα Χαγάνου, τοῦ τῶν Σκυθῶν δυνάστου, τῷ υἱῷ Κωνσταντίνῳ ἐνυμφεύσατο, ποιή410 σας αὐτὴν Χριστιανὴν καὶ ὀνομάσας αὐτὴν Εἰρήνην· ἥτις ἐκμαθοῦσα τὰ ἱερὰ γράμματα διέπρεπεν ἐν εὐσεβείᾳ τὴν τούτων δυσσέβειαν ἐλέγχουσα. Μαυΐας δέ, ὁ υἱὸς Ἰσάμου, ἐπεστράτευσε τὴν Ῥωμανίαν καὶ ἐλθὼν ἕως Παφλαγονίας ἀνέκαμψε μετὰ αἰχμαλωσίας πολλῆς. ὁ δὲ βασιλεὺς ἐμαίνετο κατὰ τοῦ πάπα καὶ τῆς ἀποστάσεως Ῥώμης καὶ Ἰταλίας, καὶ ἐξοπλίσας στόλον μέγαν ἀπέστειλε κατ' αὐτῶν Μάνην, τὸν στρατηγὸν τῶν Κιβυραιωτῶν, κεφαλὴν ποιήσας εἰς αὐτούς. ᾐσχύνθη δὲ ὁ μάταιος ναυαγήσαντος τοῦ στόλου εἰς τὸ Ἀδριακὸν πέλαγος. τότε ὁ θεομάχος ἐπὶ πλεῖον ἐκμανεὶς Ἀραβικῷ τε φρονήματι κρατυνόμενος φόρους κεφαλικοὺς τῷ τρίτῳ μέρει Σικελίας καὶ Καλαβρίας τοῦ λαοῦ ἐπέθηκεν. τὰ δὲ λεγόμενα πατριμόνια τῶν ἁγίων καὶ κορυφαίων ἀποστόλων, τῶν ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ τιμωμένων, ταῖς ἐκκλησίαις ἔκπαλαι τελούμενα χρυσίου τάλαντα τρία ἥμισυ τῷ δημοσίῳ λόγῳ τελεῖσθαι προσέταξεν, ἐποπτεύειν τε καὶ ἀναγράφεσθαι τὰ τικτόμενα κελεύσας ἄρρενα βρέφη, ὡς Φαραώ ποτε τὰ τῶν Ἑβραίων· ὅπερ οὐδ' αὐτοί ποτε οἱ διδάσκαλοι αὐτοῦ Ἄραβες ἐποίησαν εἰς τοὺς κατὰ τὴν ἑῴαν Χριστιανούς. ιζʹ. ιʹ. θʹ. δʹ. κηʹ. Τούτῳ τῷ ἔτει ἐγένετο θανατικὸν ἐν Συρίᾳ, καὶ πολλοὶ ἀπέθανον. Ῥώμης ἐπίσκοπος Ζαχαρίας ἔτη
397.7.1
ιηʹ. ιαʹ. αʹ. εʹ. κθʹ. Τούτῳ τῷ ἔτει ἐξωρίσθη Θεόδωρος ὁ τοῦ Μανσοὺρ εἰς τὰ κλίματα τῆς ἐρήμου· καὶ γέγονε σημεῖον ἐν τῷ οὐρανῷ πυρῶδες καταυγάζον· καὶ Μαυΐας τὴν Ἀσίαν ἐληΐσατο. ιθʹ. ιβʹ. βʹ. ʹ. λʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Σουλεϊμάν, ὁ τοῦ Ἰσάμ, τὴν τῶν Ἀρμενίων χώραν καὶ οὐδὲν ἤνυσεν. κʹ. ιγʹ. γʹ. ζʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μαυΐας τὴν Ῥωμανίαν καὶ ἐπανελθὼν οὐ μετὰ πολλὰς ἡμέρας τοῦ ἵππου πεσὼν ἀπέψυξεν. 411 καʹ. ιδʹ. δʹ. ηʹ. Τούτῳ τῷ ἔτει Σουλεϊμάν, ὁ υἱὸς Ἰσάμ, αἰχμαλωτεύσας πολλοὺς ἐξ Ἀσίας συνῃχμαλώτευσε καί τινα Περγαμηνόν, ὃς ἔλεγεν ἑαυτὸν Τιβέριον υἱὸν εἶναι Ἰουστινιανοῦ. τοῦτον Ἰσὰμ εἰς τιμὴν τοῦ ἰδίουπαιδὸς καὶ τῶν βασιλέων ἐκφόβησιν μετὰ τῆς ἁρμοζούσης βασιλικῆς τιμῆς καὶ στρατευμάτων καὶ βάνδων καὶ σκήπτρων εἰς Ἱερουσαλὴμ ἐκπέμπει, καὶ ὅλην τὴν Συρίαν περιάγειν κελεύει μετὰ πολλῆς τιμῆς πρὸς θέαν πάντων καὶ κατάπληξιν. κβʹ. ιεʹ. εʹ. θʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Σουλεϊμὰν τὴν Ῥωμανίαν ὁ υἱὸς Ἰσάμ· καὶ ἐπόρθησε τὸ λεγόμενον Σιδηροῦν κάστρον, καὶ Εὐστάθιον, τὸν υἱὸν Μαριανοῦ τοῦ πατρικίου, αἰχμάλωτον ἔλαβεν. κγʹ. ι ʹ. ʹ. ιʹ. Τούτῳ τῷ ἔτει μηνὶ Μαΐῳ ἰνδικτιῶνος ηʹ ἐπεστράτευσε Σουλεϊμὰν τὴν Ῥωμανίαν ἐν μυριάσιν θʹ, στρατηγοῖς τε δʹ, ὧν Γάμερ ἡγεῖτο λοχίζων ἐν μυρίοις μονοζώνοις τὰ τῆς Ἀσιάτιδος γῆς μέρη, καὶ τούτου ἐχόμενοι Μελὶχ καὶ Βατὰλ ἐν δισμυρίοις ἱππεῦσι περὶ τὸν Ἀκροϊνόν· καὶ μετὰ τούτους Σουλεϊμὰν ἐν ἑξακισμυρίοις περὶ τὴν τῶν Καππαδόκων Τύανον. ἀλλ' οἱ μὲν κατὰ τὴν Ἀσίαν καὶ Καππαδοκίαν πολλὴν ἅλωσιν ἀνδρῶν καὶ γυναικῶν καὶ κτηνῶν ποιησάμενοι ἀβλαβεῖς ἀνέστρεψαν, οἱ δὲ περὶ τὸν Μελὶχ καὶ Βατὰλ ἐν τῷ Ἀκροϊνῷ καταπολεμηθέντες ὑπὸ Λέοντος καὶ Κωνσταντίνου ἡττήθησαν. καὶ οἱ μὲν πλείους ὅπλοις ὤλοντο σὺν τοῖς δυσὶν ἄρχουσιν· ὀκτακόσιοι δέ που μαχηταὶ ἐξ αὐτῶν πρὸς ἓξ χιλιάδας ἐνστάντες εἰς Σύναδα καταφεύγουσι καὶ διασωθέντες συνήφθησαν τῷ Σουλεϊμὰν καὶ ἀνέκαμψαν εἰς Συρίαν. τῷ δ' αὐτῷ ἔτει καὶ κατὰ τὴν Ἀφρικὴν πολλοὶ παρ' αὐτῶν ὤλοντο σὺν τῷ στρατηγοῦντι ὀνόματι Δαμασκηνῷ. 412 κδʹ. ιζʹ. ζʹ. ιαʹ. Τούτῳ τῷ ἔτει, κδʹ τῆς βασιλείας Λέοντος τοῦ τυράννου καὶ παρανομωτάτου Σύρου ἐκάησαν ἀγοραὶ ἐν Δαμασκῷ ὑπὸ Ἱερακιτῶν, καὶ ἐφουρκίσθησαν, καὶ εἰσῆλθεν ὁ χείμαρρος ἐν Ἐδέσῃ μηνὶ Περιτίῳ κηʹ. Καὶ τῷ αὐτῷ ἔτει σεισμὸς γέγονε μέγας καὶ φοβερὸς ἐν Κωνσταντινουπόλει μηνὶ Ὀκτωβρίῳ κ ʹ, ἰνδικτιῶνος θʹ, ἡμέρᾳ δʹ, ὥρᾳ ηʹ, καὶ ἐπτώθησαν ἐκκλησίαι καὶ μοναστήρια, λαός τε πολὺς τέθνηκεν. ἔπεσε δὲ καὶ ὁ ἀνδριὰς ὁ ἑστὼς ἐπὶ τῆς Ἀτάλου πόρτης τοῦ μεγάλου Κωνσταντίνου ἅμα τῷ αὐτῷ Ἀτάλῳ, καὶ ἡ στήλη Ἀρκαδίου, ἡ ἐπὶ τοῦ Ξηρολόφου κίονος ἑστῶσα, καὶ ὁ ἀνδριὰς τοῦ μεγάλου Θεοδοσίου, ὁ ἐπὶ τῆς Χρυσῆς πόρτης, τά τε χερσαῖα τῆς πόλεως τείχη καὶ πόλεις καὶ χωρία ἐν τῇ Θρᾴκῃ, καὶ ἡ Νικομήδεια ἐν Βιθυνίᾳ καὶ ἡ Πραίνετος καὶ ἡ Νίκαια, ἐν ᾗ μία ἐσώθη ἐκκλησία. ἀπέφυγε δὲ καὶ ἡ θάλασσα τῶν ἰδίων ὅρων ἔν τισι τόποις, καὶ ἐκράτησεν ὁ σεισμὸς μῆνας ιβʹ. ὁ οὖν βασιλεὺς ἰδὼν τὰ τείχη τῆς πόλεως πτωθέντα διελάλησε τῷ λαῷ λέγων, ὅτι" ὑμεῖς οὐκ εὐπορεῖτε κτίσαι τὰ τείχη, ἀλλ' ἡμεῖς προσετάξαμεν τοῖς διοικηταῖς, καὶ ἀπαιτοῦσιν εἰς τὸν κανόνα κατὰ ὁλοκοτίνιν μιλιαρίσιν, καὶ λαμβάνει αὐτὸ ἡ βασιλεία καὶ κτίζει τὰ τείχη." ἐντεῦθεν οὖν ἐπεκράτησεν ἡ συνήθεια δίδειν τὰ δικέρατα τοῖς διοικηταῖς. ἔτος ἦν ἀπὸ μὲν κτίσεως κόσμου κατὰ Ῥωμαίους σμηʹ ἀπὸ Ἀδάμ, κατὰ δὲ Αἰγυπτίους ἤγουν Ἀλεξανδρεῖς σλβʹ, ἀπὸ δὲ Φιλίππου τοῦ κατὰ Μακεδόνας αξγʹ. ἐβασίλευσεν οὖν Λέων ἀπὸ κεʹ τοῦ Μαρτίου μηνὸς τῆς ιεʹ ἰνδικτιῶνος ἕως μηνὸς Ἰουνίου ιηʹ τῆς θʹ ἰνδικτιῶνος, βασιλεύσας ἔτη κδʹ, μῆνας βʹ, ἡμέρας κεʹ. ὁμοίως καὶ Κωνσταντῖνος, ὁ υἱὸς αὐτοῦ καὶ τῆς ἀσεβείας αὐτοῦ καὶ βασιλείας διάδοχος, ἀπὸ τῆς αὐτῆς ιηʹ τοῦ Ἰουνίου μηνὸς τῆς θʹ ἰνδικτιῶνος ἕως τῆς ιδʹ τοῦ Σεπτεμβρίου μηνὸς τῆς ιδʹ ἰνδικτιῶνος, βασιλεύσας καὶ αὐτός, παραχωρή413 σαντος τοῦ θεοῦ, ἔτη λδʹ, μῆνας γʹ, ἡμέρας βʹ. οὕτως οὖν, ὡς προέφημεν, τῷ αὐτῷ ἔτει τῆς θʹ ἰνδικτιῶνος μηνὶ Ἰουνίῳ ιηʹ τέθνηκε Λέων σὺν τῷ ψυχικῷ καὶ τὸν σωματικὸν θάνατον, καὶ αὐτοκρατορεῖ Κωνσταντῖνος, ὁ υἱὸς αὐτοῦ. καὶ ὅσα μὲν ἐπὶ Λέοντος τοῦ ἀσεβοῦς κακὰ Χριστιανοῖς συνέβη περί τε τὴν ὀρθόδοξον πίστιν καὶ περὶ τῶν πολιτικῶν διοικήσεων αἰσχροῦ κέρδους καὶ φιλαργυρίας ἐπινοίᾳ κατά τε Σικελίαν καὶ Καλαβρίαν καὶ Κρήτην, ἥ τε τῆς Ἰταλίας ἀποστασία διὰ τὴν αὐτοῦ κακοδοξίαν, σεισμοί τε καὶ λιμοὶ καὶ λοιμοὶ καὶ ἐθνῶν ἐπαναστάσεις, ἵνα τὰ κατὰ μέρος σιγήσω, ἐν τοῖς προλαβοῦσι δεδήλωται κεφαλαίοις. ἄξιον δὲ λοιπὸν ἐφεξῆς καὶ τοῦ δυσσεβεστάτου καὶ παναθλίου παιδὸς αὐτοῦ τὰς ἀθεμίτους διεξελθεῖν πράξεις ἀνοσιουργοτέρας καὶ θεομισήτους οὔσας, φιλαλήθως δὲ ὅμως, ὡς ἐφορῶντος τοῦ παντεπόπτου θεοῦ, καὶ ἀπερίττως εἰς ὠφέλειαν τοῖς μετέπειτα καὶ τοῖς νῦν πλανωμένοις ἀθλίοις καὶ ἀτασθάλοις ἀνδραρίοις εἰς τὴν τοῦ παρανομωτάτου βδελυρὰν κακοδοξίαν, τὰ ἀπὸ τῆς ιʹ λέγοντας ἰνδικτιῶνος, ἔτους πρώτου τῆς αὐτοῦ βασιλείας, δυσσεβῶς πεπραγμένα ἕως τῆς ιδʹ ἰνδικτιῶνος, ἔτους τῆς αὐτοῦ ἀπωλείας. αὐτὸς γὰρ ὁ πανώλης καὶ ἐμβρόντητος αἱμοβόρος τε καὶ ἀγριώτατος θὴρ τυραννικῶς καὶ οὐκ ἐννόμως τῷ κράτει χρησάμενος πρῶτον μὲν ἐκ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῆς ἀχράντου καὶ παναγίας μητρὸς αὐτοῦ καὶ πάντων τῶν ἁγίων διΐσταται, μαγείαις δὲ καὶ ἀσελγείαις καὶ αἱμοθυσίαις καβαλλίαις τε κόπροις καὶ οὔροις ἀπατώμενος, μαλακίαις τε μὴν καὶ δαιμόνων ἐπικλήσεσι χαίρων, [καὶ] πᾶσιν ἁπλῶς ψυχοφθόροις ἐπιτηδεύμασιν ἐκ νεαρᾶς ἡλικίας συνέζησεν. ἐπεὶ δὲ τὴν πατρικὴν ἀρχὴν σὺν τῇ κακίᾳ προσέλαβεν, τί δεῖ λέγειν, ὅσην ἐκ προοιμίων ὁ παμμίαρος τὴν κακίαν ἐκίσσησεν, καὶ εἰς προῦπτον ταύτην καὶ ἐναέριον ἀνερρίπισε φλόγα; οὐ μικρὰ γὰρ ταύτην βλέποντας τοὺς Χριστιανοὺς κατέλαβεν ἀθυμία, ὥστε πάντας ἐκ προοιμίων εὐθὺς δι' ἰταμότητα μισῆσαι αὐτόν, καὶ Ἀρταυάσδῳ κουροπαλάτῃ καὶ κόμητι τοῦ Ὀψικίου προστεθῆναι γαμ414 βρῷ τε αὐτοῦ ὄντι ἐπ' ἀδελφῇ Ἄννῃ, καὶ τὴν βασιλείαν αὐτῷ ὡς ὀρθοδόξῳ παραδοῦναι. Τῷ δ' αὐτῷ ἔτει ἀνεῖλεν Ἰσάμ, ὁ τῶν Ἀράβων ἀρχηγός, τοὺςκατὰ πᾶσαν πόλιν τῆς ὑπ' αὐτὸν ἀρχῆς αἰχμαλώτους Χριστιανούς, ἐν οἷς καὶ Εὐστάθιος, ὁ μακάριος υἱὸς Μαριανοῦ τοῦ περιβλέπτου πατρικίου, πολλὰ βιασθεὶς καὶ τὴν αὐτοῦ εἰλικρινῆ πίστιν μὴ ἀρνησάμενος μάρτυς ἀληθὴς ἀνεδείχθη εἰς Χαρράν, πόλιν οὖσαν τῆς Μεσοποταμίας ἐπίσημον, ἔνθα καὶ τὰ τίμια αὐτοῦ καὶ ἅγια λείψανα ἰάσεις παντοίας ἐπιτελοῦσι θείᾳ χάριτι· καὶ πολλοὶ δὲ ἕτεροι διὰ μαρτυρίου καὶ αἵματος ἐν Χριστῷ ἐτελειώθησαν. Κόσμου ἔτη σλγʹ. Τῆς θείας σαρκώσεως ἔτη ψλγʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη λεʹ. αʹ. Ἀράβων ἀρχηγὸς Ἰσὰμ ἔτη ιθʹ. ιηʹ. Ῥώμης ἐπίσκοπος Ζαχαρίας ἔτη καʹ. ηʹ. Κωνσταντ. ἐπίσκοπος Ἀναστάσιος ἔτη κδʹ. ιβʹ. Τούτῳ τῷ ἔτει ὁ διώκτης τῶν πατροπαραδότων θεσμῶν Κωνσταντῖνος ἐβασίλευσε θείοις κρίμασι καὶ πλήθει πταισμάτων ἡμῶν. τῷ οὖν Ἰουνίῳ μηνὶ κζʹ τῆς ἐπέκεινα ιʹ ἰνδικτιῶνος ἐξελθὼν ἐν τοῖς μέρεσι τοῦ Ὀψικίου κατὰ τῶν Ἀράβων ἦλθεν ἐν τῇ λεγομένῃ Κρασῷ. τοῦ δὲ λεχθέντος Ἀρταυάσδου ἐν τῷ Δορυλαίῳ μετὰ τοῦ Ὀψικίου λαοῦ ὄντος, ὑπεβλέποντο ἀλλήλοις. ἀποστείλας δὲ Κωνσταντῖνος πρὸς αὐτὸν ᾐτεῖτο τοὺς υἱοὺς αὐτοῦ πεμφθῆναι αὐτῷ, ὡς ἅτε ἀνεψιοὺς αὐτοῦ ποθῶν ἰδεῖν αὐτούς. σκοπὸς δὲ ἦν αὐτῷ κατασχεῖν αὐτοὺς καὶ φρουρῆσαι. ὁ δὲ τὸν δόλον νοήσας καὶ ἀπογνοὺς ἑαυτοῦ γινώσκων τε τὴν ἄμετρον πονηρίαν αὐτοῦ διαλαλήσας τε τῷ λαῷ καὶ πείσας ὥρμησε κατ' αὐτοῦ σὺν παντὶ τῷ πλήθει, καὶ τὸν μὲν πατρίκιον Βησὴρ τὸν σαρακηνόφρονα προϋπαντήσαντα ῥομφαίᾳ ἀνεῖλεν· ὁ δὲ Κωνσταντῖνος παρίππιν εὑρὼν ἐστρωμένον καὶ ἐπιβὰς αὐτοῦ ἔφυγεν εἰς τὸ Ἀμῶριν, καὶ προσδραμὼν τῷ θέματι τῶν ἀνατολικῶν στρατηγουμένῳ τότε ὑπὸ τοῦ Λαγκίνου περισώζεται ὑπ' αὐτῶν, δεξιοῦταί τε τούτους μεγάλαις ὑποσχέσεσιν· καὶ πρὸς Σισιννάκιον ἀποστέλλει εὐθὺς στρατηγὸν ὄντα τὸ τηνικαῦτα τοῦ θέματος τῶν Θρᾳκησίων, καὶ πείθει αὐτοὺς συμμαχήσειν αὐτῷ. ἐντεῦθεν 415 οὖν μάχαι δεινόταται καὶ ἀνθοπλισμοὶ γίνονται τοῖς ὑπηκόοις, ἑκατέρων βασιλέων ἀναγορευομένων. Ἀρτάυασδος δὲ γράφει πρὸς Θεοφάνην τὸν πατρίκιον καὶ μάγιστρον ἐκ προσώπου ὄντα ἐν τῇ πόλει διὰ Ἀθανασίου σιλεντιαρίου τὰ πραχθέντα. ὁ δὲ προσκείμενος τῷ Ἀρταυάσδῳ, σωρεύσας τὸν λαὸν ἐν τοῖς κατηχουμενίοις τῆς μεγάλης ἐκκλησίας, καὶ διὰ τῶν γραμμάτων καὶ τοῦ λεχθέντος Ἀθανασίου πείθει πάντας, ὡς ὁ βασιλεὺς τέθνηκεν, Ἀρτάυασδος δὲ ὑπὸ τῶν θεμάτων ἀνηγορεύθη βασιλεύς. τότε πᾶς ὁ λαὸς σὺν Ἀναστασίῳ τῷ ψευδωνύμῳ πατριάρχῃ ἀναθέματι καὶ ἀνασκαφῇ ἔβαλον αὐτὸν ὡς ἀλάστορα καὶ ἀντίθεον, καὶ ἀστείως τὴν αὐτοῦ ἐδέξαντο σφαγὴν ὡς μεγίστου κακοῦ λυτρωθέντες, Ἀρτάυασδον δὲ ἀνεκήρυττον βασιλέα ὡς ὀρθόδοξον καὶ θείων δογμάτων ὑπέρμαχον. εὐθέως οὖν ἀποστέλλει ὁ Μονώτης ἐν τοῖς Θρᾳκῴοις μέρεσι πρὸς Νικηφόρον, τὸν ἴδιον υἱόν, στρατηγοῦντα τῆς Θρᾴκης, τοῦ συνελάσαι τὸ ἐκεῖσε στρατόπεδον πρὸς φυλακὴν τῆς πόλεως. κλείσας οὖν τὰς τῶν τειχέων πύλας καὶ βίγλας θέμενος τοὺς φίλους τε Κωνσταντίνου χειρωσάμενος, τύψας καὶ κουρεύσας εἰς φυλακὰς ἀπέθετο. τοῦ δὲ Ἀρταυάσδου μετὰ τοῦ Ὀψικίου λαοῦ ἐν τῇ πόλει εἰσελθόντος, κατέλαβε καὶ Κωνσταντῖνος ἐν Χρυσοπόλει μετὰ τῶν δύο θεμάτων, Θρᾳκησίων τε, φημί, καὶ ἀνατολικῶν, καὶ μηδὲν ἰσχύσας ὑπέστρεψε καὶ ἐχείμασεν εἰς τὸ Ἀμῶριν. ὁ δὲ Ἀρτάυασδος κατὰ πᾶσαν τὴν πόλιν τὰς ἱερὰς εἰκόνας ἀνεστήλωσεν. οἱ δὲ Ἄραβες αἰσθόμενοι τὴν τούτων κατ' ἀλλήλων μάχην πολλὴν αἰχμαλωσίαν ἐποιήσαντο εἰς Ῥωμανίαν, τοῦ Σουλεϊμὰν στρατηγοῦντος αὐτοῖς. Ἀναστάσιος δέ, ὁ ψευδώνυμος πατριάρχης, κρατήσας τὰ τίμια καὶ ζωοποιὰ ξύλα ὤμοσε τῷ λαῷ, ὅτι" μὰ τὸν προσηλωθέντα ἐν αὐτοῖς, οὕτω μοι εἶπε Κωνσταντῖνος ὁ βασιλεύς, ὅτι μὴ λογίσῃ υἱὸν θεοῦ εἶναι ὃν ἔτεκε Μαρία, τὸν λεγόμενον Χριστόν, εἰ μὴ ψιλὸν ἄνθρωπον. ἡ γὰρ Μαρία αὐτὸν ἔτεκεν, ὡς ἔτεκεν ἐμὲ ἡ μήτηρ Μαρία." καὶ τοῦτο ἀκούσαντες οἱ λαοὶ ἀνέσκαψαν αὐτόν. Ἀντιοχείας ἐπίσκοπος Στέφανος ἔτη βʹ. βʹ. ιθʹ. θʹ. ιγʹ. αʹ. Τούτῳ τῷ ἔτει τέθνηκεν Ἰσάμ, ὁ τῶν Ἀράβων ἀρχηγός. οὗτος 416 τὴν ἁγιωτάτην ἐκκλησίαν τῆς Ἀντιοχείας ἐπὶ μʹ χρόνους χηρεύουσαν, κωλυόντων τῶν Ἀράβων γενέσθαι πατριάρχην ἐν αὐτῇ, ἔχων τινὰ προσφιλῆ μονάζοντα Σύρον, ὀνόματι Στέφανον, ἀγροικότερον μέν, εὐλαβῆ δέ, ἐπέτρεψε τοὺς κατὰ τὴν ἑῴαν Χριστιανούς, εἴπερ θέλοιεν συγχωρηθῆναι αὐτοῖς πατριάρχην ἔχειν, ψηφίσασθαι αὐτὸν Στέφανον· οἳ θεόθεν τοῦτο νομίσαντες γενέσθαι χειροτονοῦσιν αὐτὸν ἐν τῷ θρόνῳ Θεουπόλεως. κἀκεῖθεν ἕως νῦν διέδραμε τὸ ἀκώλυτον. Τούτῳ τῷ ἔτει ἐκράτησεν Οὐαλίδ, υἱὸς Ἰσάμ, τῆς Ἀράβωνἀρχῆς· πρὸς ὃν Κωνσταντῖνος Ἀνδρέαν σπαθάριον, Ἀρτάυασδος δὲ Γρηγόριον λογοθέτην ἐξέπεμψαν, τὰ πρὸς συμμαχίαν ζητοῦντες ἀμφότεροι, ἀβροχίας τε πολλῆς γενομένης καὶ σεισμοῦ κατὰ τόπους, ὡς ἑνωθῆναι ὄρη πρὸς ἄλληλα κατὰ τὴν ἔρημον Σαβᾶ, καὶ κώμας ὑπὸ γῆν καταποθῆναι. τῷ δ' αὐτῷ ἔτει Κοσμᾶς ὁ πατριάρχης Ἀλεξανδρείας ὠρθοδόξησε σὺν τῇ πόλει αὐτοῦ ἐκ τῆς τῶν Μονοθελητῶν κακοδοξίας, κρατησάσης ἀπὸ Κύρου, τοῦ ἐπὶ Ἡρακλείου ἐπισκόπου Ἀλεξανδρείας. ἐπεστράτευσε δὲ Γάμερ τὴν Ῥωμανίαν μετὰ πλήθους Ἀράβων καὶ πολλοὺς αἰχμαλωτεύσας ὑπέστρεψεν. ἐφάνη δὲ σημεῖον ἐν τῷ οὐρανῷ κατὰ βορρᾶν μηνὶ Ἰουνίῳ. Οὐαλὶδ δὲ Πέτρον, τὸν ἁγιώτατον μητροπολίτην Δαμασκοῦ, γλωττοτομηθῆναι ἐκέλευσε ὡς ἀναφανδὸν ἐλέγχοντα τὴν τῶν Ἀράβων καὶ Μανιχαίων δυσσέβειαν ἐξώρισέ τε αὐτὸν κατὰ τὴν εὐδαίμονα Ἀραβίαν, ἔνθα καὶ τελειοῦται μαρτυρήσας ὑπὲρ Χριστοῦ καὶ τρανῶς ἐκφωνήσας τὴν θείαν λειτουργίαν, ὡς οἱ διηγησάμενοί φασιν ἰδίαις ἀκοαῖς τοῦτο πεπληροφορῆσθαι. τούτου ζηλωτὴς καὶ ὁμώνυμος Πέτρος, ὁ κατὰ τὸν Μαϊουμᾶν, ἐν τοῖς αὐτοῖς ἀνεδείχθη χρόνοις μάρτυς ὑπὲρ Χριστοῦ αὐτόμολος. νόσῳ γὰρ συσχεθεὶς προσεκαλέσατο τοὺς τῶν Ἀράβων προύχοντας, ἅτε συνήθεις αὐτῷ ὄντας χαρτουλαρίῳ τελοῦντι τῶν δημοσίων φόρων, καί φησι πρὸς αὐτούς·" τὸν μὲν ὑπὲρ τῆς ἐπισκέψεώς μου μισθὸν παρὰ θεοῦ λάβοιτε, κἂν ἄπιστοι τυγχάνητε 417 φίλοι. τῆς διαθήκης δέ μου μάρτυρας ὑμᾶς εἶναι βούλομαι τοιαύτης οὔσης· πᾶς ὁ μὴ πιστεύων εἰς πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον, τὴν ὁμοούσιον καὶ ζωαρχικὴν ἐν μονάδι τριάδα, πεπήρωται τὴν ψυχὴν καὶ τῆς αἰωνίου κολάσεώς ἐστιν ἄξιος. τοιοῦτός ἐστι καὶ ὁ Μουάμεδ, ὁ ψευδοπροφήτης ὑμῶν, καὶ τοῦ Ἀντιχρίστου πρόδρομος· ἀπόστητε οὖν, εἰ ἐμοὶ πείθεσθε μαρτυρομένῳ ὑμῖν σήμερον τὸν οὐρανὸν καὶ τὴν γῆν, τῆς ἐκείνου μυθολογίας (εὐνοῶ γὰρ ὑμῖν), ἵνα μὴ σὺν ἐκείνῳ κολασθῆτε." ταῦτα καὶ ἄλλα πλεῖστα θεολογοῦντος αὐτοῦ ἀκούσαντες, θάμβει τε καὶ μανίᾳ συσχεθέντες μακροθυμεῖν ἔδοξαν, ὡς ἐκ τῆς νόσου παραφρονοῦντα τοῦτον οἰόμενοι· μετὰ δὲ τὸ διαγενέσθαι αὐτὸν ἐκ τῆς νόσου ἤρξατο μεγαλοφωνότερον ἀνακράζειν·" ἀνάθεμα Μουάμεδ καὶ τῇ μυθογραφίᾳ αὐτοῦ καὶ πᾶσι τοῖς πιστεύουσιν αὐτῇ." τότε τὴν διὰ ξίφους τιμωρίαν ὑποστὰς μάρτυς ἀνεδείχθη. τοῦτον ἐγκωμίοις λόγων τετίμηκεν ὁ ὅσιος πατὴρ ἡμῶν Ἰωάννης, ὁ καλῶς ἐπικληθεὶς Χρυσορρόας διὰ τὴν ἐπανθοῦσαν αὐτῷ τοῦ πνεύματος ἔν τε λόγῳ καὶ βίῳ χρυσαυγῆ χάριν, ὃν Κωνσταντῖνος ὁ δυσσεβὴς βασιλεὺς ἐτησίῳ καθυπέβαλεν ἀναθέματι διὰ τὴν ὑπερβάλλουσαν ἐν αὐτῷ ὀρθοδοξίαν, καὶ ἀντὶ τοῦ παππικοῦ αὐτοῦ ὀνόματος Μανσούρ, ὃ ἑρμηνεύεται λελυτρωμένος, Μάνζηρον Ἰουδαϊκῷ φρονήματι μετωνόμασε τὸν νέον τῆς ἐκκλησίας διδάσκαλον. τῷ δ' αὐτῷ ἔτει Οὐαλὶδ τοὺς Κυπρίους μετῴκισεν εἰς Συρίαν. Ὁ δὲ Ἀρτάυασδος Νικήταν, τὸν υἱὸν αὐτοῦ, μονοστράτηγον προβαλόμενος εἰς τὸ τῶν Ἀρμενιάκων θέμα ἐξέπεμψεν, ὁμοίως δὲ Νικηφόρον, τὸν υἱὸν αὐτοῦ, ἔστεψε διὰ Ἀναστασίου τοῦ πατριάρχου. τῷ δ' αὐτῷ ἔτει μηνὶ Μαΐῳ Ἀρτάυασδος ἐπὶ τὰ μέρη τοῦ Ὀψικίου ἐξελθών, τὴν Ἀσίαν στρατολογήσας κατέλαβεν, ἐκπορθῶν αὐτήν. Κωνσταντῖνος δὲ τοῦτο μαθὼν ἐκίνησε κατ' αὐτοῦ. καταλαβὼν δὲ αὐτὸν εἰς τὰ μέρη Σάρδεων ἀπὸ τοῦ Κελβιανοῦ ἀνερχόμενον καὶ συμβαλὼν μετ' αὐτοῦ πόλεμον τρέπει αὐτὸν καὶ καταδιώκει μέχρι Κυζίκου. ὁ δὲ τὴν Κύζικον καταλαβὼν καὶ εἰς δρόμωνα εἰσελθὼν διασώζεται ἐν τῇ πόλει. μηνὶ δὲ Αὐγούστῳ τῆς αὐτῆς ιαʹ ἰνδικτιῶνος 418 Νικήτας ὁ μονοστράτηγος, υἱὸς Ἀρταυάσδου, συμβαλὼν Κωνσταντίνῳ εἰς πόλεμον πρὸς τῇ Μοδρινῇ φεύγει τραπείς, καὶ τὸν μὲν πατρίκιον Τηριδάτην τὸν Ἀρμένιον, στρατιώτην γενναῖον ὑπάρχοντα καὶ ἐξάδελφον Ἀρταυάσδου, σὺν ἄλλοις ἐπιλέκτοις ἄρχουσιν ἀνεῖλον, ἑκατέρων δὲ τῶν μερῶν πτῶσις οὐ μικρὰ γέγονεν, Ἀρμενίων τε καὶ Ἀρμενιάκων μαχησαμένων πρὸς ἀνατολικοὺς καὶ Θρᾳκησίους, τοὺς ὑπερμάχους Κωνσταντίνου. ὁ δὲ ἀρχέκακος διάβολος τοιαύτην κατὰ τῶν Χριστιανῶν ἐν τοῖς χρόνοις τούτοις ἤγειρε μανίαν καὶ ἀλληλοσφαγίαν, ὥστε τέκνα κατὰ γονέων καὶ ἀδελφοὺς κατὰ ἀδελφῶν συγκινεῖσθαι ἀφειδῶς εἰς σφαγήν, καὶ ἀνηλεῶς ἐμπυρίζειν τὰς ἀλλήλοις ὑπαρχούσας στάσεις τε καὶ οἰκίας. Ἀράβων ἀρχηγὸς Οὐαλὶδ ἔτος αʹ. γʹ.
397.8.1
ιʹ. ιαʹ. βʹ. Τούτῳ τῷ ἔτει κατὰ βορρᾶν ἐφάνη σημεῖον, καὶ κόνις κατῆλθεν εἰς τόπους. γέγονε δὲ καὶ σεισμὸς εἰς τὰς Κασπίας πύλας· καὶ ἀνῃρέθη Οὐαλὶδ ὑπὸ τῶν Ἀράβων μηνὶ Ἀπριλλίῳ ι ʹ, ἡμέρᾳ εʹ, ἄρξας ἔτος αʹ, καὶ κρατεῖ τῆς ἀρχῆς Ἰζὶδ ὁ Λειψός. οὗτος χρήματα πολλὰ σκορπίσας ἐκράτησε τὴν Δαμασκὸν καὶ δεξιὰς ἔλαβε τοῦ ἄρχειν ἐκ τῶν κατὰ τὴν Δαμασκὸν καὶ Περσίδα καὶ Αἴγυπτον Ἀράβων. Μαρουάμ, υἱὸς Μουάμεδ, τὴν Ἀρμενίαν διέπων, ἀκούσας ταῦτα καταλαμβάνει τὴν Μεσοποταμίαν, ὑπερμαχῶν, τὸ δοκεῖν, τῶν τέκνων τοῦ Οὐαλὶδ καὶ ἐναντιούμενος τῷ Ἰζίδ. καὶ μετὰ μῆνας εʹ θνήσκει ὁ Ἰζὶδ καταλείψας Ἀβραΐμ, τὸν ἑαυτοῦ ἀδελφόν, ἐπὶ τῆς Δαμασκοῦ διάδοχον. τούτῳ παραταξάμενος Μαρουὰμ ἔχων τοὺς τῆς Μεσοποταμίας ἔρχεται εἰς Ἔδεσαν κἀκεῖθεν εἰς τὰ μέρη Δαμασκοῦ καὶ Ἀντιλιβάνου, εἰς κάμπον λεγόμενον Γάρις, κἀκεῖ συμβαλὼν τῷ Σουλεϊμὰν [θνήσκει] παρὰ τῷ ποταμῷ Λιτᾷ, τοῦτ' ἔστι Κακῷ, τρέπει αὐτὸν καὶ ἀναιρεῖ χιλιάδας κʹ, καὶ μόνος Σουλεϊμὰν μετ' ὀλίγων φυγὰς κατὰ τὴν Δαμασκὸν διασώζεται. εἰσελθὼν δὲ ἐν αὐτῇ ἀνεῖλε 419 τοὺς υἱοὺς Οὐαλίδ, ὧν ὑπερμαχεῖν ἐδόκει Μαρουάμ, καὶ ἐξῆλθε τῆς Δαμασκοῦ χρήματα σφετερισάμενος ἱκανά. καταλαβὼν δὲ καὶ Μαρουὰμ τὴν Δαμασκὸν ἀνεῖλε πολλοὺς τῶν ὑπερεχόντων καὶ τοὺς συνεργήσαντας τῷ φόνῳ τοῦ Οὐαλὶδ καὶ τῶν τέκνων αὐτοῦ, καὶ ἄλλους ἠκρωτηρίασεν. τὰ δὲ χρήματα καὶ τοὺς θησαυροὺς ἅπαντας μετέστησεν εἰς Χαρρὰν τὴν πόλιν Μεσοποταμίας. Τῷ δὲ Σεπτεμβρίῳ μηνί, ιβʹ ἰνδικτιῶνος, κατελθὼν Κωνσταντῖνος ἐπὶ τὰ μέρη Χαλκηδόνος ἀντεπέρασεν ἐν τοῖς Θρᾳκῴοις μέρεσιν, Σισιννίου τοῦ στρατηγοῦ τῶν Θρᾳκησίων διὰ τῆς Ἀβύδου περάσαντος καὶ τῷ χερσαίῳ τείχει παρακαθίσαντος. καὶ ἐλθὼν ἐπὶ τὴν Χαρσίου πόρταν διέδραμεν ἕως τῆς Χρυσῆς πόρτης ἑαυτὸν τοῖς ὄχλοις ἐπιδεικνύων, καὶ πάλιν ὑπέστρεψε καὶ ἠπλήκευσεν εἰς τὸν ἅγιον Μάμαντα. οἱ δὲ τῆς πόλεως ἤρξαντο στενοῦσθαι εἰς τὰς δαπάνας, καὶ ἀποστείλας Ἀθανάσιον τὸν ἀσηκρήτην καὶ Ἀρτάυασδον, τὸν δομέστικον αὐτοῦ, πρὸς τὸ κομίσαι δαπάνας διὰ σκαφῶν, εὗρε τούτους ὁ στόλος τῶν Κιβυραιωτῶν ἔξω τῆς Ἀβύδου, καὶ τούτους κατασχὼν πρὸς τὸν βασιλέα ἀνήγαγεν· καὶ τὸν μὲν σῖτον τοῖς ἰδίοις λαοῖς ἐδωρήσατο, Ἀθανάσιον δὲ καὶ Ἀρτάυασδον παραυτὰ ἐτύφλωσεν. μετὰ ταῦτα ἐδοκίμασεν Ἀρτάυασδος ἀνοῖξαι τὰς τοῦ χερσαίου τείχους πόρτας καὶ συμβαλεῖν πόλεμον μετὰ τοῦ Κωνσταντίνου. καὶ γενομένης συμβολῆς, ἐτράπησαν οἱ τοῦ Ἀρταυάσδου, καὶ πολλοὶ ἀπέθανον, ἐν οἷς καὶ ὁ Μονώτης· κατασκευάσας δὲ ὁ Ἀρτάυασδος διήρεις κακκαβοπυρφόρους ἀπέστειλεν εἰς τὸν ἅγιον Μάμαντα κατὰ τοῦ στόλου τῶν Κιβυραιωτῶν, ὧν ἀπελθόντων, ἐξῆλθον οἱ τῶν Κιβυραιωτῶν καὶ ἀπήλασαν αὐτούς. ἐγένετο δὲ λιμὸς ἰσχυρὰ ἐν τῇ πόλει, ὥστε πραθῆναι τὸν μόδιον τῆς κριθῆς νομισμάτων ιβʹ, τοῦ δὲ ὀσπρίου ιθʹ, τοῦ δὲ κέγχρου καὶ τοῦ λουπίνου νομισμάτων ηʹ, τὸ δὲ ἔλαιον εʹ λίτραι τοῦ νομίσματος, καὶ ὁ ξέστης τοῦ οἴνου σημισίου. τοῦ δὲ λαοῦ θνήσκοντος, ἠναγκάσθη Ἀρτάυασδος ἀπο420 λύειν αὐτοὺς πρὸς τὸ ἐξέρχεσθαι τῆς πόλεως. ἐπιτηρῶν δὲ τὰ πρόσωπα τοὺς μὲν ἐκώλυεν. ὅθεν τινὲς ἐκώλυσαν τὰ ἑαυτῶν πρόσωπα καὶ γυναικείαν στολὴν περιεβάλοντο, οἱ δὲ μοναδικὸν σχῆμα καὶ τριχίνην στολήν· καὶ οὕτως ἠδύναντο λαθεῖν καὶ ἐξελθεῖν. Νικήτας δὲ ὁ μονοστράτηγος ἐπισωρεύσας τὸν ἴδιον λαόν, τὸν ἀπὸ Μοδρινῆς σκορπισθέντα, ἦλθεν ἕως Χρυσοπόλεως, καὶ ὑποστρέφοντος αὐτοῦ, περάσας ὁ βασιλεὺς κατεδίωξεν ὀπίσω αὐτοῦ, καὶ καταλαβὼν αὐτὸν ἐν Νικομηδείᾳ ἐχειρώσατο αὐτὸν σὺν τῷ ἀπὸ ἐπισκόπων κουράτορι Μαρκελλίνῳ, ὃν παραυτὰ ἀποτμηθῆναι ἐκέλευσεν. τὸν δὲ μονοστράτηγον πεδήσας διὰ τοῦ τείχους τῷ πατρὶ ἐπεδείκνυεν. τῇ δὲ βʹ τοῦ Νοεμβρίου μηνὸς ἄφνω παραταξάμενος τῇ δείλῃ διὰ τοῦ χερσαίου τείχους τὴν πόλιν παρέλαβεν. ὁ δὲ Ἀρτάυασδος ἅμα τῷ πατρικίῳ Βακταγγίῳ εἰς χελάνδιν εἰσελθὼν πρὸς τὸ παρὸν ἐξῆλθεν εἰς τὸ Ὀψίκιν, καὶ ἀπελθὼν εἰς τὸ κάστρον Πουζάνης ἑαυτὸν ἐνέκλεισεν. οὓς χειρωσάμενος ὁ βασιλεὺς τὸν μὲν Ἀρτάυασδον σὺν τοῖς δυσὶν υἱοῖς ἐτύφλωσεν, τὸν δὲ Βακτάγγιον ἐν τῷ Κυνηγίῳ ἀπεκεφάλισε καὶ τὴν τούτου κεφαλὴν ἐν τῷ Μιλίῳ ἐκρέμασεν ἐπὶ ἡμέρας τρεῖς. μετὰ δὲ λʹ ἔτη ὁ μνησίκακος καὶ ἄσπλαγχνος βασιλεὺς προσέταξεν ἀπελθεῖν τὴν αὐτοῦ γυναῖκα ἐν τῇ μονῇ τῆς Χώρας, ἐκεῖσε γὰρ ἦν ταφείς, καὶ ἀνασκάψαι αὐτοῦ τὰ ὀστᾶ καὶ ἐν τῷ ἰδίῳ παλλίῳ βαστάσαι καὶ εἰς τὰ λεγόμενα Πελαγίου μνήματα μετὰ τῶν βιοθανάτων ῥίψαι. ὢ τῆς ἀπανθρωπίας. πολλοὺς δὲ καὶ ἄλλους συμμαχήσαντας Ἀρταυάσδῳ τῶν προυχόντων ἀνεῖλεν, ἀναριθμήτους δὲ ἐτύφλωσεν, καὶ ἄλλους ἐχειροκόπησε καὶ ἐποδοκόπησεν. ἐπέτρεψε δὲ τοῖς σὺν αὐτῷ εἰσελθοῦσιν ἐξωτικοῖς ἄρχουσιν εἰσελθεῖν εἰς τοὺς οἴκους καὶ διαρπάσαι τὰς οὐσίας τῶν πολιτῶν, πολλά τε καὶ ἄλλα ἀναρίθμητα δεινὰ ἐπεδείξατο τῇ πόλει. ἱππικὸν δὲ ποιήσας εἰσήγαγε τὸν Ἀρτάυασδον σὺν τοῖς υἱοῖς αὐτοῦ καὶ τοῖς φίλοις δεδεμένους διὰ τοῦ διϊππίου ἅμα Ἀναστασίῳ τῷ ψευδωνύμῳ πατριάρχῃ τυφθέντι δημοσίως καὶ ἐπὶ ὄνου ἐξανάστροφα καθημένῳ, ὃν 421 εἰς τὸ ἱππικὸν εἰσαγαγὼν ἐπόμπευσεν, πάλιν δὲ ὡς ὁμόφρονα αὐτοῦ ἐκφοβήσας καὶ δουλώσας ἐν τῷ θρόνῳ τῆς ἱερωσύνης ἐκάθισεν. Σισίννιον δέ, τὸν πατρίκιον καὶ στρατηγὸν τῶν Θρᾳκησίων, πολλὰ συνδραμόντα αὐτῷ καὶ συναγωνισάμενον, ἐξάδελφόν τε αὐτοῦ ὄντα μετὰ μʹ ἡμέρας ἐτύφλωσε τῇ τοῦ θεοῦ δικαίᾳ κρίσει. ὁ γὰρ βοηθῶν τῷ ἀσεβεῖ ἐμπεσεῖται εἰς τὰς χεῖρας αὐτοῦ κατὰ τὸ γεγραμμένον. Κόσμου ἔτη σλ ʹ. Τῆς θείας σαρκώσεως ἔτη ψλ ʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη λεʹ. δʹ. Ἀράβων ἀρχηγὸς Μαρουὰμ ἔτη ʹ. αʹ. Ῥώμης ἐπίσκοπος Ζαχαρίας ἔτη καʹ. ιαʹ. Κωνσταντ. ἐπίσκοπος Ἀναστάσιος ἔτη κδʹ. ιεʹ. Ἀντιοχείας ἐπίσκοπος Θεοφύλακτος ἔτη ζʹ. αʹ. Τούτῳ τῷ ἔτει κομήτης μέγας κατὰ τὴν Συρίαν ἐφάνη. καὶ ἐστασίασε Θεβὶτ κατὰ τοῦ Μαρουὰμ καὶ Δαχὰκ ὁ τῶν Ἀρουριτῶν· οὓς χειρωσάμενος Μαρουὰμ ἀνεῖλεν ἐν τοῖς ὁρίοις Ἐμέσης μετὰ πλήθους πολεμιστῶν χιλιάδων ιβʹ. τῷ δ' αὐτῷ ἔτει παρακλήσει τῶν Χριστιανῶν τῆς ἑῴας συνεχώρησε χειροτονηθῆναι Θεοφύλακτον, πρεσβύτερον Ἐδεσηνόν, πατριάρχην Ἀντιοχείας, κοιμηθέντος Στεφάνου, καὶ τοῦτον γράμμασι καθολικοῖς τιμᾶσθαι προσέταξε παρὰ τῶν Ἀράβων. χαρίσμασι γὰρ πνευματικοῖς ἐκεκόσμητο, καὶ μάλιστα τῇ σωφροσύνῃ. ἐν Ἐμέσῃ δὲ ρκʹ Χαλβενοὺς ἐφούρκισεν, τὸν δὲ Ἄβας, τὸν πολλὰ τῶν Χριστιανῶν αἵματα ἐκχύσαντα καὶ πολλοὺς τόπους πορθήσαντα καὶ αἰχμαλωτίσαντα ἀναιρεῖ ἐν τῇ φυλακῇ. σταλέντος γὰρ πρὸς αὐτόν τινος Αἰθίοπος ὑπὸ Μαρουὰμ ἐπὶ τούτῳ, θύλακα πλήσας ἀσβέστου ζώσης εἰσῆλθε πρὸς αὐτόν, καὶ τοῦτον τῇ κεφαλῇ καὶ ταῖς αὐτοῦ ῥισὶ περιθεὶς ἀπέπνιξεν αὐτόν, δικαίαν ἐφευρόμενος τῷ γόητι τιμωρίαν. μαγείαις γὰρ καὶ δαιμόνων ἐπικλήσεσι πολλὰ κατὰ Χριστιανῶν κακὰ ἐτεκτήνατο. οὗτος καὶ τῷ αἵματι Οὐαλὶδ ἐκοινώνησεν. 422 εʹ. βʹ. ιβʹ. ι ʹ. βʹ. Τούτῳ τῷ ἔτει Σουλεϊμὰν ἐπισυνάξας τὰ στρατεύματα αὐτοῦ αὖθις τῷ Μαρουὰμ συμβάλλει καὶ ἡττᾶται ἀποβαλὼν τοῦ λαοῦ χιλιάδας ζʹ καὶ φυγὰς εἰς Παλμύραν διασώζεται, κἀκεῖθεν εἰς Περσίδα. ἐστασίασαν δὲ καὶ Ἐμεσηνοὶ καὶ Ἡλιουπολῖται καὶ Δαμασκηνοὶ τὰς πόλεις τῷ Μαρουὰμ ἀποκλείσαντες· ὃς τὸν μὲν ἑαυτοῦ υἱὸν κατὰ τοῦ Δαχὰκ ἀποστείλας μετὰ δυνάμεως αὐτὸς ἐπὶ τὴν Ἔμεσαν ἦλθεν, ἣν ἐν τέτρασι μησὶ παρέλαβεν. ὁ δὲ Δαχὰκ ἀπὸ Περσίδος μετὰ πλείστης δυνάμεως ἤρχετο. ὁ δὲ Μαρουὰμ συμβαλὼν αὐτῷ κατὰ τὴν Μεσοποταμίαν μετὰ τὸ πολλοὺς ἀναιρεθῆναι τῶν σὺν αὐτῷ τοῦτον συλλαβὼν κτείνει. ἐν τούτοις Κωνσταντῖνος Γερμανίκειαν παρέλαβεν ἐπιστρατεύσας τὴν Συρίαν καὶ Δουλιχίαν ἄδειαν εὑρὼν διὰ τὴν τῶν Ἀράβων πρὸς ἀλλήλους μάχην. λόγῳ δὲ τοὺς ἐν αὐταῖς Ἄραβας ἐξαποστείλας ἀόπλους προσελάβετο καὶ τοὺς πρὸς μητρὸς συγγενεῖς καὶ ἐν Βυζαντίῳ μετῴκισεν, σὺν καὶ πολλοῖς Σύροις Μονοφυσίταις αἱρετικοῖς, ὧν οἱ πλείους εἰς τὴν Θρᾴκην οἰκοῦντες μέχρι τοῦ νῦν καὶ ἐν τῷ τρισαγίῳ τὴν τριάδα σταυροῦντες κατὰ Πέτρον τὸν Κναφέα διήρκεσαν. ἀπὸ δεκάτης δὲ τοῦ Αὐγούστου μηνὸς ἕως πεντεκαιδεκάτης σκότος ἐγένετο ὁμιχλῶδες. τότε Μαρουὰμ ἐκνικήσας καὶ ἀπολαβὼν Ἔμεσαν ἀναιρεῖ πάντας τοὺς συγγενεῖς καὶ ἀπελευθέρους Ἰσάμ, καθαιρεῖ δὲ καὶ τὰ τείχη Ἡλιουπόλεως καὶ Δαμασκοῦ καὶ Ἱεροσολύμων, ἀναιρῶν πολλοὺς δυνατοὺς καὶ ἀκρωτηριάσας τοὺς ἐν αὐταῖς ταῖς πόλεσι περιλειφθέντας. ʹ. γʹ. ιγʹ. ιζʹ. γʹ. Τούτῳ τῷ ἔτει ἐγένετο σεισμὸς μέγας ἐν Παλαιστίνῃ καὶ τῷ Ἰορδάνῃ καὶ πάσῃ τῇ Συρίᾳ μηνὶ Ἰαννουαρίῳ ιηʹ, ὥρᾳ δʹ, καὶ πολλαὶ μυριάδες καὶ ἀναρίθμητοι τεθνήκασιν, ἐκκλησίαι τε καὶ μοναστήρια πεπτώκασιν, καὶ μάλιστα κατὰ τὴν ἔρημον τῆς ἁγίας πόλεως. Τῷ δ' αὐτῷ ἔτει λοιμώδης θάνατος ἀπὸ Σικελίας καὶ Καλαβρίας ἀρξάμενος οἷόν τι πῦρ ἐπινεμόμενον ἐπὶ τὴν Μονοβασίαν καὶ Ἑλλάδα 423 καὶ τὰς παρακειμένας νήσους ἦλθε δι' ὅλης τῆς ιδʹ ἰνδικτιῶνος προμαστίζων τὸν ἀσεβῆ Κωνσταντῖνον καὶ ἀναστέλλων τῆς κατὰ τῶν ἁγίων ἐκκλησιῶν καὶ τῶν σεπτῶν εἰκόνων μανίας, εἰ καὶ ἀδιόρθωτος ἔμεινεν, ὡς Φαραὼ τὸ πάλαι. ἡ δὲ αὐτὴ λοιμικὴ νόσος τοῦ βουβῶνος ἀνέδραμε τῇ εʹ ἐπινεμήσει ἐν τῇ βασιλίδι πόλει. ἤρξατο δὲ αἴφνης ἀοράτως γίνεσθαι ἔν τε τοῖς τῶν ἀνθρώπων ἱματίοις καὶ εἰς τὰ τῶν ἐκκλησιῶν ἱερὰ ἐνδύματα καὶ εἰς τὰ βῆλα σταυρία ἐλαιώδη πλεῖστα. ἐγένετο οὖν ἐντεῦθεν τοῖς ἀνθρώποις λύπη καὶ ἀθυμία πολλὴ τῇ τοῦ τοιούτου σημείου ἀπορία· κατέλαβε δὲ καὶ θεομηνία ἀφειδῶς ὀλοθρεύουσα οὐ μόνον τοὺς ἐν τῇ πόλει, ἀλλὰ καὶ τοὺς ἐν πάσῃ τῇ περιχώρῳ αὐτῆς. ἐγένοντο δὲ καὶ φαντασίαι εἰς πολλοὺς τῶν ἀνθρώπων, καὶ ἐν ἐκστάσει γενόμενοι ἐνόμιζον ξένοις τισίν, ὡς ἐδόκουν, καὶ βριαροῖς προσώποις συνοδεύειν, καὶ τοὺς ἀπαντῶντας αὐτοῖς ὡς δῆθεν φίλους προσαγορεύοντας καὶ διαλεγομένους. σημειούμενοι δὲ τὰ παρ' αὐτῶν λαλούμενα ἔσχατον ἐξηγοῦντο. ἑώρων δὲ τοὺς αὐτοὺς καὶ εἰς οἴκους εἰσερχομένους, καὶ τοὺς μὲν τοῦ οἴκου ἀναιροῦντας, τοὺς δὲ ξίφει τιτρώσκοντας. συνέβαινε δὲ τὰ πλεῖστα τῶν παρ' αὐτοῖς λεγομένων γίνεσθαι οὕτως, καθὼς εἶδον. τῷ δὲ ἐαρινῷ καιρῷ τῆς αʹ ἰνδικτιῶνος ἐπέτεινε μειζόνως, καὶ τῷ θερινῷ ἐξεκαύθη εἰς ἅπαξ, ὥστε καὶ ὁλοκλήρους οἴκους κλεισθῆναι παντελῶς, καὶ μὴ εἶναι τοὺς ὀφείλοντας θάπτειν τοὺς νεκρούς. ἐκ πολλῆς οὖν περιστάσεως ἐπενοήθη διὰ ζώων σαγματουμένων ὑποτετρακανθήλους σανίδας ἐπιτίθειν, καὶ οὕτως ἐκφέρειν τοὺς νεκρούς, ὁμοίως δὲ καὶ εἰς ἁμάξας ἐπάνω ἀλλήλων τούτους ἐπιτίθειν. ἐν δὲ τῷ πληρωθῆναι πάντα τά τε ἐνάστεια καὶ προάστεια μνήματα, ἔτι μὴν καὶ κιστέρνας ἀνύδρους καὶ λάκκους, καὶ πλείστους ἀμπελῶνας διασκαφῆναι, οὐ μὴν ἀλλὰ καὶ τοὺς ἔνδον τῶν παλαιῶν τειχῶν κήπους εἰς τὴν τοιαύτην προχωρῆσαι τῶν ἀνθρωπίνων σωμάτων ταφήν, καὶ οὕτω μόλις ὑπαντῆσαι εἰς τὴν τοιαύτην 424 χρείαν. παντὸς δὲ οἴκου ἐκ τῆς τοιαύτης συμφορᾶς διαφθαρέντος διὰ τὴν ἀσεβῶς γενομένην εἰς τὰς ἱερὰς εἰκόνας ὑπὸ τῶν κρατούντων κατένεξιν, αὐτίκα ὁ τῶν Ἀγαρηνῶν στόλος κατέλαβεν ἀπὸ Ἀλεξανδρείας ἐν Κύπρῳ, ἔνθα ἦν καὶ ὁ Ῥωμαϊκὸς στόλος. ὁ δὲ στρατηγὸς τῶν Κιβυραιωτῶν ἐπιπεσὼν αὐτοῖς αἴφνης ἐν τῷ λιμένι τῶν Κεραμαία καὶ κρατήσας τὸ στόμιον τοῦ λιμένος, χιλίων δρομώνων ὄντων τρεῖς μόνους ἐξειλῆσαί φασιν. ζʹ. δʹ. ιδʹ. ιηʹ. δʹ. Τούτῳ τῷ ἔτει κτείνεται Γρηγόριος ὑπὸ τῶν Ἀρουριτῶν, καὶ ἐξενίκησε Μαρουάμ, ὁ τῶν Ἀράβων ἀρχηγός, ὡς προέφην. ηʹ. εʹ. ιεʹ. ιθʹ. εʹ. Τούτῳ τῷ ἔτει ἐκινήθησαν ἐκ τῶν ἀνατολικωτέρων μερῶν τῆς Περσίδος λαοὶ οἱ λεγόμενοι Χωροσανῖται Μαυροφόροι κατὰ τοῦ Μαρουὰμ καὶ πάσης τῆς συγγενείας τῶν προαρξάντων ἀπὸ Μουάμεδ τοῦ ψευδοπροφήτου ἕως τοῦ αὐτοῦ Μαρουάμ, τοῦτ' ἔστι κατὰ τὸ λεγόμενον τέκνον τοῦ Οὐμαΐα. τούτων γὰρ μετὰ τὴν ἀναίρεσιν τοῦ Οὐαλὶδ ἀλλήλους πολεμούντων καὶ ἀπασχολουμένων, οἱ λεγόμενοι υἱοὶ τοῦ Ἐχὶμ καὶ τοῦ Ἀλίμ, συγγενεῖς μὲν καὶ αὐτοὶ τοῦ ψευδοπροφήτου τυγχάνοντες, κεκρυμμένοι δὲ καὶ φυγάδες ὄντες κατὰ τὴν μικρὰν Ἀραβίαν, ἀθροισθέντες, πρωτεύοντος ἐν αὐτοῖς Ἀβραΐμ, ἐκπέμπουσιν ἀπόδουλον αὐτῶν τινα λεγόμενον Ἀβουμουσλὶμ εἰς τὸ Χωροσὰν πρός τινας τῶν αὐτόθι προυχόντων, αἰτούμενοι συμμαχῆσαι αὐτοῖς κατὰ Μαρουάμ. οἱ δὲ συναχθέντες πρὸς Χακταβάν τινα βουλεύονται καὶ ἐπανιστῶσι τοὺς δούλους κατὰ τῶν ἰδίων δεσποτῶν καὶ ἀναιροῦσι πολλοὺς ἐν μιᾷ νυκτί, ὧν τοῖς ἄρμασι καὶ ἵπποις καὶ χρήμασι καθοπλισθέντες ἐγένοντο εἰς δυνατούς. διαιροῦνται δὲ εἰς φυλὰς δύο, Καϊσινοὺς καὶ Ἰμανίτας. ὧν δυνατωτέρους σκοπήσας τοὺς Ἰμανίτας ὁ Ἀβουμουσλὶμ διεγείρει κατὰ τῶν Καϊσινῶν, καὶ 425 ἀνελὼν αὐτοὺς παραγίνεται ἐν Περσίδι σὺν τῷ Χακταβάν, καὶ πολεμήσας τὸν Ἰβινδάρα παραλαμβάνει μετὰ νίκης ἅπαντας, ὡς ρʹ που χιλιάδας ἀνδρῶν. καὶ ἐλθὼν ἐπὶ τὸν Ἰβινουβεηρᾶ στρατοπεδεύοντα σὺν χιλιάσι σʹ κἀκεῖνον ἐξέλυσεν, καὶ καταλαβὼν τὸν Μαρουὰμ εἰς τὸν Ζάβαν ποταμὸν ἔχοντα τʹ χιλιάδας πολεμεῖ αὐτὸν καὶ πλῆθος ἄπειρον ἀναιρεῖ ἐξ αὐτῶν. καὶ ἦν ἰδεῖν κατὰ τὴν γραφὴν τότε ἕνα διώκοντα χιλίους, καὶ δύο μετακινοῦντας μυριάδας. οὓς οὕτω κατὰ κράτος νικῶντας ὁρῶν ὁ Μαρουὰμ ἔρχεται εἰς Χαρρὰν καὶ περάσας τὸν ποταμὸν ἔκοψε τὴν γέφυραν ἀπὸ πλοίων οὖσαν. καὶ συμπαραλαβὼν πάντα τὰ χρήματα καὶ τὸν οἶκον αὐτοῦ μετὰ γ ἀνδρῶν οἰκογενῶν αὐτοῦ ἔφυγεν ἐπὶ Αἴγυπτον. θʹ. ʹ. ι ʹ. κʹ. ʹ. Τούτῳ τῷ ἔτει καταδιώκεται Μαρουὰμ ὑπὸ τῶν Μαυροφόρων καὶ καταληφθεὶς ὑπ' αὐτῶν κτείνεται, βαρυτάτου πολέμου κροτηθέντος. ἦρχε δὲ αὐτῶν Σαλίμ, υἱὸς Ἀλίμ, εἷς ὢν τῶν προλεχθέντων φυγάδων, τῶν καὶ ἐξαποστειλάντων τὸν Ἀβουμουσλίμ. οἱ δὲ λοιποὶ ἀθροισθέντες κατὰ τὴν Σαμάρειαν καὶ Τραχωνίτιδα χώραν κλήρῳ τὴν ἀρχὴν ἀπένειμαν τῷ Ἀβουλαβᾶς, καὶ μετ' ἐκεῖνον τῷ ἀδελφῷ αὐτοῦ Ἀβδελᾶ, καὶ μετὰ τοῦτον τῷ Ἰσὲ Ἰβινμουσέ· καὶ τῆςμὲν Συρίας στρατηγεῖν ἔταξαν Ἀβδελᾶν, τὸν υἱὸν τοῦ Ἀλὶμ καὶ ἀδελφὸν τοῦ Σαλίμ, τὸν δὲ αὐτὸν Σαλὶμ τῆς Αἰγύπτου ἄρχειν, τὸν δὲ Ἀβδελᾶν, τοῦ Ἀβουλαβᾶς ἀδελφὸν ἀπ' ἐκείνου ἔχοντα τὸν κλῆρον τῆς ἀρχῆς ἐπὶ τῆς Μεσοποταμίας ἔταξαν. ὁ δὲ αὐτὸς Ἀβουλαβᾶς, ὁ καὶ πάντων ἐξάρχων, ἐν Περσίδι κεκάθικεν, μετατεθείσης ὑπ' αὐτοῦ καὶ τῶν συμμαχησάντων Περσῶν ἀπὸ Δαμασκοῦ τῆς ἀρχῆς, καὶ πάντων τῶν συλληφθέντων θησαυρῶν, ὧν ὁ Μαρουὰμ ἐπεφέ426 ρετο. οἱ δὲ περισωθέντες υἱοί τε καὶ συγγενεῖς τοῦ Μαρουὰμ ἐλθόντες ἀπ' Αἰγύπτου εἰς Ἀφρικὴν κἀκεῖθεν ἀντιπεράσαντες τὸ διορίζον μεταξὺ Λιβύης καὶ Εὐρώπης τῆς κατὰ τὸν Ὠκεανὸν στενῆς θαλάσσης, τὸ λεγόμενον Σέπται, τὴν τῆς Εὐρώπης Σπανικὴν ᾤκησαν μέχρι τοῦδε τοῦ χρόνου, ἔχοντές τινας προκατοικήσαντας αὐτόθι τῶν ἀπὸ Μαυΐου διὰ πλοὸς ἐκριφέντων ἐκεῖσε, συγγενεῖς αὐτῶν ὄντας καὶ τῆς αὐτῆς θρησκείας. ἐκράτησε δὲ ἡ ἐπὶ Μαρουὰμ ἅλωσις ἔτη ʹ, ἐν ᾗ πᾶσαι μὲν αἱ κατὰ τὴν Συρίαν περιφανεῖς πόλεις ἀπετειχίσθησαν, ἄτερ Ἀντιοχείας, διότι καταφύγιον αὐτὴν ἔχειν ἐμελέτα, ἀναρίθμητοί τε τῶν Ἀράβων ὑπ' αὐτοῦ ὤλοντο. λίαν γὰρ ὑπῆρχε διεσκεμμένος περὶ τὰ πολεμικά. ἐτύγχανε δὲ τῆς τῶν Ἐπικουρείων ἤτοι Αὐτοματιστῶν αἱρέσεως, ἐκ τῶν οἰκούντων τὴν Χαρρὰν Ἑλλήνων μεταλαβὼν τὴν ἀσέβειαν. Τῇ δὲ κεʹ τοῦ Ἰαννουαρίου μηνὸς τῆς αὐτῆς γʹ ἰνδικτιῶνος ἐτέχθη τῷ βασιλεῖ Κωνσταντίνῳ υἱός, ὃν ἐπωνόμασε Λέοντα, ἐκ τῆς τοῦ Χαγάνου τῆς Χαζαρίας θυγατρός. ἐν δὲ τῷ αὐτῷ χρόνῳ γέγονε σεισμὸς ἐν Συρίᾳ καὶ μεγάλη καὶ φοβερὰ πτῶσις, ὅθεν αἱ μὲν τῶν πόλεων ὁλοκλήρως ἠφανίσθησαν, αἱ δὲ μέσως πως, ἑτέραι δὲ ἀπὸ τῶν ὀρεινῶν εἰς τὰ ὑποκείμενα πεδία σὺν τῶν τειχέων καὶ τῶν οἰκημάτων αὐτῶν ὁλόκληροι μετέστησαν σῶαι ὡς ἀπὸ μιλίων ἓξ ἢ καὶ μικρὸν πρός. ἔφησαν δὲ οἱ αὐτοψὶ θεασάμενοι τὴν γῆν Μεσοποταμίας εἰς μῆκος ῥαγῆναι ἐπὶ μίλια δύο, καὶ ἐκ τοῦ βυθοῦ αὐτῆς ἀναχθῆναι ἑτέραν γῆν λευκοτάτην καὶ ἀμμώδη, ἧς ἐκ μέσου, ὥς φασιν, ἀνῆλθε ζῶον μουλικόν, ἄσπιλον, λαλοῦν ἀνθρωπίνῃ φωνῇ προμηνύον τε ἔθνους ἐπιδρομὴν ἐκ τῆς ἐρήμου κατὰ τῶν Ἀράβων, ὃ καὶ γέγονεν. τῷ δὲ ἐρχομένῳ χρόνῳ τῆς δʹ ἰνδικτιῶνος, τῇ ἑορτῇ τῆς ἁγίας πεντηκοστῆς, ἔστεψε Κωνσταντῖνος ὁ δυσσεβὴς βασιλεὺς τὸν ἑαυτοῦ υἱὸν Λέοντα εἰς βασιλέα δι' Ἀναστασίου, τοῦ ψευδωνύμου πατριάρχου καὶ σύμφρονος αὐτοῦ. 427 Ἀράβων ἀρχηγὸς Μουάμεδ ἔτη
397.9.1
ιʹ. αʹ. ιζʹ. καʹ. ζʹ. Τούτῳ τῷ ἔτει ἐστασίασαν οἱ Χαλκιδεῖς τοῖς Μαυροφόροις Πέρσαις καὶ ἀνῃρέθησαν ὑπ' αὐτῶν ἐν τοῖς ὁρίοις Ἐμέσης χιλιάδες δʹ. τὸ αὐτὸ δὲ γέγονε καὶ κατὰ τὴν Ἀραβίαν εἰς τοὺς Καϊσινοὺς ὑπὸ τῶν αὐτῶν Περσῶν. ἐλθούσης δὲ τῆς κεφαλῆς τοῦ Μαρουὰμ ἐσμυρνισμένης, ἐπαύσαντο αἱ πλείους τῶν στάσεων. καὶ τῷ αὐτῷ ἔτει ἐκοιμήθη ὁ ἁγιώτατος πατριάρχης Ἀντιοχείας Θεοφύλακτος μηνὶ Δαισίῳ
397.10.1
Ἀντιοχείας ἐπίσκοπος Θεόδωρος ἔτη ʹ. ιαʹ. βʹ. ιηʹ. κβʹ. αʹ. Τούτῳ τῷ ἔτει τοὺς πλείους τῶν Χριστιανῶν ὡς συγγενεῖς τῶν προαρξάντων ἀνεῖλον οἱ προσφάτως κρατήσαντες, δόλῳ τούτους χειρωσάμενοι εἰς Ἀντιπατρίδα τῆς Παλαιστίνης. καὶ τῷ αὐτῷ χρόνῳ Κωνσταντῖνος τὴν Θεοδοσιούπολιν παρέλαβεν ἅμα τῇ Μελιτηνῇ, καὶ ᾐχμαλώτευσε τοὺς Ἀρμενίους. Θεόδωρος δέ, ὁ υἱὸς τοῦ Βικαρίου, τῆς μικρᾶς Ἀραβίας ὁρμώμενος ἐχειροτονήθη πατριάρχης Ἀντιοχείας. ιβʹ. γʹ. ιθʹ. κγʹ. βʹ. Τούτῳ τῷ ἔτει ἀρθεὶς τῷ φρονήματι Κωνσταντῖνος ὁ δυσσεβὴς πολλὰ κατὰ τῆς ἐκκλησίας καὶ ὀρθοδόξου πίστεως μελετῶν, σιλέντια καθ' ἑκάστην ποιῶν τὸν λαὸν ἔπειθε πρὸς τὸ ἴδιον αὐτοῦ φρόνημα δολίως ἕπεσθαι, προοδοποιῶν τὴν μέλλουσαν αὐτῷ ἔσεσθαι τελείαν ἀσέβειαν. ιγʹ. δʹ. κʹ. κδʹ. γʹ. Τούτῳ τῷ ἔτει Ἀναστάσιος ὁ ἀνιέρως τοῦ θρόνου Κωνσταντινουπόλεως ἡγησάμενος τέθνηκε σὺν τῇ ψυχῇ καὶ τῷ σώματι οἰκτίστῳ πάθει, τῷ λεγομένῳ χορδαψῷ, κόπρον διὰ στόματος ἐμέσας, ἀξίαν ἔτισε δίκην ὑπὲρ τῆς κατὰ θεοῦ καὶ τοῦ διδασκάλου τόλμης. τῷ δ' αὐτῷ ἔτει καὶ Κωνσταντῖνος ὁ δυσσεβὴς κατὰ τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων παράνομον συνέδριον τληʹ ἐπισκόπων συνέλεξεν ἐν τῷ τῆς Ἱερείας παλατίῳ, ὧν ἐξῆρχε Θεοδόσιος ὁ Ἐφέσου, υἱὸς Ἀψιμάρου, καὶ Παστιλλᾶς ὁ Πέργης· οἳ καθ' ἑαυτοὺς τὰ δόξαντα δογματίσαντες, μηδενὸς παρόντος ἐκ τῶν καθολικῶν θρόνων, Ῥώμης, φημί, καὶ Ἀλεξανδρείας καὶ Ἀντιοχείας καὶ Ἱεροσολύμων, ἀπὸ 428 ιʹ τοῦ Φεβρουαρίου μηνὸς ἀρξάμενοι διήρκεσαν ἕως ηʹ τοῦ Αὐγούστου τῆς αὐτῆς ζʹ ἰνδικτιῶνος. καθ' ἣν ἐν Βλαχέρναις ἐλθόντες οἱ τῆς θεοτόκου πολέμιοι, ἀνῆλθε Κωνσταντῖνος ἐν τῷ ἄμβωνι κρατῶν Κωνσταντῖνον μοναχόν, ἐπίσκοπον γενόμενον τοῦ Συλλαίου, καὶ ἐπευξάμενος ἔφη μεγάλῃ τῇ φωνῇ·" Κωνσταντίνου οἰκουμενικοῦ πατριάρχου πολλὰ τὰ ἔτη." καὶ τῇ κζʹ τοῦ αὐτοῦ μηνὸς ἀνῆλθεν ὁ βασιλεὺς ἐν τῷ Φόρῳ σὺν Κωνσταντίνῳ τῷ ἀνιέρῳ προέδρῳ καὶ τοῖς λοιποῖς ἐπισκόποις, καὶ ἐξεφώνησαν τὴν ἑαυτῶν κακόδοξον αἵρεσιν ἐνώπιον παντὸς τοῦ λαοῦ ἀναθεματίσαντες Γερμανὸν τὸν ἁγιώτατον καὶ Γεώργιον τὸν Κύπριον καὶ Ἰωάννην τὸν Χρυσορρόαν Δαμασκηνὸν τὸν Μανσούρ, ἄνδρας ἁγίους καὶ αἰδεσίμους διδασκάλους. Κωνσταντινουπόλεως ἐπίσκοπος Κωνσταντῖνος ἔτη ιβʹ. ιδʹ. εʹ. καʹ. αʹ. δʹ. Τούτῳ τῷ ἔτει Μουάμεδ, ὁ καὶ Ἀβουλαβᾶς, τέθνηκε κρατήσας ἔτη εʹ. ἦν δὲ Ἀβδελᾶς, ὁ ἀδελφὸς αὐτοῦ, εἰς τὸν τόπον τῆς βλασφημίας αὐτῶν τὸ Μάκχα. γράφει οὖν πρὸς τὸν Ἀβουμουσλὶμ ὄντα κατὰ τὴν Περσίδα φυλάξαι αὐτῷ τὸν τόπον τῆς ἀρχῆς, καθὼς ἐκληρώθη αὐτῷ. ὁ δὲ μαθὼν Ἀβδελᾶν, τὸν υἱὸν Ἀλίμ, ἀδελφὸν δὲ Σαλίμ, τὸν μονοστράτηγον Συρίας, τὴν ἀρχὴν αὐτῷ περιποιούμενον καὶ ἐρχόμενον κρατῆσαι τῆς Περσίδος, ἐναντιούμενον δὲ τοῖς Πέρσαις καὶ προσκείμενον τοῖς τῆς Συρίας, οἳ καὶ συνεμάχουν αὐτῷ, διεγείρας τὰ σὺν αὐτῷ στρατόπεδα συμβάλλει αὐτῷ κατὰ τὴν Νιτσίβιν καὶ νικήσας αὐτὸν ὁ Ἀβουμουσλὶμ πολλοὺς ἔκτεινεν. ἦσαν γὰρ οἱ πλείους Σκλάβοι καὶ Ἀντιοχεῖς. ὁ δὲ Ἀβδελᾶς μόνος περισωθεὶς μετ' ὀλίγας ἡμέρας ᾐτήσατο λόγον λαβεῖν παρὰ τοῦ ἄλλου Ἀβδελᾶ, τοῦ ἀδελφοῦ Μουάμεδ, καταλαβόντος σπουδῇ πολλῇ τὴν Περσικὴν ἐκ τοῦ Μάκχα· ὅν τινα φρουρήσας ἐν οἰκίσκῳ σαθρῷ καὶ κατορυχθῆναι 429 προστάξας τὰ θεμέλια λάθρα τοῦτον ἀπέκτεινεν. τὸν δὲ Ἀβουμουσλὶμ μηνιῶντα κατὰ τῆς Συρίας Ἀράβων ὡς ἐπαναστάντων τοῖς Μαυροφόροις καὶ πολλοὺς κατὰ τὴν Παλαιστίνην καὶ Ἔμεσαν καὶ τὴν παραλίαν ἑλόντων, ἐπελθεῖν τε αὐτοῖς μελετῶντα μετὰ τῶν στρατευμάτων ἐκώλυσεν. ὁ δὲ ὀργισθεὶς τῷ Ἀβδελᾷ πρὸς τὴν ἐνδοτέραν Περσικὴν ὥρμησε σὺν τῷ πλήθει, ὃν δειλιάσας σφόδρα μεταστέλλεται αὐτὸν πιθανολογίαις καὶ παρακλήσεσι καὶ αὐτοῖς δὲ τοῖς μυσαροῖς συμβόλοις τῆς ἀρχῆς αὐτῶν, φημὶ δὴ τῇ ῥάβδῳ καὶ τοῖς σανδαλίοις τοῦ ψευδοπροφήτου Μουάμεδ, ἐξαιτῶν ὁδὸν ἡμέρας μιᾶς ἐκκλῖναι πρὸς αὐτόν, ὅπως αὐτῷ τὴν πατρὶ πρέπουσαν εὐχαριστίαν ἀπονείμῃ. ὁ δὲ ἀπατηθεὶς παραγίνεται σὺν χιλιάσιν ἱππέων ρʹ, ἑνωθείς τε αὐτῷ κτείνεται ὑπ' αὐτοῦ χερσὶν ἰδίαις. ὁ δὲ ὄχλοι σκεδασθέντες αὐθημερὸν ᾤχοντο φιλοτιμίαις οὐκ εὐαριθμήτοις ἐφοδιασθέντες. καὶ οὕτω τὰ τῆς ἀρχῆς τῷ Ἀβδελᾷ διευθύνεται. Ἀράβων ἀρχηγὸς Ἀβδελᾶς ἔτη καʹ. Ῥώμης ἐπίσκοπος Παῦλος ἔτη ζʹ. ιεʹ. αʹ. αʹ. βʹ. εʹ. Τούτῳ τῷ ἔτει Νικήτας ὁ Ἡλιουπόλεως ἀνεθεματίσθη ὑπὸ τῆς ἐκκλησίας πάσης. ὁ δὲ βασιλεὺς Κωνσταντῖνος Σύρους τε καὶ Ἀρμενίους, οὓς ἤγαγεν ἀπὸ Θεοδοσιουπόλεως καὶ Μελιτηνῆς, εἰς τὴν Θρᾴκην μετῴκισεν, ἐξ ὧν καὶ ἐπλατύνθη ἡ αἵρεσις τῶν Παυλικιάνων. ὁμοίως καὶ ἐν τῇ πόλει, ὀλιγωθέντων τῶν οἰκητόρων αὐτῆς ἐκ τοῦ θανατικοῦ, ἤνεγκε συμφαμίλους ἐκ τῶν νήσων καὶ Ἑλλάδος καὶ τῶν κατωτικῶν μερῶν, καὶ ἐποίησεν οἰκῆσαι τὴν πόλιν καὶ κατεπύκνωσεν αὐτήν. τῷ δ' αὐτῷ χρόνῳ ἐζήτησαν οἱ Βούλγαροι πάκτα διὰ τὰ κτισθέντα κάστρα· καὶ τοῦ βασιλέως ἀτιμάσαντος τὸν ἀποκρισιάριον αὐτῶν, ἐξῆλθον φωσατικῶς, καὶ ἦλθον ἕως τοῦ Μακροῦ τείχους κατὰ τῆς βασιλίδος πόλεως τὴν ὁρμὴν ποιησάμενοι. πολλὴν οὖν ἅλωσιν ἐργασάμενοι καὶ αἰχμαλωσίαν λαβόντες ὑπέστρεψαν ἀβλαβεῖς εἰς τὰ ἴδια. 430 ι ʹ. βʹ. βʹ. γʹ. Τούτῳ τῷ ἔτει σεισμὸς γέγονε κατὰ τὴν Παλαιστίνην καὶ Συρίαν οὐ μικρὸς μηνὶ Μαρτίῳ θʹ. καὶ ἐξωρίσθη Θεόδωρος, ὁ πατριάρχης Ἀντιοχείας, φθόνῳ τῶν Ἀράβων διαβληθείς, ὅτι συχνῶς τῷ βασιλεῖ Κωνσταντίνῳ δηλοποιεῖ τὰ τῶν Ἀράβων διὰ γραμμάτων· καὶ λοιπὸν ὁ αὐτὸς Σαλὶμ ὑπερόριον τίθησιν εἰς τὴν Μωαβῖτιν χώραν πατρίδα τε αὐτοῦ. καὶ ἐπέτρεψεν ὁ αὐτὸς Σαλὶμ μὴ κτίζεσθαι νέας ἐκκλησίας, μηδὲ φανῆναι σταυρόν, μηδὲ δογματίσαι περὶ πίστεως Χριστιανὸν μετὰ Ἀράβων. ἐπεστράτευσε δὲ κατὰ Ῥωμανίας σὺνχιλιάσιν πʹ καὶ ἐλθὼν εἰς τὴν Καππαδοκίαν ἤκουσε Κωνσταντῖνον κατ' αὐτοῦ ὁπλιζόμενον, καὶ φοβηθεὶς ὑπέστρεψεν ἄπρακτος μηδὲν λυμηνάμενος· μόνον δὲ ὀλίγους Ἀρμενίους προσρυέντας αὐτῷ λαβὼν ὑπέστρεψεν. ιζʹ. γʹ. γʹ. δʹ. Τούτῳ τῷ ἔτει Ἀβδελᾶς τὴν φορολογίαν ἐπέτεινε Χριστιανοῖς, ὥστε ἅπαντας μοναχούς τε καὶ ἐγκλείστους καὶ κιονίτας τοὺς τῷ θεῷ εὐαρεστοῦντας φορολογῆσαι· ἐσφράγισε δὲ καὶ τὰ τῶν ἐκκλησιῶν κειμηλιαρχεῖα, καὶ ἤνεγκεν Ἑβραίους πρὸς τὸ πωλῆσαι αὐτά, καὶ ἠγόρασαν αὐτὰ οἱ ἀπελεύθεροι. ιηʹ. δʹ. δʹ. εʹ. Τούτῳ τῷ ἔτει Κωνσταντῖνος τὰς κατὰ τὴν Μακεδονίαν Σκλαυινίας ᾐχμαλώτευσε καὶ τοὺς λοιποὺς ὑποχειρίους ἐποίησεν. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ τινὲς ἐκ τῶν Μαυροφόρων Περσῶν τῆς μαγικῆς ὄντες θρησκείας, ἀπάτῃ τοῦ διαβόλου κρατούμενοι, πωλήσαντες τὴν ὕπαρξιν αὐτῶν καὶ γυμνοὶ ἀνελθόντες εἰς τὰ τείχη ἔρριπτον ἑαυτούς, ὥστε πετασθῆναι εἰς τὸν οὐρανόν, ὡς ἐνόμιζον. οἱ δὲ μηδὲν ἀξιόλογον τῆς ἐκεῖσε κληρουχίας ἔχοντες πρὸς γῆν ἀνθυπέστρεφον τὰ μέλη συντριβέντες, ὧν τοὺς ἐξάρχοντας τῆς πλάνης Ἀβδελᾶς ἀνεῖλε διὰ τοῦ Σαλὶμ κατὰ τὴν Βέροιαν καὶ Χαλκίδα ὄντας τὸν ἀριθμὸν ι ʹ. ιθʹ. εʹ. εʹ. ʹ. Τούτῳ τῷ ἔτει φθόνῳ τοὺς Χριστιανοὺς ἐκώλυσαν Ἄραβες ἐκ 431 τῶν δημοσίων χαρτοθεσίων πρὸς ὀλίγον χρόνον, αὖθις ἀναγκασθέντες ἐγχειροῦσιν αὐτοῖς τὰ αὐτὰ διὰ τὸ μὴ δύνασθαι αὐτοὺς γράφειν τοὺς ψήφους. καὶ ἐπεστράτευσαν τὴν Ῥωμανίαν καὶ ᾐχμαλώτευσαν πολλοὺς καὶ Παῦλον τὸν στρατηγὸν τῶν Ἀρμενιάκων πολεμήσαντες εἰς τὸν Μέλαν ἀνεῖλον μετὰ πλήθους στρατοῦ καὶ μβʹ ἐπισήμους ἄνδρας δεσμίους ἤγαγον καὶ κεφαλὰς πολλάς. ὁ δὲ βασιλεὺς ἐπεστράτευσε τὴν Βουλγαρίαν, καὶ ἐλθὼν εἰς Βερέγαβαν εἰς τὴν κλεισοῦραν, ὑπήντησαν αὐτῷ οἱ Βούλγαροι, καὶ πολλοὺς τῶν αὐτοῦ ἀνεῖλον, ἐν οἷς καὶ Λέοντα, πατρίκιον καὶ στρατηγὸν τῶν Θρᾳκησίων, καὶ Λέοντα ἕτερον, λογοθέτην τοῦ δρόμου καὶ λαὸν πολύν, καὶ ἔλαβον τὰ ἄρματα αὐτῶν. καὶ οὕτως ἀδόξως ὑπέστρεψαν. κʹ. ʹ. ʹ. ζʹ. Τούτῳ τῷ ἔτει γέγονε πλάνη τῆς πασχαλίας, καὶ οἱ μὲν ὀρθόδοξοι κατὰ τὴν ἑῴαν ʹ τοῦ Ἀπριλλίου μηνὸς ἐπάσχασαν, οἱ δὲ πεπλανημένοι αἱρετικοὶ ιγʹ. Τῷ δ' αὐτῷ ἔτει μετετέθη ἡ κάρα τοῦ ἁγίου Ἰωάννου τοῦ προδρόμου καὶ βαπτιστοῦ ἐκ τῆς μονῆς τοῦ Σπηλαίου εἰς τὸν ναὸν αὐτοῦ κατὰ τὴν Ἐμεσηνῶν πόλιν περιφανῆ ὄντα, καὶ ἡ κατάβασις ἐκτίσθη, ἔνθα μέχρι τῆς σήμερον ὑπὸ τῶν πιστῶν προσκυνουμένη εὐωδίᾳ σωματικῇ τε καὶ πνευματικῇ τιμᾶται, βλύζουσα πᾶσι τοῖς πίστει προστρέχουσι τὰ ἰάματα. καὶ τῷ αὐτῷ ἔτει δοκίτης ἐδείχθη λαμπρότατος κατὰ τὴν ἑῴαν ἐπὶ ιʹ ἡμέρας, καὶ αὖθις πρὸς δύσιν ἡμέρας καʹ. Θεόδωρος δέ τις ὀνόματι Σύρος Λιβανίτης κατὰ τὴν περίχωρον Ἡλιουπόλεως τῆς πρὸς Λίβανον ἐπανέστη τοῖς Ἄραψιν, καὶ πολεμήσας αὐτούς, ἔπεσον ἐξ ἀμφοτέρων πολλοί. ἔσχατον δὲ τραπεὶς ἔφυγεν, καὶ οἱ συνόντες αὐτῷ Λιβανῖται πάντες ἀνῃρέθησαν. ἐγένοντο δὲ καὶ ἐν Ἀφρικῇ ἀκαταστασίαι καὶ πόλεμοι, ἡλιακῆς γεγονυίας ἐκλείψεως μηνὶ Αὐγούστῳ ιεʹ, ἡμέρᾳ ʹ, ὥρᾳ ιʹ. ἀνέστησαν δέ τινες τῶν Μαυροφόρων ἐν τῷ Δαβεκῷ λέγοντες τὸν υἱὸν τοῦ πρωτοσυμβούλου θεὸν ὡς τροφέα αὐτῶν, καὶ ἐξήνεγκαν δόγμα τοιοῦτον. καὶ εἰσῆλθον οἱ Μαυροφόροι εἰς τὸν οἶκον τῆς πλάνης αὐτῶν καὶ ἀπέκτειναν τοὺς κλειδούχους ὀνόματα ξʹ. καὶ ἐξῆλθόν τινες ἐπὶ τὸ Βασρασὸν καὶ ᾐχμαλώτευσαν πολλοὺς καὶ χρήματα ἔλαβον πολλά. 432 καʹ. ζʹ. ζʹ. ηʹ. Τούτῳ τῷ ἔτει ἐστασίασαν οἱ Κασιῶται κατὰ τῶν Μαυροφόρων διὰ γυναῖκας. ἔμειναν γὰρ ἐξ αὐτῶν εἰς οἶκον, ἐν ᾧ ἔμενον ἀδελφοὶ τρεῖς, καὶ ἠθέλησαν τὰς γυναῖκας αὐτῶν ποντίσαι. ἐγερθέντες δὲ οἱ τρεῖς ἀδελφοὶ ἀπέκτειναν καὶ ἔχωσαν αὐτούς. οἱ δὲ συναχθέντες ἀπέκτειναν καὶ τοὺς λοιπούς. καὶ πέμψας ὁ Σέλιχος τὰ στρατεύματα διὰ δόλου ἦλθον ἄνωθεν αἰτῶν, καὶ πιάσαντες αὐτοὺς ἐφούρκισαν τοὺς τρεῖς ἀδελφοὺς καὶ πολλοὺς ἀπέκτειναν. καὶ τῇ ἑορτῇ τοῦ πάσχα εἰσῆλθεν ἐν τῇ ἁγίᾳ συνάξει εἰς τὴν καθολικήν, καὶ τοῦ μητροπολίτου παρισταμένου καὶ ἐκφωνήσαντος τό·" ὁ γὰρ λαός σου καὶ ἡ ἐκκλησία σου ἱκετεύει σε," ἐξήνεγκαν αὐτὸν καὶ ἀπέκλεισαν ἐν φυλακῇ, καὶ ἄλλος ἐπλήρωσε τὴν ἁγίαν σύναξιν· καὶ ἐγένετο φόβος μέγας. καὶ εἰ μὴ ὁ μητροπολίτης κατεπράϋνεν αὐτὸν ἠθικότητι καὶ ταπεινοῖς λόγοις, κακὸν μέγα ἂν ἀπετελέσθη τῇ ὥρᾳ ἐκείνῃ. ἦν δὲ ὁ μακαριώτατος Ἀναστάσιος. Τῷ δ' αὐτῷ ἔτει Κωνσταντῖνος ὁ διώκτης Ἀνδρέαν, τὸν ἀοίδιμον μοναχόν, τὸν λεγόμενον Καλυβίτην, ἐν Βλαχέρναις διὰ μαστίγων ἐν τῷ ἱππικῷ τοῦ ἁγίου Μάμαντος ἀπέκτεινεν ἐλέγχοντα αὐτοῦ τὴν ἀσέβειαν καὶ Οὐάλεντα νέον καὶ Ἰουλιανὸν ἀποκαλοῦντα αὐτόν· ὃν καὶ ἐν τῷ ῥεύματι ῥιφῆναι προσέταξεν, εἰ μὴ αἱ ἀδελφαὶ αὐτοῦ τοῦτον ἁρπάσασαι ἐν τῷ ἐμπορίῳ τῶν Λευκαδίου ἔθαψαν. Ῥώμης ἐπίσκοπος Κωνσταντῖνος ἔτη εʹ. κβʹ. ηʹ. αʹ. θʹ. Τούτῳ τῷ ἔτει ἐφάνη δοκίτης κατὰ τὴν ἑῴαν· καὶ ἀνῃρέθη ὁ υἱὸς τῆς Φατίμας. οἱ δὲ Βούλγαροι ἐπαναστάντες ἐφόνευσαν τοὺς κυρίους αὐτῶν τοὺς ἀπὸ σειρᾶς καταγομένους, καὶ ἔστησαν ἄνδρα κακόφρονα, ὀνόματι Τελέτζην, ἐτῶν ὑπάρχοντα λʹ. Σκλάβων δὲ πολλῶν ἐκφυγόντων, προσερρύησαν τῷ βασιλεῖ, οὓς κατέστησεν ἐπὶ τὸν Ἀρτάναν. τῇ δὲ ι ʹ τοῦ Ἰουνίου μηνὸς ἐξῆλθεν ὁ βασιλεὺς ἐπὶ τὴν Θρᾴκην ἀποστείλας καὶ πλώϊμον διὰ τοῦ Εὐξείνου Πόντου ἕως 433 ωʹ χελανδίων ἐπιφερομένων ἀνὰ ιβʹ ἵππων. ὁ δὲ Τελέτζης ἀκούσας τὴν διὰ γῆς καὶ θαλάσσης κατ' αὐτοῦ κίνησιν, λαβὼν εἰς συμμαχίαν ἐκ τῶν προσπαρακειμένων ἐθνῶν χιλιάδας κʹ καὶ τούτους εἰς τὰ ὀχυρώματα στήσας ἠσφαλίσατο ἑαυτόν. ὁ δὲ βασιλεὺς ἐλθὼν ἠπλήκευσεν εἰς τὸν κάμπον Ἀγχιάλου· καὶ τῇ λʹ τοῦ Ἰουνίου μηνὸς τῆς αʹ ἰνδικτιῶνος, ἡμέρᾳ εʹ, ἐφάνη Τελέτζης μετὰ πλήθους ἐθνῶν ἐρχόμενος, καὶ συμβαλόντες πόλεμον κόπτουσιν ἀλλήλους ἐπὶ πολύ, καὶ τραπεὶς Τελέτζης ἔφυγεν. ἐκράτησε δὲ ἡ μάχη ἀπὸ ὥρας εʹ ἕως ὀψέ, καὶ πολλὰ πλήθη Βουλγάρων ἀνηλώθησαν, πολλοὶ δὲ καὶ ἐχειρώθησαν, ἄλλοι δὲ καὶ προσερρύησαν. ὁ δὲ βασιλεὺς ἀρθεὶς τῇ τοιαύτῃ νίκῃ ἐθριάμβευσε ταύτην ἐπὶ τῆς πόλεως, ἀρματωμένος σὺν τῷ στρατῷ εἰσελθών, εὐφημούμενος ὑπὸ τῶν δήμων καὶ ξυλοπανδούροις σύρων τοὺς χειρωθέντας Βουλγάρους, οὓς ἔξω τῆς Χρυσῆς πόρτης ἀποτμηθῆναι ἐκέλευσεν ὑπὸ τῶν πολιτῶν. τὸν δὲ Τελέτζην στασιάσαντες οἱ Βούλγαροι ἀπέκτειναν σὺν τοῖς ἄρχουσιν αὐτοῦ καὶ ἔστησαν Σαβῖνον, γαμβρὸν ὄντα Κορμεσίου τοῦ πάλαι κυρίου αὐτῶν. τοῦ δὲ Σαβίνου εὐθέως ἀποστείλαντος πρὸς τὸν βασιλέα καὶ ζητοῦντος ποιῆσαι εἰρήνην, κομβέντον ποιήσαντες οἱ Βούλγαροι ἀντέστησαν στερρῶς τῷ Σαβίνῳ λέγοντες, ὅτι" διὰ σοῦ ἡ Βουλγαρία μέλλει δουλοῦσθαι τοῖς Ῥωμαίοις." στάσεως δὲ γενομένης, φεύγει Σαβῖνος ἐν τῷ κάστρῳ Μεσημβρίας καὶ προσερρύη τῷ βασιλεῖ. ἔστησαν δὲ οἱ Βούλγαροι ἕτερον κύριον ἑαυτῶν, ὀνόματι Παγάνον. κγʹ. θʹ. βʹ. ιʹ. Τούτῳ τῷ ἔτει ἀντῆραν οἱ τῆς ἐρήμου καὶ τοῦ Βασραθὼν τῷ Ἀβδελᾷ, δύο ἀδελφοί, οὓς ἀποστείλας ἀνεῖλε σὺν χιλιάσιν πʹ στρατοῦ. τῷ δ' αὐτῷ ἔτει ἐξῆλθον Τοῦρκοι ἐκ τῶν Κασπίων πυλῶν καὶ ἀνεῖλον πολλοὺς εἰς Ἀρμενίαν καὶ ἔλαβον αἰχμαλωσίαν πολλὴν καὶ ὑπέστρεψαν. Κοσμᾶς δέ τις ἐπίσκοπος Ἐπιφανείας τῆς κατὰ Ἀπάμειαν τῆς Συρίας, Κομανίτης ἐπιλεγόμενος, τῶν πολιτῶν Ἐπιφανείας πρὸς Θεόδωρον, τὸν πατριάρχην Ἀντιοχείας, ἔγκλησιν ποιησαμένων κατὰ τοῦ αὐτοῦ Κοσμᾶ περὶ μειώσεως ἱερῶν, καὶ αὐτοῦ μὴ δυναμένου ταῦτα συστῆσαι, ἀπέστη τῆς ὀρθοδόξου πίστεως καὶ ὁμόφρων τῆς αἱρέσεως Κωνσταντίνῳ κατὰ τῶν ἁγίων εἰκόνων γέ434 γονεν. ὃν κοινῇ γνώμῃ Θεόδωρος, ὁ πατριάρχης Ἀντιοχείας, καὶ Θεόδωρος Ἱεροσολύμων, καὶ Κοσμᾶς Ἀλεξανδρείας σὺν τοῖς ὑπ' αὐτοὺς ἐπισκόποις τῇ ἡμέρᾳ τῆς ἁγίας πεντηκοστῆς μετὰ τὴν ἀνάγνωσιν τοῦ ἁγίου εὐαγγελίου ὁμοφρόνως ἀνεθεμάτισαν ἕκαστος κατὰ τὴν ἑαυτοῦ πόλιν. Τῷ δ' αὐτῷ ἔτει ἀπὸ ἀρχῆς τοῦ Ὀκτωβρίου μηνὸς γέγονε κρύος μέγα καὶ πικρότατον, οὐ κατὰ τὴν ἡμετέραν γῆν μόνον, ἀλλὰ πολλῷ μᾶλλον κατὰ ἀνατολὴν καὶ ἄρκτον καὶ δύσιν, ὥστε τὴν ἀρκτῴαν τοῦ Πόντου παραλίαν ἐπὶ ρʹ μίλια τὸ πέλαγος ἀπολιθωθῆναι ἐκ τοῦ κρύους ἐπὶ λʹ πήχεις τὸ βάθος, καὶ ἀπὸ Ζιγχίας μέχρι τοῦ Δανουβίου καὶ τοῦ Κοῦφι ποταμοῦ τοῦ Δάναστρί τε καὶ Δάναπρι καὶ τῶν Νεκροπήλων καὶ τῆς λοιπῆς ἀκτῆς μέχρι Μεσημβρίας καὶ Μηδείας τὰ ὅμοια πεπονθότων. τοῦ δὲ τοιούτου πάγους ἐπιχιονηθέντος ηὐξήθη ἐπὶ ἄλλας κʹ πήχεις, ὥστε συμμορφωθῆναι τὴν θάλασσαν τῇ ξηρᾷ, καὶ πεζοβατεῖσθαι ὕπερθεν τοῦ κρύους ἀπό τε Χαζαρίας, Βουλγαρίας καὶ τῶν λοιπῶν παρακειμένων ἐθνῶν, ὑπό τε ἀνθρώπων ἀγρίων τε καὶ ἡμέρων ζώων. τῷ δὲ Φεβρουαρίῳ μηνὶ τῆς αὐτῆς δευτέρας ἰνδικτιῶνος τοῦ τοιούτου πάγους κατὰ θεοῦ κέλευσιν εἰς πλεῖστα καὶ διάφορα ὀροφανῆ τμήματα διαιρεθέντος, καὶ τῇ τῶν ἀνέμων βίᾳ ἐπὶ Δαφνουσίαν καὶ τὸ Ἱερὸν κατενεχθέντων, οὕτω διὰ τοῦ Στενοῦ ἐπὶ τὴν πόλιν ἔφθασαν μέχρι τῆς Προποντίδος καὶ τῶν νήσων καὶ Ἀβύδου πᾶσαν τὴν παραλίαν ἀκτὴν ἐπλήρωσαν, ὧν αὐτόπται καὶ ἡμεῖς γεγόναμεν ἐπιβάντες ἐπὶ ἑνὸς αὐτῶν σὺν καί τισιν ὁμήλιξι λʹ καὶ παίζοντες ἐπάνω αὐτοῦ. εἶχον δὲ καὶ ζῶα ἄγριά τε καὶ ἥμερα τεθνεῶτα. πᾶς δὲ ὁ βουλόμενος ἀπὸ Σοφιανῶν ἕως τῆς πόλεως, καὶ ἀπὸ Χρυσοπόλεως ἕως τοῦ ἁγίου Μάμαντος καὶ τῶν Γαλάτου ἀκωλύτως διὰ ξηρᾶς ἐβάδιζον. ἓν δὲ ἐξ αὐτῶν προσραγὲν τῇ τῆς Ἀκροπόλεως σκάλᾳ συνέτριψεν αὐτήν. ἕτερον δὲ παμμέγεθες τῷ τείχει προσραγὲν τοῦτο μεγάλως ἐδόνησεν, ὡς καὶ τοὺς ἔνδοθεν οἴκους συμμετασχεῖν τοῦ σάλου. εἰς τρία δὲ 435 διαρραγὲν ἔζωσε τὴν πόλιν ἀπὸ τῶν Μαγγάνων ἕως τοῦ Βοοσφόρου, οὗ τινος τὸ ὕψος ὑπερεῖχε τὰ τείχη· πάντες δὲ οἱ τῆς πόλεως ἄνδρες τε καὶ γυναῖκες καὶ παῖδες ἀδιαλείπτως τῇ θέᾳ τούτων προσεκαρτέρουν καὶ μετὰ θρήνων καὶ δακρύων οἴκοι ἀνέκαμπτον, ἀποροῦντες τί εἰπεῖν πρὸς τοῦτο. τῷ δ' αὐτῷ ἔτει μηνὶ Μαρτίῳ ἀστέρες ἀθρόως ἐκ τοῦ οὐρανοῦ πίπτοντες ὤφθησαν, ὡς πάντας τοὺς ὁρῶντας τὴν τοῦ παρόντος αἰῶνος ὑπολαμβάνειν εἶναι συντέλειαν· αὐχμός τε πολὺς γέγονεν, ὡς ξηρανθῆναι καὶ πηγάς. ἀγαγὼν δὲ ὁ βασιλεὺς τὸν πατριάρχην λέγει αὐτῷ·" ἄρτι τί ἡμᾶς βλάπτει, ἐὰν λέγωμεν τὴν θεοτόκον χριστοτόκον;" ὁ δὲ περιπτυξάμενος αὐτὸν λέγει·" ἐλέησον, δέσποτα, μηδὲ εἰς ἔννοιάν σου ἔλθῃ οὗτος ὁ λόγος· οὐχ ὁρᾷς ὅσα στηλιτεύεται καὶ ἀναθεματίζεται Νεστόριος ὑπὸ πάσης τῆς ἐκκλησίας;" καὶ ἀποκριθεὶς ὁ βασιλεὺς εἶπεν·" ἐγὼ μαθεῖν θέλων ἠρώτησα· ἕως δὲ σοῦ ὁ λόγος." Κόσμου ἔτη σν ʹ. Τῆς θείας σαρκώσεως ἔτη ψν ʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη λεʹ. κδʹ. Ἀράβων ἀρχηγὸς Ἀβδελᾶς ἔτη καʹ. ιʹ. Ῥώμης ἐπίσκοπος Κωνσταντῖνος ἔτη εʹ. γʹ. Κωνσταντ. ἐπίσκοπος Κωνσταντῖνος ἔτη ιβʹ. ιαʹ. Τούτῳ τῷ ἔτει ἐξῆλθον πάλιν οἱ Τοῦρκοι εἰς τὰς Κασπίας πύλας καὶ εἰς Ἰβηρίαν, καὶ πολεμήσαντες μετὰ τῶν Ἀράβων, ἐξ ἀμφοτέρων ἀπώλοντο πολλοί. ὁ δὲ Ἀβδελᾶς πανουργίᾳ τοιαύτῃ καθεῖλε τῆς ἀρχῆς τὸν Ἰσὲ Ἰβινμουσέ, εἰς ὅν, ὡς ἀνωτέρω εἴρηται, ὁ τρίτος κλῆρος τοῦ κρατεῖν μετ' αὐτὸν ἔπεσεν. κεφαλαλγούμενον γὰρ ἡμικρανικῶς αὐτὸν ὁρῶν καὶ σκοτοματικῶς πληρούμενον πείθει θεραπευθήσεσθαι μέλλειν, εἰ ταῖς ῥισὶν ἐμφυσηθῇ πταρμικῷ τινι σκευαζομένῳ τῷ αὐτοῦ ἰατρῷ, Μωσεῖ τινι τοὔνομα, διακόνῳ τῆς Ἀντιοχέων ἐκκλησίας, ὃν ἤδη δωρεαῖς ἦν πεπεικὼς δριμύτατον κατασκευάσαι φάρμακον μετὰ τοῦ καὶ ναρκῶδες εἶναι σφόδρα. καὶ δὴ πεισθεὶς ὁ αὐτὸς Ἰσὲ τῷ Ἀβδελᾷ, καίπερ ἀσφαλιζόμενος τοῦ συμφαγεῖν αὐτῷ διὰ τὴν ἐπιβουλήν, ἐδέξατο διάρρινον. καὶ πληρωθεὶς τὰ περὶ τὴν 436 κεφαλὴν πάσας τε τὰς αἰσθήσεις μετὰ τῶν ἡγεμονικῶν ἐνεργειῶν στερηθεὶς ἄφωνος προύκειτο. προσκαλεσάμενος δὲ τοὺς ἡγεμόνας καὶ προύχοντας τοῦ γένους ὁ Ἀβδελᾶς ἔφη·" τί ὑμῖν δοκεῖ περὶ τοῦ μελλοβασιλέως ὑμῶν;" οἱ δὲ ὁμοφρόνως ἀρνησάμενοι αὐτὸν δεξιὰς ἔδωκαν τῷ υἱῷ τοῦ αὐτοῦ Ἀβδελᾶ Μουάμεδ, τῷ ἐπικληθέντι Μαδί· τὸν δὲ Ἰσὲ ἀναίσθητον μετήνεγκαν οἴκαδε. τοῦτον δὲ μετὰ τρίτην ἡμέραν ἀναλαβόμενον ἀπολογίαις ἐπιπλάστοις παρεμυθήσατο, ταλάντοις χρυσίου ρʹ τὴν ὕβριν ἀνταμειψάμενος. Τῷ δ' αὐτῷ ἔτει ἀπέστειλε Παγάνος, ὁ κῦρις Βουλγαρίας, πρὸς τὸν βασιλέα αἰτούμενος συνοψισθῆναι αὐτῷ. καὶ λαβὼν λόγον κατῆλθε πρὸς αὐτὸν μετὰ τῶν βοϊλάδων αὐτοῦ, καὶ καθεσθέντος τοῦ βασιλέως, καὶ τοῦ Σαβίνου συγκαθεζομένου αὐτῷ, ἐδέξατο αὐτοὺς καὶ ὠνείδισε τὴν ἀταξίαν αὐτῶν καὶ τὸ κατὰ Σαβίνου μῖσος· καὶ ἐποίησαν τὸ δοκεῖν εἰρήνην. ἀποστείλας δὲ ὁ βασιλεὺς λάθρα εἰς Βουλγαρίαν ἐπίασε τὸν Σεβέρων ἄρχοντα Σκλαβοῦνον, τὸν πολλὰ κακὰ ἐν τῇ Θρᾴκῃ ποιήσαντα. κατεσχέθη δὲ καὶ Χριστιανός, ἀπὸ Χριστιανῶν μαγαρίτης καὶ πρῶτος τῶν Σκαμάρων, ὃν ἐν τῷ μώλῳ τοῦ ἁγίου Θωμᾶ χειροκοπήσαντες καὶ ποδοκοπήσαντες ἤνεγκαν τοὺς ἰατροὺς καὶ τοῦτον ἀνέτεμον ζῶντα ἀπὸ ἥβης ἕως τοῦ θώρακος πρὸς τὸ κατανοῆσαι τὴν τοῦ ἀνθρώπου κατασκευήν· καὶ οὕτως αὐτὸν τῷ πυρὶ παρέδωκαν. ἄφνω δὲ ὁ βασιλεὺς ἐξελθὼν τῆς πόλεως καὶ ἀφυλάκτους εὑρὼν τὰς κλεισούρας διὰ τὴν ἀπατηλὴν εἰρήνην εἰσῆλθεν εἰς Βουλγαρίαν ἕως τοῦ Τζίκας. καὶ βαλὼν πῦρ εἰς τὰς αὐλάς, ἃς εὗρεν, μετὰ φόβου ὑπέστρεψε μηδὲν γενναῖον ποιήσας. κεʹ. ιαʹ. δʹ. ιβʹ. Τούτῳ τῷ ἔτει, τῇ κʹ τοῦ Νοεμβρίου μηνὸς ἰνδικτιῶνος δʹ, ἐκμανὴς γενόμενος ὁ δυσσεβὴς καὶ ἀνόσιος βασιλεὺς κατὰ παντὸς φοβουμένου τὸν θεόν, Στέφανον τὸν νέον πρωτομάρτυρα συρθῆναι προσέταξεν ἔγκλειστον ὄντα εἰς τὸν ἅγιον Αὐξέντιον εἰς τὸ πλησίον 437 ὄρος τοῦ Δαματρῦ· ὃν λαβόντες οἱ τῆς ἀπαιδευσίας αὐτοῦ μετέχοντες [ἐχθροὶ] καὶ ὁμόφρονες αὐτῷ γεγονότες σχολάριοί τε καὶ τῶν λοιπῶν ταγμάτων, καλωδίῳ δήσαντες αὐτοῦ τὸν πόδα εἷλκον αὐτὸν ἀπὸ τοῦ πραιτωρίου ἕως τῶν Πελαγίου, ἔνθα καὶ διασπάσαντες ἔρριψαν τὰ τίμια αὐτοῦ λείψανα ἐν τῷ τῶν βιοθανάτων λάκκῳ ὡς πολλοὺς νουθετοῦντα πρὸς τὸν μονήρη βίον καὶ καταφρονεῖν πείθοντα βασιλικῶν ἀξιωμάτων καὶ χρημάτων. αἰδέσιμος γὰρ ὁ ἀνὴρ πᾶσιν ὑπῆρχε διὰ τὸ περὶ ξʹ χρόνους ποιῆσαι αὐτὸν ἐν τῇ ἐγκλείστρᾳ καὶ ἀρεταῖς πολλαῖς διαλάμπειν. πολλῶν τε ἀρχόντων καὶ στρατιωτῶν διαβληθέντων προσκυνεῖν εἰκόνας διαφόροις τιμωρίαις καὶ πικροτάταις αἰκίαις τούτους παρέδωκεν. ὅρκον δὲ καθολικὸν πάντας τοὺς ὑπὸ τὴν αὐτοῦ βασιλείαν ἀπῄτησεν εἰκόνι μὴ προσκυνῆσαί τινα, μεθ' ὃν καὶ Κωνσταντῖνον τὸν ψευδώνυμον πατριάρχην ἐπὶ ἄμβωνος ἀνελθεῖν καὶ ὑψῶσαι τὰ τίμια καὶ ζωοποιὰ ξύλα καὶ ὀμόσαι πεποίηκεν, ὡς οὐκ ἔστι τῶν προσκυνούντων τὰς εἰκόνας. καὶ τοῦτον παραυτὰ στεφανίτην ἀντὶ μοναχοῦ ἔπεισε γενέσθαι καὶ κρεῶν μεταλαμβάνειν καὶ κιθαρῳδῶν ἀνέχεσθαι ἐν τῇ βασιλικῇ τραπέζῃ. ἀλλ' οὐκ εἰς μακρὰν ἡ δίκη τοῦτον ταῖς τοῦ μιαιφόνου παραδέδωκε χερσίν. τῇ δὲ καʹ τοῦ Ἰουνίου μηνὸς τῆς δʹ ἰνδικτιῶνος ἐκίνησε κατὰ Βουλγάρων καὶ ἀπέστειλεν ἐπὶ Ἀχελὸν βχʹ χελάνδια ἐξοπλίσας αὐτὰ ἐκ πάντων τῶν θεμάτων. τούτων δὲ ἐν ταῖς ἀκταῖς προσορμισθέντων, καὶ τοῦ βορρᾶ πνεύσαντος, συνετρίβησαν μικροῦ δεῖν ἅπαντα, καὶ ἐπνίγη λαὸς πολύς, ὥστε τὸν βασιλέα κελεῦσαι γρίπους ἐκτείνειν καὶ τοὺς νεκροὺς ἀναλέγεσθαι καὶ θάπτειν. καὶ τῇ ιζʹ τοῦ Ἰουλίου μηνὸς εἰσῆλθεν ἀδόξως ἐν τῇ πόλει. καὶ τῇ καʹ τοῦ Αὐγούστου μηνὸς τῆς αὐτῆς δʹ ἰνδικτιῶνος ἐστηλίτευσε καὶ ἠτίμασε τὸ σχῆμα τῶν μοναχῶν ἐπὶ τοῦ ἱπποδρομίου παρακελευσάμενος ἕνα ἕκαστον ἀββᾶν κρατεῖν γυναῖκα τῇ χειρὶ καὶ οὕτω παρελθεῖν αὐτοὺς 438 τὸ ἱπποδρόμιον ἐμπτυομένους καὶ ὑβριζομένους ὑπὸ παντὸς τοῦ λαοῦ. ὁμοίως καὶ τῇ κεʹ τοῦ αὐτοῦ μηνὸς ἤχθησαν ἐπὶ ἱπποδρομίας ἐπίσημοι ἄρχοντες ιθʹ καὶ ἐπόμπευσαν ὡς κατὰ τοῦ βασιλέως πονηρὰ βουλευσάμενοι, συκοφαντηθέντες οὐκ ἐν ἀληθείᾳ, ἀλλὰ φθονῶν αὐτοῖς διὰ τὸ εἶναι αὐτοὺς εὐειδεῖς καὶ ῥωμαλέους καὶ παρὰ πάντων ἐπαινουμένους, τινὰς δὲ αὐτῶν καὶ δι' εὐλάβειαν καὶ ὡς εἰς τὸν προρρηθέντα ἔγκλειστον ἀπερχομένους, καὶ τὰ πάθη αὐτοῦ θριαμβεύοντας, οὓς καὶ ἀπέκτεινεν, ὧν εἰσιν οἱ πρωτεύοντες· Κωνσταντῖνος ὁ πατρίκιος καὶ λογοθέτης τοῦ δρόμου γενόμενος, ὃν ἐπωνόμασε Ποδοπάγουρον, καὶ ὁ τούτου ἀδελφὸς Στρατήγιος σπαθάριος καὶ δομέστικος τῶν ἐκσκουβίτων, Ἀντίοχός τε λογοθέτης τοῦ δρόμου γεγονὼς καὶ στρατηγὸς Σικελίας, Δαβὶδ σπαθάριος κατὰ τὸν Βησὴρ καὶ κόμης τοῦ Ὀψικίου, Θεοφύλακτος ὁ Ἰκονιάτης πρωτοσπαθάριος καὶ στρατηγὸς τῆς Θρᾴκης, Χριστοφόρος ὁ κατὰ τὸν πατρίκιον Ἱμέριον σπαθάριος, Κωνσταντῖνος σπαθάριος καὶ βασιλικὸς πρωτοστράτωρ, υἱὸς τοῦ πατρικίου Βαρδάνους, Θεοφύλακτος κανδιδάτος ὁ κατὰ τὸν Μαρινάκην, καὶ ἕτεροι· τούτους ἐπὶ τῆς ἱπποδρομίας στηλιτεύσας καὶ ὑπὸ παντὸς τοῦ λαοῦ ἐμπτυσθῆναι καὶ ἀνασκαφῆναι ποιήσας ἔδωκεν ἀπόφασιν. καὶ τοὺς μὲν δύο ἀδελφοὺς Κωνσταντῖνον, φημί, καὶ Στρατήγιον ἐν τῷ Κυνηγίῳ ἀπεκεφάλισεν, πολλοῦ θρήνου γενομένου ἐπ' αὐτοῖς παντὶ τῷ λαῷ· ὥστε μαθόντα τοῦτο τὸν βασιλέα ἀγανακτῆσαι, καὶ τὸν ἔπαρχον Προκόπιον τύψαι καὶ διαδέξασθαι ὡς τοῦτο καταδεξάμενον. τοὺς δὲ λοιποὺς πάντας τυφλώσας ἐξώρισεν, οὓς καὶ καθ' ἕκαστον ἔτος ἀποστέλλων ὁ ἀπονοίας ἀνάμεστος ἐν οἷς ὑπῆρχον τόποις ἀνὰ ρʹ βουνεύρων ἐκέλευσε τύπτεσθαι. τῇ δὲ λʹ τοῦ αὐτοῦ Αὐγούστου μηνὸς τῆς αὐτῆς δʹ ἰνδικτιῶνος ἐμάνη ὁ δυσώνυμος κατὰ τοῦ συνωνύμου αὐτοῦ καὶ σύμφρονος πατριάρχου· καὶ εὑρών τινας κληρικούς τε καὶ μοναχοὺς καὶ λαϊκοὺς μύστας αὐτοῦ καὶ φίλους παρεσκεύασεν εἰπεῖν αὐτούς, ὅτι" ἠκούσαμεν τοῦ πατριάρχου λαλοῦντος μετὰ τοῦ Ποδοπαγούρου κατὰ τοῦ βασιλέως." καὶ ἀπέστειλεν αὐτοὺς πρὸς αὐτὸν ἐν τῷ πατρι439 αρχείῳ, ἵνα ἐλέγξωσιν αὐτόν. ἐν δὲ τῷ ἐκεῖνον ἀρνεῖσθαι ἐποίησεν αὐτοὺς ὀμόσαι εἰς τὰ τίμια ξύλα, ὅτι" ἐκ τοῦ πατριάρχου ἠκούσαμεν τὰς λοιδορίας ταύτας." ἐν τούτοις οὖν ἀποστείλας ἐβούλλωσε τὸ πατριαρχεῖον· καὶ τοῦτον ἐξώρισεν ἐν τῇ Ἱερείᾳ καὶ πάλιν ἐν τῇ Πριγκίπῳ. Κωνσταντινουπόλεως ἐπίσκοπος Νικήτας ἔτη ιδʹ. ι ʹ. ιβʹ. εʹ. αʹ. Τούτῳ τῷ ἔτει Ἀβδελᾶς Ἰβιναλὶμ τέθνηκεν, πτωθέντος ἐπ' αὐτὸν τοῦ πύργου, ἐν ᾧ ἐφρουρεῖτο· ὁ δὲ Ἀβδελᾶς ἀμηρεύων πολλὰ κακὰ τοῖς ὑπὸ τὴν ἀρχὴν αὐτοῦ Χριστιανοῖς ἐνεδείξατο. τούς τε γὰρ σταυροὺς τῶν ἐκκλησιῶν ἀφεῖλεν, καὶ παννυχεύειν ἐκώλυσε καὶ ἐκμανθάνειν τὰ ἑαυτῶν γράμματα. οἱ δὲ λεγόμενοι παρ' αὐτοῖς Ἀρουρῖται, ὃ ἑρμηνεύεται ζηλωταί, κατὰ τὴν Παλμυρηνὴν ἐπανέστησαν ἔρημον. ἀλλ' ἐκείνων μὲν ἡ κακία πρὸς τὰς τοῦ θεοῦ ἐκκλησίας ὡς ἀπίστων προφανής. ὁ δὲ Χριστιανῶν βασιλεύων ἀφάτοις θεοῦ κρίμασιν ἴσως, ὡς τοῦ Ἰσραὴλ ὁ μανιώδης Ἀχαάβ, πολλῷ χείρονα τῆς τῶν Ἀράβων μανίας τοῖς ὑπὸ τὴν βασιλείαν αὐτοῦ ὀρθοδόξοις ἐπισκόποις καὶ μοναχοῖς καὶ λαϊκοῖς, ἄρχουσί τε καὶ ἀρχομένοις ἐπεδείξατο, πανταχοῦ μὲν τὰς πρεσβείας τῆς ἁγίας παρθένου καὶ θεοτόκου καὶ πάντων τῶν ἁγίων ἐγγράφως ὡς ἀνωφελεῖς καὶ ἀγράφως ἀποκηρύττων, δι' ὧν ἡμῖν πηγάζει πᾶσα βοήθεια, καὶ τὰ ἅγια λείψανα αὐτῶν κατορύττων καὶ ἀφανῆ ποιῶν, εἴ πού τινος ἐπισήμου ἠκούετο, πρὸς ὑγείαν ψυχῶν καὶ σωμάτων ἀνακείμενον καί, ὡς ἔθος, ὑπὸ τῶν εὐσεβούντων τιμώμενον· αὐτίκα γοῦν θάνατος κατὰ τῶν τοιούτων ὡς ἀσεβούντων ἠπειλεῖτο, δημεύσεις τε καὶ ἐξορίαι καὶ βάσανοι, τὸ δὲ θεοχαρίτωτον λείψανον, οἷά τις θησαυρὸς τῶν ἐχόντων, ἐπαίρετο ἀφανὲς τοῦ λοιποῦ γενόμενον. τοιοῦτον γοῦν τι καὶ εἰς τὸ τιμαλφέστατον λείψανον τῆς πανευφήμου μάρτυρος Εὐφημίας ὁ ἀνόσιος βασιλεὺς διεπράξατο βυθίσας αὐτὸ σὺν τῇ λάρνακι, μὴ φέρων ὁρᾷν μυροδοτοῦσαν αὐτὴν ἐπὶ παντὸς τοῦ λαοῦ καὶ ἐλέγχουσαν αὐτοῦ τὰ κατὰ τῶν πρεσβειῶν τῶν ἁγίων ληρήματα. ἀλλ' ὁ θεὸς ὁ φυλάσσων τὰ ὀστᾶ τῶν εὐαρεστούντων αὐτῷ, κατὰ τὰ λόγια, ἀσινὲς τοῦτο διεφύλαξε πάλιν ἀναδείξας αὐτὸ

Intertext edge

Open linked passage

Note