Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophanes-abbot-and-confessor" aria-label="More works by Theophanes Abbot and Confessor">
—
⋯
Original / primary: Pg Scrape Grc
440.1.1
ἐν τῇ Λήμνῳ νήσῳ. διὰ γὰρ νυκτερινῆς ὁράσεως κείμενον ἀρθῆναι προσέταξε καὶ φυλάττεσθαι. ἐπὶ δὲ Κωνσταντίνου καὶ Εἰρήνης τῶν εὐσεβῶν βασιλέων, ἰνδικτιῶνι δʹ, μετὰ τῆς πρεπούσης τιμῆς ἐπανῆλθεν ἐν τῷ τεμένει αὐτῆς, ὃ αὐτὸς μὲν ὡς τῶν ἐκκλησιῶν ἐχθρὸς κοινώσας ἀρμαμέντον καὶ κοπροθέσιον ἐποίησεν, αὐτοὶ δὲ ἀνακαθήραντες τοῦτο πάλιν καθιέρωσαν πρὸς ἔλεγχον μὲν τῆς τούτου ἀθεότητος, ἔνδειξιν δὲ τῆς τούτων θεοσεβείας. τοῦτο δὲ τὸ θαυμαστὸν καὶ ἀξιόγραφον θαῦμα μετὰ χρόνους κβʹ τῆς τοῦ παρανόμου τελευτῆς σὺν τοῖς εὐσεβεστάτοις βασιλεῦσι καὶ Ταρασίῳ τῷ ἁγιωτάτῳ πατριάρχῃ ἡμεῖς τεθεάμεθα καὶ σὺν αὐτοῖς κατησπασάμεθα ὡς ἀνάξιοι μεγάλης ἀξιωθέντες χάριτος. τῇ δὲ ι ʹ τοῦ Νοεμβρίου μηνὸς τῆς αὐτῆς εʹ ἰνδικτιῶνος ψήφῳ τοῦ βασιλέως χειροτονεῖται Νικήτας ὁ ἀπὸ Σκλάβων εὐνοῦχος ἀθέσμως πατριάρχης Κωνσταντινουπόλεως. καὶ ἐγένετο ἀβροχία, ὥστε μηδὲ δρόσον πεσεῖν ἐκ τοῦ οὐρανοῦ· καὶ ἐξέλιπε παντελῶς τὸ ὕδωρ ἐκ τῆς πόλεως. καὶ ἤργησαν τά τε δοχεῖα καὶ τὰ λουτρά, οὐ μὴν δὲ καὶ τὰ πηγαῖα νάματα τὰ ἀεννάως ῥέοντα πρότερον· τοῦτο ἰδὼν ὁ βασιλεὺς ἤρξατο ἀνακαινίζειν τὸν Οὐαλεντινιανοῦ ἀγωγὸν μέχρι Ἡρακλείου χρηματίσαντα καὶ ὑπὸ τῶν Ἀβάρων καταστραφέντα, ἐπιλεξάμενος δὲ ἐκ διαφόρων τόπων τεχνίτας ἤγαγεν ἀπὸ μὲν Ἀσίας καὶ ἀπὸ τοῦ Πόντου οἰκοδόμους α καὶ χρίστας σʹ, ἀπὸ δὲ τῆς Ἑλλάδος καὶ τῶν νησίων ὀστρακαρίους φʹ, ἐξ αὐτῆς δὲ τῆς Θρᾴκης ὀπέρας ε καὶ κεραμοποιοὺς σʹ· καὶ ἐπέστησεν αὐτοῖς ἄρχοντας ἐργοδιώκτας καὶ ἕνα τῶν πατρικίων. καὶ οὕτω τελεσθέντος τοῦ ἔργου εἰσῆλθε τὸ ὕδωρ ἐν τῇ πόλει. τῇ δ' αὐτῇ εʹ ἰνδικτιῶνι προβάλλεται στρατηγοὺς ὁμόφρονας αὐτοῦ καὶ τῆς κακίας αὐτοῦ ἐπαξίους ἐργάτας, Μιχαὴλ μὲν τὸν Μελισσηνὸν ἐν τῷ θέματι τῶν ἀνατολικῶν, καὶ Μιχαὴλ τὸν Λαχανοδράκοντα εἰς Θρᾳκησίους, εἰς δὲ Βουκελλαρίους Μάνην, τὸν τῆς κακίας ἐπώνυμον. καὶ τίς ἱκανὸς διηγεῖσθαι τὰ τούτων ἀνοσιουργήματα, ἃ μερικῶς ἐν τοῖς ἰδίοις τόποις συγγράψομεν; πάντα γὰρ κατὰ μέρος συγγράφειν τὰ τούτων ἔργα πρὸς θεραπείαν τοῦ κρατοῦντος γινόμενα οὐδ' αὐτὸν 441 οἶμαι τὸν κόσμον χωρήσειν τὰ γραφόμενα βιβλία, εὐαγγελικῶς εἰπεῖν οἰκειότερον. Ῥώμης ἐπίσκοπος Στέφανος ἔτη
440.2.1
κζʹ. ιγʹ. αʹ. βʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ ʹ, ἰνδικτιῶνος ʹ, ἤχθη Κωνσταντῖνος ὁ ψευδώνυμος πατριάρχης ἀπὸ τῆς Πριγκίπου νήσου· καὶ ἔδειρεν αὐτὸν ὁ τύραννος Κωνσταντῖνος, ὡς μὴ ἰσχύειν αὐτὸν βαδίσαι. ἐκέλευσε δὲ αὐτὸν εἰς φορεῖον βασταχθῆναι, καὶ ἀπελθόντα καθίσαι ἐν τῇ σολαίᾳ τῆς μεγάλης ἐκκλησίας. καὶ ἀσηκρήτης ἦν σὺν αὐτῷ βαστάζων τόμον χάρτου, ἐν ᾧ ἦν γεγραμμένα τὰ τούτου αἴτια. παντὸς δὲ τοῦ λαοῦ τῆς πόλεως ἐκ διαταγῆς βασιλικῆς ἐκεῖσε ἀθροισθέντος καὶ ὁρῶντος, ὑπανεγινώσκετο ὁ χάρτης εἰς ἐπήκοον παντὸς τοῦ λαοῦ. καὶ κατὰ ἓν κεφάλαιον ἔπαιεν αὐτοῦ τὸ πρόσωπον ὁ ἀσηκρήτης, τοῦ πατριάρχου Νικήτα ἐν τῷ συνθρόνῳ καθεζομένου καὶ θεωροῦντος. μετὰ δὲ τοῦτο ἀναβιβάσαντες αὐτὸν ἐν τῷ ἄμβωνι καὶ στήσαντες ὄρθιον, ἔλαβε Νικήτας τὸν χάρτην, καὶ ἀποστείλας ἐπισκόπους καὶ λαβὼν τὸ ὠμοφόριον αὐτοῦ ἀνεθεμάτισεν αὐτόν· καὶ ἐπονομάσαντες Σκοτίοψιν ἐξέωσαν αὐτὸν ὀπισθοφανῶς τῆς ἐκκλησίας. τῇ δὲ ἑξῆς ἡμέρᾳ ἱπποδρομίας οὔσης, ἐψίλωσαν αὐτοῦ τὴν ὄψιν καὶ ἐγύμνωσαν αὐτοῦ τὴν γενειάδα καὶ τὰς τῆς κεφαλῆς τρίχας καὶ τῶν ὀφρύων, καὶ ἐνδύσαντες αὐτὸν σηρικὸν καὶ ἀμανίκωτον κονδὸν ἐκάθισαν αὐτὸν ἐπὶ ὄνου σαγματωμένου ἐξανάστροφα κρατοῦντα τὴν οὐρὰν αὐτοῦ, καὶ ἐξήνεγκαν διὰ τοῦ διϊππίου εἰς τὸ ἱπποδρόμιον, τοῦ λαοῦ παντὸς καὶ τοῦ δήμου ἀνασκάπτοντος καὶ ἐμπτύοντος αὐτόν. ἔσυρε δὲ τὸν ὄνον Κωνσταντῖνος ὁ ἀνεψιὸς αὐτοῦ ῥινοκοπημένος. ἐλθόντος δὲ αὐτοῦ ἐν τοῖς δήμοις, κατῆλθον καὶ ἐνέπτυσαν καὶ κόνιν ἐπέρριπτον ἐπ' αὐτόν. ἐνέγκαντες δὲ αὐτὸν εἰς τὸ στάμα ἔρριψαν αὐτὸν ἐκ τοῦ ὄνου καὶ ἐπάτησαν τὸν τράχηλον αὐτοῦ· καὶ καθίσαντες αὐτὸν ἀπέναντι τῶν δήμων, ἤκουε παρ' αὐτῶν σκωπτικοὺς λόγους ἕως τῆς ἀπολύσεως τοῦ ἱππικοῦ. καὶ τῇ 442 ιεʹ τοῦ αὐτοῦ μηνὸς ἀποστέλλει πρὸς αὐτὸν τοὺς πατρικίους καὶ δηλοῖ αὐτῷ, ὅτι·" τί λέγεις περὶ τῆς πίστεως ἡμῶν καὶ τῆς συνόδου ἧς ἐποιήσαμεν;" ὁ δὲ ματαιωθεὶς τὰς φρένας ἀπεκρίθη, ὅτι" καλῶς καὶ πιστεύεις καὶ τὴν σύνοδον πεποίηκας," οἰόμενος διὰ τούτου πάλιν ἐξευμενίσασθαι αὐτόν· οἱ δὲ εὐθυβόλως ἀποκριθέντες εἶπον·" ἡμεῖς τοῦτο ἠθέλομεν ἀκοῦσαι ἐκ τοῦ μιαροῦ σου στόματος· ἀπὸ δὲ τοῦ νῦν ἄπελθε εἰς τὸ σκότος καὶ εἰς τὸ ἀνάθεμα." καὶ οὕτω λαβὼν τὴν ἀπόφασιν ἀπεκεφαλίσθη εἰς τὸ Κυνήγιον. καὶ τὴν μὲν κεφαλὴν αὐτοῦ ἐκ τῶν ὤτων δήσαντες ἐπὶ τρισὶν ἡμέραις ἐν τῷ Μιλίῳ ἐκρέμασαν εἰς ἔνδειξιν τοῦ λαοῦ. τὸ δὲ σῶμα αὐτοῦ δήσαντες καλωδίῳ τὸν πόδα, διὰ τῆς Μέσης σύραντες εἰς τὰ Πελαγίου μετὰ τῶν βιοθανάτων ἔρριψαν· ὁμοίως καὶ τὴν κεφαλὴν αὐτοῦ μετὰ τὰς τρεῖς ἡμέρας ἐκεῖσε ἀπαγαγόντες ἔρριψαν. ὢ τῆς ἀλογίας καὶ ὠμότητος καὶ ἀσπλαγχνίας τοῦ ἀνημέρου θηρός. οὐκ ᾐδέσθη τὴν ἁγίαν κολυμβήθραν ὁ ἄθλιος; δύο γὰρ τέκνα αὐτοῦ τῆς τρίτης γυναικὸς ἐν ταῖς ἀγκάλαις αὐτοῦ δεξάμενος ἦν. πάντοτε μὲν οὖν θηριώδης τὸν τρόπον καὶ ἀνήμερος ἦν. ἀπὸ δὲ τούτου τοῦ χρόνου πλείονι μανίᾳ κατὰ τῶν ἁγίων ἐκκλησιῶν ἐχρήσατο. ἀποστείλας γὰρ κατήνεγκε Πέτρον τὸν ἀοίδιμον στυλίτην ἀπὸ πέτρας, καὶ μὴ ὑπείξαντα τοῖς δόγμασιν αὐτοῦ ζῶντα δήσας τῶν ποδῶν ἐν τοῖς Πελαγίου καὶ τοῦτον διὰ τῆς Μέσης συρόμενον ἐκέλευσε ῥιφῆναι, ἄλλους ἐν σάκκοις δεσμῶν καὶ λίθοις προσαρτίζων ἐν τῷ πελάγει ῥίπτεσθαι προσέταττεν, τυφλόνων, ῥινοκοπῶν, μάστιξι ξαίνων, καὶ πᾶν εἶδος κολάσεως κατὰ τῶν εὐσεβούντων ἐπινοῶν· καὶ ἐν μὲν τῇ πόλει δι' ἑαυτοῦ ταῦτα ἔδρα καὶ τῶν ὁμοφρόνων αὐτοῦ, Ἀντωνίου, φημί, πατρικίου καὶ δομεστίκου τῶν σχολῶν καὶ Πέτρου μαγίστρου καὶ τοῦ ἐκπαιδευθέντος ὑπ' αὐτοῦ λαοῦ τῶν ταγμάτων, ἐν δὲ τοῖς ἔξω θέμασι διὰ τῶν προρρηθέντων στρατηγῶν. αὐτὸς δὲ κιθαρῳδίαις ἔχαιρε καὶ συμποσιασμοῖς, αἰσχρολογίαις τε καὶ ὀρχησμοῖς ἐκπαιδεύων τοὺς περὶ αὐτόν. καὶ εἴ πού τις συμπίπτων ἢ ἀλγῶν τὴν συνήθη Χριστιανοῖς ἀφῆκε φωνήν, τὸ" θεοτόκε βοήθει," ἢ παννυχεύων ἐφωράθη ἢ ἐκκλησίαις προσεδρεύων ἢ εὐλαβείᾳ συζῶν ἢ μὴ ὅρκοις χρώμενος ἀφειδῶς, ὡς ἐχθρὸς τοῦ βασιλέως ἐκολάζετο 443 καὶ ἀμνημόνευτος ὠνομάζετο. μοναστήρια δὲ τὰ εἰς δόξαν θεοῦ καὶ τῶν σωζομένων καταφύγια οἴκους κοινοὺς καθίστα τῶν ὁμοφρόνων αὐτῷ στρατιωτῶν. τὴν γοῦν Δαλμάτου πρώτιστον οὖσαν ἐν τοῖς κοινοβίοις τοῦ Βυζαντίου στρατιώταις εἰς κατοικίαν δέδωκεν, τὰ Καλλιστράτου τε λεγόμενα καὶ τὴν Δίου μονὴν καὶ τὰ Μαξιμίνου ἄλλους τε μοναστῶν ἱεροὺς οἴκους καὶ παρθενῶνας ἐκ βάθρων κατέλυσεν. τοὺς δὲ μοναχικὸν βίον ἀναλαβέσθαι ἐπιτηδεύσαντας ἐκ τῶν ἐπισήμων ἐν στρατείᾳ ἢ ἐν τέλει, καὶ μάλιστα τοὺς ἐγγίζοντας αὐτῷ καὶ μύστας γεγονότας τῶν αὐτοῦ ἀσελγειῶν καὶ ἀρρητοποιϊῶν θανάτῳ καθυπέβαλεν ὑπονοούμενος τὴν ἐκ τῶν ἐξαγορεύσεων προσγινομένην αὐτῷ αἰσχύνην· διά τοι τοῦτο καὶ Στρατήγιον, τὸν τοῦ Ποδοπαγούρου ἀδελφόν, ἀστεῖον ὄντα τῷ εἴδει προσλαβόμενος, (ἐφίλει γὰρ προσοικειοῦσθαι τοῖς τοιούτοις διὰ τὰς ἀκολασίας αὐτοῦ) αἰσθόμενός τε αὐτὸν ἀηδῶς ἔχοντα πρὸς τὰς ἀθεμίτους ἀνδρομανίας αὐτοῦ καὶ τῷ μακαρίῳ Στεφάνῳ, τῷ ἐγκλείστῳ τοῦ ἁγίου Αὐξεντίου, ταύτας ἐξαγορεύοντα σωτηρίας τε φάρμακα λαμβάνοντα, ὡς ἐπίβουλον αὐτοῦ τοῦτον διαφημίσας σὺν τῷ ἐγκλείστῳ, ὡς προλέλεκται, ἀνεῖλεν. ἐποίησε δὲ εὐθηνῆσαι τὰ εἴδη ἐν τῇ πόλει τῷ χρόνῳ τούτῳ. νέος γὰρ Μίδας γενόμενος τὸν χρυσὸν ἀπεθησαύρισε καὶ τοὺς γεωργοὺς ἐγύμνωσεν, καὶ διὰ τὴν τῶν φόρων ἀπαίτησιν ἠναγκάζοντο οἱ ἄνθρωποι τὰς τοῦ θεοῦ χορηγίας εὐώνως πιπράσκειν. τῷ δ' αὐτῷ ἔτει Νικήτας, ὁ ψευδώνυμος πατριάρχης, τὰς ἐν τῷ πατριαρχείῳ εἰκόνας τοῦ μικροῦ σεκρέτου διὰ μουσείου οὔσας ἔξεσεν, καὶ τοῦ μεγάλου σεκρέτου τῆς τροπικῆς ἐξ ὑλογραφίας οὔσας κατήνεγκεν, καὶ τῶν λοιπῶν εἰκόνων τὰ πρόσωπα ἔχρισεν· καὶ ἐν τῷ Ἀβραμιαίῳ δὲ ὁμοίως πεποίηκεν. κηʹ. ιδʹ. βʹ.
440.3.1
Τούτῳ τῷ ἔτει ἔστεψεν ὁ βασιλεὺς τὴν ἑαυτοῦ γυναῖκα Εὐδοκίαν ὁ τρίγαμος τρίτην οὖσαν αὐγούσταν ἐν τῷ τριβουναλίῳ τῶν ιθʹ ἀκουβίτων τῇ αʹ τοῦ Ἀπριλλίου μηνός, ἰνδικτιῶνος ζʹ, ἡμέρᾳ σαββάτῳ, καὶ τοὺς ἐξ αὐτῆς δύο υἱοὺς αὐτοῦ, Χριστοφόρον καὶ 444 Νικηφόρον, τῇ ἐπαύριον, ἥτις ἦν βʹ τοῦ Ἀπριλλίου μηνὸς ἡμέρα κυριακὴ τοῦ ἁγίου πάσχα, προεβάλετο καίσαρας ἐν τῷ αὐτῷ τριβουναλίῳ, τοῦ πατριάρχου ποιήσαντος τὴν εὐχήν, καὶ τοῦ βασιλέως ἐπιθέντος αὐτοῖς τάς τε χλαίνας καὶ τὰ καισαρίκια περικεφάλαια· ὡσαύτως καὶ Νικήταν, τὸν ἔσχατον ἀδελφὸν αὐτῶν, ποιήσας νοβελίσιμον ἐπέθηκεν αὐτῷ χλαῖναν χρυσῆν καὶ τὸν στέφανον. καὶ οὕτω προῆλθον ῥίπτοντες οἱ βασιλεῖς ὑπατείαν τριμίσια καὶ σημίσια καὶ νομίσματα καινούργια ἕως τῆς μεγάλης ἐκκλησίας. κθʹ. ιεʹ. γʹ. δʹ. Τούτῳ τῷ ἔτει ἐγένετο καταλλαγὴ ἐν Συρίᾳ, ἄνθρωπον πρὸς ἄνθρωπον καὶ γυναῖκα πρὸς γυναῖκα καὶ παιδίον ὁμοίως πρὸς παιδίον· καὶ ἐπέτρεψεν ὁ Ἀβδελᾶς τοὺς πώγωνας αὐτῶν ξυρισθῆναι καὶ γενέσθαι καμηλαύκια πήχεος μιᾶς ἥμισυ. παρεκάθισε δὲ ὁ Ἀβδελᾶς τὸ Κάμαχον μετὰ πʹ χιλιάδων ὅλον τὸ θέρος καὶ μηδὲν ἀνύσας ὑπέστρεψε κατῃσχυμμένος. τῇ δὲ αʹ τοῦ Νοεμβρίου μηνὸς τῆς ηʹ ἰνδικτιῶνος εἰσῆλθεν Εἰρήνη ἐξ Ἀθηνῶν ἐλθοῦσα ἀπὸ τῆς Ἱερείας ἐν τῇ βασιλευούσῃ πόλει δρομώνων καὶ χελανδίων πλείστων ἐστολισμένων σηρικοῖς παλλίοις, καὶ τῶν τῆς πόλεως προυχόντων σὺν γυναιξὶ προσαπαντώντων καὶ προαγόντων αὐτῇ. καὶ τῇ γʹ τοῦ αὐτοῦ Νοεμβρίου μηνὸς τοῦ πατριάρχου ἐλθόντος ἐν τῷ παλατίῳ ἐν τῇ ἐκκλησίᾳ τοῦ Φάρου ἐγένετο τὰ πρὸς τὴν αὐτὴν Εἰρήνην τοῦ βασιλέως Λέοντος σπόνζα· καὶ τῇ ιζʹ τοῦ Δεκεμβρίου μηνὸς ἐστέφθη ἐν τῷ τρικλίνῳ τοῦ Αὐγουστέως ἡ βασίλισσα Εἰρήνη, καὶ ἀπελθοῦσα ἐν τῷ εὐκτηρίῳ τοῦ ἁγίου Στεφάνου ἐν τῇ Δάφνῃ ἔλαβε τὰ τοῦ γάμου στέφανα σὺν τῷ τοῦ Κωνσταντίνου υἱῷ Λέοντι τῷ βασιλεῖ. Ῥώμης ἐπίσκοπος Ἀδριανὸς ἔτη κζʹ. λʹ. ι ʹ. αʹ. εʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Βανάκας τὴν Ῥωμανίαν καὶ πολλοὺς ᾐχμαλώτευσεν· καὶ Ῥωμαῖοι εἰσῆλθον εἰς τὴν τετάρτην Ἀρμενίαν καὶ 445 ἐσκύλευσαν αὐτήν. τελευτᾷ δὲ ὁ Σάλεχ, καὶ μετεποιήθη Γερμανίκεια εἰς Παλαιστίνην. Τῷ δ' αὐτῷ ἔτει μιμησάμενος ὁ Λαχανοδράκων τὸν διδάσκαλον αὐτοῦ πάντα μοναχὸν καὶ μονάστριαν τοὺς ὑπὸ τὸ θέμα τῶν Θρᾳκησίων ὄντας συνῆξεν εἰς Ἔφεσον καὶ ἐξαγαγὼν αὐτοὺς εἰς πεδίον λεγόμενον Τζουκανιστῆριν ἔφη πρὸς αὐτούς, ὅτι" ὁ μὲν βουλόμενος τῷ βασιλεῖ πειθαρχεῖν καὶ ἡμῖν ἐνδυσάσθω στολὴν λευκὴν καὶ λαβέτω γυναῖκα τῇ ὥρᾳ ταύτῃ, οἱ δὲ τοῦτο μὴ ποιοῦντες τυφλούμενοι εἰς Κύπρον ἐξορισθήσονται." καὶ ἅμα τῷ λόγῳ τὸ ἔργον ἐτελέσθη, καὶ πολλοὶ μάρτυρες ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀνεδείχθησαν, πολλοὶ δὲ καὶ λειποτακτήσαντες ἀπώλοντο, οὓς καὶ ᾠκειοῦτο ὁ Δράκων. τῇ δὲ αὐτῇ θʹ ἰνδικτιῶνι, Ἰαννουαρίῳ μηνὶ ιδʹ, ἐτέχθη Λέοντι τῷ βασιλεῖ καὶ Εἰρήνῃ υἱός, καὶ ὠνομάσθη Κωνσταντῖνος, ζῶντος ἔτι Κωνσταντίνου τοῦ πάππου αὐτοῦ. λαʹ. ιζʹ. βʹ. ʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Βανάκας τὴν Ῥωμανίαν καὶ κατελθὼν ἀπὸ Ἰσαυρίας εἰς τὸ κάστρον Συκῆς παρεκάθισεν αὐτό. ἀκούσας δὲ ὁ βασιλεὺς ἔγραψε πρὸς Μιχαήλ, τὸν στρατηγὸν τῶν ἀνατολικῶν, καὶ πρὸς Μάνην, τὸν τῶν Βουκελλαρίων καὶ Βαρδάνην τὸν τῶν Ἀρμενιάκων. καὶ ἐλθόντες ἐκράτησαν τὴν ἔξοδον αὐτῶν κλεισοῦραν οὖσαν δύσβατον πάνυ. ὁ δὲ στόλος τῶν Κιβυραιωτῶν καταλαβὼν μετὰ Πετρωνᾶ [πρωτο] σπαθαρίου καὶ στρατηγοῦ αὐτῶν ὥρμησεν ἐν τῷ λιμένι τοῦ κάστρου. ὁ δὲ Βανάκας ἰδὼν καὶ ἀπογνοὺς ἑαυτοῦ παραθαρρύνει καὶ προθυμοποιεῖ τοὺς ἑαυτοῦ, καὶ ἀνελθὼν πρὸς τὰ καβαλλαρικὰ θέματα ἠλάλαξε καὶ τρέπει αὐτούς, καὶ ἀποκτείνας πολλοὺς καὶ αἰχμαλωτεύσας πάντα τὰ περίχωρα ἐκεῖνα ὑπέστρεψε μετὰ σκύλων πολλῶν. Τῷ δ' αὐτῷ ἔτει ὁ τῶν Θρᾳκησίων στρατηγὸς Μιχαὴλ ὁ Λαχανοδράκων ἀποστείλας Λέοντα τὸν νοτάριον αὐτοῦ, τὸν ἐπιλεγόμενον Κουλούκην, καὶ Λέοντα ἀπὸ ἀββάδων τὸν Κουτζοδάκτυλον, ἔπρασε 446 πάντα τὰ μοναστήρια ἀνδρεῖά τε καὶ γυναικεῖα καὶ πάντα τὰ ἱερὰ σκεύη καὶ βιβλία καὶ κτήνη, καὶ ὅσα ἦν εἰς ὑπόστασιν αὐτῶν, καὶ τὰς τούτων τιμὰς εἰσεκόμισε τῷ βασιλεῖ. ὅσα δὲ εὗρε μοναχικὰ καὶ πατερικὰ βιβλία πυρὶ κατέκαυσεν. καὶ εἴ που λείψανον ἁγίου ἐφάνη τις ἔχων εἰς φυλακτήριον, καὶ τοῦτο τῷ πυρὶ παρέδωκεν, τὸν δὲ ἔχοντα αὐτὸ ὡς ἀσεβοῦντα ἐκόλαζεν. καὶ πολλοὺς μὲν τῶν μοναχῶν διὰ μαστίγων ἀνήλωσεν, ἔστι δὲ οὓς διὰ ξίφους, ἀναριθμήτους δὲ ἐτύφλωσεν. καὶ τῶν μὲν τὰς ὑπήνας κηρελαίῳ ἀλείφων ὑφῆπτε πῦρ καὶ οὕτω τά τε πρόσωπα αὐτῶν καὶ τὰς κεφαλὰς κατέκαιεν, τοὺς δὲ μετὰ πολλὰς βασάνους ταῖς ἐξορίαις παρέπεμπεν. καὶ τέλος οὐκ εἴασεν εἰς ὅλον τὸ ὑπ' αὐτὸν θέμα ἕνα ἄνθρωπον μοναδικὸν περιβεβλημένον σχῆμα. ὃ καὶ μαθὼν ὁ μισάγαθος βασιλεὺς ἔγραψεν αὐτῷ εὐχαριστίας λέγων, ὅτι" εὗρόν σε ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιεῖς πάντα τὰ θελήματά μου." τοῦτον οὖν μιμησάμενοι καὶ οἱ λοιποὶ τὰ ὅμοια διεπράττοντο. λβʹ. ιηʹ. γʹ. ζʹ. Τούτῳ τῷ ἔτει ἀπέστειλεν ὁ Ἀβδελᾶς εἰς Ἀφρικὴν τὸν Μουαλάβιτον μετὰ πολλοῦ στρατοῦ, καὶ εἰσῆλθεν ὁ Ἀλφαδὰλ Βαδινὰρ εἰς Ῥωμανίαν καὶ ἔλαβεν αἰχμαλώτους πεντακοσίους. οἱ δὲ Μομψουεστεῖς συναντηθέντες αὐτοῖς καὶ πολεμήσαντες ἀπέκτειναν ἐκ τῶν Ἀράβων χιλίους. ὁ δὲ Ἀβδελᾶς ἀπελθὼν εἰς τὰ Ἱεροσόλυμα ἐπενήστευσε καὶ ἐπέτρεψε γραφῆναι τοὺς Χριστιανοὺς καὶ τοὺς Ἑβραίους εἰς τὰς χεῖρας. καὶ πολλοὶ τῶν Χριστιανῶν διὰ θαλάσσης ἔφυγον εἰς Ῥωμανίαν. ἐκρατήθη δὲ ὁ Κούρικος Σέργιος ἔξωθεν Συκῆς, καὶ ὁ Λαχέρβαφος [Σέργιος] εἰς Κύπρον ἐκ προσώπου ὢν τῶν ἐκεῖσε. λγʹ. ιθʹ. δʹ. ηʹ. Τούτῳ τῷ ἔτει μηνὶ Μαΐῳ ἰνδικτιῶνος ιβʹ ἐκίνησε Κωνσταντῖνος στόλον χελανδίων β κατὰ Βουλγαρίας καὶ εἰσελθὼν καὶ αὐτὸς εἰς τὰ Ῥούσια χελάνδια ἀπεκίνησε πρὸς τὸ εἰσελθεῖν εἰς τὸν Δανοῦβιν ποταμὸν καταλιπὼν καὶ τοὺς τῶν καβαλλαρικῶν θεμάτων στρατηγοὺς ἔξω τῶν κλεισουρῶν, εἴ πως δυνηθῶσι τῶν Βουλγάρων 447 εἰς αὐτὸν ἀσχολουμένων εἰσελθεῖν εἰς Βουλγαρίαν. ἐλθόντος δὲ αὐτοῦ ἕως τῆς Βάρνας, ἐδειλίασε καὶ ἐμελέτα ὑποστρέψαι. ἰδόντες δὲ οἱ Βούλγαροι καὶ δειλιάσαντες ἀπέστειλαν βοϊλᾶν καὶ Τζιγάτον, αἰτούμενοι εἰρήνην γενέσθαι. οὓς ἰδὼν ὁ βασιλεὺς καὶ περιχαρὴς γενόμενος ἐποίησεν εἰρήνην· καὶ ὤμοσαν ἀλλήλοις, μήτε Βουλγάρους ἐξελθεῖν κατὰ Ῥωμανίας, μήτε τὸν βασιλέα ἐπιτηδεῦσαι εἰσελθεῖν εἰς Βουλγαρίαν. καὶ ἐποίησαν ἔγγραφα ἐπὶ τούτῳ πρὸς ἀλλήλους. καὶ ὑποστρέψας ὁ βασιλεὺς εἰσῆλθεν ἐν τῇ πόλει ταξάτους ἀφεὶς ἐκ πάντων τῶν θεμάτων καὶ εἰς τὰ κάστρα ἅπερ ἔκτισεν. τῷ δὲ Ὀκτωβρίῳ μηνὶ τῆς ιαʹ ἰνδικτιῶνος ἐδέξατο μανδάτον ὁ βασιλεὺς ἀπὸ Βουλγαρίας ἐκ τῶν κρυπτῶν φίλων αὐτοῦ, ὅτι ἀποστέλλει ὁ κῦρις Βουλγαρίας ιβʹ χιλιάδας λαὸν καὶ βοϊλάδας πρὸς τὸ αἰχμαλωτίσαι τὴν Βερζιτίαν καὶ μεταστῆσαι αὐτοὺς εἰς Βουλγαρίαν. ὁ δὲ πρὸς τὸ μὴ γνωσθῆναι αὐτόν, ὅτι κατὰ Βουλγάρων κινεῖ· ἦσαν γὰρ ἐλθόντες πρὸς αὐτὸν ἀποκρισιάριοι τοῦ κυροῦ Βουλγαρίας, καὶ ἔτι τούτων ὄντων ἐν τῇ πόλει ἐσχηματίσατο κατὰ Ἀράβων κινεῖν· καὶ ἐπέρασαν τά τε φλάμουλα καὶ ἡ ὑπηρεσία. ἀπολύσας δὲ τοὺς ἀποκρισιαρίους καὶ μαθὼν διὰ κατασκόπων τὴν ἔξοδον αὐτῶν, ἐπάρας τὸν στρατὸν ἐν σπουδῇ ἀπεκίνησεν. καὶ ἐπισωρεύσας τοὺς ταξάτους τῶν θεμάτων καὶ τοὺς Θρᾳκησιάνους καὶ ἑνώσας τοῖς τάγμασι τοὺς ὀπτιμάτους ἐποίησεν αὐτοὺς πʹ χιλιάδας. καὶ ἀπελθὼν ἐν τόπῳ λεγομένῳ τὰ Λιθοσώρια ἐπέπεσεν αὐτοῖς ἀπερισαλπίγκτως καὶ τρέψας αὐτοὺς ἐποίησε νῖκος μέγα. καὶ μετὰ πολλῶν λαφύρων καὶ αἰχμαλώτων ὑπέστρεψε θριαμβεύσας ἐν τῇ πόλει, καὶ ἔμπρακτος εἰσελθὼν τὸν πόλεμον τοῦτον ἐπωνόμασεν εὐγενῆ, ὡς μηδενὸς αὐτῷ ἀντιστάντος, μηδὲ σφαγῆς ἢ ἐκχύσεως Χριστιανῶν αἱμάτων γενομένης. λδʹ. κʹ. εʹ. θʹ. Τούτῳ τῷ ἔτει εἰσῆλθον κεφαλαὶ σπʹ ἀπὸ Ἀφρικῆς καὶ ἐπόμπευσαν ἐν Συρίᾳ. ὁ δὲ βασιλεὺς ὡς λύσας τὴν πρὸς τοὺς Βουλγάρους εἰρήνην ἐξώπλισε πάλιν στόλον πολύν. καὶ εἰσαγαγὼν εἰς αὐτὸν καβαλλαρικὸν χιλιάδας ιβʹ ἀπέλυσε τοὺς στρατηγοὺς τῶν πλωϊ448 μάτων πάντας σὺν αὐτῷ. αὐτὸς δὲ φοβηθεὶς ἔμεινεν εἰς τὸ καβαλλαρικόν. εἰσελθόντων δὲ αὐτῶν ἕως τῆς Μεσημβρίας, καὶ ἀνέμου σφοδροῦ βορρᾶ πνεύσαντος, πάντα μικροῦ δεῖν συνετρίβησαν, καὶ πολλοὶ ἀπώλοντο· καὶ ὑπέστρεψε μηδὲν ποιήσας. ὁ δὲ Τελέριγος, ὁ κῦρις Βουλγαρίας, γνοὺς ὅτι ἐκ τῶν οἰκείων αὐτοῦ τὰς βουλὰς αὐτοῦ ὁ βασιλεὺς μανθάνει, γράφει αὐτῷ, ὅτι" βουλῆς εἰμι τοῦ ἐκφυγεῖν καὶ ἐλθεῖν πρός σε. ἀλλὰ πέμψον μοι λόγον ἀπαθείας μου, καὶ τίνας φίλους ἔχεις ἐνταῦθα, ἵνα θαρρήσω αὐτοῖς, καὶ συνδράμωσί μοι." ὁ δὲ κουφότητι ἔγραψεν αὐτῷ, κἀκεῖνος μαθὼν ἐκούρασε πάντας. ὅπερ ἀκούσας Κωνσταντῖνος πολλὰ τὰς πολιὰς αὐτοῦ ἔτιλλεν. λεʹ.
440.4.1
ʹ. ιʹ. Τούτῳ τῷ ἔτει τῆς ιγʹ ἰνδικτιῶνος μηνὶ Αὐγούστῳ ἐξῆλθεν ὁ βασιλεὺς Κωνσταντῖνος κατὰ Βουλγάρων. καὶ δεινῶς κατὰ τῶν σκελῶν θεηλάτῳ πληγῇ ἀνθρακωθεὶς κἀντεῦθεν πυρετῷ σφοδροτάτῳ καὶ ἰατροῖς ἀγνώστῳ δι' ὑπερβάλλουσαν ἔκκαυσιν συσχεθεὶς κατὰ τὴν Ἀρκαδιούπολιν ὑπέστρεψεν, ἐπ' ὤμων ἐν κραββάτῳ φερόμενος κατὰ τῶν ὑπηκόων. καὶ ἐλθὼν ἐν Σηλυμβρίᾳ καὶ ἐμπλωίσας τῇ ιδʹ τοῦ Σεπτεμβρίου μηνὸς τῆς ιδʹ ἰνδικτιῶνος φθάσας ἐν τῷ Στρογγύλῳ καστελλίῳ οἰκτρῶς ἐν τῷ χελανδίῳ θνήσκει βοῶν καὶ λέγων, ὅτι" ζῶν ἔτι πυρὶ ἀσβέστῳ παρεδόθην," τήν τε ἁγίαν παρθένον καὶ θεοτόκον ὑμνεῖσθαι ἐξαιτῶν ὁ ἄσπονδος αὐτῆς ἐχθρός. ἐβασίλευσε δὲ αὐτοκράτωρ μετὰ τὴν τοῦ πατρὸς αὐτοῦ τελευτὴν ἔτη λδʹ, μῆνας βʹ, ἡμέρας κ ʹ. καὶ οὕτω κατέλυσε τὸν βίον αἵμασι πολλοῖς Χριστιανῶν μεμολυσμένος καὶ δαιμόνων ἐπικλήσεσι καὶ θυσίαις διωγμοῖς τε τῶν ἁγίων ἐκκλησιῶν καὶ τῆς ὀρθῆς τε καὶ ἀμωμήτου πίστεως ἔτι τε μοναχῶν ἀναιρέσεσι καὶ κοινώσεσι μοναστηρίων καὶ παντοίοις ὑπερακμάσας κακοῖς οὐχ ἧττον Διοκλητιανοῦ καὶ τῶν πάλαι τυράννων. ἐν δὲ τῷ αὐτῷ μηνὶ θνήσκει καὶ Ἀβδελᾶς, ὁ τῶν Ἀράβων ἀρχηγός. οὗτοι οἱ δύο δεινότατοι θῆρες χρονίως καὶ κατὰ ταὐτὸ τὸ ἀνθρώπινον φῦλον κατανεμόμενοι τεθνήκασι θεοῦ προνοίᾳ, καὶ 449 κρατοῦσι Λέων καὶ Μαδί, οἱ υἱοὶ αὐτῶν. τῷ δ' αὐτῷ ἔτει καὶ ὁ τῶν Λογγιβάρδων ῥὴξ Θεόδοτος ἐν τῇ βασιλίδι ἐληλυθὼς πόλει τῷ βασιλεῖ προσέφυγεν. Κόσμου ἔτη σξηʹ. Τῆς θείας σαρκώσεως ἔτη ψξηʹ. Ῥωμαίων βασιλεὺς Λέων ἔτη εʹ. αʹ. Ἀράβων ἀρχηγὸς Μαδὶ ἔτη θʹ. αʹ. Ῥώμης ἐπίσκοπος Ἀδριανὸς ἔτη κζʹ. ζʹ. Κωνσταντ. ἐπίσκοπος Νικήτας ἔτη ιδʹ. ιαʹ. Τούτῳ τῷ ἔτει ἀποστείλας Μαδὶ τὸν Ἀβασβαλὶ κατὰ Ῥωμανίαςμετὰ δυνάμεως πολλῆς, ἤνοιξε τὸ σπήλαιον τὸ ἐπιλεγόμενον Κάσιν ἀπὸ καπνοῦ, καὶ λαβὼν τοὺς ἐν αὐτῷ αἰχμαλώτους ὑπέστρεψεν. ὁ δὲ βασιλεὺς Λέων ἤρξατο ἁπλοῦσθαι εἰς τὰ καταλειφθέντα αὐτῷ ὑπὸ τοῦ πατρὸς χρήματα καὶ ἐξευμενίσατο τὸν λαὸν καὶ τοὺς ἐν τῇ πόλει· καὶ ἔδοξεν εὐσεβὴς εἶναι πρὸς ὀλίγον χρόνον καὶ φίλος τῆς ἁγίας θεοτόκου καὶ τῶν μοναχῶν· ὅθεν καὶ μητροπολίτας ἐκ τῶν ἀββάδων ἐν τοῖς πρωτίστοις θρόνοις προεβάλετο· στρατεύματά τε ἐποίησε κατὰ θέμα πολλὰ καὶ τὰ τάγματα ἐπηύξησεν· ὅθεν κινηθέντες οἱ τῶν θεμάτων ἄρχοντες εἰσῆλθον πάντες σὺν πολλῷ πλήθει λαοῦ αἰτούμενοι Κωνσταντῖνον τὸν υἱὸν αὐτοῦ εἰς βασιλέα. ὁ δέ, ὡς ἔθος τοῖς βασιλεῦσιν, ἀντεδήλου αὐτοῖς, ὅτι" ὁ υἱός μου μονογενής μοί ἐστιν, καὶ φοβοῦμαι τοῦτο ποιῆσαι, μήπως συμβῇ μοι τὸ ἀνθρώπινον, καὶ νηπίου αὐτοῦ ὄντος θανατώσητε αὐτὸν καὶ ἄλλον προβάλησθε. οἱ δὲ μεθ' ὅρκων ὡμολόγουν πληροφορεῖν αὐτὸν μὴ βασιλευθῆναι ἐκτὸς τοῦ υἱοῦ αὐτοῦ, εἰ καὶ θανεῖν αὐτὸν θελήσῃ ὁ θεός. τοῦτο δὲ ἀπὸ τῆς κυριακῆς τῶν βαΐων ἕως τῆς μεγάλης πέμπτης τοῦ λαοῦ ἐνοχλοῦντος καὶ ἐν τῷ ἱπποδρομίῳ σωρευομένου καὶ αἰτουμένου, τῇ ἁγίᾳ παρασκευῇ ἐκέλευσεν ὀμόσαι αὐτούς. καὶ ὤμοσε πᾶς ὁ λαὸς εἰς τὰ τίμια καὶ ζωοποιὰ ξύλα, οἵ τε τῶν θεμάτων καὶ τῆς συγκλήτου καὶ τῶν ἔσω ταγμάτων καὶ τῶν πολιτῶν πάντων καὶ ἐργαστηριακῶν, τοῦ μὴ δέξασθαι βασιλέα ἐκτὸς Λέοντος καὶ Κωνσταντίνου καὶ τοῦ σπέρματος αὐτῶν, καὶ ἐποίησαν ἔγγραφα καθὼς ὤμοσαν ἰδιόχειρα αὐτῶν· καὶ τῇ ἐπαύριον, ἥ τις ἦν τὸ ἅγιον σάββατον, ἐξῆλθεν ὁ βασιλεὺς εἰς τὸ τριβουνάλιον τῶν ιθʹ ἀκουβί450 των καὶ προεβάλετο νοβελίσιμον Εὐδόκιμον, τὸν ἀδελφὸν αὐτοῦ. τὸν γὰρ Ἄνθιμον ζῶν ὁ πατὴρ προεβάλετο. καὶ προῆλθεν ὁ βασιλεὺς σὺν τοῖς δυσὶ καίσαρσι καὶ τρισὶ νοβελισίμοις καὶ τῷ νέῳ Κωνσταντίνῳ εἰς τὴν μεγάλην ἐκκλησίαν, καὶ ὑπαλλάξας τὴν ἐνδυτήν, ὡς ἔθος ἐστὶ τοῖς βασιλεῦσιν, ἀνῆλθεν ἐν τῷ ἄμβωνι σὺν τῷ υἱῷ αὐτοῦ καὶ τῷ πατριάρχῃ. καὶ εἰσελθὼν πᾶς ὁ λαὸς ἀπέθεντο τὰ ἔγγραφα αὐτῶν ἐν τῇ ἁγίᾳ τραπέζῃ. ὁ δὲ βασιλεὺς διελάλησεν οὕτως·" ἰδού, ἀδελφοί, τὴν αἴτησιν ὑμῶν πληρῶ καὶ δωροῦμαι ὑμῖν τὸν υἱόν μου εἰς βασιλέα. ἰδοὺ ἐκ τῆς ἐκκλησίας καὶ τῆς χειρὸς τοῦ Χριστοῦ αὐτὸν παραλαμβάνετε." οἱ δὲ μεγάλῃ τῇ φωνῇ ἐβόησαν, λέγοντες·" ἀντιφώνησον ἡμᾶς, υἱὲ τοῦ θεοῦ, ὅτι ἐκ τῆς χειρός σου παραλαμβάνομεν τὸν κῦριν Κωνσταντῖνον βασιλέα τοῦ φυλάττειν αὐτὸν καὶ ὑπεραποθνήσκειν αὐτοῦ." καὶ τῇ ἐπαύριον, ἥτις ἦν ἡ μεγάλη κυριακὴ τοῦ πάσχα, μηνὶ Ἀπριλλίῳ κδʹ ἰνδικτιῶνος ιδʹ, ὥρᾳ αὐγῆς, ἐξελθὼν ὁ βασιλεὺς σὺν τῷ πατριάρχῃ ἐν τῷ ἱπποδρομίῳ, καὶ ἐνεχθέντος ἀντιμισσίου, παντὸς τοῦ λαοῦ ὁρῶντος, ἐποίησεν ὁ πατριάρχης τὴν εὐχήν, καὶ ἔστεψεν ὁ βασιλεὺς τὸν υἱὸν αὐτοῦ· καὶ οὕτω προῆλθον ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ οἱ δύο βασιλεῖς σὺν τοῖς δυσὶ καίσαρσι καὶ τρισὶ νοβελισίμοις. προῆλθε δὲ καὶ ἡ βασίλισσα Εἰρήνη μετὰ τὸ προελθεῖν τοὺς βασιλεῖς ὀψικευομένη ὑπὸ τῶν σκήπτρων διὰ τῶν σχολῶν, καὶ ἀνῆλθε διὰ τοῦ ἀναβασίου τῆς Χαλκῆς εἰς τὰ κατηχούμενα τῆς ἐκκλησίας μὴ ἐξελθοῦσα εἰς τὴν μέσην τοῦ ἐμβόλου. τῷ δὲ Μαΐῳ μηνὶ τῆς αὐτῆς ἰνδικτιῶνος διεβλήθη Νικηφόρος, ὁ καῖσαρ καὶ ἀδελφὸς τοῦ βασιλέως, τῷ βασιλεῖ ὡς ἐπιβουλὴν σκευάζων κατ' αὐτοῦ μετὰ σπαθαρίων τινῶν καὶ στρατόρων καὶ ἑτέρων βασιλικῶν ἀνθρώπων· καὶ ποιήσας ὁ βασιλεὺς σιλέντιον ἐν τῇ Μαγναύρᾳ ἀνέθετο τῷ λαῷ τὰ περὶ αὐτοῦ ῥηθέντα. οἱ δὲ ὁμοθυμαδὸν ἀνεβόησαν τοῦ παρασταλῆναι ἀμφοτέρους ἐκ τοῦ μέσου, μὴ μνησθέντες οἱ ἀεὶ ἐπίορκοι ἃ ὤμοσαν τῷ πατρὶ αὐτῶν, μὴ καταδέχεσθαι μετὰ θάνατον αὐτοῦ ἀδικηθῆναι τὰ τέκνα αὐτοῦ. ὁ δὲ βασιλεὺς τοὺς μὲν νεωτερίσαντας 451 δείρας τε καὶ κουρεύσας ἐξώρισεν εἰς Χερσῶνα καὶ τὰ κλίματα ὑπὸ παραφυλακὴν καὶ ἀσφάλειαν. βʹ. βʹ. ηʹ. ιβʹ. Τούτῳ τῷ ἔτει εἰσῆλθε Θουμάμας ὁ τοῦ Βάκα εἰς Ῥωμανίαν καὶ λαβὼν αἰχμαλωσίαν ὑπέστρεψεν. καὶ προσέφυγε Τελέριγος, ὁ τῶν Βουλγάρων κύριος, εἰς τὸν βασιλέα· καὶ ἐποίησεν αὐτὸν πατρίκιον ζεύξας αὐτῷ καὶ τὴν τῆς γυναικὸς αὐτοῦ Εἰρήνης ἐξαδέλφην. δεξάμενος δὲ αὐτὸν βαπτισθέντα ἐκ τῆς ἁγίας κολυμβήθρας μεγάλως αὐτὸν ἐτίμησε καὶ ἠγάπησεν. γʹ. γʹ. θʹ. ιγʹ. Τούτῳ τῷ ἔτει ἐκάθισε Θουμάμας εἰς τὸ Δάβεκον καὶ ἐστασίασεν. Λέων δὲ ὁ βασιλεὺς ἀπέλυσε τὰ στρατεύματα τῶν Ῥωμαίων, καὶ εἰσῆλθον ἐν Συρίᾳ χιλιάδες ρʹ, ὧν ἡγοῦντο Μιχαὴλ ὁ Λαχανοδράκων τῶν Θρᾳκησίων, καὶ Ἀρτάυασδος ὁ Ἀρμένιος τῶν ἀνατολικῶν, καὶ Τατζάτης τῶν Βουκελλαρίων καὶ Καριστερότζης τῶν Ἀρμενιάκων, καὶ Γρηγόριος ὁ τοῦ Μουσουλακίου τῶν Ὀψικιάνων, καὶ ἐκύκλωσαν τὴν Γερμανίκειαν. καὶ ἦν ἐκεῖ Ἰσβααλί, ὁ θεῖος τοῦ Μαδί, καὶ ἔλαβον πάσας τὰς καμήλους αὐτοῦ, καὶ ἤμελλον παραλαμβάνειν καὶ τὴν Γερμανίκειαν, εἰ μὴ διὰ δώρων ἔπεισε τὸν Λαχανοδράκοντα ὁ Ἰσβααλί, καὶ ἀνεχώρησε τοῦ κάστρου καὶ ἐξῆλθεν εἰς πραῖδαν τῆς χώρας, καὶ αἰχμαλωτεύσας τοὺς αἱρετικοὺς Ἰακωβίτας Σύρους πάλιν ὑπέστρεψεν ἐν τῷ κάστρῳ. καὶ πέμψας Θουμάμας στρατὸν ἐκ τοῦ Δαβέκου καὶ ἀμηράδας, ἐπολέμησαν μετὰ τῶν Ῥωμαίων, καὶ ἔπεσον πέντε ἀμηράδες καὶ δύο χιλιάδες Ἄραβες, ὥς φασιν· καὶ τῇ παρασκευῇ ὑπέστρεψαν. ἦσαν γὰρ εἰσελθόντες τῇ κυριακῇ. ὁ δὲ βασιλεὺς ποιήσας Μαϊουμᾶν ἐν Σοφιαναῖς ἐκάθισεν ἐπὶ σένζου μετὰ τοῦ υἱοῦ αὐτοῦ, καὶ οὕτως ἐθριάμβευσαν οἱ στρατηγοὶ τὰ ἐπινίκια. 452 ἐπέρασε δὲ καὶ τοὺς αἱρετικοὺς Σύρους ἐν τῇ Θρᾴκῃ καὶ κατῴκισεν αὐτοὺς ἐκεῖ. δʹ. δʹ. ιʹ. ιδʹ. Τούτῳ τῷ ἔτει θυμωθεὶς ὁ τῶν Ἀράβων ἀρχηγὸς Μαδὶ πέμπει τὸν Ἄσαν μετὰ δυνάμεως πολλῆς Μαυροφόρων τε καὶ τῶν τῆς Συρίας καὶ Μεσοποταμίας, καὶ κατῆλθεν ἕως τοῦ Δορυλαίου. ὁ δὲ βασιλεὺς διετάξατο τοῖς στρατηγοῖς μὴ πολεμῆσαι αὐτοὺς δημόσιον πόλεμον, ἀλλ' ἀσφαλίσασθαι τὰ κάστρα καὶ λαὸν εἰσενεγκεῖν πρὸς παραφυλακὴν αὐτῶν, ἀπολύσας καὶ ἄρχοντας μεγάλους κατὰ κάστρον, αὐτοὺς δὲ ἐπᾶραι ἐπιλέκτους στρατιώτας ἀνὰ τριῶν χιλιάδων καὶ παρακολουθεῖν αὐτοῖς πρὸς τὸ μὴ σκορπίσαι κοῦρσα καὶ προκαίειν πυρὶ τάς τε νομὰς τῶν ἀλόγων, καὶ εἴ που εὑρίσκοιτο δαπάνη. καθεσθέντων δὲ αὐτῶν ἐν τῷ Δορυλαίῳ ἡμέρας ιεʹ καὶ λειφθέντων αὐτῶν τὰ πρὸς τὴν χρείαν, ἐπτώχευσαν τὰ ἄλογα αὐτῶν· καὶ πολλὴ ἅλωσις ἐγένετο εἰς αὐτά. καὶ ὑποστρέφοντες παρεκάθισαν τὸ Ἀμῶριν ἡμέραν μίαν, καὶ ἰδόντες αὐτὸ ὠχυρωμένον καὶ πολλὴν ἐξόπλισιν ἔχον ὑπέστρεψαν μηδὲν ἀνύσαντες. Κωνσταντινουπόλεως ἐπίσκοπος Παῦλος ἔτη εʹ. εʹ. εʹ. ιαʹ. αʹ. Τούτῳ τῷ ἔτει ἔρχεται Μαδί, ὁ τῶν Ἀράβων ἀρχηγός, εἰς τὸ Δάβεκον μετὰ πολλῆς δυνάμεως καὶ ἐξοπλίσεως καὶ ἀποστέλλει τὸν υἱὸν αὐτοῦ Ἀαρὼν ἐπὶ τὴν Ῥωμανίαν, καὶ αὐτὸς ὑποστρέφει ἐπὶ τὴν ἁγίαν πόλιν. καὶ πέμπει Μουχεσίαν, Ζηλωτὴν λεγόμενον, καὶ δίδει αὐτῷ ἐξουσίαν ἀποστατεῖν τοὺς δούλους τῶν Χριστιανῶν καὶ ἐρημοῦν τὰς ἁγίας ἐκκλησίας· καὶ ἔρχεται ἕως Ἐμέσης καὶ ἐπαγγέλλεται μὴ ἀναγκάζειν εἰ μὴ τοὺς ἀπὸ ἀπίστων εἰς τὸ μαγαρίσαι, ἕως ἂν ἐφανερώθησαν οἱ Ἑβραῖοι καὶ Χριστιανοί. καὶ εὐθέως ἤρξατο ἀθέως βασανίζειν, ὡς οὐδὲ Λυσίας καὶ Ἀγρικόλαός ποτε, καὶ πολλοὺς ἀπώλεσεν. γυναῖκες δὲ ἐνίκησαν αὐτοῦ τὴν μανίαν χάριτι Χριστοῦ τοῦ θεοῦ ἡμῶν, καὶ αὐταὶ νουβίτισσαι, ἡ τοῦ ἀρχιδιάκονος Ἐμέσης, καὶ ἡ τοῦ υἱοῦ τοῦ Ἡσαΐου, πολλὰ βασανισθεῖσαι καὶ μὴ ὑπείξασαι τῇ ἀσεβείᾳ. ἀπὸ γὰρ χιλιάδος βουνεύρων λαβοῦσαι καὶ ἄλλων 453 πολλῶν κολαστηρίων πειραθεῖσαι τὸν στέφανον τῆς νίκης παρὰ Χριστοῦ ἐκομίσαντο. ἔφθασε δὲ καὶ ἕως Δαμασκοῦ καὶ πολλὰς ἐκκλησίας ἠρήμωσε μὴ προσχὼν τῷ δοθέντι λόγῳ τοῖς Χριστιανοῖς ὑπὸ τῶν Ἀράβων. τῇ δὲ ʹ τοῦ Φεβρουαρίου μηνὸς τῆς γʹ ἰνδικτιῶνος ἡμέρᾳ κυριακῇ τῆς Τυροφάγου τέθνηκε Νικήτας ὁ ἀπὸ Σκλάβων εὐνοῦχος πατριάρχης Κωνσταντινουπόλεως. καὶ τῇ δευτέρᾳ κυριακῇ τῶν νηστειῶν Παῦλος ὁ τίμιος, ἀναγνώστης ὑπάρχων, Κύπριος τῷ γένει, λόγῳ καὶ πράξει διαλάμπων, μετὰ πολλὴν παραίτησιν διὰ τὴν κρατοῦσαν αἵρεσιν βίᾳ πολλῇ χειροτονεῖται πατριάρχης Κωνσταντινουπόλεως. τῇ δὲ μέσῃ ἑβδομάδι τῶν νηστειῶν ἐκρατήθη Ἰάκωβος πρωτοσπαθάριος καὶ Παπίας καὶ Στρατήγιος καὶ Θεοφάνης οἱ κουβικουλάριοι καὶ παρακοιμώμενοι, Λέων τε καὶ Θωμᾶς, κουβικουλάριοι καὶ οὗτοι, σὺν καὶ ἑτέροις εὐλαβέσιν ἀνδράσιν ὡς προσκυνοῦντες τὰς ἁγίας καὶ σεπτὰς εἰκόνας. τότε ἀπογυμνώσας τὴν ἑαυτοῦ ἐγκεκρυμμένην κακίαν Λέων, ὁ τοῦ διώκτου υἱός, τούτους ἀνηλεῶς δείρας τε καὶ κουρεύσας διὰ τῆς Μέσης τε δεδεμένους πομπεῦσαι ποιήσας εἰς τὸ πραιτώριον ἀπέκλεισεν, ἐν οἷς καὶ ἀποθνήσκει ὁ προρρηθεὶς Θεοφάνης ὁμολογητὴς γενόμενος καὶ τὸν στέφανον τοῦ μαρτυρίου κομισάμενος· οἱ δὲ λοιποὶ πάντες μετὰ τὴν τούτου τελευτὴν δόκιμοι μοναχοὶ ἀνεδείχθησαν. ὁ δὲ Ἀαρὼν εἰσελθὼν εἰς τὸ τῶν Ἀρμενιάκων θέμα παρεκάθισε τὸ Σημαλοῦος κάστρον ὅλον τὸ θέρος καὶ τῷ Σεπτεμβρίῳ μηνὶ παρέλαβεν αὐτὸ ὑπὸ λόγον. ἦν δὲ πέμψας τὸν Θουμάμαν ἐπὶ Ἀσίαν μετὰ νʹ χιλιάδων, καὶ συναντήσας Μιχαὴλ ὁ Λαχανοδράκων κούρσῳ αὐτοῦ μικρῷ ἐπολέμησεν αὐτὸ καὶ ἔκτεινε τὸν ἀδελφὸν τοῦ Θουμάμα. τῇ δὲ ηʹ τοῦ Σεπτεμβρίου μηνὸς τῆς δʹ ἰνδικτιῶνος τέθνηκε Λέων, ὁ υἱὸς Κωνσταντίνου, τρόπῳ τοιούτῳ. λιθομανὴς ὑπάρχων λίαν ἠράσθη τοῦ στέμματος τῆς μεγάλης ἐκκλησίας καὶ λαβὼν ἐφόρεσεν αὐτό. καὶ ἐξῆλθον ἄνθρακες ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ληφθεὶς σφοδρῷ πυρετῷ τέθνηκε βασιλεύσας παρὰ ἓξ ἡμέρας ἔτη πέντε.