Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophanes-abbot-and-confessor" aria-label="More works by Theophanes Abbot and Confessor">
—
⋯
Original / primary: Pg Scrape Grc
454.1.1
Κόσμου ἔτη σογʹ. Τῆς θείας σαρκώσεως ἔτη ψογʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος σὺν τῇ μητρὶ αὐτοῦ ἔτη ιʹ. αʹ. Ἀράβων ἀρχηγὸς Μαδὶ ἔτη θʹ. ʹ. Ῥώμης ἐπίσκοπος Ἀδριανὸς ἔτη κζʹ. ιβʹ. Κωνσταντ. ἐπίσκοπος Παῦλος ἔτη εʹ. βʹ. Τούτῳ τῷ ἔτει Εἰρήνη ἡ εὐσεβεστάτη ἅμα τῷ υἱῷ αὐτῆς Κωνσταντίνῳ παραδόξως θεόθεν τὴν βασιλείαν ἐγχειρίζεται μηνὶ Σεπτεμβρίῳ ηʹ, ἰνδικτιῶνος δʹ, ὡς ἂν θαυμαστωθῇ ὁ θεὸς καὶ ἐν τούτῳ διὰ γυναικὸς χήρας καὶ παιδὸς ὀρφανοῦ μέλλων καθαίρειν τὴν ἄμετρον κατ' αὐτοῦ καὶ τῶν αὐτοῦ θεραπόντων δυσσέβειαν καὶ πασῶν τῶν ἐκκλησιῶν τυραννίδα τοῦ θεομάχου Κωνσταντίνου, ὡς πάλαι τοῦ διαβόλου τῇ ἀσθενείᾳ τῶν ἁλιέων καὶ ἀγραμμάτων. μετὰ δὲ μʹ ἡμέρας τοῦ κρατῆσαι αὐτήν, τοῦ υἱοῦ αὐτῆς δεκαετοῦς ὑπάρχοντος, συμβούλιον ποιήσαντές τινες τῶν ἐν τέλει ἠθέλησαν ἐξαγαγεῖν Νικηφόρον, τὸν ἀπὸ καισάρων, καὶ στῆσαι εἰς βασιλέα. διαγνωσθείσης δὲ τῆς ὑποθέσεως, ἐκρατήθησαν Γρηγόριος, ὁ λογοθέτης τοῦ δρόμου, καὶ Βάρδας, ὅ ποτε στρατηγὸς τῶν Ἀρμενιάκων, Κωνσταντῖνός τε, ὁ τοῦ βικαρίου σπαθάριος καὶ δομέστικος τῶν ἐκσκουβιτόρων, καὶ Θεοφύλακτος, ὁ τοῦ Ῥαγγαβέ, δρουγγάριος τῆς Δωδεκανήσου, καὶ πολλοὶ ἕτεροι· οὓς δείρασα καὶ κουρεύσασα ἐξώρισεν εἰς διαφόρους τόπους. τοὺς δὲ ἀνδραδέλφους αὐτῆς καίσαράς τε καὶ νοβελισίμους ἀποκείρασα ἱερατεῦσαι καὶ μεταδοῦναι τῷ λαῷ πεποίηκεν ἐν τῇ ἑορτῇ τῆς Χριστοῦ γεννήσεως, ἐν ᾗ καὶ προελθοῦσα βασιλικῶς δημοσίᾳ σὺν τῷ παιδὶ προσήνεγκε τῇ ἐκκλησίᾳ τὸ ὑπὸ τοῦ ἀνδρὸς αὐτῆς ἀρθὲν στέμμα ἐπικαλλωπισθὲν διὰ μαργαριτῶν. προεβάλετο δὲ Ἐλπίδιον τὸν πατρίκιον στρατηγὸν ἐν Σικελίᾳ, ὡς καὶ προστρατηγήσαντα τῶν ἐκεῖσε, καὶ ἀπέλυσε τῷ Φεβρουαρίῳ μηνί. ἐν δὲ τῷ Ἀπριλλίῳ μηνὶ ιεʹ διεβλήθη ὁ αὐτὸς Ἐλπίδιος, ὡς τὰ τῶν καισάρων φρονῶν, καὶ ἀποστείλασα Θεόφιλον τὸν σπαθάριον παρήγγειλεν, ἵνα συντόμως ἁρπάσῃ καὶ φέρῃ αὐτόν. τοῦ δὲ ἀπελθόντος οὐκ ἀπέδωκαν αὐτὸν οἱ Σικελοί. ἡ δὲ τὴν τούτου γυναῖκα δείρασα 455 καὶ κουρεύσασα σὺν τοῖς υἱοῖς τῷ πραιτωρίῳ παρέπεμψε φυλάττεσθαι. τῷ δὲ Ἰουνίῳ μηνὶ ἀπέστειλε πάντα τὰ περατικὰ θέματα εἰς τὰς κλεισούρας φυλάττειν καὶ ἐπιτηρεῖν τὴν ἔξοδον τῶν Ἀράβων, ἐπιστήσασα αὐτοῖς κεφαλὴν Ἰωάννην τὸν σακελλάριον, εὐνοῦχον ὄντα καὶ οἰκειακὸν αὐτῆς. ὁ δὲ Μαδὶ ἀπέστειλε Κεβὴρ μετὰ δυνάμεως πολλῆς, καὶ συναντῶσιν ἀλλήλοις ἐν τόπῳ λεγομένῳ Μήλῳ. καὶ κροτηθέντος πολέμου, ἡττῶνται οἱ Ἄραβες, καὶ κτείνονται ἐξ αὐτῶν πολλοί, καὶ ὑπέστρεψαν μετ' αἰσχύνης. ἤρξαντο δὲ οἱ εὐσεβεῖς παρρησιάζεσθαι, καὶ ὁ λόγος τοῦ θεοῦ πλατύνεσθαι, καὶ οἱ θέλοντες σωθῆναι ἀκωλύτως ἀποτάσσεσθαι, καὶ ἡ δοξολογία τοῦ θεοῦ ὑψοῦσθαι, καὶ τὰ μοναστήρια ἀναρρύεσθαι, καὶ πᾶν ἀγαθὸν φανεροῦσθαι. ἐν γοῦν τούτῳ τῷ χρόνῳ ἐν τοῖς Μακροῖς τείχεσι τῆς Θρᾴκης ἄνθρωπός τις ὀρύγων εὗρε λάρνακα, καὶ τοῦτον ἀποκαθάρας καὶ ἀποσκεπάσας εὗρεν ἄνδρα κείμενον, καὶ γράμματα κεκολαμμένα ἐν τῷ λάρνακι περιέχοντα τάδε·" Χριστὸς μέλλει γεννᾶσθαι ἐκ Μαρίας τῆς παρθένου, καὶ πιστεύω εἰς αὐτόν. ἐπὶ δὲ Κωνσταντίνου καὶ Εἰρήνης τῶν βασιλέων, ὦ ἥλιε, πάλιν με ὄψει." βʹ. ζʹ. ιγʹ. γʹ. Τούτῳ τῷ ἔτει ἀπέστειλεν Εἰρήνη Κωνστάην τὸν σακελλάριον καὶ Μάμαλον τὸν πριμικήριον πρὸς Κάρουλον τὸν ῥῆγα τῶν Φράγγων, ὅπως τὴν αὐτοῦ θυγατέρα, Ἐρυθρὼ λεγομένην, νυμφεύσηται τῷ βασιλεῖ Κωνσταντίνῳ, τῷ υἱῷ αὐτῆς. καὶ γενομένης συμφωνίας καὶ ὅρκων ἀναμεταξὺ ἀλλήλων, κατέλιπον Ἐλισσαῖον τὸν εὐνοῦχον καὶ νοτάριον πρὸς τὸ διδάξαι αὐτὴν τά τε τῶν Γραικῶν γράμματα καὶ τὴν γλῶσσαν, καὶ παιδεῦσαι αὐτὴν τὰ ἤθη τῆς Ῥωμαίων βασιλείας. ἐξοπλίσασα δὲ στόλον πολὺν καὶ λαὸν ἐπίλεκτον ἐκ τῶν θεμάτων καὶ ἄρχοντας ἱκανοὺς προεβάλετο Θεόδωρον τὸν πατρίκιον, εὐνοῦχον, ἄνδρα δραστήριον, καὶ ἀπέλυσεν ἐν Σικελίᾳ κατὰ τοῦ Ἐλπιδίου. πολλῶν δὲ πολέμων γεγονότων, ἀπενίκησαν οἱ περὶ Θεόδωρον. ἰδὼν δὲ Ἐλπίδιος καὶ φοβηθείς, λαβὼν ὅσα εἶχε χρήματα καὶ Νικηφόρον τὸν δοῦκα ἐπέρασεν εἰς Ἀφρικὴν καὶ λαβὼν λόγον ἀπαθείας προσερρύη τοῖς Ἄραψιν. ὃν δεξάμενοι ὡς βασιλέα Ῥωμαίων κατεῖχον, 456 στέψαντες αὐτὸν εἰς μάτην καὶ περιθέντες τζαγγίον καὶ στέφανον. τοῦ δὲ λαοῦ τῶν Ῥωμαίων ἀσχολουμένου ἐν τούτοις, ἐξέρχεται Ἀαρών, υἱὸς Μαδί, μετὰ δυνάμεως καὶ ἐξοπλίσεως ὑπερβαλλούσης ἀπό τε Μαυροφόρων καὶ πάσης Συρίας καὶ Μεσοποταμίας καὶ τῆς ἐρήμου, καὶ ἔρχεται ἕως Χρυσοπόλεως, καταλιπὼν τὸν Βούνουσον πολιορκεῖν τὴν Νακώλειαν καὶ φυλάττειν τὰ νῶτα αὐτοῦ. ἀπέστειλε δὲ καὶ τὸν Βουρνιχὲ εἰς Ἀσίαν μετὰ λʹ χιλιάδων, ὃς καὶ πολεμήσας τὸν Λαχανοδράκοντα σὺν τῷ θέματι τῶν Θρᾳκησίων ἐν τόπῳ λεγομένῳ Δαρηνῷ, καὶ αὐτῶν λʹ χιλιάδων ὄντων ιεʹ χιλιάδας ἀπέκτεινεν. ἡ δὲ βασίλισσα πέμψασα Ἀντώνιον τὸν δομέστικον σὺν τοῖς τάγμασιν ἐκράτησε τὴν Βανὴν καὶ ἀπέκλεισεν αὐτούς. προσέφυγε δὲ αὐτοῖς Τατζάτιος, ὁ τῶν Βουκελλαρίων στρατηγός, μίσει τῷ πρὸς Σταυράκιον, τὸν πατρίκιον καὶ λογοθέτην τοῦ δρόμου, τὸν εὐνοῦχον, πρωτεύοντα πάντων τῶν τηνικαῦτα ὄντων καὶ τὰ πάντα διοικοῦντα. καὶ δοὺς αὐτοῖς βουλήν, ᾐτήσαντο εἰρήνην. ἐξελθόντων δὲ ἐπὶ τοῦτο Σταυρακίου καὶ Πέτρου μαγίστρου καὶ Ἀντωνίου δομεστίκου, οὐκ ἠκριβολογήσαντο λόγον λαβεῖν καὶ τέκνα τῶν πρωτευόντων, ἀλλὰ ἀσκόπως ἐξελθόντες ἐκρατήθησαν ὑπ' αὐτῶν καὶ ἐπεδήθησαν, καὶ ἐβιάσθησαν ἀμφότερα τὰ μέρη τοῦ ποιῆσαι εἰρήνην· καὶ ἐδωρήσαντο ἀλλήλοις ἥ τε Αὐγούστα καὶ ὁ Ἀαρὼν ξένια πολλά, στοιχήσαντες καὶ φόρους κατὰ καιρὸν τελεῖν αὐτοῖς· καὶ γενομένης εἰρήνης ἀνεχώρησαν ἀφήσαντες καὶ τὸ κάστρον Νακωλείας. ἐπῆρε δὲ καὶ ὁ Τατζάτης τὴν γυναῖκα ἑαυτοῦ καὶ πᾶσαν ὑπόστασιν. γʹ. ηʹ. ιδʹ. δʹ. Τούτῳ τῷ ἔτει εἰρηνεύσασα Εἰρήνη μετὰ τῶν Ἀράβων καὶ ἄδειαν εὑροῦσα ἀποστέλλει Σταυράκιον τὸν πατρίκιον καὶ λογοθέτην τοῦ ὀξέος δρόμου μετὰ δυνάμεως πολλῆς κατὰ τῶν Σκλαυινῶν ἐθνῶν. καὶ κατελθὼν ἐπὶ Θεσσαλονίκην καὶ Ἑλλάδα ὑπέταξε πάντας καὶ ὑποφόρους ἐποίησε τῇ βασιλείᾳ. εἰσῆλθε δὲ καὶ ἐν Πελοποννήσῳ 457 καὶ πολλὴν αἰχμαλωσίαν καὶ λάφυρα ἤγαγε τῇ τῶν Ῥωμαίων βασιλείᾳ. δʹ. θʹ. ιεʹ. εʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ἰαννουαρίῳ, ἰνδικτιῶνος ζʹ, κατέλαβε Σταυράκιος ὁ προρρηθεὶς ἐκ τῶν Σκλαυινῶν καὶ ἐθριάμβευσε τὰ ἐπινίκια ἐπὶ ἱπποδρομίας. τῷ δὲ Μαΐῳ μηνὶ τῆς αὐτῆς ζʹ ἰνδικτιῶνος ἐξῆλθεν ἡ βασίλισσα Εἰρήνη σὺν τῷ υἱῷ αὐτῆς καὶ δυνάμεως πολλῆς ἐπὶ τὴν Θρᾴκην ἐπιφερομένη ὄργανα καὶ μουσικά, καὶ ἀπῆλθεν ἕως Βεροίας, καὶ ταύτην οἰκοδομηθῆναι κελεύσασα ἐπωνόμασεν αὐτὴν Εἰρηνούπολιν. κατῆλθε δὲ ἕως Φιλιππουπόλεως μετὰ πάσης ἀπαθείας καὶ ὑπέστρεψεν ἐν εἰρήνῃ κτίσασα καὶ τὴν Ἀγχίαλον. τῷ δ' αὐτῷ ἔτει καὶ ὁ τῶν Ἀράβων ἀρχηγὸς Μαδί, ὁ καὶ Μουάμεδ, τέθνηκεν, καὶ ἐκράτησε Μωσῆς, ὁ υἱὸς αὐτοῦ. τῇ δὲ λαʹ τοῦ Αὐγούστου μηνὸς τῆς αὐτῆς ζʹ ἰνδικτιῶνος Παῦλος, ὁ ὅσιος καὶ ἁγιώτατος πατριάρχης, ἀσθενήσας κατέλιπε τὸν θρόνον, καὶ κατελθὼν ἐν τῇ μονῇ τῶν Φλώρου ἔλαβε τὸ μοναχικὸν σχῆμα χωρὶς εἰδήσεως τῆς βασιλείας. μαθοῦσα δὲ τοῦτο ἡ βασίλισσα παραγίνεται πρὸς αὐτὸν σὺν τῷ υἱῷ λυπουμένη καὶ καταβοῶσα αὐτοῦ, ὅτι" διὰ τί τοῦτο ἐποίησας;" ὁ δὲ μετὰ θρήνων πολλῶν ἔφη πρὸς αὐτήν·" εἴθοις μηδὲ ποταπὸν ἐκάθισα ἐν τῷ τῆς ἱερωσύνης θρόνῳ, τῆς ἐκκλησίας τοῦ θεοῦ τυραννουμένης καὶ ἐσχισμένης οὔσης ἐκ τῶν λοιπῶν καθολικῶν θρόνων καὶ ἀναθεματιζομένης." ἡ δὲ προσκαλεσαμένη τούς τε πατρικίους καὶ τοὺς τῆς συγκλήτου λογάδας ἀπέστειλε πρὸς αὐτὸν ἀκοῦσαι τὰ παρ' αὐτοῦ λεγόμενα. ὁ δὲ εἶπε πρὸς αὐτούς·" ἐὰν μὴ σύνοδος οἰκουμενικὴ γένηται, καὶ τὸ σφάλμα τὸ ὂν εἰς τὴν μέσην ὑμῶν διορθωθῇ, οὐκ ἔχετε σωτηρίαν." οἱ δὲ εἶπον αὐτῷ·" καὶ ἵνα τί ὑπέγραψας ἐν τῷ χειροτονεῖσθαί σε τοῦ μὴ προσκυνεῖν εἰκόνας;" ὁ δὲ ἔφη ὅτι" διὰ τοῦτο γὰρ θρηνῶ καὶ πρὸς τὴν μετάνοιαν κατέφυγον δεόμενος τοῦ θεοῦ, ὅπως μὴ ὡς ἱερέα μὲ κολάσῃ σιγήσαντα ἕως τοῦ νῦν καὶ μὴ κηρύξαντα τὴν ἀλήθειαν τῷ φόβῳ τῆς μανίας 458 ὑμῶν." ἐν τούτοις ἐκοιμήθη ἐν εἰρήνῃ καταλιπὼν θρῆνον πολὺν τῇ τε βασιλείᾳ καὶ τοῖς εὐσεβέσιν ἀνθρώποις τῆς πολιτείας. σεβάσμιος γὰρ ἦν ὁ ἀνὴρ καὶ ἐλεήμων ὑπὲρ μέτρον καὶ πάσης αἰδοῦς ἄξιος, καὶ πίστιν πολλὴν ἐκέκτητο ἥ τε πολιτεία καὶ ἡ βασιλεία πρὸς αὐτόν. ἔκτοτε λοιπὸν ἤρξατο λαλεῖσθαι καὶ ἀμφιβάλλεσθαι ὁ περὶ τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων λόγος παρρησίᾳ ὑπὸ πάντων. Ἀράβων ἀρχηγὸς Μωσῆς ἔτος αʹ. Κωνσταντινουπόλεως ἐπίσκοπος Ταράσιος ἔτη καʹ. εʹ. αʹ. ι ʹ. αʹ. Τούτῳ τῷ ἔτει συναγαγοῦσα ἡ βασίλισσα Εἰρήνη πάντα τὸν λαὸν εἰς τὴν Μαγναῦραν ἔφη πρὸς αὐτούς·" γινώσκετε, ἀδελφοί, τί πεποίηκε Παῦλος ὁ πατριάρχης· καὶ εἰ μὲν ἔζη, οὐκ ἂν κατεδεξάμεθα τοῦτον ἀφῆσαι τὸν τῆς ἱερωσύνης θρόνον, εἰ καὶ μοναδικὸν σχῆμα περιεβάλετο. ἐπεὶ δέ, ὡς τῷ θεῷ ἀρεστὸν ἦν, τοῦ βίου μετέστη, φροντίσωμεν ἄνθρωπον, ὅς τις δύναται ποιμᾶναι ἡμᾶς καὶ τὴν ἐκκλησίαν τοῦ θεοῦ ἐπιστηρίξαι λόγοις διδασκαλικοῖς." πάντες δὲ ὁμοφρόνως εἶπον μὴ εἶναι ἄλλον, εἰ μὴ Ταράσιον τὸν ἀσηκρήτην. ἡ δὲ ἔφη πρὸς αὐτούς·" καὶ ἡμεῖς τὸν αὐτὸν ψηφιζόμεθα, ἀλλ' ἀπειθεῖ. καὶ εἴπῃ δι' ἣν αἰτίαν οὐ δέχεται τὴν ψῆφον τῆς βασιλείας καὶ παντὸς τοῦ λαοῦ." ὁ δὲ ἀπελογήσατο τῷ λαῷ λέγων·" οἱ τῆς ἀμωμήτου ἡμῶν πίστεως τῶν Χριστιανῶν φύλακες καὶ ζηλωταὶ τῶν εἰς δόξαν θεοῦ γινομένων πιστοὶ βασιλεῖς ἡμῶν, πάντων τῶν εἰς ἀρέσκειαν αὐτοῦ καὶ συμφέρον ἡμῶν τὴν φροντίδα ποιούμενοι, καὶ μάλιστα τῶν ἐκκλησιαστικῶν καὶ νῦν ἐπιμελῶς διαμεριμνήσαντες καὶ διανοηθέντες τοῦ ἀρχιερέα προχειρισθῆναι ἐν ταύτῃ τῇ βασιλίδι αὐτῶν πόλει ἐπὶ τὸν εὐσεβῆ αὐτῶν νοῦν με ἀνέλαβον, καὶ φανερῶς μοι τὸ βεβουλευμένον αὐτοῖς ἐξειπεῖν ἐκέλευσαν. ἐμοῦ δὲ πρὸς τοῦτο ἀνάξιον ἑαυτὸν ἀποφηναμένου καὶ μηδεμίαν συγκατάθεσιν ποιησαμένου ὡς τὸν ζυγὸν τοῦ φορτίου μὴ δυναμένου μου βαστάσαι ἢ ὑπενεγκεῖν, ἐκέλευσάν με προαγαγεῖν κατὰ πρόσωπον ὑμῶν, διότι καὶ σύμψηφοι γεγόνατε τῇ βουλῇ ταύτῃ. καὶ νῦν, ὦ 459 ἄνδρες φοβούμενοι τὸν θεὸν καὶ ἔχοντες αὐτὸν ἀεὶ ἐν ταῖς καρδίαις ὑμῶν, οἱ τῇ τοῦ Χριστοῦ κλήσει, τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν, ὀνομαζόμενοι, Χριστιανοὶ λέγω, ἀκούσατε βραχὺν λόγον ἀπολογίας παρὰ τῆς ἡμετέρας εὐτελείας καὶ οὐθενότητος. ἐγὼ μέν, εἴ τι τοῖς εὐσεβέσιν ἡμῶν βασιλεῦσι καὶ κατὰ πάντα ὀρθοδόξοις ἀπελογησάμην, καὶ ἐνώπιον ὑμῶν προσαπολογοῦμαι, φόβῳ συνέχομαι συγκαταθέσθαι ἐπὶ τῇ ψήφῳ ταύτῃ, καὶ εὐλαβοῦμαι ἀπὸ προσώπου τοῦ θεοῦ προσδραμεῖν οὕτω καὶ ὡς ἔτυχεν ἀπερισκέπτως, ἵνα μὴ ὑποπέσω φοβερῷ κατακρίματι. εἰ γὰρ ὁ θείων φωνῶν ἀκροασάμενος οὐρανόν τε ἐσχηκὼς παιδευτήριον καὶ παραδείσου θεωρὸς γενόμενος ἀκούσας τε ἄρρητα ῥήματα καὶ βαστάσας τὸ ὄνομα τοῦ θεοῦ ἐνώπιον ἐθνῶν καὶ βασιλέων, Παῦλος ὁ θεῖος ἀπόστολος, Κορινθίοις γράφων ἔλεγεν·" μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι," πῶς ἐγώ, ὁ τῷ κόσμῳ συναναστρεφόμενος καὶ μετὰ λαϊκῶν ἠριθμημένος καὶ στρατευόμενος ἐν βασιλικαῖς ὑπηρεσίαις, οὕτω χωρὶς ἀνακρίσεως καὶ περισκέψεως δύναμαι εἰσπηδῆσαι εἰς τὸ τῆς ἱερωσύνης μέγεθος; φοβερὸν τὸ ἐγχείρημα πρὸς τὴν ἐμὴν σμικρότητα· θρασὺ τὸ ἐπιτήδευμα. ἡ δὲ αἰτία τοῦ φόβου καὶ τῆς ἐμῆς παραιτήσεώς ἐστιν αὕτη. ὁρῶ καὶ βλέπω τὴν ἐπὶ τὴν πέτραν Χριστὸν τὸν θεὸν ἡμῶν τεθεμελιωμένην ἐκκλησίαν αὐτοῦ διεσχισμένην νῦν καὶ διῃρημένην, καὶ ἡμᾶς ἄλλοτε ἄλλως λαλοῦντας, καὶ τοὺς τῆς ἀνατολῆς ὁμοπίστους ἡμῶν Χριστιανοὺς ἑτέρως, καὶ συμφωνοῦντας αὐτοῖς τοὺς τῆς δύσεως, ἀλλοτριουμένους δὲ ἡμᾶς ἐκείνων ἁπάντων καὶ καθ' ἑκάστην ὑπ' αὐτῶν ἀναθεματιζομένους. δεινόν ἐστι τὸ ἀνάθεμα· πόρρω τοῦ θεοῦ βάλλει καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐκδιώκει ἀπάγον εἰς τὸ σκότος τὸ ἐξώτερον. οὐκ οἶδεν ὁ τῆς ἐκκλησίας ὅρος καὶ νόμος ἔριν ἢ φιλονεικίαν, ἀλλ' ὥσπερ οἶδεν ὁμολογεῖν ἓν βάπτισμα, μίαν πίστιν, οὕτω καὶ συμφωνίαν μίαν ἐπὶ παντὸς πράγματος ἐκκλησιαστικοῦ. οὐδὲν γάρ ἐστιν ἀπόδεκτον καὶ εὐάρεστον ἐνώπιον τοῦ θεοῦ, ὡς τὸ ἑνωθῆναι ἡμᾶς καὶ γενέσθαι μίαν καὶ καθολικὴν ἐκκλησίαν, καθὰ καὶ ἐν τῷ συμβόλῳ τῆς εἰλικρινοῦς ἡμῶν πίστεως ὁμολογοῦμεν καὶ αἰτοῦμεν, ἀδελφοί, (οἶμαι δὲ καὶ ὑμεῖς, ἐπειδὴ γινώσκω τὸν φόβον τοῦ θεοῦ ἔχειν ὑμᾶς,) παρὰ τῶν εὐσεβεστάτων καὶ ὀρθοδόξων βασιλέων ἡμῶν σύν460 οδον οἰκουμενικὴν συναθροισθῆναι, ἵνα γενώμεθα οἱ τοῦ ἑνὸς θεοῦ ἕν, καὶ οἱ τῆς τριάδος ἡνωμένοι καὶ ὁμόψυχοι καὶ ὁμότιμοι, οἱ τῆς κεφαλῆς ἡμῶν Χριστοῦ σῶμα ἓν συναρμολογούμενον καὶ συμβιβαζόμενον, οἱ τοῦ ἁγίου πνεύματος, οὐ κατ' ἀλλήλων, ἀλλὰ σὺν ἀλλήλοις, οἱ τῆς ἀληθείας τὸ αὐτὸ φρονοῦντες καὶ λέγοντες, καὶ μὴ ᾖ ἔρις καὶ διχοστασία ἐν ἡμῖν, ὅπως ἡ εἰρήνη τοῦ θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσῃ πάντας ἡμᾶς· καὶ εἰ μὲν κελεύουσιν οἱ τῆς ὀρθοδοξίας πρόμαχοι βασιλεῖς ἡμῶν ἐπὶ τῇ ἐμῇ αἰτήσει ἐπινεῦσαι, συγκατατίθεμαι κἀγὼ καὶ τὴν κέλευσιν αὐτῶν ἐκπληρῶ καὶ ὑμῶν τὴν ψῆφον ἀσπάζομαι· εἰ δὲ μή γε, ἀδυνάτως ἔχω τοῦτο ποιῆσαι, ἵνα μὴ ὑποβληθῶ τῷ ἀναθέματι καὶ εὑρεθῶ καταδεδικασμένος ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν καὶ κριτοῦ τῆς δικαιοσύνης, ἔνθα οὔτε βασιλεύς, οὔτε ἱερεύς, οὔτε ἄρχοντες, οὔτε πλῆθος ἀνθρώπων δύναταί με ἐξελέσθαι. καὶ εἴ τί ἐστιν ἀρεστὸν ὑμῖν, ἀδελφοί, δότε τῆς ἐμῆς ἀπολογίας, φράσαι δὲ μᾶλλον αἰτήσεως, ἀπόκρισιν." καὶ ἀσμένως ἠκροάσαντο πάντες τῶν λαληθέντων συμφωνήσαντες τοῦ γενέσθαι σύνοδον. ὁ δὲ Ταράσιος πάλιν πρὸς τὸν λαὸν διαλεγόμενος ἔφη, ὅτι" Λέων ὁ βασιλεὺς κατέστρεψε τὰς εἰκόνας, καὶ ἡ σύνοδος, ὅτε ἐγένετο, κατεστραμμένας αὐτὰς εὗρεν· καὶ διότι διὰ βασιλικῆς χειρὸς κατεστράφησαν, πάλιν ζήτησιν ἔχει τὸ κεφάλαιον, ὅτι ἀρχαίαν συνήθειαν παραδεδομένην ἐν τῇ ἐκκλησίᾳ κατετόλμησαν, ὡς ἔδοξεν αὐτοῖς, ἀφανίσαι· ἀλλ' ἡ ἀλήθεια τοῦ θεοῦ οὐ δέδεται, ἀποστολικῶς εἰπεῖν." τῇ δὲ κεʹ τοῦ Δεκεμβρίου μηνὸς τῆς αὐτῆς ηʹ ἰνδικτιῶνος ἐχειροτονήθη ὁ ὅσιος πατὴρ ἡμῶν Ταράσιος πατριάρχης Κωνσταντινουπόλεως, καὶ ἀποστείλας ἐν Ῥώμῃ τὰ συνοδικὰ αὐτοῦ καὶ τὸν λίβελλον τῆς πίστεως αὐτοῦ ἀπεδέχθη παρὰ τοῦ πάπα Ἀδριανοῦ. ἀποστείλασα δὲ καὶ ἡ βασίλισσα πρὸς τὸν αὐτὸν πάπαν ᾐτήσατο πεμφθῆναι γράμματά τε αὐτοῦ καὶ ἀνθρώπους πρὸς τὸ εὑρεθῆναι ἐν τῇ συνόδῳ. καὶ ἀπέστειλε Πέτρον, τὸν οἰκονόμον τῆς ἐκκλησίας αὐτοῦ, καὶ Πέτρον, τὸν ἡγούμενον τοῦ ἁγίου Σάβα, ἄνδρας τιμίους καὶ πάσῃ ἀρετῇ κεκοσμημένους. ἀπέλυσε δὲ καὶ ἐν Ἀντιοχείᾳ καὶ ἐν Ἀλεξανδρείᾳ ἥ τε βασίλισσα καὶ ὁ πατριάρχης· 461 ἀκμὴν γὰρ ἡ πρὸς τοὺς Ἄραβας εἰρήνη οὐκ ἦν λυθεῖσα. καὶ ἤνεγκαν ἐκ μὲν Ἀντιοχείας Ἰωάννην τὸν μέγαν καὶ περιβόητον λόγῳ καὶ ἔργῳ ἁγιωσύνης μετέχοντα καὶ σύγκελλον τοῦ πατριάρχου Ἀντιοχείας γεγονότα, καὶ Θωμᾶν Ἀλεξανδρείας, ἄνδρα ζηλωτὴν καὶ εὐλαβέστατον, ὅστις καὶ ἀρχιεπίσκοπος τῆς ἐν τῷ Ἰλλυρικῷ μεγαλοπόλεως Θεσσαλονίκης γενόμενος διέπρεψεν. Ἀράβων ἀρχηγὸς Ἀαρὼν ἔτη κγʹ. ʹ. αʹ. ιζʹ. βʹ. Τούτῳ τῷ ἔτει Μωσῆς, ὁ τῶν Ἀράβων ἀρχηγός, τέθνηκεν, καὶ ἐκράτησεν Ἀαρών, ὁ ἀδελφὸς αὐτοῦ, ἀντ' αὐτοῦ τὴν ἀρχήν· ὃς καὶ πολλὰ κακὰ τοῖς Χριστιανοῖς ἐνεδείξατο. Τῷ δ' αὐτῷ ἔτει ἀποστείλαντες οἱ βασιλεῖς προσεκαλέσαντο πάντας τοὺς ὑπὸ τὴν ἐξουσίαν αὐτῶν ἐπισκόπους, καταλαβόντων καὶ τῶν ἀπὸ τῆς Ῥώμης πεμφθέντων ὑπὸ τοῦ πάπα Ἀδριανοῦ γραμμάτων τε καὶ ἀνθρώπων, ὡς προέφημεν, καὶ τοῦ Ἀντιοχείας καὶ Ἀλεξανδρείας. καὶ τῇ ζʹ τοῦ Αὐγούστου μηνὸς τῆς θʹ ἰνδικτιῶνος προκαθίσαντες ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων ἐν τῇ βασιλίδι πόλει ἤρξαντο τὰς ἁγίας γραφὰς ὑπαναγινώσκειν καὶ ἀντιβάλλειν πρὸς ἀλλήλους, τῶν βασιλέων ἐν τοῖς κατηχουμένοις ὁρώντων. ὁ δὲ λαὸς τῶν σχολαρίων τε καὶ ἐκσκουβιτόρων καὶ τῶν λοιπῶν ταγμάτων ὑποβληθεὶς ἐκ τῶν οἰκείων ἀρχόντων, ἔχοντες καὶ τὴν διδασκαλίαν τοῦ πονηροῦ αὐτῶν διδασκάλου, γυμνώσαντες τὰ ξίφη ἐπῆλθον αὐτοῖς, ἀπειλοῦντες θανατοῦν τόν τε ἀρχιερέα καὶ τοὺς ὀρθοδόξους ἐπισκόπους τε καὶ ἡγουμένους. τῆς δὲ βασιλείας διὰ τῶν παρεστώτων αὐτῇ οἰκειακῶν ἀνθρώπων ἀναστέλλειν τούτους πειρωμένης, οὐκ ἐπείσθησαν, ἀλλ' ἢ μᾶλλον προσητίμασαν. ἐγερθέντος δὲ τοῦ πατριάρχου καὶ ἐν τῷ βήματι εἰσελθόντος μετὰ τῶν ὀρθοδόξων ἐπισκόπων τε καὶ μοναχῶν, οἱ τοῦ πονηροῦ φρονήματος αὐτῶν ὄντες ἐπίσκοποι ἐξῆλθον πρὸς αὐτοὺς βοῶντες τό," νενική462 καμεν·" καὶ τοῦ θεοῦ τῇ χάριτι οὐδένα ἠδίκησαν οἱ μανιώδεις ἐκεῖνοι καὶ ἀπάνθρωποι, καὶ οὕτω διαλυθείσης τῆς συνόδου ἀπῆλθεν ἕκαστος εἰς τὰ ἴδια. ζʹ. βʹ. ιηʹ. γʹ. Τούτῳ τῷ ἔτει ἀποστείλασα ἡ βασίλισσα Σταυράκιον τὸν πατρίκιον καὶ λογοθέτην ἐν τῇ Θρᾴκῃ τῷ Σεπτεμβρίῳ μηνί, ἀρχῇ τῆς ιʹ ἰνδικτιῶνος, πρὸς τὰ περατικὰ θέματα ἐκεῖσε τηνικαῦτα ὄντα, ἔπεισεν αὐτοὺς συνεργῆσαι αὐτῇ καὶ ἐξεῶσαι τῆς πόλεως τὸν δυσσεβῆ λαόν, ὃν ὁ ἀλάστωρ Κωνσταντῖνος ἐστράτευσέ τε καὶ ἐπαίδευσεν. καὶ πλασαμένη φωσατεύειν μέλλειν ἐπὶ τὰ ἀνατολικὰ μέρη, ὡς τῶν Ἀράβων ἐξελθόντων, ἐξῆλθε πᾶσα ἡ βασιλικὴ ὑπουργία καὶ ἡ κόρτη ἕως τῶν Μαλαγίνων. καὶ εἰσελθόντες οἱ τῶν ἔξω θεμάτων ἐκράτησαν τὴν πόλιν. ἀποστείλασα δὲ πρὸς αὐτοὺς δηλοῖ αὐτοῖς, ὅτι" πέμψατέ μοι τὰ ἄρματα ὑμῶν, χρείαν γὰρ ὑμῶν οὐκ ἔχω." οἱ δὲ ὑπὸ θεοῦ ματαιωθέντες ἔδωκαν αὐτά. τότε βαλοῦσα τὰς φαμιλίας αὐτῶν ἐν πλοίοις ἐξώρισεν αὐτοὺς τῆς πόλεως, κελεύσασα ἐν τῇ ἰδίᾳ χώρᾳ ἕκαστον ἀπελθεῖν, ἐν ᾗ ἐγεννήθη. καὶ ποιήσασα στρατὸν ἴδιον καὶ ἄρχοντας πειθηνίους αὐτῇ, τῷ Μαΐῳ μηνὶ πάλιν ἀποστείλασα κατὰ παντὸς τόπου προσεκαλέσατο τοὺς ἐπισκόπους παραγενέσθαι ἐν τῇ Νικαέων πόλει τῆς Βιθυνίας πρὸς τὸ ἐκεῖ γενέσθαι τὴν σύνοδον. καὶ διὰ τοῦ καλοκαιρίου ὅλου συνήχθησαν πάντες ἐν Νικαίᾳ. τοὺς δὲ Ῥώμης καὶ ἀνατολικοὺς ἐκ προσώπου οὐκ ἦν ἀπολύσασα, ἀλλ' εἶχεν αὐτούς. τῇ δὲ θʹ τοῦ Σεπτεμβρίου μηνὸς τῆς ιαʹ ἰνδικτιῶνος, ἡμέρᾳ κυριακῇ, ἔκλειψις γέγονεν ἡλίου, ὥρᾳ εʹ τῆς ἡμέρας, τῆς θείας λειτουργίας ἐπιτελουμένης, μεγίστη. ηʹ. γʹ. ιθʹ. δʹ. Τούτῳ τῷ ἔτει ἐξῆλθε Ταράσιος, ὁ ἁγιώτατος ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, ἐν τῇ Νικαέων πόλει· καὶ ἐκροτήθη ἡ ἁγία καὶ οἰκουμενικὴ ζʹ σύνοδος τνʹ ἐπισκόπων· καὶ ἀπέλαβεν ἡ καθολικὴ ἐκκλησία τὸν ἀρχαῖον κόσμον αὐτῆς, οὐδὲν καινὸν δογματίσασα, ἀλλὰ τὰ τῶν ἁγίων καὶ μακαρίων πατέρων δόγματα ἀσάλευτα φυ463 λάξασα καὶ τὴν νέαν αἵρεσιν ἀποκηρύξασα τούς τε τρεῖς ψευδωνύμους πατριάρχας ἀναθεματίσασα, Ἀναστάσιον, φημί, καὶ Κωνσταντῖνον καὶ Νικήταν καὶ πάντας τοὺς ὁμόφρονας αὐτῶν. ἐγένετο δὲ ἡ πρώτη συνέλευσις καὶ καθέδρα τῶν ἐπισκόπων ἐν τῇ καθολικῇ ἁγίᾳ Σοφίᾳ τῆς Νικαίας μηνὶ Ὀκτωβρίῳ ιαʹ, ἰνδικτιῶνος ιαʹ. καὶ τῷ Νοεμβρίῳ μηνὶ εἰσῆλθον πάντες ἐν τῇ βασιλευούσῃ πόλει· καὶ προκαθίσαντες οἱ βασιλεῖς σὺν τοῖς ἐπισκόποις ἐν τῇ Μαγναύρᾳ, ὑπανεγνώσθη ὁ τόμος, καὶ ὑπέγραψεν ὅ τε βασιλεὺς καὶ ἡ μήτηρ αὐτοῦ κυρώσαντες τὴν εὐσέβειαν καὶ τὰ τῶν ἁγίων πατέρων ἀρχαῖα δόγματα, καὶ φιλοτιμησάμενοι τοὺς ἱερεῖς ἀπέλυσαν. καὶ εἰρήνευσεν ἡ τοῦ θεοῦ ἐκκλησία, εἰ καὶ ὁ ἐχθρὸς τὰ ἑαυτοῦ ζιζάνια ἐν τοῖς ἰδίοις ἐργάταις σπείρειν οὐ παύεται· ἀλλ' ἡ τοῦ θεοῦ ἐκκλησία πάντοτε πολεμουμένη νικᾷ.
454.2.1
δʹ. κʹ. εʹ. Τούτῳ τῷ ἔτει ἐξῆλθε κοῦρσον τῶν Ἀράβων κατὰ Ῥωμανίαςμηνὶ Σεπτεμβρίῳ, καὶ εἰσῆλθεν εἰς τὸ τῶν ἀνατολικῶν θέμα, εἰς τόπον λεγόμενον Κοπιδνάδον. καὶ ἐπισυναχθέντες οἱ τῶν Ῥωμαίων στρατηγοὶ ἐπολέμησαν μετ' αὐτῶν, καὶ ἡττήθησαν, καὶ ἀπέθανον πολλοί, καὶ ἐκ τῶν ἐξορισθέντων δὲ σχολαρίων οὐκ ὀλίγοι· ἔπεσε δὲ καὶ Διογένης, ὁ τῶν ἀνατολικῶν τουρμάρχης ἱκανός, καὶ τοῦ Ὀψικίου ἄρχοντες. λύσασα δὲ ἡ βασίλισσα Εἰρήνη τὴν πρὸς τοὺς Φράγγους συναλλαγὴν ἀπέλυσε Θεοφάνην τὸν πρωτοσπαθάριον, καὶ ἤγαγε κόρην ἐκ τῶν Ἀρμενιάκων ὀνόματι Μαρίαν ἀπὸ Ἀμνίας, καὶ ἔζευξεν αὐτὴν Κωνσταντίνῳ τῷ βασιλεῖ καὶ υἱῷ αὐτῆς, πολλὰ λυπουμένου αὐτοῦ καὶ μὴ θέλοντος διὰ τὴν πρὸς τὴν τοῦ Καρούλου θυγατέρα, τοῦ ῥηγὸς τῶν Φράγγων, σχέσιν, ἣν ἦν προμνηστευσάμενος. καὶ ἐπετέλεσαν τοὺς γάμους αὐτοῦ μηνὶ Νοεμβρίῳ, ἰνδικτιῶνος ιβʹ. Φιλητὸς δέ, ὁ τῆς Θρᾴκης στρατηγός, ἀπελθὼν ἐν τῷ Στρυ464 μῶνι καὶ ἀφυλάκτως ἀπληκεύσας, ἐπιπεσόντων αὐτῷ ἄφνω Βουλγάρων, ἀνῃρέθη ὑπ' αὐτῶν σὺν καὶ ἄλλοις πολλοῖς. ἀποστείλασα δὲ Εἰρήνη Ἰωάννην, τὸν σακελλάριον καὶ λογοθέτην τοῦ στρατιωτικοῦ, εἰς Λογγιβαρδίαν μετὰ καὶ Θεοδότου τοῦ ποτε ῥηγὸς τῆς μεγάλης Λογγιβαρδίας πρὸς τὸ εἰ δυνηθείη ἀμύνασθαι τὸν Κάρουλον, καὶ ἀποσπάσαι τινὰς ἐξ αὐτοῦ. καὶ κατῆλθον οὖν σὺν Θεοδώρῳ πατρικίῳ καὶ στρατηγῷ Σικελίας· καὶ πολέμου κροτηθέντος, ἐκρατήθη ὑπὸ τῶν Φράγγων ὁ αὐτὸς Ἰωάννης καὶ δεινῶς ἀνῃρέθη. ιʹ. εʹ. καʹ. ʹ. Τούτῳ τῷ ἔτει ἐκίνησεν ὁ διάβολος φθόνῳ τῆς εὐσεβείας τῶν βασιλέων ἀνθρώπους πονηρούς, καὶ συνέβαλον τὴν μητέρα κατὰ τοῦ υἱοῦ, καὶ τὸν υἱὸν κατὰ τῆς μητρός. ἔπεισαν γὰρ αὐτὴν ὡς ἐκ προγνωστικῶν πληροφορηθέντες, ὅτι" οὐκ ἔστιν ὡρισμένον παρὰ τῷ θεῷ κρατῆσαι τὸν υἱόν σου τὴν βασιλείαν, εἰ μὴ σή ἐστιν, ἐκ θεοῦ δεδομένη σοι." αὐτὴ δὲ ὡς γυνὴ ἐξαπατηθεῖσα, ἔχουσα δὲ καὶ τὸ φίλαρχον, ἐπληροφορήθη οὕτως εἶναι, καὶ οὐκ ἐλογίσατο, ὅτι αὐτοὶ θέλοντες διοικεῖν τὰ πράγματα τοῦτο προεφασίσαντο. τοῦ οὖν βασιλέως γεγονότος εἰκοσαετοῦς, ῥωμαλέου τε ὄντος καὶ ἱκανοῦ πάνυ, ἑώρα ἑαυτὸν μηδὲν ἐξουσιάζοντα· καὶ ἐλυπεῖτο βλέπων Σταυράκιον τὸν πατρίκιον καὶ λογοθέτην τὰ πάντα κατέχοντα, καὶ πάντας πρὸς αὐτὸν προερχομένους, [καὶ] μηδενὸς τολμῶντος τῷ βασιλεῖ συχνάσαι. καὶ βουλευσάμενος τοῖς οἰκείοις αὐτοῦ ἀνθρώποις, ὀλιγοστοῖς οὖσιν, καὶ Πέτρῳ μαγίστρῳ καὶ Θεοδώρῳ πατρικίῳ τῷ Καμουλιανῷ καὶ Δαμιανῷ πατρικίῳ, ἐκύρωσε τοῦ πιάσαι αὐτὸν καὶ ἐξορίσαι ἐν Σικελίᾳ, καὶ κρατῆσαι αὐτὸν τὸ βασίλειον μετὰ τῆς ἰδίας μητρός. τῇ δὲ θʹ τοῦ Φεβρουαρίου μηνὸς τῆς ιγʹ ἰνδικτιῶνος σεισμὸς γέγονε φοβερώτατος, ὥστε μὴ τολμᾷν τινας ἐν οἴκῳ καθευδῆσαι, ἀλλὰ πάντας εἰς τοὺς κήπους καὶ τὰ ἐξάερα σκηνὰς ποιήσαντας διάγειν. ἡ δὲ βασίλισσα ἅμα τῷ υἱῷ αὐτῆς ἐξῆλθεν ἐν τῷ ἁγίῳ Μάμαντι. μηνυθείσης 465 δὲ τῷ Σταυρακίῳ τῆς προφάσεως ταύτης, συγκινεῖ τὴν Αὐγούσταν κατὰ τοῦ υἱοῦ, καὶ πιάσασα τοὺς ἀνθρώπους τοῦ βασιλέως, πάντας δείρασα καὶ κουρεύσασα σὺν Ἰωάννῃ τῷ πρωτοσπαθαρίῳ καὶ βαγύλῳ αὐτοῦ, τῷ λεγομένῳ Πικριδίῳ, ἐξώρισεν ἐπὶ τὰ κατωτικὰ μέρη ἕως Σικελίας. τὸν δὲ μάγιστρον Πέτρον ἀτιμίαις περιβαλοῦσα ἐκάθισεν ἐν τῷ οἴκῳ αὐτοῦ, ὁμοίως καὶ Θεόδωρον πατρίκιον, τὸν Καμουλιανόν· τὸν δὲ πατρίκιον Δαμιανὸν δείρασα καὶ κουρεύσασα εἰς Ἀπολλωνιάδα τὸ κάστρον ἐξώρισεν. τύψασα δὲ καὶ τὸν υἱὸν καὶ πολλὰ λοιδορήσασα ἀπρόϊτον ἐποίησεν ἐπὶ ἡμέρας ἱκανάς. ἤρξατο δὲ ὁρκίζειν τὸν στρατόν, ὅτι" ἕως οὗ ζῇς, οὐ καταδεξόμεθα τὸν υἱόν σου κρατῆσαι." καὶ ὤμνυον πάντες οὕτως, μηδενὸς τολμῶντος ἀντειπεῖν περὶ τούτου τὸ σύνολον. στόλος δὲ ἐξῆλθεν Ἀράβων ἐπὶ Κύπρον, καὶ τοῦτο προγνοῦσα ἡ βασίλισσα ἐσώρευσε καὶ αὐτὴ πάντα τὰ Ῥωμαϊκὰ πλωΐματα καὶ ἀπέλυσε κατ' αὐτῶν. ἐλθόντες δὲ ἕως τὰ Μύρα ἀμφότεροι οἱ στρατηγοὶ ἔκαμψαν τὸν ἀκρωτῆρα τῶν Χελιδονίων καὶ εἰσῆλθον ἐπὶ τὸν κόλπον Ἀταλείας. οἱ δὲ Ἄραβες κινήσαντες ἀπὸ τῆς Κύπρου, καὶ εὐδίας αὐτοὺς καταλαβούσης, περιεφέροντο ἐν τῷ πελάγει. ἀναφανέντων δὲ αὐτῶν τὴν γῆν, εἶδον αὐτοὺς οἱ στρατηγοί, καὶ παραταξάμενοι ἡτοιμάσθησαν τοῦ πολεμεῖν. Θεόφιλος δέ, ὁ τῶν Κιβυραιωτῶν στρατηγός, ῥωμαλέος ἀνὴρ καὶ ἱκανώτατος ὤν, θαρσήσας καὶ πάντων προεξελθὼν τούτοις τε συμβαλών, ἐκρατήθη ὑπ' αὐτῶν, ὃν ἐπαγαγόντες πρὸς Ἀαρών, θεαθείς τε παρ' αὐτοῦ προετράπη προδότης γενέσθαι καὶ τυχεῖν προσκαίρων δωρεῶν. τοῦ δὲ μὴ καταδεξαμένου ἐπὶ πλέον τε ἀναγκασθέντος καὶ μὴ ὑπείξαντος, τὴν διὰ ξίφους τιμωρίαν ὑπομείνας μάρτυς ἄριστος ἀνεδείχθη. Κόσμου ἔτη σπγʹ. Τῆς θείας σαρκώσεως ἔτη ψπγʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη ζʹ. αʹ. Ἀράβων ἀρχηγὸς Ἀαρὼν ἔτη κγʹ. ʹ. Ῥώμης ἐπίσκοπος Ἀδριανὸς ἔτη κζʹ. κβʹ. Κωνσταντ. ἐπίσκοπος Ταράσιος ἔτη καʹ. ζʹ. Τούτῳ τῷ ἔτει μηνὶ Σεπτεμβρίῳ, ἰνδικτιῶνος ιδʹ, κατέλαβον οἱ ὁρκίζοντες εἰς τὸ θέμα τῶν Ἀρμενιάκων· οἱ δὲ οὐ κατεδέξαντο 466 ὀμόσαι, ὅτι" οὐ βασιλευόμεθα ὑπὸ τοῦ υἱοῦ σου ἐν τῇ ζωῇ σου, οὐδὲ προτάσσομεν τὸ ὄνομα Εἰρήνης πρὸ Κωνσταντίνου, ἀλλὰ Κωνσταντίνου καὶ Εἰρήνης, ὡς ἐξ ἀρχῆς παρελάβομεν." ἀπέστειλε δὲ πάλιν πρὸς τὸ πιάσαι αὐτοὺς Ἀλέξιον τὸν σπαθάριον καὶ δρουγγάριον τῆς βίγλας, τὸ ἐπίκλην Μουσουλέμ. οἱ δὲ κρατήσαντες αὐτὸν τοῦ ἄρχειν αὐτῶν προεβάλοντο, Νικηφόρον δέ, τὸν πατρίκιον καὶ στρατηγὸν αὐτῶν, φρουρήσαντες Κωνσταντῖνον μόνον βασιλέα ἀνευφήμησαν. τοῦτο μαθόντες οἱ τῶν λοιπῶν θεμάτων λαοί, τοὺς στρατηγοὺς αὐτῶν διώξαντες Κωνσταντῖνον μόνον βασιλέα καὶ αὐτοὶ ἀνεκήρυττον. ὢ τῆς τοῦ πονηροῦ διαβόλου πανουργίας· πῶς διὰ πολλῶν μεθοδειῶν σπεύδει ἀπολέσαι τὸ τῶν ἀνθρώπων γένος· οἱ γὰρ πρὸ ιεʹ χρόνων ὀμόσαντες τὸν φοβερὸν ἐκεῖνον ὅρκον καὶ ἔγγραφα ποιήσαντες καὶ ἐν τῷ ἁγίῳ βήματι ἀποθέμενοι πάλιν ὤμνυον τῇ Εἰρήνῃ μὴ βασιλευθῆναι ὑπὸ τοῦ υἱοῦ αὐτῆς ἐν τῇ ζωῇ αὐτῆς. καὶ αὖθις τοῦτο ἐπιλαθόμενοι Κωνσταντῖνον αὐτοκράτορα ἀνευφήμουν, μὴ ἐννοήσαντες οἱ τάλανες, ὅτι οὐκ ἔδει ἀντωμοσίαν ποιῆσαι. ἀνάγκη γὰρ πᾶσα τῇ ἀντωμοσίᾳ ἐπιορκίαν παρακολουθῆσαι, ἐπιορκία δὲ θεοῦ ἄρνησις. συναχθέντες δὲ τῷ Ὀκτωβρίῳ μηνὶ τῆς ιδʹ ἰνδικτιῶνος οἱ τῶν θεμάτων ἐν τῇ Ἀτρῴᾳ ἐπεζήτησαν πάντες κοινῇ γνώμῃ Κωνσταντῖνον βασιλέα εἰκοστὸν ἄγοντα ἔτος· φοβηθεῖσα δὲ Εἰρήνη τὸ ὅρμημα τοῦ λαοῦ ἀπέλυσεν αὐτόν. αὐτοὶ δὲ τοῦτον αὐτοκράτορα ἐκύρωσαν μέν, ἀπεκήρυξαν δὲ τὴν τούτου μητέρα. ἀπέστειλε δὲ εὐθέως ὁ βασιλεὺς Μιχαὴλ τὸν Λαχανοδράκοντα καὶ Ἰωάννην, τὸν βάγυλον αὐτοῦ καὶ πρωτοσπαθάριον, καὶ ὥρκισαν τοὺς Ἀρμενιάκους τοῦ μὴ δέξασθαι Εἰρήνην τὴν αὐτοῦ μητέρα εἰς βασιλέα· τὸν δὲ Ἀλέξιον ἐπεκύρωσε στρατηγὸν αὐτῶν. καὶ ἐπανελθὼν ὁ βασιλεὺς ἐν τῇ πόλει τῷ Δεκεμβρίῳ μηνί, δείρας καὶ κουρεύσας Σταυράκιον ἐξώρισε εἰς τὸ θέμα τῶν Ἀρμενιάκων πρὸς πληροφορίαν αὐτῶν. ἐξώρισε δὲ καὶ Ἀέτιον τὸν εὐνοῦχον, πρωτοσπαθάριον καὶ ἐπιστή467 θιον αὐτῆς, καὶ πάντας τοὺς οἰκειακοὺς αὐτῆς εὐνούχους. ταύτην δὲ μετὰ τῆς ἀπαθείας αὐτῆς ἐκάθισεν ἐν τῷ παλατίῳ τῶν Ἐλευθερίου, ὃ αὐτὴ ᾠκοδόμησεν, ἐν ᾧ καὶ τὰ πλεῖστα χρήματα ἦν κατακρύψασα. ἐγένετο δὲ τῷ αὐτῷ μηνὶ ἐμπυρισμός, καὶ ἐκάη ὁ τρίκλινος τοῦ πατριαρχείου, ὁ λεγόμενος Θωμαΐτης, καὶ τὸ κυαιστώριον καὶ ἄλλαι οἰκίαι πολλαὶ ἕως τοῦ Μιλίου. τῷ δὲ Ἀπριλλίῳ μηνὶ ἐπιστρατεύσας Κωνσταντῖνος κατὰ Βουλγάρων ἦλθεν εἰς τὸ ἐπιλεγόμενον Προβάτου κάστρον, εἰς τὸ τοῦ ἁγίου Γεωργίου ῥυάκιν· καὶ συναντήσας Καρδάμῳ, τῷ κυρῷ Βουλγαρίας, μικροῦ πολέμου περὶ τὴν ἑσπέραν γεγονότος, δειλανδρήσαντες οἱ Ῥωμαῖοι διὰ τῆς νυκτὸς ἔφυγον καὶ ὑπέστρεψαν ἀδόξως· καὶ οἱ Βούλγαροι δὲ φοβηθέντες ὑπέστρεψαν. βʹ. ζʹ. κγʹ. ηʹ. Τούτῳ τῷ ἔτει μηνὶ Σεπτεμβρίῳ ἐπεστράτευσεν ὁ βασιλεὺς κατὰ Ἀράβων, καὶ ἀπάρας ἐκ τοῦ Ἀμωρίου ἀπῄει. ἐπὶ Ταρσὸν τῆς Κιλικίας. ἐλθὼν δὲ εἰς Ἀνύδρους πύργους πάλιν ἀνθυπέστρεψε κενὸς μηνὶ Ὀκτωβρίῳ, ἰνδικτιῶνος ιεʹ. τῇ δὲ ιεʹ τοῦ Ἰαννουαρίου μηνὸς παρακληθεὶς ὁ βασιλεὺς ὑπὸ τῆς ἰδίας μητρὸς καὶ πολλῶν τῶν ἐν τέλει ἀναγορεύει αὐτὴν πάλιν, καὶ συνευφημίζεται σὺν αὐτῷ ὡς ἐξ ἀρχῆς, Κωνσταντίνου καὶ Εἰρήνης. καὶ πάντες μὲν πειθαρχοῦσιν, τὸ δὲ τῶν Ἀρμενιάκων θέμα ἐνστάντες πρὸς τοῦτο στασιάζουσι καὶ ἐπιζητοῦσιν Ἀλέξιον, τὸν πρὸ μικροῦ στρατηγήσαντα αὐτῶν, τὸ τηνικαῦτα τοῦ βασιλέως μετὰ λόγου προσκαλεσαμένου αὐτὸν καὶ τῇ τοῦ πατρικίου ἀξίᾳ τιμήσαντος καὶ πρὸς ἑαυτὸν κατασχόντος. τοῦτον οὖν διὰ τὴν τοιαύτην ἐπιζήτησιν καί τινας λόγους περὶ αὐτοῦ ῥεσκομένους, ὡς μέλλειν αὐτὸν βασιλεύειν, δείρας καὶ κουρεύσας ἐν τῷ πραιτωρίῳ ἀπέθετο. τῷ δὲ Ἰουλίῳ μηνὶ ἐπεστράτευσε κατὰ Βουλγάρων καὶ ἔκτισε τὸ κάστρον Μαρκέλλων· καὶ τῇ εἰκάδι τοῦ Ἰουλίου μηνὸς ἐξῆλθε Κάρδαμος, ὁ κῦρις Βουλγαρίας μετὰ πάσης τῆς δυνάμεως αὐτοῦ καὶ ἔστη ἐν τοῖς ὀχυρώμασιν. θερμοπνοήσας δὲ ὁ βασιλεὺς καὶ ὑπὸ ψευδοπροφητῶν πεισθείς, ὡς αὐτοῦ ἔσται ἡ νίκη, ἀσκόπως καὶ ἀτάκτως συνέβαλε πόλεμον καὶ ἡττᾶται σφοδρῶς. ἐπανέρχεται δὲ φυγὰς ἐν τῇ πόλει πολλοὺς ἀποβαλών, οὐ μόνον τοῦ 468 κοινοῦ λαοῦ, ἀλλὰ καὶ τῶν ἐν τέλει, ἐν οἷς καὶ Μιχαὴλ μάγιστρον τὸν Λαχανοδράκοντα, καὶ Βάρδαν πατρίκιον, καὶ Στέφανον πρωτοσπαθάριον, τὸν Χαμέα, Νικήταν τε καὶ Θεόγνωστον στρατηγοὺς γεγονότας, καὶ ἀνθρώπους βασιλικοὺς οὐκ ὀλίγους, καὶ Παγκράτιον τὸν ψευδοπροφήτην καὶ ἀστρονόμον, ὅστις καὶ νικᾷν αὐτὸν προεφήτευσεν. ἐπῆραν δὲ καὶ τὸ τοῦλδον χρήματά τε καὶ ἵππους καὶ τὴν κόρτην μετὰ πάσης τῆς βασιλικῆς ὑπουργίας. τῶν δὲ ταγμάτων ἐπισυναχθέντων ἐν τῇ πόλει, ἐβουλεύσαντο ἐξαγαγεῖν Νικηφόρον, τὸν ἀπὸ καισάρων, καὶ στῆσαι εἰς βασιλέα. τοῦτο γνοὺς Κωνσταντῖνος, ἀποστείλας ἐξήγαγεν ἀμφοτέρους τοὺς υἱοὺς Κωνσταντίνου, τοῦ πάππου αὐτοῦ, ἐν τῷ ἁγίῳ Μάμαντι· καὶ τὸν μὲν Νικηφόρον ἐτύφλωσεν, Χριστοφόρον δὲ καὶ Νικήταν, Ἄνθιμόν τε καὶ Εὐδόκιμον ἐγλωσσοκόπησεν· σὺν αὐτοῖς δὲ καὶ Ἀλέξιον, τὸν προλεχθέντα πατρίκιον, ἐξετύφλωσε πεισθεὶς ταῖς μητρικαῖς εἰσηγήσεσι καὶ Σταυρακίου, τοῦ προρρηθέντος πατρικίου, ὡς, εἰ μὴ τοῦτον ἐκτυφλώσειεν, εἰς βασιλέα αὐτὸν ψηφίζονται. ἐγένετο δὲ ἡ τούτων ποινὴ μηνὶ Αὐγούστῳ, ἡμέρᾳ σαββάτῳ, ἰνδικτιῶνι ιεʹ, ὥρᾳ θʹ. ἀλλ' οὐκ εἰς μακρὰν ἡ τοῦ θεοῦ δίκη ἀνεκδίκητον εἴασε τὴν ἄδικον ταύτην πρᾶξιν. μετὰ γὰρ πενταετῆ χρόνον, τῷ αὐτῷ μηνί, καὶ τῇ αὐτῇ ἡμέρᾳ τοῦ σαββάτου, τυφλοῦται ὑπὸ τῆς ἰδίας μητρὸς ὁ αὐτὸς Κωνσταντῖνος.
454.3.1
ηʹ. κδʹ. θʹ. Τούτῳ τῷ ἔτει ἀκούσαντες οἱ Ἀρμενιάκοι περὶ τοῦ πατρικίου Ἀλεξίου, ὅτι ἐτυφλώθη, ἐφυλάκισαν τὸν στρατηγὸν αὐτῶν Θεόδωρον καὶ πατρίκιον, τὸν Καμουλιανόν. καὶ μαθὼν ὁ βασιλεὺς ἀπέλυσε τὸν πρωτοσπαθάριον Κωνσταντῖνον, τὸν Ἀρτασήρ, καὶ τὸν Χρυσοχέρην, στρατηγὸν τῶν Βουκελλαρίων, μετὰ λαοῦ τῶν λοιπῶν θεμάτων, τοῦ πιάσαι αὐτούς. οἱ δὲ κροτήσαντες πόλεμον πρὸς αὐτοὺς ἐπίασαν ἀμφοτέρους καὶ ἐτύφλωσαν, καὶ ἐσφάγησαν πολλοὶ 469 ἐξ ἀμφοτέρων τῶν μερῶν μηνὶ Νοεμβρίῳ τῆς αʹ ἰνδικτιῶνος· τῷ δὲ Δεκεμβρίῳ μηνὶ κεʹ, ὥρᾳ δευτέρᾳ, νυκτερινῆς βροντῆς καὶ ἀστραπῆς γενομένης, ἀνήφθη μέρος τοῦ βασιλικοῦ ἐργοδοσίου τῶν χρυσοκλαβαρίων κατὰ τὸν χρυσίωνα. μετὰ δὲ τὸ ἅγιον πάσχα ἐπεστράτευσεν ὁ βασιλεὺς κατὰ τῶν Ἀρμενιάκων μετὰ καὶ πάντων τῶν λοιπῶν θεμάτων. καὶ τῇ κ ʹ τοῦ Μαΐου μηνὸς τῆς αʹ ἰνδικτιῶνος, ἡμέρᾳ κυριακῇ τῆς πεντηκοστῆς, πολεμήσας αὐτούς, δόλῳ τῶν σὺν αὐτοῖς Ἀρμενίων προδεδωκότων νικήσας συλλαμβάνει αὐτοὺς καὶ ἀναιρεῖ Ἀνδρόνικον, σπαθάριον καὶ τουρμάρχην αὐτῶν, καὶ Θεόφιλον τουρμάρχην καὶ Γρηγόριον, ἐπίσκοπον Σινώπης, τοὺς δὲ λοιποὺς ζημίαις καὶ δημεύσεσι καθυπέβαλεν. χιλίους δὲ ἐκ τοῦ κάστρου αὐτῶν δεσμήσας ἐν τῇ πόλει εἰσήγαγε διὰ τῆς πόρτης Βλαχερνῶν, μηνὶ Ἰουνίῳ κδʹ, ἡμέρᾳ βʹ, ὧν ἐπιγράψας τὰ πρόσωπα μέλανι κεντητῷ," Ἀρμενιάκος ἐπίβουλος," διέσπειρεν αὐτοὺς ἔν τε Σικελίᾳ καὶ ταῖς λοιπαῖς νήσοις. οἱ δὲ προδόται αὐτῶν Ἀρμένιοι μηδὲν φιλοτιμηθέντες παρὰ τοῦ βασιλέως τὸ κάστρον Κάμαχον παρέδωκαν τοῖς Ἄραψιν.
454.4.1
θʹ. κεʹ. ιʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ, ἰνδικτιῶνος βʹ, παρέλαβον οἱ Ἄραβες τὸ κάστρον Θήβασαν ὑπὸ λόγον· διὸ καὶ τοὺς ἄρχοντας αὐτοῦ ἀπέλυσαν πορευθῆναι εἰς τὰ ἴδια. εʹ. ιʹ. κ ʹ. ιαʹ. Τούτῳ τῷ ἔτει μισήσας ὁ βασιλεὺς τὴν ἑαυτοῦ γυναῖκα Μαρίαν ὑποβολῇ τῆς ἑαυτοῦ μητρὸς ἐφιεμένης τῆς ἀρχῆς πρὸς τὸ καταγνωσθῆναι αὐτὸν ὑπὸ πάντων, ἐξεβιάσατο αὐτὴν τοῦ γενέσθαι μονάστριαν, καὶ πείσας αὐτὴν ἀπέκειρε μηνὶ Ἰαννουαρίῳ, ἰνδικτιῶνος γʹ. καὶ τῷ Ἀπριλλίῳ μηνὶ ἐπεστράτευσε κατὰ Ἀράβων· καὶ τῇ ηʹ τοῦ Μαΐου μηνὸς πολεμήσας μεθ' ἑνὸς κούρσου αὐτῶν ἐν τόπῳ ἐπιλεγομένῳ Ἀνοῦσαν, νικήσας καὶ τρέψας ἤλασεν ἕως τοῦ ποταμοῦ. καὶ κατελθὼν εἰς Ἔφεσον καὶ εἰς τὸν Θεολόγον εὐξάμενος τὸ κωμέρκιν τοῦ πανηγυρίου, ρʹ λιτρῶν χρυσίου ὄν, ἐκούφισε πρὸς θερα4 πείαν τοῦ ἁγίου ἀποστόλου καὶ εὐαγγελιστοῦ Ἰωάννου. τῷ δὲ Αὐγούστῳ μηνὶ ἔστεψεν ὁ βασιλεὺς Θεοδότην τὴν κουβικουλαρέαν εἰς ἀυγούσταν καὶ ἐμνηστεύθη αὐτὴν παρανόμως. ʹ. ιαʹ. κζʹ. ιβʹ. Τούτῳ τῷ ἔτει, μηνὶ Σεπτεμβρίῳ, ἰνδικτιῶνος δʹ, ἐποίησε τὸν γάμον ὁ βασιλεὺς μετὰ Θεοδότης ἐν τῷ παλατίῳ τοῦ ἁγίου Μάμαντος ἡμέρας μʹ. τῷ δὲ Ἀπριλλίῳ μηνὶ τῆς αὐτῆς δʹ ἰνδικτιῶνος, ἡμέρᾳ ζʹ, ὥρᾳ νυκτερινῇ, γέγονε σεισμὸς ἐν τῇ νήσῳ Κρήτῃ φοβερώτατος. ἐγένετο δὲ καὶ ἐν Κωνσταντινουπόλει μηνὶ Μαΐῳ δʹ πάνυ φοβερός. Κάρδαμος δέ, ὁ κῦρις Βουλγαρίας, ἐδήλωσε τῷ βασιλεῖ, ὅτι" ἢ τέλεσόν μοι πάκτα, ἢ ἔρχομαι ἕως τῆς Χρυσῆς πόρτης καὶ ἐρημῶν τὴν Θρᾴκην." ὁ δὲ βασιλεὺς βαλὼν καβαλλίνας ἀλόγου εἰς μανδῆλιν ἔπεμψεν αὐτῷ εἰπών, ὅτι" οἷα μέν σοι πρέπει πάκτα, ἀπέστειλά σοι. γέρων δὲ εἶ· καὶ οὐ θέλω ἵνα κοπιάσῃς ἕως τῶν ὧδε· ἀλλ' ἐγὼ ἔρχομαι ἕως Μαρκέλλων, καὶ ἔξελθε. καὶ εἴ τι κρίνει ὁ θεός." καὶ ἀποστείλας ὁ βασιλεὺς εἰς τὰ περατικὰ θέματα ἐσώρευσε τὸν λαὸν αὐτοῦ καὶ ἦλθεν ἕως Βερσινικίας, καὶ ὁ Κάρδαμος ἦλθεν ἕως τοῦ δασέος Ἀβρολέβα καὶ δειλιάσας ἔμεινεν ἐν τῷ ἄλσει. ὁ δὲ βασιλεὺς παραθαρρύνας τὸν λαὸν αὐτοῦ ἀπῆλθεν ἕως τοῦ γυμνοῦ Ἀβρολέβα, προσκαλούμενος αὐτὸν ἐπὶ ἡμέρας ιζʹ. ὁ δὲ οὐκ ἐτόλμησεν, ἀλλ' ἐπανῆλθε φυγὰς εἰς τὰ ἴδια. τῷ δ' αὐτῷ χρόνῳ καὶ οἱ Ἄραβες ἦλθον ἕως τοῦ Ἀμωρίου, καὶ μηδὲν ἀνύσαντες ὑπέστρεψαν αἰχμαλωσίαν εἰς τὰ περίχωρα ποιήσαντες. Τῷ δ' αὐτῷ ἔτει Πλάτων, ὁ τοῦ Σακκουδίωνος ἡγούμενος, ἀπέσχισε τῆς κοινωνίας Ταρασίου τοῦ πατριάρχου, ὡς δεξαμένου τὸν βασιλέα εἰς κοινωνίαν καὶ ἐπιτρέψαντος τῷ τε κατηχητῇ τοῦ κουρεῦσαι τὴν γυναῖκα αὐτοῦ Μαρίαν, καὶ τῷ ἀββᾷ Ἰωσήφ, τῷ ἡγουμένῳ τῶν Καθαρῶν, τοῦ στεφανῶσαι αὐτὸν μετὰ τῆς Θεοδότης. καὶ τοῦτο γνοὺς ὁ βασιλεὺς ἀπέστειλε Βαρδάνιον, τὸν πατρίκιον καὶ δομέστικον τῶν σχολῶν, καὶ Ἰωάννην, τὸν κόμητα τοῦ Ὀψικίου, 471 καὶ εἰσήγαγε τὸν Πλάτωνα ἐν τῇ πόλει καὶ ἀπέκλεισεν εἰς ἐγκλείστραν ἐν τῷ ναῷ τοῦ ἀρχιστρατήγου ἐν τῷ παλατίῳ· τοὺς δὲ λοιποὺς μοναχοὺς σὺν τοῖς ἀνεψιοῖς αὐτοῦ τύψαντες ἐξώρισαν ἐν Θεσσαλονίκῃ, οὓς ὑπερασπίζετο ἡ μήτηρ τοῦ βασιλέως, ὡς τῷ υἱῷ αὐτῆς ἀντιταττομένους καὶ καταισχύνοντας αὐτόν. Ῥώμης ἐπίσκοπος Λέων ἔτη
454.5.1
ζʹ. ιβʹ. αʹ. ιγʹ. Τούτῳ τῷ ἔτει, μηνὶ Σεπτεμβρίῳ, ἐξῆλθεν ὁ βασιλεὺς σὺν τῇ μητρὶ αὐτοῦ ἐν τῇ Προύσῃ θερμίσαι· καὶ τῇ ζʹ τοῦ Ὀκτωβρίου μηνὸς τῆς εʹ ἰνδικτιῶνος ἐτέχθη τῷ βασιλεῖ υἱός, ὃν ἐπωνόμασε Λέοντα· καὶ μαθὼν ὁ βασιλεύς, καταλιπὼν τὴν μητέρα αὐτοῦ ἐν τοῖς θερμοῖς σὺν πάσῃ τῇ βασιλικῇ τάξει καὶ τοῖς ἄρχουσι δρομαῖος ἐπὶ τὴν πόλιν ὑπέστρεψεν. εὑροῦσα δὲ διωρίαν ἡ τούτου μήτηρ προσελάλησε καὶ ὑπέσυρε δωρεαῖς καὶ ὑποσχέσεσι τοὺς τῶν ταγμάτων ἄρχοντας πρὸς τὸ καθελεῖν τὸν υἱὸν αὐτῆς καὶ μονοκρατορῆσαι αὐτήν, τοὺς μὲν δι' ἑαυτῆς θωπεύσασα, τοὺς δὲ διὰ τῶν ἀνθρώπων αὐτῆς, καὶ εἵλκυσε πάντας πρὸς ἑαυτὴν καὶ ἐξεδέχετο ἡμέραν εὑρεῖν ἐπιτήδειον. ἐν δὲ τῇ Ῥώμῃ τελευτήσαντος τοῦ πάπα Ἀδριανοῦ, χειροτονεῖται Λέων, ἀνὴρ τιμιώτατος καὶ κατὰ πάντα αἰδέσιμος. τῷ δὲ Μαρτίῳ μηνὶ ἐξῆλθεν ὁ βασιλεὺς κατὰ Ἀράβων ἔχων μεθ' ἑαυτοῦ Σταυράκιον τὸν πατρίκιον καὶ λοιποὺς φίλους τῆς μητρὸς αὐτοῦ καὶ ἐκλογὴν μονοζώνων στρατιωτῶν ἐξ ἀμφοτέρων θεμάτων χιλιάδας κʹ. ἰδόντες δὲ οἱ περὶ Σταυράκιον τὴν προθυμίαν τοῦ λαοῦ καὶ τοῦ βασιλέως ἐφοβήθησαν, μήπως πολεμήσας νικήσῃ, καὶ ἀστοχήσωσι τῆς κατ' αὐτοῦ βουλῆς. καὶ δωροδοκήσαντες τοὺς τῆς βίγλας ἔπεισαν αὐτοὺς ψεύσασθαι, ὅτι ἔφυγον οἱ Σαρακηνοί. ὁ γοῦν βασιλεὺς πολλὰ λυπηθεὶς ἄπρακτος εἰς τὴν πόλιν εἰσῆλθεν. καὶ τῇ αʹ τοῦ Μαΐου μηνὸς τέθνηκεν ὁ υἱὸς αὐτοῦ Λέων, καὶ ἐθρήνησεν αὐτὸν σφόδρα. τῇ δὲ ιζʹ τοῦ Ἰουλίου μηνός, ἰνδικτιῶνος εʹ, ἡμέρᾳ εʹ, ἐξ ἱππικοῦ ἀγῶνος περάσαντος τοῦ βασιλέως ἐν τῷ ἁγίῳ Μάμαντι ἐπέρασαν κατ' αὐτοῦ οἱ τῶν ταγμάτων προλαλημένοι, ὥστε πιάσαι αὐτόν. ὁ δὲ τοῦτο μαθὼν εἰσῆλθεν εἰς τὸ χελάνδιν αὐτοῦ 472 καὶ ἐπέρασεν εἰς Πύλας βουλόμενος εἰς τὸ θέμα τῶν ἀνατολικῶν προσφυγεῖν. συνῆσαν δὲ αὐτῷ καὶ οἱ τῆς μητρὸς αὐτοῦ φίλοι ἀγνοούμενοι παρ' αὐτοῦ. ἐξῆλθε δὲ καὶ ἡ γυνὴ αὐτοῦ ἕως τοῦ Τρίτωνος. συμβουλευσάμενοι δὲ οἱ συνόντες αὐτῷ φίλοι τῆς μητρὸς αὐτοῦ εἶπον πρὸς ἑαυτούς·" ἐὰν ἐπισωρευθῇ αὐτῷ λαός, οὐκέτι κυριεύεται, καὶ οὐ λανθάνομεν αὐτόν, καὶ ἀπολεῖ ἡμᾶς." καὶ ἡ μήτηρ δὲ αὐτοῦ ἐπισωρεύσασα ἐν τοῖς Ἐλευθερίου τοὺς τῶν ταγμάτων προλαληθέντας αὐτῇ εἰσῆλθεν ἐν τῷ παλατίῳ, καὶ μαθοῦσα τὴν τοῦ λαοῦ πρὸς τὸν βασιλέα συνδρομὴν ἐφοβήθη λίαν, καὶ ἐσκέπτετο ἀπολῦσαι ἐπισκόπους πρὸς αὐτὸν καὶ λαβεῖν λόγον καὶ καθίσαι εἰς γωνίαν. ἔγραψε δὲ λάθρα πρὸς τοὺς συνόντας αὐτῷ φίλους αὐτῆς, ὅτι" εἰ μὴ ποιήσητέ τινα τρόπον καὶ παραδώσητε αὐτόν, τοὺς λόγους, οὓς ἔχετε μετ' ἐμοῦ, μηνῦσαι ἔχω τῷ βασιλεῖ." οἱ δὲ φοβηθέντες ἐκράτησαν αὐτὸν εἰς παράκλησιν, καὶ εἰσενέγκαντες εἰς τὸ χελάνδιν τῷ σαββάτῳ πρωῒ κατέλαβον ἐν τῇ πόλει, τῇ ιεʹ τοῦ Αὐγούστου μηνός, καὶ ἀπέκλεισαν αὐτὸν ἐν τῇ Πορφυρᾷ, ἔνθα καὶ ἐγεννήθη. καὶ περὶ ὥραν θʹ ἐκτυφλοῦσιν αὐτὸν δεινῶς καὶ ἀνιάτως πρὸς τὸ ἀποθανεῖν αὐτόν, γνώμῃ τῆς μητρὸς αὐτοῦ καὶ τῶν συμβούλων αὐτῆς. ἐσκοτίσθη δὲ ὁ ἥλιος ἐπὶ ἡμέρας ιζʹ καὶ οὐκ ἔδωκε τὰς ἀκτῖνας αὐτοῦ, ὥστε πλανᾶσθαι τὰ πλοῖα καὶ φέρεσθαι, καὶ πάντας λέγειν καὶ ὁμολογεῖν, ὅτι διὰ τὴν τοῦ βασιλέως τύφλωσιν ὁ ἥλιος τὰς ἀκτῖνας ἀπέθετο· καὶ οὕτω κρατεῖ Εἰρήνη, ἡ μήτηρ αὐτοῦ. Τῷ δ' αὐτῷ ἔτει καὶ οἱ τῆς Ῥώμης, συγγενεῖς τοῦ μακαρίου πάπα Ἀδριανοῦ, συγκινήσαντες τὸν λαὸν ἐστασίασαν κατὰ Λέοντος τοῦ πάπα, καὶ κρατήσαντες ἐτύφλωσαν αὐτόν· οὐ μέντοι ἠδυνήθησαν τελέως σβέσαι τὸ φῶς αὐτοῦ, τῶν τυφλωσάντων αὐτὸν φιλανθρώπων ὄντων καὶ φεισαμένων αὐτοῦ. ὁ δὲ προσφυγὼν τῷ ῥηγὶ τῶν Φράγγων Καρούλῳ, ἠμύνατο τοὺς ἐχθροὺς αὐτοῦ πικρῶς καὶ πάλιν ἀπεκατέστησεν αὐτὸν εἰς τὸν ἴδιον θρόνον, γενομένης τῆς Ῥώμης ἀπ' ἐκείνου καιροῦ ὑπὸ τὴν ἐξουσίαν τῶν Φράγγων. ὁ δὲ 473 τὸν Κάρουλον ἀμειβόμενος ἔστεψεν αὐτὸν εἰς βασιλέα Ῥωμαίων ἐν τῷ ναῷ τοῦ ἁγίου ἀποστόλου Πέτρου, χρίσας ἐλαίῳ ἀπὸ κεφαλῆς ἕως ποδῶν καὶ περιβαλὼν βασιλικὴν ἐσθῆτα καὶ στέφος, μηνὶ Δεκεμβρίῳ κεʹ, ἰνδικτιῶνος θʹ. Ῥωμαίων βασίλισσα Εἰρήνη πάλιν ἔτη εʹ. αʹ. ιγʹ.
454.6.1
ιδʹ. Τούτῳ τῷ ἔτει κρατήσασα Εἰρήνη τὴν βασιλείαν παραυτίκα ἀποστέλλει Δωρόθεον, τὸν ἡγούμενον Χρυσοπόλεως, καὶ Κωνσταντῖνον, χαρτοφύλακα τῆς μεγάλης ἐκκλησίας, πρὸς Ἀβιμέλεχ ληϊζόμενον τὰ μέρη Καππαδοκίας καὶ Γαλατίας, πρεσβευομένη περὶ εἰρήνης· οὐ γέγονε δέ. καὶ τῷ Ὀκτωβρίῳ μηνί τινες νεωτερισταὶ φρουρουμένοις τοῖς υἱοῖς τοῦ θεομάχου Κωνσταντίνου ἐν τῷ παλατίῳ τῶν Θεραπείας, πείθουσιν αὐτοὺς προσφυγεῖν τῇ μεγάλῃ ἐκκλησίᾳ καὶ δῆθεν αἰτήσασθαι ἀσφάλειαν τῆς μετὰ ταῦτα ἀβλαβείας αὐτῶν, ὡς διὰ τῆς τοιαύτης προφάσεως ἀναγορεῦσαι ἐξ αὐτῶν βασιλέα. καὶ πολλοῦ λαοῦ ἐν τῇ ἐκκλησίᾳ προσδραμόντος, εἰσελθὼν Ἀέτιος ὁ εὐνοῦχος πατρίκιος ἐξήγαγεν αὐτοὺς λόγῳ, μηδενὸς αὐτοῖς προσχόντος, καὶ ἐξώρισεν αὐτοὺς εἰς Ἀθήνας. οἱ δὲ δύο πατρίκιοι, ὅ τε Σταυράκιος καὶ Ἀέτιος, ἐπιστήθιοι ὄντες τῆς βασιλείας, γεγόνασι κατ' ἀλλήλων, ὥστε φανερῶς τὴν ἔχθραν ἐπιδείκνυσθαι, ἀμφότεροι σκοπὸν ἔχοντες μετὰ θάνατον αὐτῆς τοῖς ἰδίοις συγγενεῦσι τὴν βασιλείαν περιποιήσασθαι. βʹ. ιδʹ. γʹ. ιεʹ. Τούτῳ τῷ ἔτει ἐξῆλθεν ὁ Ἀβιμέλεχ κατὰ Ῥωμανίας, καὶ ἀποστείλας κοῦρσον μονοζώνων κατῆλθεν ἕως τῶν Μαλαγίνων. καὶ ἐπιφθάσας ἐν τοῖς σταύλοις Σταυρακίου τοὺς ἵππους καὶ τὴν βασιλικὴν προμοσέλλαν λαβὼν ὑπέστρεψεν ἀβλαβῶς· καὶ οἱ λοιποὶ κατῆλθον ἕως Λυδίας καὶ πολλὴν αἰχμαλωσίαν ἔλαβον. κοῦρσον δὲ αὐτῶν ἕτερον ἐκδραμὸν καὶ ἐπιπεσὸν Παύλῳ, πατρικίῳ καὶ κόμητι τοῦ Ὀψικίου, σὺν ὅλῳ τῷ θέματι αὐτοῦ καὶ τοῖς ὀπτιμάτοις πολλὴν κοπὴν εἰς αὐτοὺς ἐποίησεν· ἐπάραν δὲ καὶ τὸ τοῦλδον αὐτῶν ὑπέστρεψε καὶ αὐτό. τῷ δὲ Μαρτίῳ μηνὶ τῆς ζʹ ἰνδικτιῶνος ἠβουλήθη Ἀκάμηρος, ὁ τῶν Σκλαυινῶν τῆς Βελζητίας ἄρχων, νυχθεὶς ὑπὸ 474 τῶν Ἑλλαδικῶν ἐξαγαγεῖν τοὺς υἱοὺς Κωνσταντίνου καὶ προχειρίσασθαι ἐξ αὐτῶν βασιλέα. γνοῦσα δὲ τοῦτο ἡ βασίλισσα Εἰρήνη ἀποστέλλει πρὸς τὸν πατρίκιον Κωνσταντῖνον τὸν Σεραντάπηχον Θεοφύλακτον, τὸν υἱὸν αὐτοῦ, σπαθάριον ὄντα καὶ ἀνεψιὸν αὐτῆς· καὶ πάντας ἐτύφλωσε καὶ διεσκέδασε τὴν κατ' αὐτῆς βουλὴν αὐτῶν. τοῦ δὲ ἁγίου πάσχα τῇ βʹ ἡμέρᾳ προῆλθεν ἡ βασίλισσα ἀπὸ τῶν ἁγίων ἀποστόλων ἐπὶ ὀχήματος χρυσοῦ ἐποχουμένη τέσσαρσιν ἵπποις λευκοῖς συρομένου καὶ ὑπὸ τεσσάρων πατρικίων κρατουμένου, φημὶ δὴ Βαρδάνου, στρατηγοῦ τῶν Θρᾳκησίων, καὶ Σισιννίου, στρατηγοῦ τῆς Θρᾴκης, καὶ Νικήτα, δομεστίκου τῶν σχολῶν, καὶ Κωνσταντίνου τοῦ Βοϊλᾶ, ῥίψασα ὑπατείαν ἀφθόνως. τῷ δὲ Μαΐῳ μηνὶ ἐνόσησεν ἡ βασίλισσα παραπλήσιον θανάτου· καὶ ἐπέτεινεν ἡ ἔρις τῶν εὐνούχων. Ἀέτιος δὲ προσελάβετο Νικήταν, τὸν πατρίκιον καὶ δομέστικον τῶν σχολῶν, καὶ ἀντέπιπτον δεινῶς τῷ Σταυρακίῳ, πείθοντες καὶ τὴν βασίλισσαν, ὅτι τοῦ κράτους ἐφίεται· καὶ θυμωθεῖσα δεινῶς αὐτῷ ἐπηνέχθη ἐν τῷ παλατίῳ τῶν Ἱερείου εἰποῦσα μούλτων καὶ στάσεων φροντιστὴν αὐτὸν εἶναι καὶ ἑαυτῷ προξενοῦντα ταχίστην ἀπώλειαν. ὁ δὲ προσαπολογησάμενος αὐτῇ ἠσφαλίζετο ἑαυτόν, ἐμαίνετο δὲ κατὰ Ἀετίου καὶ Νικήτα, τῶν προρρηθέντων πατρικίων. γʹ. ιεʹ. δʹ. ι ʹ. Τούτῳ τῷ ἔτει, μηνὶ Φεβρουαρίῳ, ἰνδικτιῶνος ηʹ, Σταυράκιος ὁ προρρηθεὶς τυραννίδα καὶ στάσιν κατὰ τὴν βασιλεύουσαν πόλιν συνεσκεύαζε τοὺς ἐν αὐτῇ σχολαρίους καὶ ἐκσκουβίτορας ἅμα τοῖς ἄρχουσιν αὐτῶν δεξιούμενος χρήμασι καὶ δωρεαῖς. Εἰρήνη δὲ ἡ εὐσεβὴς σιλέντιον ποιήσασα ἐν τῷ Ἰουστινιανοῦ τρικλίνῳ πάντα στρατευόμενον ἐκώλυσε προσπελάζειν Σταυρακίῳ. καὶ οὕτως ἔτυχε μικρᾶς εὐταξίας τὰ πράγματα. Ἀέτιος δὲ ὁ προρρηθεὶς καὶ Νικήτας σὺν ἄλλοις τισὶ κατηγωνίζοντο Σταυρακίου. ὁ δὲ καρδιόπληκτος γενόμενος αἷμα διὰ στόματος ἀνῆξεν ἀφρῶδες ἐκ τῶν κατὰ θώρακα