Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophanes-abbot-and-confessor" aria-label="More works by Theophanes Abbot and Confessor">
—
⋯
Original / primary: Pg Scrape Grc
475.1.1
καὶ πνεύμονα μορίων. τοῦτο οἱ ἰατροὶ θεασάμενοι θανάσιμον ἀπεφήναντο· οἱ δὲ λοιποὶ κόλακες καὶ ἀνόητοι, οὐ μόνον ἰατροί, ἀλλὰ καί τινες ἀμόναχοι μοναχοὶ καὶ γόητες, ἔπειθον ὅρκοις ἕως αὐτῆς ἡμέρας τῆς τελευτῆς αὐτοῦ, ἣ γέγονε κατὰ τὸν Ἰούνιον μῆνα τῆς αὐτῆς ηʹ ἰνδικτιῶνος ἡμέρᾳ γʹ, ὅτι ζήσεται καὶ βασιλεύσει. οἷς καὶ ἐπερειδόμενος στάσιν ἐν ταῖς Καππαδοκίαις συνεσκεύασε κατὰ Ἀετίου γενέσθαι, ἣν οὐκ ἠξιώθη ζῶν ἀκοῦσαι· μετὰ γὰρ δύο ἡμέρας τοῦ θανεῖν αὐτὸν ἡ περὶ τούτου κατέλαβε φάσις· καὶ οἱ στασιασταὶ συλληφθέντες ἐξορίαις καὶ τιμωρίαις ὑπεβλήθησαν. δʹ. ι ʹ. εʹ. ιζʹ. Τούτῳ τῷ ἔτει, μηνὶ Δεκεμβρίῳ κεʹ, ἰνδικτιῶνος θʹ, Κάρουλος, ὁ τῶν Φράγγων ῥήξ, ἐστέφθη ὑπὸ Λέοντος τοῦ πάπα· καὶ βουληθεὶς κατὰ Σικελίας στόλῳ παρατάξασθαι μετεμελήθη, ζευχθῆναι μᾶλλον Εἰρήνῃ βουληθείς, πρέσβεις εἰς τοῦτο πέμψας τῷ ἐπιόντι χρόνῳ, ἰνδικτιῶνος ιʹ. τῷ δὲ Μαρτίῳ μηνὶ τῆς θʹ ἰνδικτιῶνος Εἰρήνη ἡ εὐσεβὴς Βυζαντίοις τοὺς πολιτικοὺς ἐχαρίσατο φόρους, τῆς τε Ἀβύδου καὶ τοῦ Ἱεροῦ τὰ λεγόμενα κωμέρκια ἐκούφισεν, μεγάλως ἐπὶ τούτοις σὺν ἄλλοις πολλοῖς εὐχαριστηθεῖσα εὐεργετήμασιν. εʹ. ιζʹ. ʹ. ιηʹ. Τούτῳ τῷ ἔτει Ἀέτιος ὁ πατρίκιος ἀπαλλαγεὶς Σταυρακίου καὶ ἀπομεριμνήσας τὸ κράτος εἰς τὸν ἴδιον ἀδελφὸν μετενέγκαι ἔσπευδεν, ὃν καὶ προεβάλετο μονοστράτηγον εἴς τε τὴν Θρᾴκην καὶ Μακεδονίαν, αὐτὸς τὰ περατικὰ θέματα κατέχων, ἀνατολικοὺς καὶ τὸ Ὀψίκιν. ἐπάρσεως οὖν μεστὸς ὑπάρχων, τοὺς ἐν τέλει ἄρχοντας κατευτελίζων ἀντ' οὐδενὸς ἐλογίζετο· οἳ καὶ λυπηθέντες κατ' αὐτοῦ σφόδρα, στάσιν κατὰ τῆς βασιλίσσης μελετήσαντες εἰς ἔργον ἐξήνεγκαν. ἔφθασαν δὲ καὶ οἱ ἀποσταλέντες παρὰ Καρούλου ἀποκρισιάριοι καὶ τοῦ πάπα Λέοντος πρὸς τὴν εὐσεβεστάτην Εἰρήνην, αἰτούμενοι ζευχθῆναι αὐτὴν τῷ Καρούλῳ πρὸς γάμον, καὶ ἑνῶσαι τὰ ἑῷα καὶ τὰ ἑσπέρια. ἥτις ὑπήκουσεν ἄν, εἰ μὴ Ἀέτιος οὗτος ὁ πολλάκις ῥηθεὶς ἐκώλυσεν, παραδυναστεύων καὶ τὸ κράτος εἰς τὸν ἴδιον ἀδελφὸν σφετεριζόμενος. 476 Ῥωμαίων βασιλεὺς Νικηφόρος ἔτη θʹ. αʹ. ιηʹ. ζʹ. ιθʹ. Τούτῳ τῷ ἔτει, μηνὶ Ὀκτωβρίῳ λαʹ, ἰνδικτιῶνος ιαʹ, ὥρᾳ νυκτερινῇ δʹ, ἐπιφωσκούσης ἡμέρας βʹ, Νικηφόρος πατρίκιος καὶ γενικὸς λογοθέτης ἐτυράννησε κατὰ τῆς εὐσεβεστάτης Εἰρήνης, θεοῦ μὲν συγχωρήσαντος ἀφάτοις κρίμασι διὰ πλῆθος ἁμαρτιῶν ἡμῶν, συνεργούντων δὲ αὐτῷ Νικήτα, πατρικίου καὶ δομεστίκου τῶν σχολῶν, καὶ Σισιννίου, πατρικίου καὶ ἀδελφοῦ αὐτοῦ, τῶν ἐπιόρκων καὶ δολερῶν Τριφυλλίων. συνῆσαν δὲ αὐτοῖς καὶ Λέων πατρίκιος ὁ Σεραντάπηχος καὶ Γρηγόριος πατρίκιος ὁ τοῦ Μουσουλακίου καὶ Θεόκτιστος πατρίκιος καὶ κυαίστωρ, καὶ Πέτρος πατρίκιος, ἀπατήσαντες καί τινας τῶν ἀρχόντων τοῦ λαοῦ τῶν ταγμάτων. καταλαβόντες δὲ τὴν λεγομένην Χαλκῆν πύλην καὶ τοὺς φύλακας ἀθρόως ψευδῶς ἀπατήσαντες ἔπεισαν αὐτούς, ὅτι παρ' αὐτῆς ἀπεστάλησαν ἀναγορεῦσαι βασιλέα τὸν αὐτὸν Νικηφόρον διὰ τὸ τὸν πατρίκιον Ἀέτιον βιάζεσθαι αὐτὴν τὸν ἑαυτοῦ ἀδελφὸν Λέοντα ἀναγορεῦσαι βασιλέα. οἱ δὲ πιστεύσαντες τῷ τηλικούτῳ ψεύδει συνανηγόρευσαν βασιλέα τὸν τύραννον. οὕτως οὖν ἐπὶ τὸ μέγα παλάτιον ἐλθόντες οἱ αὐτοὶ πατρίκιοι εἰσῆλθον ἐν αὐτῷ, κἀκεῖθεν ἀποστείλαντες καθ' ὅλην τὴν πόλιν ἀσήμους τινὰς καὶ δούλους τὴν ἀναγόρευσιν ἐποιήσαντο πρὸ τοῦ μεσονυκτίου καὶ φύλακας περιέστησαν τῷ παλατίῳ τῶν Ἐλευθερίου, ἐν ᾧ συνέβη αὐτὴν εἶναι. ὄρθρου δὲ μεταστειλάμενοι αὐτὴν κατέκλεισαν ἐν τῷ μεγάλῳ παλατίῳ· καὶ οὕτω προῆλθον ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, ἐπὶ τὸ στέψαι τὸν ἀλιτήριον. συνῆλθε δὲ ἅπαν τὸ πλῆθος τῆς πόλεως, καὶ πάντες ἐπὶ τοῖς πραττομένοις ἐδυσχέραινον ἐπαρώμενοι τὸν στέφοντα καὶ τὸν στεφόμενον καὶ τοὺς τούτοις συγχαίροντας. καὶ οἱ μὲν εὐλαβείᾳ καὶ λόγῳ συζῶντες τὴν θείαν κρίσιν ἐθαύμαζον, ὅπως συνεχώρησεν ὑπὲρ τῆς ὀρθῆς πίστεως μαρτυρικῶς ἀθλήσασαν ὑπὸ συβώτου ἐκβληθῆναι τῶν εὐνουστάτων αὐτῆς προσθεμένων αὐτῷ διὰ φιλαργυ477 ρίαν, Λέοντος, φημί, εὐνούχου πατρικίου καὶ σακελλαρίου τοῦ Σινωπέως, καὶ τῶν θεοστυγῶν Τριφυλλίων, καὶ τῶν ἀνωτέρω εἰρημένων πατρικίων, οἵ τινες δωρεαῖς πλείσταις ὑπ' αὐτῆς κατεπλουτίσθησαν, καὶ πολλάκις συνεσθίοντες αὐτῇ καὶ κολακείαις μεθ' ὅρκων πείθοντες φρικτῶν πάντων τῶν ἐν κόσμῳ πραγμάτων ἀναγκαιοτέραν ἡγεῖσθαι τὴν πρὸς αὐτὴν εὔνοιαν. ἄλλοι δὲ ὡς ἐν ἐκστάσει, τῶν γινομένων οὐκ αἰσθανόμενοι τὴν βεβαίωσιν, ὀνειροπολεῖσθαι ἐνόμιζον. ἕτεροι δὲ τῶν εὖ εἰδότων στοχάζεσθαι τὴν παρελθοῦσαν εὐημερίαν ἐμακάριζον, καὶ τὴν μέλλουσαν ἔσεσθαι δυστυχίαν διὰ τῆς τυραννίδος ἐθρήνουν, μάλιστα δὲ ὅσοι τῆς πονηρᾶς γνώμης τοῦ τυράννου πεῖράν τινα προειλήφεσαν. κοινὴ δὲ πάντας κατεῖχε ζόφωσις καὶ ἀπαράκλητος ἀθυμία, ἵνα μὴ κατὰ μέρος τῆς ἐλεεινῆς ἡμέρας ἐκείνης τὰ ἀκαλλῆ ῥήματα γράφων μηκύνω τὸν λόγον. ἦν γὰρ παρὰ φύσιν καὶ τοῦ ἀέρος κατ' αὐτὴν ἀθρόον τὸ κατάστημα συμβὰν σκυθρωπὸν καὶ ἀφώτιστον καὶ κρύους ἀνάπλεων ἀκαταλλάκτου φθινοπωρινῇ ὥρᾳ γενόμενον, δηλοῦν σαφῶς τὴν ἐσομένην αὐτοῦ δυστροπίαν καὶ ἀνύποιστον κάκωσιν, καὶ μάλιστα τοῖς ψηφισαμένοις. τῇ γοῦν ἐπιούσῃ παραλαβών τινας τῶν πατρικίων ἀνῆλθε πρὸς τὴν βασιλίδα φρουρουμένην, ὑποκρινόμενος μέν, ὡς ἦν αὐτῷ σύνηθες, ψευδοχρηστότητα, δι' ἧς καὶ ἠπάτησε τοὺς πλείστους· ἀπολογούμενος δὲ αὐτῇ, ὡς ἀκουσίως ἐπὶ τὴν ἀρχὴν ἀναβιβασθείς, καὶ ὡς ἦν ταύτης ἀνόρεκτος, καταρώμενος δὲ τοὺς προβιβάσαντας μὲν αὐτόν, ἐπιβουλεύσαντας δὲ αὐτῇ, ὡς ὁ προδότης Ἰούδας τὸν κύριον μετὰ τὸ συνδειπνῆσαι, μιμητὰς δὲ ἐκείνου κατὰ πάντα μαρτυρῶν αὐτοὺς εἶναι· ὑποδεικνὺς δὲ καὶ μέλανα τὰ ὑποδήματα περικεῖσθαι φιλεῖν παρὰ τοὺς βασιλικοὺς θεσμοὺς διαβεβαιούμενος. θαρσεῖν τε παρῄνει δολερῶς καὶ μεθ' ὅρκων περὶ πάσης σωματικῆς ἀναπαύσεως ἁρμοζούσης δεσποίνῃ παρὰ δούλου, καὶ μηδεμίαν ἡγεῖσθαι συμφορὰν τῆς ἐκπτώσεως. παρῄνει δὲ μηδὲν ἀποκρύψαι ἀπ' αὐτοῦ τῶν βασιλικῶν θησαυρῶν, καὶ κατέκρινε τῆς φιλαργυρίας τὸ πάθος, κατέχειν μὴ φέρων. ἐνόσει γὰρ αὐτὸ δεινῶς πάσας ἐν τῷ χρυσῷ τιθεὶς τὰς ἐλπίδας ὁ παμφάγος. ἡ δὲ σοφὴ καὶ θεοφιλὴς 478 Εἰρήνη, καίπερ ὀφείλουσα τῷ τῆς ἀθρόας μεταβολῆς πάθει συνέχεσθαι, ὡς ἅτε γύναιον οὖσα, ἔφη γενναίῳ καὶ συνετῷ τῷ φρονήματι πρὸς τὸν χθὲς μὲν δοῦλον ἐπίορκον, σήμερον δὲ μοχθηρὸν καὶ ἀνασειστὴν καὶ ἀναιδῆ τύραννον·" ἐγὼ μέν, ὦ ἄνθρωπε, θεὸν ἡγοῦμαι τὸν καὶ πρὶν ὀρφανευθεῖσαν ὑψώσαντά με, καὶ ἐπὶ τὸν θρόνον τῆς βασιλείας ἀναξίαν οὖσαν ἀναβιβάσαντά με, καὶ τὴν αἰτίαν τῆς καθαιρέσεως ἐμαυτῇ προσάπτω καὶ τοῖς ἐμοῖς ἁμαρτήμασιν, ἐν πᾶσι δὲ καὶ κατὰ πάντα τρόπον εἴη τὸ ὄνομα κυρίου εὐλογημένον, κράζουσα, τοῦ μόνου βασιλέως τῶν βασιλέων καὶ κυρίου τῶν κυρίων. τὸν δὲ τρόπον τῆς σῆς προαγωγῆς τῷ κυρίῳ ἀποδίδωμι, οὗ χωρὶς οὐδὲν γενέσθαι πεπίστευκα. τὰς δὲ κατά σού μοι πολλάκις ἀνενεχθείσας περὶ τῆς νῦν σοι περικειμένης ἀξίας (ἀληθεῖς, ὡς τὸ τέλος ἀπέδειξε τῶν πραγμάτων) ἀκοὰς οὐκ ἀγνοεῖς· αἷς εἰ συναπήχθην, ἀκωλύτως εἶχον τοῦ ἀνελεῖν σε. ἀλλὰ τὸ μὲν τοῖς σοῖς ὅρκοις πειθομένη, τὸ δὲ φειδομένη σου πολλοὺς εὐνοήτορας παρελογισάμην, τῷ θεῷ καὶ τηνικαῦτα τὰ κατ' ἐμαυτὴν ἀποδοῦσα, δι' οὗ βασιλεῖς βασιλεύουσι καὶ δυνάσται κρατοῦσι γῆς. καὶ τὰ νῦν ὡς εὐσεβεῖ σοι καὶ ἐξ αὐτοῦ προβληθέντι προσκυνῶ σοι ὡς βασιλεῖ, καὶ αἰτοῦμαι φείσασθαί μου τῆς ἀσθενείας καὶ συγχωρῆσαί μοι τὸν ὑπ' ἐμοῦ κτισθέντα τῶν Ἐλευθερίου οἶκον εἰς ψυχαγωγίαν τῆς ἀσυγκρίτου μου συμφορᾶς." ὁ δὲ ἔφη·" καὶ εἰ τοῦτο θέλεις σοι γενέσθαι, ὄμοσόν μοι εἰς πᾶσαν θείαν δύναμιν μὴ ἀποκρύψαι τι τῶν τῆς βασιλείας θησαυρῶν, καὶ πληρῶ σου τὴν αἴτησιν καὶ πᾶσάν σου θεραπείαν καὶ ἀνάπαυσιν ποιῶ." ἡ δὲ ὤμοσεν αὐτῷ εἰς τὰ τίμια καὶ ζωοποιὰ ξύλα, ὅτι" οὐκ ἀποκρύψω ἀπό σου, ἕως ὀβολοῦ·" ὃ καὶ πεποίηκεν. ὁ δὲ τοῦ ποθουμένου ἐπιτυχὼν παρευθὺ ἐξώρισεν αὐτὴν ἐν τῇ νήσῳ τῆς Πριγκίπου, ἐν τῇ μονῇ, ἣν αὐτὴ ᾠκοδόμησεν, ὄντων ἀκμὴν τῶν ἀποκρισιαρίων Καρούλου ἐν τῇ πόλει καὶ ὁρώντων τὰ πραττόμενα. ὁ γοῦν παμφάγος οὗτος τοῦ κράτους ἐπιλαβόμενος οὐδὲ κἂν πρὸς βραχὺ ἴσχυσεν ἐπικαλύψαι δι' ὑποκρίσεως τὴν ἔμφυτον αὐτοῦ κακίαν τε καὶ φιλαργυρίαν· ἀλλ' ὡς δῆθεν τὴν ἀδικίαν μέλλων ἐκκόπτειν τὸ πονηρὸν ἐν τῇ Μαγναύρᾳ καὶ ἄδικον 479 συνεστήσατο δικαστήριον. σκοπὸς δὲ τῷ τυράννῳ οὐ τοῖς πτωχοῖς τὰ δίκαια ἀποδιδόναι, ὡς ἔδειξε τὰ πράγματα, ἀλλὰ διὰ τούτου πάντας τοὺς ἐν τέλει ἀτιμάσαι τε καὶ αἰχμαλωτίσαι, καὶ εἰς ἑαυτὸν τὰ πάντα μετενεγκεῖν· ὃ καὶ πεποίηκεν. ἰδὼν δὲ πάντας λυπουμένους κατ' αὐτοῦ, καὶ δεδιώς, μήπως μεμνημένοι τὰς τῆς εὐσεβοῦς Εἰρήνης εὐεργεσίας προσκαλέσωνται πάλιν τοῦ κρατῆσαι αὐτήν, τῷ Νοεμβρίῳ μηνί, χειμῶνος ἐπικειμένου βαρυτάτου, οὐκ ᾤκτειρεν αὐτὴν ὁ ἄσπλαγχνος, ἀλλ' ἐξώρισεν αὐτὴν ἐν Λέσβῳ τῇ νήσῳ ἀσφαλῶς φρουρεῖσθαι αὐτὴν προστάξας, καὶ παρά τινος μὴ ὁρᾶσθαι τὸ σύνολον. τῇ δὲ λʹ τοῦ Ἀπριλλίου μηνὸς ἐτελεύτησε Νικήτας ὁ Τριφύλλιος, ὥς φασιν, ὑπὸ Νικηφόρου φαρμάκῳ ἀναιρεθείς. καὶ τῇ δʹ τοῦ Μαΐου μηνός, ἡμέρᾳ εʹ, ἐξῆλθε Νικηφόρος κατὰ τὴν Χαλκηδόνα ἐν προαστείῳ, καὶ ἐπιβὰς ἵππῳ πάνυ ἡμερωτάτῳ καὶ πράῳ ἐκ θείας προνοίας τοῦτον καταβαλὼν τὸν δεξιὸν πόδα αὐτοῦ συνέτριψεν. τῇ δὲ ιθʹ τοῦ Ἰουλίου μηνός, ἡμέρᾳ δʹ, ὥρᾳ αʹ, Βαρδάνης, ὁ πατρίκιος καὶ στρατηγὸς τῶν ἀνατολικῶν, ὁ ἐπίκλην Τοῦρκος, ἀνηγορεύθη εἰς βασιλέα ὑπὸ τῶν περατικῶν θεμάτων· ὅστις πολλὰ παραιτησάμενος διαδρᾶσαι αὐτοὺς οὐκ ἴσχυσεν. καὶ κατελθὼν ἕως Χρυσοπόλεως καὶ περιπολεύσας ἡμέρας ηʹ καὶ μὴ δεχθεὶς ὑπὸ τῆς πόλεως ὑπέστρεψεν ἕως τῶν Μαλαγίνων. φοβηθεὶς δὲ τὸν θεὸν καὶ λογισάμενος, μήποτε δι' αὐτὸν σφαγὴ γένηται Χριστιανῶν, ἀποστείλας πρὸς Νικηφόρον καὶ λαβὼν λόγον ἐνυπόγραφον ἐξ ἰδιοχείρου αὐτοῦ, ἐν ᾧ καὶ Ταράσιος, ὁ ἁγιώτατος πατριάρχης, καὶ πάντες οἱ πατρίκιοι καθυπέγραψαν, ὥστε ἀβλαβῆ αὐτὸν διατηρηθῆναι καὶ ἀζήμιον καὶ πάντας τοὺς σὺν αὐτῷ, τῇ ηʹ τοῦ Σεπτεμβρίου μηνὸς ὥρᾳ μεσονυκτίου λάθρα διαδρὰς κατῆλθεν ἐν τῇ Κίῳ τῆς Βιθυνίας εἰς τὴν μονὴν τοῦ Ἡρακλείου, καὶ εὑρὼν τὸ ἀπολυθὲν χελάνδιον τοῦ βασιλέως ἐπὶ τούτῳ ἀπεκάρθη καὶ ἐνεδύσατο στολὴν μοναδικήν, καὶ εἰσελθὼν ἐν αὐτῷ ἀπῆλθεν ἐν τῇ νήσῳ τῇ λεγομένῃ Πρώτῃ, ἐν ᾗ οἰκοδομήσας ἦν μοναστήριον, οἰόμενος ὅτι αἰδεσθήσεται τὸν φοβερὸν λόγον, ὃν ἔδωκεν αὐτῷ ὁ παραλογιστὴς Νικηφόρος, καὶ οὐ μὴ βλάψει αὐτὸν ἐν οὐδενί. ὁ δὲ πρῶτον μὲν γυμνοῖ αὐτὸν τῆς 480 ὑποστάσεως αὐτοῦ, καὶ ἀφορμῆς δραξάμενος πάντας τῶν θεμάτων τοὺς ἄρχοντας καὶ κτήτορας, τινὰς δὲ καὶ ἐκ τῆς βασιλίδος πόλεως, ᾐχμαλώτευσεν, τὸν δὲ στρατὸν ἅπαντα ἀρόγευτον εἴασεν. καὶ τίς λόγος δυνήσεται πρὸς ἀξίαν διηγήσασθαι τὰ ἐν ταῖς ἡμέραις ἐκείναις πραχθέντα ὑπ' αὐτοῦ ἔργα κατὰ θεοῦ παραχώρησιν διὰ τὰς ἁμαρτίας ἡμῶν; τῇ δὲ θʹ τοῦ Αὐγούστου μηνὸς τῆς ιαʹ ἰνδικτιῶνος ἐτελεύτησεν ἡ βασίλισσα Εἰρήνη ἐν τῇ ἐξορίᾳ τῆς Λέσβου νήσου, καὶ μετηνέχθη τὸ σῶμα αὐτῆς ἐν τῇ νήσῳ τῆς Πριγκίπου, ἐν τῇ μονῇ, ἣν αὐτὴν ᾠκοδόμησεν. βʹ. ιθʹ. ηʹ. κʹ. Τούτῳ τῷ ἔτει, μηνὶ Δεκεμβρίῳ, ἰνδικτιῶνος ιβʹ, ἔστεψε Νικηφόρος τὸν υἱὸν αὐτοῦ Σταυράκιον διὰ Ταρασίου, τοῦ ἁγιωτάτου πατριάρχου, ἐν τῷ ἄμβωνι τῆς μεγάλης ἐκκλησίας εἰς βασιλέα, ἀποίητον ὄντα κατὰ πάντα τῇ τε ἰδέᾳ καὶ ῥώμῃ καὶ γνώμῃ πρὸς τὴν τοιαύτην ἀξίαν. ὁ δὲ μηδέποτε ἐν μηδενὶ φυλάξας ἀλήθειαν Νικηφόρος Λυκάονάς τινας, ἢ λυκανθρώπους, ὁμογνώμονας καὶ ὁμόφρονας ἀποστείλας εἰς τὴν Πρώτην ἐκέλευσε νυκτὸς ἐπιβῆναι τῇ νήσῳ καὶ τὸν προρρηθέντα ἐκτυφλῶσαι Βαρδάνιον, ὡς δῆθεν ἀγνοοῦντος αὐτοῦ, καὶ μετὰ τὸ δρᾶμα προσφυγεῖν τῇ ἐκκλησίᾳ. τούτου δὲ γεγονότος ὅ τε πατριάρχης καὶ ἡ σύγκλητος δεινῶς ἤλγησαν καὶ πάντες οἱ φοβούμενοι τὸν θεόν. ὁ δὲ παρανομώτατος βασιλεὺς Νικηφόρος ὅρκοις τοὺς ἐν τέλει Λυκάονας, τὸ δοκεῖν, ἐπεζήτει ἀνελεῖν, ἀμύνασθαι σχηματιζόμενος, ὁ πάντα κατ' ἐπίδειξιν ἀεί, καὶ μηδὲν κατὰ θεὸν πράττων. ἦν γὰρ αὐτῷ μετὰ τῶν λοιπῶν παρανομιῶν καὶ τὸ τοιοῦτον τῆς γνώμης ἐξαίρετον ἰδίωμα, δι' οὗ καὶ πρὸ τῆς βασιλείας πολλοὺς ἠπάτησεν. πλὴν γελοιότατος ἦν τοῖς εἰδόσιν ἀκριβῶς τὸ ἐπιτήδευμα, ὥστε κἀκεῖνον ἀναιδείᾳ πολλῇ ζεζοφωμένον τὸ μιαρώτατον αὐτοῦ πρόσωπον ἀεί, τότε ἀπρόϊτον γενέσθαι ἐπὶ ἡμέρας ζʹ ἐπὶ τοῦ βασιλικοῦ κοιτῶνος δολίως κλαυθμυριζόμενον, ἐπεὶ καὶ φυσικῶς αὐτῷ γυναικώδη προσῆσαν δάκρυα, ἃ τοῖς πολλοῖς τῶν φαύλων καὶ ψευδοχρήστοις προσεῖναι πέφυκεν. ἀλλ' οὐκ ἔλαθε τοὺς 481 πολλούς. τῷ δὲ Αὐγούστῳ μηνὶ ἐξελθὼν κατὰ Ἀράβων συνήντησεν αὐτοῖς εἰς Κρασὸν τῆς Φρυγίας καὶ πολεμήσας ἡττᾶται· καὶ πολλοὺς ἀποβαλὼν μικροῦ δεῖν καὶ αὐτὸς κρατεῖσθαι ἤμελλεν, εἰ μὴ τῶν ἀρχόντων τινὲς ἀνδρειότατοι τοῦτον μόλις τῆς ἀνάγκης περισώσασθαι ἴσχυσαν.
475.2.1
κʹ. θʹ. καʹ. Τούτῳ τῷ ἔτει στάσεως γενομένης κατὰ τὴν Περσικήν, κατῆλθεν ὁ τῶν Ἀράβων ἀρχηγὸς εἰρηνοποιήσων αὐτούς. Νικηφόρος δὲ ἄδειαν εὑρὼν ἔκτισε τὴν Ἄγκυραν Γαλατίας καὶ τὴν Θήβασαν καὶ τὴν Ἀνδρασόν. ἀπέστειλε δὲ καὶ ἐν Συρίᾳ κοῦρσον, καὶ μηδὲν ἀνύσαντες ὑπέστρεψαν, τοὐναντίον δὲ μᾶλλον καὶ πολλοὺς ἀποβαλόντες. Κωνσταντινουπόλεως ἐπίσκοπος Νικηφόρος ἔτη θʹ. δʹ. καʹ. ιʹ. αʹ. Τούτῳ τῷ ἔτει, μηνὶ Φεβρουαρίῳ ιηʹ, ἰνδικτιῶνος ιδʹ, Ταράσιος, ὁ ἁγιώτατος πατριάρχης Κωνσταντινουπόλεως, ἐνδόξως ἀπεβίω, καὶ ἐξεκομίσθη τὸ λείψανον αὐτοῦ ἐν τῷ Στενῷ τοῦ Πόντου καὶ ἐτάφη ἐν τῷ ὑπ' αὐτοῦ κτισθέντι μοναστηρίῳ τῇ δʹ τῆς αʹ ἑβδομάδος τῶν νηστειῶν. καὶ τῇ ιβʹ τοῦ Ἀπριλλίου μηνός, τῇ μεγάλῃ κυριακῇ τοῦ πάσχα, ἐχειροτονήθη Νικηφόρος, ὁ ἁγιώτατος πατριάρχης, ἀπὸ ἀσηκρητῶν ψήφῳ παντὸς τοῦ λαοῦ καὶ τῶν ἱερέων, πρὸς δὲ καὶ τῶν βασιλέων. Πλάτων δὲ καὶ Θεόδωρος, ἡγούμενοι τῆς μονῆς τῶν Στουδίου, οὐ συνευδόκησαν τῇ χειροτονίᾳ Νικηφόρου, ἀλλὰ καὶ λίαν ἀντετάχθησαν σχίσμα μελετήσαντες, αἰτίαν δῆθεν εὔλογον ἔχοντες τὸ μὴ δεῖν ἀπὸ λαϊκῶν ἀθρόως εἰς ἐπισκοπὴν ἀνατρέχειν. οὓς ὁ βασιλεὺς Νικηφόρος τῆς πόλεως ἀπελάσαι βουληθεὶς ἀνετράπη, συμβουλευόντων τινῶν οὐκ ἐπαινετὴν ἔσεσθαι τὴν τοῦ πατριάρχου χειροτονίαν ἐπὶ τῇ τῶν προειρημένων ἀποχειροτονίᾳ καὶ ἐπὶ καταλύσει τηλικαύτης μονῆς, ψʹ που μοναστῶν ὑπὸ Θεοδώρῳ τεταγμένων. καὶ οὐκ ἦν τὸ πρᾶγμα ξένον τῆς ἐκκλησίας καὶ προσφάτως ἐπινοηθέν, ἀλλὰ καὶ πολλοὶ ἄλλοι ἀπὸ λαϊκῶν ἐπεσκόπησαν ἀξίως τῆς ἀξίας τῷ θεῷ ἱερατεύσαντες. 482 Τῷ δ' αὐτῷ ἔτει ἐπεστράτευσεν Ἀαρών, ὁ τῶν Ἀράβων ἀρχηγός, τὴν Ῥωμανίαν ἐν δυνάμει βαρείᾳ ἀπό τε Μαυροφόρων καὶ Συρίας καὶ Παλαιστίνης καὶ Λιβύης χιλιάδων τʹ. καὶ ἐλθὼν εἰς Τύανα ᾠκοδόμησεν οἶκον τῆς βλασφημίας αὐτοῦ. καὶ πολιορκήσας παρέλαβε τό τε Ἡρακλέως κάστρον ὀχυρώτατον πάνυ ὑπάρχον καὶ τὴν Θήβασαν καὶ τὴν Μαλακοπέαν καὶ τὴν Σιδηρόπαλον καὶ τὴν Ἀνδρασόν. ἀπέστειλε δὲ κοῦρσον χιλιάδας ξʹ, καὶ κατῆλθεν ἕως Ἀγκύρας, καὶ ἱστορήσας ταύτην ὑπέστρεψεν. ὁ δὲ βασιλεὺς Νικηφόρος φόβῳ καὶ ἀμηχανίᾳ συσχεθεὶς ἐξῆλθε καὶ αὐτὸς ἐν ἀπογνώσει, τὰ γενναῖα τῆς ταλαιπωρίας ἐπιδεικνύμενος· καὶ πολλὰ τρόπαια ποιήσας ἀπέστειλε πρὸς Ἀαρὼν τὸν μητροπολίτην Συνάδων καὶ Πέτρον, τὸν ἡγούμενον τοῦ Γουλαίου, καὶ Γρηγόριον, τὸν οἰκονόμον Ἀμάστρης, αἰτῶν εἰρήνην γενέσθαι· καὶ πολλὰ διαλεχθέντων αὐτῶν ἐστοίχησαν τὴν εἰρήνην, ἵνα τὸ κατ' ἔτος τελῆται αὐτοῖς ἀνὰ λʹ χιλιάδων νομίσματα καὶ τρία νομίσματα κεφαλιτιῶν αὐτοῦ τοῦ βασιλέως, καὶ τρία τοῦ υἱοῦ αὐτοῦ. ἃ καὶ δεξάμενος Ἀαρὼν ἥσθη καὶ ἠγαλλιάσατο ὑπὲρ μυρίων ταλάντων ταῦτα δεξάμενος, ὡς ὑποτάξας τὴν Ῥωμαίων βασιλείαν. ἐστοίχησαν δὲ καὶ τὰ παραληφθέντα κάστρα μὴ κτισθῆναι. ὑποστρεψάντων δὲ τῶν Ἀράβων, ἔκτισεν εὐθέως τὰ αὐτὰ κάστρα καὶ κατωχύρωσεν. καὶ τοῦτο μαθὼν Ἀαρών, ἀποστείλας πάλιν ἔλαβε τὴν Θήβασαν, καὶ πέμψας στόλον εἰς Κύπρον τάς τε ἐκκλησίας κατέστρεψε καὶ τοὺς Κυπρίους μετέστησε καὶ πολλὴν ἅλωσιν ποιήσας τὴν εἰρήνην διέστρεψεν. εʹ. κβʹ. ιαʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Νικηφόρος κατὰ Βουλγάρων καὶ καταλαβὼν τὴν Ἀδριανούπολιν, στάσεως μελετωμένης κατ' αὐτοῦ ὑπὸ τῶν βασιλικῶν ἀνθρώπων καὶ τῶν ταγμάτων αἰσθόμενος, ὑπέστρεψεν ἄπρακτος μηδὲν ἀνύσας, ἢ μόνον τοὺς ὁμοφύλους ἀμυνόμενος δαρμοῖς τε καὶ ἐξορίαις καὶ δημεύσεσι πολλοὺς ὑποβαλών. ἀποστείλας δὲ Βαρδάνιον τὸν σπαθάριον, τὸ ἐπίκλην Ἀνεμᾶν, πάντα προσήλυτον καὶ πάροικον ἐπαιχμαλωτεύσας ἐπέρασεν ἐν τῇ Θρᾴκῃ, οἰόμενος οὐκ ὀλίγην ὁλκὴν χρυσοῦ πορίσασθαι ἐξ αὐτῶν ἐξ ἐτησίων 483 τελεσμάτων, ὁ πάντα διὰ τὸν φιλούμενον αὐτῷ χρυσὸν καὶ οὐ διὰ τὸν Χριστὸν πράττων. ʹ. κγʹ. ιβʹ. γʹ. Τούτῳ τῷ ἔτει, μηνὶ Σεπτεμβρίῳ, ἰνδικτιῶνος αʹ, Ἀαρών, ὁ τῶν Ἀράβων ἀρχηγός, μετὰ στόλου κατὰ τῆς Ῥόδου Χουμεῒδ ἐξέπεμψεν. οὗτος ἀθρόως καταπλεύσας καὶ τὴν Ῥόδον καταλαβὼν πολλὴν ἅλωσιν ἐποιήσατο ἐν αὐτῇ· τὸ μέντοι ἐν αὐτῇ φρούριον διεφυλάχθη ἀπόρθητον. ἐν δὲ τῷ ἐπανέρχεσθαι αὐτὸν φανερῶς κατεπολεμήθη ὑπὸ τοῦ ἁγίου καὶ θαυματουργοῦ Νικολάου. ἐλθὼν γὰρ εἰς τὰ Μύρα καὶ τὴν ἱερὰν αὐτοῦ συντρίψαι πειραθεὶς λάρνακα ἄλλην ἀντ' ἐκείνης πλησίον παρακειμένην κατέκλασεν· αὐτίκα τε πολλὴ ἀνέμων καὶ θαλαττίων κυμάτων, βροντῶν τε καὶ ἀστραπῶν ἀνωμαλία τὸν στόλον κατέλαβεν, ὡς ἱκανὰ συντριβῆναι σκάφη, αὐτόν τε τὸν θεομάχον Χουμεῒδ ἐπιγνῶναι τὴν τοῦ ἁγίου δύναμιν καὶ παρ' ἐλπίδα τὸν κίνδυνον ἐκφυγεῖν. τῇ δὲ εἰκάδι τοῦ Δεκεμβρίου μηνὸς Νικηφόρος μετὰ πολλὴν ἐκλογὴν παρθένων ἐκ πάσης τῆς ὑπ' αὐτὸν ἐξουσίας εἰς τὸ ζεῦξαι Σταυράκιον, τὸν υἱὸν αὐτοῦ, ποιησάμενος, Θεοφανὼ τὴν Ἀθηναίαν, προσγενῆ τῆς μακαρίας Εἰρήνης, μεμνηστευμένην ἀνδρὶ καὶ πολλάκις αὐτῷ συγκοιτασθεῖσαν, χωρίσας αὐτὴν ἀπ' αὐτοῦ τῷ ἀθλίῳ Σταυρακίῳ συνέζευξεν, ὡς εἰς πάντα καὶ ἐν τούτῳ παρανομήσας ἀναιδῶς, ἄλλας δὲ δύο ταύτης ὡραιοτέρας ἐκλεξάμενος σὺν αὐτῇ, προφανῶς αὐτὰς ἔφθειρε κατ' αὐτὰς τὰς ἡμέρας τοῦ γάμου παρὰ πάντων ὁ μιαρὸς γελώμενος. τῷ δὲ Φεβρουαρίῳ μηνὶ στάσιν ἐννοήσαντες κατ' αὐτοῦ πολλοὶ τῶν ἐν τέλει Ἀρσαβήρ, τὸν κυαίστωρα καὶ πατρίκιον, ἄνδρα εὐσεβῆ καὶ λογιώτατον ἐψηφίζοντο. γνοὺς δὲ τοῦτο ὁ πολυμήχανος Νικηφόρος, αὐτὸν μὲν τύψας καὶ ἀποκείρας μοναχὸν πεποίηκεν, ἐν Βιθυνίᾳ τοῦτον ἐξορίσας, τοὺς δὲ λοιποὺς δαρμοῖς καὶ ἐξορίαις, πρὸς δὲ καὶ δημεύσεσι καθυπέβαλεν, οὐ μόνον τοὺς ἐν τῷ κοσμικῷ βίῳ ἄρχοντας, ἀλλὰ καὶ ἐπισκόπους ἁγίους καὶ μοναχοὺς καὶ τοὺς τῆς μεγάλης 484 ἐκκλησίας, τόν τε σύγκελλον καὶ τὸν σακελλάριον καὶ τὸν χαρτοφύλακα, ἄνδρας ἐλλογίμους ὑπάρχοντας καὶ αἰδοῦς ἀξίους. Ἀράβων ἀρχηγὸς Μουάμεδ ἔτη δʹ. ζʹ. αʹ. ιγʹ. δʹ. Τούτῳ τῷ ἔτει Ἀαρών, ὁ τῶν Ἀράβων ἀρχηγός, τέθνηκεν εἰςτὴν ἐνδοτέραν Περσίδα, τὴν καλουμένην Χωρασάν, μηνὶ Μαρτίῳ, ἰνδικτιῶνος βʹ. καὶ διεδέξατο τὴν ἀρχὴν Μουάμεδ, ὁ υἱὸς αὐτοῦ, ἀφυὴς κατὰ πάντα. πρὸς ὃν Ἀβδελᾶς, ὁ ἀδελφὸς αὐτοῦ, στασιάσας ἐκ τῆς αὐτῆς χώρας τοῦ Χωρασὰν ἅμα ταῖς πατρικαῖς δυνάμεσιν ἐμφυλίου πολέμου τῷ κατ' αὐτοὺς ἔθνει γέγονεν αἴτιος. κἀντεῦθεν οἱ κατὰ τὴν Συρίαν καὶ Αἴγυπτον καὶ Λιβύην εἰς διαφόρους κατατμηθέντες ἀρχὰς τά τε δημόσια πράγματα καὶ ἀλλήλους κατέστρεψαν, σφαγαῖς καὶ ἁρπαγαῖς καὶ παντοίαις ἀτοπίαις πρός τε ἑαυτοὺς καὶ τοὺς ὑπ' αὐτοὺς Χριστιανοὺς συγκεχυμένοι. ἔνθεν δὴ καὶ αἱ κατὰ τὴν ἁγίαν Χριστοῦ τοῦ θεοῦ ἡμῶν πόλιν ἐκκλησίαι ἠρήμωνται, τά τε μοναστήρια τῶν δύο μεγάλων λαυρῶν, τοῦ ἐν ἁγίοις Χαρίτωνος καὶ Κυριακοῦ, καὶ τοῦ ἁγίου Σάβα, καὶ τὰ λοιπὰ κοινόβια τῶν ἁγίων Εὐθυμίου καὶ Θεοδοσίου· ἐπεκράτησε δὲ τῆς τοιαύτης ἀναρχίας ἡ κατ' ἀλλήλων καὶ ἡμῶν μιαιφονία ἔτη εʹ. Θεόδωρος δέ, ὁ ἡγούμενος τῶν Στουδίου, καὶ Ἰωσήφ, ὁ ἀδελφὸς αὐτοῦ καὶ ἀρχιεπίσκοπος Θεσσαλονίκης, ἅμα Πλάτωνι ἐγκλείστῳ καὶ τοῖς λοιποῖς αὐτῶν μοναχοῖς τῆς κοινωνίας Νικηφόρου, τοῦ ἁγιωτάτου πατριάρχου, ἀπέστησαν διὰ Ἰωσὴφ τὸν οἰκονόμον ὡς παρανόμως στεφανώσαντα Κωνσταντῖνον καὶ Θεοδότην. Νικηφόρος δὲ ὁ βασιλεὺς ἀφορμῆς δραξάμενος ἐπισκόπους πολλοὺς καὶ ἡγουμένους ἀθροίσας σύνοδον κατ' αὐτῶν κροτηθῆναι ἐκέλευσεν, δι' ἧς ἐξεβλήθησαν τῆς μονῆς καὶ τῆς πόλεως ἐξορίᾳ παραπεμφθέντες μηνὶ Ἰαννουαρίῳ, ἰνδικτιῶνος βʹ. Τῷ δ' αὐτῷ ἔτει ῥόγας διδομένης τῷ λαῷ ἐν τῷ Στρυμῶνι ἐπιπεσόντες οἱ Βούλγαροι ταύτην ἀφείλαντο χρυσίου λίτρας αρʹ καὶ 485 πολὺν λαὸν κατέσφαξαν σὺν τῷ στρατηγῷ καὶ τοῖς ἄρχουσιν. ἦσαν γὰρ καὶ τῶν λοιπῶν θεμάτων ταξάτοι ἄρχοντες οὐκ ὀλίγοι, καὶ πάντες ἐκεῖ ἀπώλοντο. ἔλαβον δὲ καὶ τὸ τοῦλδον ὅλον καὶ ὑπέστρεψαν. τῷ δ' αὐτῷ ἔτει πρὸ τῆς ἑορτῆς τοῦ πάσχα Κροῦμμος, ὁ τῶν Βουλγάρων ἀρχηγός, παραταξάμενος κατὰ Σερδικῆς ταύτην παρέλαβε δόλῳ καὶ λόγῳ, στρατεύματα Ῥωμαϊκὰ κατασφάξας χιλιάδας ʹ χωρὶς ἰδιωτικοῦ πλήθους. Νικηφόρος δὲ δῆθεν κατ' αὐτοῦ ἐξελθὼν τῇ γʹ ἡμέρᾳ τῆς ἑβδομάδος τοῦ σωτηρίου πάθους ἀξιόλογον μὲν οὐδὲν πέπραχεν, τοῖς δὲ περισωθεῖσιν ἐκ τῆς σφαγῆς ἄρχουσιν αἰτοῦσι λόγον σωτηρίας ἀπαξιώσας δοῦναι, τοῖς ἐχθροῖς προσφυγεῖν ἐβιάσατο, ἐν οἷς ἦν καὶ Εὐμάθιος ὁ σπαθάριος μηχανικῆς ἔμπειρος. ὁ δὲ Νικηφόρος πρὸς τῇ πολλῇ ἀδοξίᾳ σάκραις ἐνόρκοις τὴν βασιλίδα πόλιν πείθειν ἐσπούδαξεν, ὅτι τὴν τοῦ πάσχα ἑορτὴν ἐν τῇ αὐλῇ τοῦ Κρούμμου ἑώρτασεν. τὴν δὲ παραληφθεῖσαν Σερδικὴν οἰκοδομεῖν βουλόμενος, ἀνθιστάμενα τὰ πλήθη φοβηθεὶς ὑποβάλλει διὰ τῶν στρατηγῶν καὶ ἀρχόντων πεῖσαι τοὺς ὄχλους αἰτήσασθαι τῷ βασιλεῖ περὶ τῆς οἰκοδομῆς. οἱ δὲ τὸ δρᾶμα κατανοήσαντες ὡς ἐκ τῆς ἐκείνου κακοπραγίας ὑποβεβλημένον στασιάζουσι κατ' αὐτοῦ καὶ τῶν ἰδίων ἀρχόντων ὥρᾳ ʹ, καὶ ἐπελθόντες διαρρήσσουσι τὰς σκηνὰς αὐτῶν. ἐλθόντες δὲ ἕως τῆς βασιλικῆς ὕβρεσι πολλαῖς καὶ ἀραῖς αὐτὸν ἔβαλλον μηκέτι φέρειν τὴν ἄμετρον φιλαργυρίαν καὶ κακομήχανον αὐτοῦ γνώμην ἐξομνύμενοι. ὁ δὲ τῷ ἀθρόῳ τῆς στάσεως σφόδρα καταπτοηθεὶς καὶ ἀναστὰς τῆς τραπέζης, πρῶτον μὲν διὰ Νικηφόρου καὶ Πέτρου τῶν πατρικίων ὅρκοις καὶ πιθανολογίαις κατευνάζειν ἐπειρᾶτο τὸ στράτευμα. οἱ δὲ μικρὸν παυσάμενοι βουνόν τινα κατέλαβον οἱ τρισάθλιοι τῆς ἐν χερσὶν ἐπιλαθόμενοι πράξεως, τό," κύριε ἐλέησον," ἀναβοῶντες ὡς ἐπί τινι σεισμῷ ἢ ἀνομβρία. ὁ δὲ πρὸς πᾶσαν κακουργίαν ἕτοιμος λαθραίαις δωρεαῖς διὰ τῆς νυκτὸς τοὺς πολλοὺς τῶν ἀρχόντων ἐξαπατήσας τῇ ἐπαύριον αὐτὸς δι' ἑαυτοῦ μέσος ἐλθὼν τοῖς ὄχλοις διελέχθη, περὶ πάσης εὐημερίας ὅρκοις φρικτοῖς αὐτοὺς διαβεβαιωσάμενος καὶ τὰ τῆς ἴσης 486 πρὸς τὰ τέκνα στοργῆς. καὶ παραυτίκα τὴν βασιλίδα καταλαμβάνει, Θεοδόσιον, πατρίκιον καὶ προμοσκρίνιον, τὸ ἐπίκλην Σαλιβαρᾶν, ἐάσας εἰς τὸ καταμαθεῖν δι' ἀλλήλων τοὺς στασιάσαντας. ἐν δὲ τῷ ἐπανέρχεσθαι τὰ πλήθη ῥογεύειν αὐτοὺς προσποιησάμενος, κατὰ τὸν ἅγιον Μάμαντα δαρμοῖς τε καὶ κουραῖς καὶ ἐξορίαις τοὺς πλείστους τιμωρησάμενος, εἰς Χρυσόπολιν τοὺς λοιποὺς διεβίβαζε καταπατήσας τοὺς τηλικούτους φοβεροὺς ὅρκους. οἱ δὲ διὰ τὴν συμφορὰν πύρινον ποταμὸν τὸ Πέραμα προσηγόρευσαν. ηʹ. βʹ. ιδʹ. εʹ. Τούτῳ τῷ ἔτει Νικηφόρος μετὰ τὰς ἀθέους ὑπεξελεύσεις τὰ στρατεύματα πάντῃ ταπεινῶσαι σκεψάμενος Χριστιανοὺς ἀποικίσας ἐκ παντὸς θέματος ἐπὶ τὰς Σκλαυινίας γενέσθαι προσέταξεν, τὰς δὲ τούτων ὑποστάσεις πιπράσκεσθαι. καὶ ἦν αἰχμαλωσίας οὐκ ἔλαττον τὸ πρᾶγμα, πολλῶν ἐξ ἀνοίας βλασφημούντων καὶ ἐχθρῶν ἐφόδους αἰτούντων, ἑτέρων δὲ περὶ τοὺς γονικοὺς τάφους θρηνούντων καὶ τοὺς ἀποθανόντας μακαριζόντων· εἰσὶ δὲ οἳ καὶ ἀγχόναις ἐχρήσαντο πρὸς ἀπαλλαγὴν τῶν δεινῶν. τά τε γὰρ προσόντα δυσκίνητα συνεπιφέρεσθαι ἠδυνάτουν καὶ τὴν ἐκ γονικῶν πόνων κτηθεῖσαν ὕπαρξιν ὀλλυμένην ἑώρων· καὶ πᾶσα τοὺς πάντας εἶχεν ἀμηχανία, τῶν μὲν πενήτων ἐν τούτοις καὶ τοῖς ἑξῆς ῥηθησομένοις, τῶν δὲ ὑπερεχόντων συμπασχόντων αὐτοῖς καὶ μὴ δυναμένων βοηθῆσαι ἀπεκδεχομένων τε βαρυτέρας συμφοράς. ταῦτα ἤρχθη μὲν ἀπὸ τοῦ Σεπτεμβρίου μηνός, πρὸς δὲ τὸ ἅγιον πάσχα πεπέρασται. δευτέραν σὺν ταύτῃ κάκωσιν, προσέταξε στρατεύεσθαι πτωχοὺς καὶ ἐξοπλίζεσθαι παρὰ τῶν ὁμοχώρων, παρέχοντας καὶ ἀνὰ ὀκτωκαίδεκα ἡμίσους νομισμάτων τῷ δημοσίῳ, καὶ ἀλληλεγγύως τὰ δημόσια. τρίτην κακόνοιαν, ἐποπτεύεσθαι πάντας, καὶ ἀναβιβάζεσθαι τὰ τούτων τέλη, παρέχοντας καὶ χαρτιατικῶν ἕνεκα ἀνὰ κερατίων βʹ· καὶ πρὸς τετάρτην, τοὺς κουφισμοὺς πάντας ἀναβιβάζεσθαι προσέταττεν. πέμπτην, τοὺς τῶν εὐαγῶν οἴκων παροίκους τοῦ τε ὀρφανοτροφείου καὶ τῶν ξενώνων καὶ γηροκομείων τε καὶ ἐκκλησιῶν καὶ μοναστηρίων βασιλικῶν 487 τὰ καπνικὰ ἀπαιτεῖσθαι ἀπὸ τοῦ πρώτου ἔτους τῆς αὐτοῦ τυραννίδος, τὰ δὲ κρείττονα τῶν κτημάτων εἰς τὴν βασιλικὴν κουρατορίαν αἴρεσθαι, τὰ μέντοι τέλη αὐτῶν ἐπιτίθεσθαι τοῖς ἐναπομείνασιν εἰς τοὺς αὐτοὺς εὐαγεῖς οἴκους κτήμασι καὶ παροίκοις, ὡς διπλοῦσθαι πολλῶν τὰ τέλη, τῶν οἰκήσεων στενουμένων αὐτοῖς καὶ τῶν χωρίων. ἕκτην, σκοπεῖσθαι παρὰ τῶν στρατηγούντων τοὺς ἀθρόως ἐκ πτωχείας ἀνακτησαμένους, καὶ ἀπαιτεῖσθαι χρήματα ὡς εὑρετὰς θησαυρῶν. ἑβδόμην, τοὺς πρὸ κʹ χρόνων εὑρηκότας καὶ μέχρι τῆς δεῦρο πίθον ἢ σκεῦος ὁτιοῦν καὶ αὐτοὺς ἐξαργυρίζεσθαι. ὀγδόην, τοὺς ἐκ πάππων ἢ πατέρων κληρονομήσαντας διαιρεθέντας, ἐκ τῶν αὐτῶν χρόνων κʹ ἐξαναδιδόναι τῷ δημοσίῳ, τοὺς πένητας· καὶ τοὺς ὠνησαμένους ἔξω τῆς Ἀβύδου σώματα οἰκετικά, ἀνὰ βʹ νομισμάτων τελέσαι προσέταξεν, καὶ μάλιστα τοὺς κατὰ τὴν Δωδεκάνησον. ἐννάτην, τοὺς τὰς παραθαλασσίας οἰκοῦντας, μάλιστα τῆς μικρᾶς Ἀσίας, ναυκλήρους μηδέποτε γηπονικῶς ζήσαντας ἄκοντας ὠνεῖσθαι ἐκ τῶν καθαρπαγέντων αὐτῷ κτημάτων, ὡς ἂν ἐκτιμηθῶσι παρ' αὐτῷ. δεκάτην, τοὺς ἐν Κωνσταντινουπόλει ἐπισήμους ναυκλήρους συναγαγὼν δέδωκεν ἐπὶ τόκῳ τετρακεράτῳ τὸ νόμισμα ἀνὰ χρυσίου λιτρῶν δώδεκα τελοῦντας καὶ τὰ συνήθη κωμέρκια. ταῦτα ἐκ τῶν πολλῶν ὡς ἐν κεφαλαίῳ μικρά μοι ἐστηλογράφηται δηλοῦντι τὸ πρὸς πᾶν εἶδος πλεονεξίας αὐτοῦ πολυμήχανον. τὰ γὰρ κατὰ τὴν βασιλίδα τοῖς ἐν τέλει καὶ μέσοις καὶ εὐτελέσιν ἐνδειχθέντα δεινὰ πέρα συγγραφῆς, τοὺς μὲν ἀνιχνεύοντος ὅπως οἴκοι ζῶσιν, καὶ καθυποβάλλοντος τοῖς πονηροῖς τῶν οἰκετῶν διαβάλλειν τοὺς δεσπότας, καὶ ἐν ἀρχαῖς δῆθεν διστάζοντος ἐπὶ τοῖς λεγομένοις, ἔπειτα δὲ βεβαιοῦντος τὰς συκοφαντίας, τὸ αὐτὸ δὲ καὶ ἐπὶ ἀσήμων κατ' ἐπισήμων ἔδρα τιμῶν ἀξιῶν τοὺς εὖ διαβάλλοντας· τῶν δὲ οἴκων πολλοὺς τῶν οἰκητόρων ἀπὸ πρώτης εἰς τρίτην γενεὰν ἐξανέστρεψεν, ἐλπίδι τοῦ τάχιστα τούτους ἐκπεσεῖν καὶ ὑπ' αὐτοῦ κληρονομηθῆναι. ἄξιον δέ τι καὶ ἡδύσματος ἢ παραδείγματος ἕνεκα μνησθῆναι καὶ τοῦτο. κηρουλλάριός τις ἦν ἐν τῷ Φόρῳ ἐκ πόνων ἰδίων ἀνενδεής. 488 τοῦτον μεταστειλάμενος ὁ παμφάγος φησίν·" θὲς τὴν χεῖρά σου κατὰ τῆς κεφαλῆς μου, καὶ ὄμοσόν μοι τὸ πόσος σοι χρυσός ἐστιν;" ὁ δὲ μικρὸν ὡς ἀνάξιος δῆθεν παραιτούμενος ἐβιάσθη τοῦτο παρ' αὐτοῦ ποιῆσαι, καὶ λίτρας ρʹ ἐξειπεῖν ἔχειν. καὶ τοῦτο κατὰ τὴν ὥραν προσέταξεν ἐνεχθῆναι φήσας·" σὺ τί χρείαν ἔχεις περισπασμοῦ; συναρίστησόν μοι, καὶ ἆρον νομίσματα ρʹ, καὶ πορεύου ἀρκούμενος." θʹ. γʹ. ιεʹ. ʹ. Τούτῳ τῷ ἔτει Νικηφόρος τὰς κατὰ Χριστιανῶν ἐπινοίας ἐπέτεινεν, ἐποψίας ἀθέους ἐπ' ἀγορασμοῖς παντοίων ἀλόγων βοσκημάτων τε καὶ καρπῶν, ἀδίκους δημεύσεις τε καὶ ζημίας τῶν ἐν τέλει, τοκισμοὺς ἐν πλοίοις, ὁ πᾶσι νομοθετῶν τὸ μὴ τοκίζειν, καὶ ἄλλας μυρίας κακῶν ἐπινοίας, ὧν ἡ κατὰ μέρος ἱστορία φορτικὴ τοῖς ἐπιτετμημένα ζητοῦσι πέφυκε μανθάνειν τὰ πράγματα. τῇ δὲ αʹ τοῦ Ὀκτωβρίου μηνός, ἡμέρᾳ γʹ, σπασάμενός τις ἀφανὴς ἐν σχήματι μοναχοῦ ξίφος τινὸς τῶν στρατευομένων εἰσέδραμεν ἐν τῷ παλατίῳ Νικηφόρον ἀνελεῖν ζητῶν. τῶν δὲ περιεστώτων δύο [διατρεχόντων] ἐπιδραμόντων αὐτῷ, δεινῶς ἐπλήγησαν ὑπ' αὐτοῦ. συλληφθεὶς δὲ καὶ πολλὰ τιμωρηθεὶς δαιμονᾷν προεφασίσατο, μηδένα συκοφαντήσας· ὁ δὲ τοῦτον ἐν τῷ ξύλῳ κατησφαλίσατο σὺν τοῖς πάσχουσιν. καὶ πολλοὶ ἐντεῦθεν οἰωνίσαντο μεγάλου κακοῦ σημεῖον εἶναι τοῦτο τοῖς τε κρατοῦσι καὶ τοῖς ὑπὸ χεῖρα, καθάπερ καὶ ἐπὶ τοῦ δυσσεβοῦς Νεστορίου γέγονεν. τῶν δὲ Μανιχαίων, τῶν νῦν Παυλικιάνων καλουμένων, καὶ Ἀθιγγάνων τῶν κατὰ Φρυγίαν καὶ Λυκαονίαν, ἀγχιγειτόνων αὐτοῦ, φίλος ἦν διάπυρος, χρησμοῖς καὶ τελεταῖς αὐτῶν ἐπιχαίρων, ἐν οἷς καί, ὅταν Βαρδάνιος ὁ πατρίκιος ἐπανέστη αὐτῷ, τούτους προσκαλεσάμενος ταῖς αὐτῶν μαγγανείαις τοῦτον ὑπέταξεν. ταῦρον γὰρ ἔν τινι λάκκῳ ἐν σιδηρῷ πάλῳ ἐκ τῶν κεράτων προσδήσας εἰς γῆν νενευκότα, οὕτω μυκώμενον καὶ ἰλυσπώμενον ἀποκτανθῆναι πεποίηκεν, τὴν δὲ τούτου ἐσθῆτα ἐν μύλωνι ἀλήσας ἀντιστρόφως καὶ ἐπαοιδίαις χρησάμενος νίκην ἤρατο, παραχωρήσαντος τοῦ θεοῦ διὰ πλῆθος ἁμαρτιῶν ἡμῶν. οὗτοι χώραν ἔλαβον ἐπὶ τῆς βασιλείας αὐτοῦ ἀφόβως πολιτεύεσθαι καὶ πολλοὶ τῶν κουφοτέρων ταῖς ἀθεμίτοις αὐτῶν διεφθάρησαν δόξαις. ἐν δὲ τῷ Ἑξακιονίῳ ψευδερημίτης τις Νικόλαος τοὔνομα καὶ οἱ σὺν αὐτῷ γεγονότες ἦσαν 489 καὶ κατὰ τοῦ ὀρθοῦ λόγου καὶ τῶν σεπτῶν εἰκόνων ἐβλασφήμουν, ὧν ἀντεποιεῖτο Νικηφόρος, καὶ ἐλύπει τὸν ἀρχιερέα καὶ πάντας τοὺς κατὰ θεὸν ζῶντας. πολλάκις γὰρ κατ' αὐτῶν ἐγκαλῶν ἠγανακτήθη, τοῖς πρὸς ἀλλήλους ἐχθραίνουσι σφόδρα συγχαίρων, ἐπιτωθάζων παντὶ Χριστιανῷ φιλοῦντι τὸν πλησίον ὡς ἀνατροπεὺς τῶν θείων ἐντολῶν· καὶ διὰ σπουδῆς ἦν αὐτῷ δίκας ἀλόγους καὶ εὐλόγους παντὶ Χριστιανῷ κινεῖν ἐν τῷ κολαστηρίῳ τῆς Μαγναύρας, πρὸς τὸ μηδένα σχολάζειν κατὰ τῶν ἀσεβειῶν αὐτοῦ. τοὺς στρατιωτικοὺς ἄρχοντας δουλικῶς χρᾶσθαι τοῖς ἐπισκόποις καὶ κληρικοῖς ἐκέλευσε καταγομένους αὐθεντικῶς ἐν τοῖς ἐπισκοπείοις καὶ μοναστηρίοις, καὶ καταχρᾶσθαι τὰ αὐτῶν. τοὺς ἀπ' αἰῶνος ἀναθεμένους τῷ θεῷ χρυσᾶ ἢ ἀργυρᾶ σκεύη ἔψεγεν, καὶ τὰ τῶν ἐκκλησιῶν ἱερὰ κοινοῦσθαι ἄξιον ἐδογμάτιζεν, ὡς Ἰούδας τὸ δεσποτικὸν μῦρον. τοὺς πρὸ αὐτοῦ βασιλεῖς ἅπαντας ὡς ἀκυβερνήτους ἐμέμφετο, καθόλου τὴν πρόνοιαν ἀναιρῶν καὶ μηδένα λέγων γίνεσθαι τοῦ κρατοῦντος δυνατώτερον, εἰ βούλοιτο ὁ κρατῶν ἐντρεχῶς ἄρχειν. ἀλλ' ἐματαιώθη ἐν τοῖς διαλογισμοῖς αὐτοῦ ὁ θεόκταντος. τῷ δὲ Φεβρουαρίῳ μηνὶ τῆς αὐτῆς δʹ ἰνδικτιῶνος τῷ αʹ σαββάτῳ τῶν νηστειῶν ὑπαντηθέντες οἱ Σαρακηνοὶ εἰς Εὐχάϊταν Λέοντι, στρατηγῷ τῶν Ἀρμενιάκων, σὺν τῇ ῥόγᾳ τοῦ θέματος ταύτην ἀφείλαντο σὺν πολλῷ πλήθει λαοῦ. τάλαντα δὲ ἦν ιγʹ γινόμενα λίτραι ατʹ· καὶ οὐδ' οὕτως ἠλέγχετο Νικηφόρος τῆς πλεονεξίας παύσασθαι. ἐπὶ τοσούτοις οὖν σημείοις ὁ νέος Ἀχαὰβ μὴ παιδευθείς, ὁ Φαλάριδος καὶ Μίδου ἀπληστότερος, κατὰ Βουλγάρων παρατάττεται ἅμα Σταυρακίῳ, τῷ υἱῷ αὐτοῦ. καὶ τῇ* τοῦ Μαΐου μηνὸς τῆς βασιλίδος ἐξιὼν ἐκέλευσε Νικήτᾳ, πατρικίῳ καὶ γενικῷ λογοθέτῃ, τὰ δημόσια τέλη τῶν ἐκκλησιῶν καὶ μοναστηρίων ἀναβιβάσαι καὶ ὀκτὼ ἐτῶν ὀπισθοτελείας τοὺς τῶν ἀρχόντων ἀπαιτηθῆναι οἴκους. καὶ ἦν θρῆνος μέγας. ἐγκαλούμενος δὲ ὑπό τινος γνησίου θεράποντος, Θεοδοσίου φημί, τοῦ Σαλιβαρᾶ πατρικίου ὄντος, ὅτι" πάντες καταβοῶσιν ἡμῶν, δέσποτα, καὶ ἐν καιρῷ πειρασμοῦ πάντες ἐπιχαρήσονται τῇ πτώσει ἡμῶν·" ἔφη πρὸς αὐτόν·" εἰ ὁ θεὸς σκληρύνων ἐσκλήρυνε τὴν καρδίαν μου, ὡς τοῦ 490 Φαραώ, τί ἀγαθὸν ἔσται τοῖς ὑπὸ χεῖρά μου; παρὰ Νικηφόρου, Θεοδόσιε, μὴ ἐκδέχου πλὴν τῶν ὁρωμένων σοι." ταῦτα, κύριος οἶδεν, αὐτὸς ἐγὼ ζώσῃ φωνῇ ὁ συγγραφόμενος ἀκήκοα παρὰ Θεοδοσίου. ἐπισυνάξας δὲ τὰ στρατεύματα, οὐ μόνον ἐκ Θρᾴκης, ἀλλὰ καὶ τῶν περατικῶν θεμάτων, πένητάς τε πολλοὺς ἰδίοις ὀψωνίοις σφενδόναις καὶ ῥάβδοις ὡπλισμένους, βλασφημοῦντας ἅμα τοῖς στρατεύμασιν, ἤλασε κατὰ Βουλγάρων. Κροῦμμος δὲ τὰ πλήθη φοβηθείς, ὄντων αὐτῶν ἐν Μαρκέλλαις, ᾐτεῖτο εἰρήνην. ὁ δὲ ταῖς οἰκείαις κακοβουλίαις καὶ ταῖς τῶν ὁμοφρόνων αὐτοῦ συμβούλων εἰσηγήσεσι διεκωλύθη, καὶ μετὰ πολλὰς περιαγωγὰς δι' ἀβάτων τόπων ῥιψοκινδύνως ὁ θρασύδειλος εἰσέρχεται εἰς Βουλγαρίαν τῇ κʹ τοῦ Ἰουλίου μηνὸς (κυνὸς ἦν ἐπιτολὴ πανολέθριος), συχνῶς ἐπιφθεγγόμενος τό," τίς πορεύσεται καὶ ἀπατήσει τὸν Ἀχαάβ;" λέγων," ὅτι κἂν ὁ θεὸς κἂν ὁ ἀντικείμενος ἕλκει ἄκοντα." πρὸ δὲ τοῦ εἰσελθεῖν αὐτόν, Βυζάντιος, ὁ τούτου ἐπιστήθιος οἰκέτης, πρὸς Κροῦμμον ἀπὸ Μαρκέλλων προσέφυγε συναρπάσας ἐσθῆτα βασιλικὴν καὶ χρυσίου λίτρας ρʹ. πολλοὶ δὲ τὴν τούτου φυγὴν ἐπὶ κακῷ Νικηφόρῳ οἰωνίσαντο. ἐπὶ δὲ τρισὶν ἡμέραις μετὰ τὰς πρώτας συμβολὰς δόξας κατευοδοῦσθαι οὐ τῷ κατευοδοῦντι θεῷ τὰ τῆς νίκης ἐπέγραφεν, ἀλλὰ Σταυρακίου μόνου τὴν εὐτυχίαν καὶ εὐβουλίαν ἐκήρυττε καὶ τοῖς κωλύουσι τὴν εἴσοδον ἄρχουσιν ἠπείλει. ἄλογα δὲ ζῶα καὶ βρέφη καὶ πᾶσαν ἡλικίαν ἀνηλεῶς φονεύεσθαι προσέταξε καὶ τὰ τῶν ὁμοφύλων νεκρὰ σώματα ἄταφα εἴασε μόνης ἐπιμελούμενος τῆς τῶν σκύλων συλλογῆς, κλεῖθρα δὲ καὶ σφραγῖδας τοῖς ταμείοις Κρούμμου ἐπιθεὶς ὡς ἴδια λοιπὸν ἠσφαλίσατο. ὦτα γοῦν καὶ ἕτερα μέλη Χριστιανῶν ἁψαμένων τῶν σκύλων ἀπέτεμε καὶ τὴν λεγομένην αὐλὴν τοῦ Κρούμμου ἐνέπρησεν, ἐκείνου σφόδρα ταπεινουμένου καὶ δηλοῦντος, ὅτι" ἰδού, νενίκηκας. λάβε οὖν, εἴ τί σοι ἀρεστόν ἐστιν, καὶ ἔξελθε ἐν εἰρήνῃ." ὁ δὲ τῆς εἰρήνης ἐχθρὸς ταύτην οὐ προσήκατο· ἐφ' οἷς [καὶ] χαλεπήνας ἐκεῖνος τὰς τῆς χώρας εἰσόδους καὶ ἐξόδους· περιπεφραγμένας ξυλίνοις ὀχυρώμασι πέμψας κατησφαλίσατο. Νικηφόρος δὲ τοῦτο γνούς, εὐθέως ὡς ἐμβρόντητος, ὅ τι πράξοι, ἠγνόει περιάγων. καὶ τοῖς συνοῦσι τὰ τῆς ἀπωλείας ἔλεγεν, ὅτι" κἂν πτερωτοὶ γενώμεθα, μηδεὶς ἐλπίσοι διαφυγεῖν τὸν ὄλεθρον." ταῦτα δὲ ἦν 491 ἐφ' ἡμέρας δύο, πέμπτην καὶ παρασκευήν, τὰ μηχανήματα. καὶ τῇ νυκτὶ τοῦ σαββάτου τάραχοι καὶ ὄχλων ἐνόπλων περὶ Νικηφόρον καὶ τοὺς σὺν αὐτῷ ἀκουόμεναι παρατάξεις πάντας ἐξενεύρωσαν, πρὸ δὲ τῆς ἡμέρας ἐπελθόντες οἱ βάρβαροι κατὰ τῆς Νικηφόρου σκηνῆς καὶ τῶν σὺν αὐτῷ μεγιστάνων ἀναιροῦσι τοῦτον οἰκτρῶς, ἐν οἷς ἦν καὶ Ἀέτιος πατρίκιος, καὶ Πέτρος πατρίκιος, καὶ Σισίννιος πατρίκιος ὁ Τριφύλλης, καὶ Θεοδόσιος πατρίκιος ὁ Σαλιβαρᾶς, ὁ πολλὰ λυπήσας καὶ κακὰ ἐνδειξάμενος τῇ μακαρίᾳ Εἰρήνῃ, καὶ ὁ ἔπαρχος πατρίκιος, καὶ Ῥωμανός, πατρίκιος καὶ στρατηγὸς τῶν ἀνατολικῶν, καὶ ἕτεροι πολλοὶ πρωτοσπαθάριοι καὶ σπαθάριοι, καὶ τῶν ταγμάτων οἱ ἄρχοντες, ὅ τε τοῦ ἐκσκουβίτου δομέστικος, καὶ ὁ δρουγγάριος τῆς βασιλικῆς βίγλας, καὶ ὁ τῆς Θρᾴκης στρατηγός, καὶ πολλοὶ ἄρχοντες τῶν θεμάτων σὺν ἀπείροις λαοῖς, πᾶσά τε ἡ τῶν Χριστιανῶν καλλονὴ διεφθάρη· τά τε ὅπλα πάντα ἀπώλοντο, καὶ τὰ τῆς βασιλείας σκεύη. τὰ δὲ τῆς τοιαύτης ἡμέρας ἀκαλλῆ ῥήματα μὴ γένοιτο Χριστιανοὺς ἰδεῖν ἔτι, ὡς παντὸς θρήνου ἐπέκεινα. γέγονε δὲ ταῦτα τῇ κ ʹ τοῦ Ἰουλίου μηνός, ἰνδικτιῶνος δʹ. τὴν δὲ Νικηφόρου κεφαλὴν ἐκκόψας ὁ Κροῦμμος ἐκρέμασεν ἐπὶ ξύλου ἡμέρας ἱκανάς, εἰς ἐπίδειξιν τῶν ἐρχομένων εἰς αὐτὸν ἐθνῶν καὶ αἰσχύνην ἡμῶν. μετὰ δὲ ταῦτα λαβὼν ταύτην καὶ γυμνώσας τὸ ὀστοῦν ἄργυρόν τε ἐνδύσας ἔξωθεν πίνειν εἰς αὐτὴν τοὺς τῶν Σκλαυινῶν ἄρχοντας ἐποίησεν ἐγκαυχώμενος. πολλῶν δὲ χηρῶν καὶ ὀρφανῶν ἐν μιᾷ ἡμέρᾳ γενομένων, καὶ θρήνου ἀκατασχέτου ὄντος, ἡ τούτου σφαγὴ πολλῶν παραμυθία γέγονεν. τὸν δὲ τρόπον τῆς τούτου σφαγῆς οὐδεὶς τῶν περισωθέντων ἀκριβῶς διηγήσατο· φασὶ γάρ τινες, ὅτι καὶ Χριστιανοὶ πεσόντα τοῦτον ἐπέτρωσαν. οἱ δὲ γυναικώδεις τῶν ἀνδρῶν οἰκέται αὐτοῦ, οἷς καὶ συνευνάζετο, οἱ μὲν τῷ τῆς σούδας πυρί, οἱ δὲ τοῖς ξίφεσιν ὤλοντο σὺν αὐτῷ. τούτου τῆς ἀρχῆς Χριστιανοὶ βαρυτέραν οὐδενὶ χρόνῳ ἠτύχησαν. πάντας γὰρ ἐν πλεονεξίαις καὶ ἀκολασίαις καὶ βαρβαρικαῖς ὠμότησιν ὑπερηκόντισε τοὺς πρὸ αὐτοῦ βασιλεύσαντας, περὶ ὧν κατὰ μέρος διεξιέναι καὶ τοῖς 492 μετέπειτα δύσπιστον καὶ ἡμῖν ἐργῶδες, πλὴν ἐκ τοῦ κρασπέδου τὸ ὕφασμα πρόδηλον, κατὰ τὴν παροιμίαν. τιτρώσκεται δὲ καὶ Σταυράκιος, παῖς αὐτοῦ, καιρίως κατὰ τοῦ σπονδύλου τὸ δεξιὸν μέρος, καὶ μόλις τῆς μάχης ἐξῆλθε ζῶν καὶ κατέλαβε τὴν Ἀδριανούπολιν δεινῶς ὑπὸ τῆς πληγῆς κολαφιζόμενος. Στέφανος δέ, πατρίκιος καὶ δομέστικος τῶν σχολῶν, συμπαρόντος καὶ Θεοκτίστου μαγίστρου, ἀνηγόρευσε Σταυράκιον αὐτοκράτορα, καὶ διελέχθη τῷ περισωθέντι λαῷ κατὰ τοῦ ἰδίου πατρός, καὶ σφόδρα ἡδύνθησαν. Μιχαὴλ δὲ κουροπαλάτης ἀβλαβὴς περισωθεὶς πολλὰ παρεκλήθη ὑπὸ τῶν φίλων ἀναγορευθῆναι βασιλεύς, καὶ οὐ κατεδέξατο διὰ τοὺς πρὸς Νικηφόρον ὅρκους καὶ Σταυράκιον. τούτῳ Στέφανος δομέστικος ἀντεῖπεν ἐλπίδι τῆς ζωῆς Σταυρακίου· Θεόκτιστος δὲ ὁ μάγιστρος συνέτρεχε περὶ τῆς βασιλείας Μιχαήλ. Σταυράκιος δὲ δι' οὔρων αἱμορραγήσας ἀμέτρως κατεξηράνθη μηροὺς καὶ σκέλη φορείῳ ἐλθὼν ἐν Βυζαντίῳ. τούτῳ Νικηφόρος ὁ πατριάρχης σφόδρα προσκείμενος συνεβούλευεν ἐξιλεώσασθαι τὸν θεὸν καὶ τοὺς πλεονεκτηθέντας ὑπὸ τοῦ πατρὸς αὐτοῦ παραμυθήσασθαι· πρὸς ὃν ὁ τῆς πατρικῆς γνώμης γνήσιος κληρονόμος ἔλεγε μὴ δύνασθαι πλείω τριῶν ταλάντων ἀποδοῦναι. ταῦτα δὲ ἦν μικρὸν μόριον τῶν ἐκείνου ἀδικιῶν. πλὴν καὶ περὶ ταῦτα ὤκνει ζῆσαι καραδοκῶν. ἄσπονδον δὲ ἔχων πατρικὴν γνώμην συχνότερον ἀτιμίαις ἔβαλλε Θεόκτιστον μάγιστρον καὶ Στέφανον δομέστικον καὶ Μιχαὴλ κουροπαλάτην, ἀποστρεφόμενος πάντη καὶ Προκοπίαν, τὴν ἰδίαν ἀδελφήν, ὡς ἐπιβουλεύσασαν αὐτῷ ταῖς Θεοφανοῦς τῆς αὐγούστης ὑποβολαῖς. αὐτίκα γὰρ ἡ τάλαινα κατὰ μίμησιν τῆς μακαρίας Εἰρήνης κρατήσειν ἤλπιζε τῆς βασιλείας ἄπαις οὖσα. ὁ δὲ Σταυράκιος ἀνιάτως ὁρῶν ἑαυτὸν διακείμενον τῇ γαμετῇ τὴν βασιλείαν ἐσπούδαζε περιποιήσασθαι, ἢ δημοκρατίαν ἐγεῖραι Χριστιανοῖς ἐπὶ τοῖς προλαβοῦσι κακοῖς. ἐφ' ᾧ πτοηθέντες Νικηφόρος ὁ πατριάρχης καὶ Θεόκτιστος μάγιστρος καὶ Στέφανος δομέστικος ἐκ πολλῆς ἔχθρας εἰς φιλίαν ἀλλήλοις καὶ Μιχαὴλ κουροπαλάτης ἦλθον κατὰ τὰ τέλη τοῦ Σεπτεμβρίου μηνὸς τῆς εʹ ἰνδικτιῶνος. τῇ δὲ ἑσπέρᾳ τῆς αʹ τοῦ Ὀκτωβρίου μηνὸς προσκαλεσάμενος Σταυράκιος Στέφανον 493 δομέστικον ἐπηρώτα, πῶς ἂν δυνηθείη ἀγαγεῖν Μιχαήλ, τὸν γαμβρὸν αὐτοῦ, ἐκ τοῦ οἴκου αὐτοῦ πρὸς τὸ ἐκτυφλῶσαι αὐτόν; τοῦ δὲ φήσαντος ἀδύνατον εἶναι τοῦτο ταύτῃ τῇ ὥρᾳ διὰ τὴν περὶ αὐτὸν δύναμιν καὶ τὸ τοῦ τόπου ἀσφαλὲς τῆς οἰκίας αὐτοῦ, παρεκάλει μὴ γνωσθῆναί τινι τὰ λεχθέντα. ὁ δὲ λόγοις πιθανοῖς πείσας αὐτὸν ἀμεριμνεῖν δι' ὅλης τῆς νυκτὸς τὰ περιλειφθέντα τῶν ταγμάτων στρατεύματα συνήγαγεν ἐν τῷ σκεπαστῷ ἱπποδρόμῳ μετὰ τῶν οἰκείων ἀρχόντων πρὸς τὸ ἀναγορεῦσαι τὸν αὐτὸν Μιχαὴλ εἰς βασιλέα. καὶ ἐλθούσης πάσης τῆς συγκλήτου τοῦ ὄρθρου ἐν τῷ παλατίῳ, τοῦτον ἀνηγόρευσαν βασιλέα, ὡς ἑξῆς δηλωθήσεται. Νικηφόρος δὲ ὁ πατριάρχης ἔγγραφον ἐξ ἰδιοχείρου παρὰ Μιχαὴλ ἠπαίτησε περὶ τῆς ὀρθῆς πίστεως καὶ τοῦ ἀναιμάτους φυλάξαι τὰς χεῖρας ἀπὸ Χριστιανῶν, καὶ περὶ ἱερατικῶν ἀνθρώπων ἢ μοναχῶν καὶ ὅλως τοῦ ἐκκλησιαστικοῦ καταλόγου τοῦ μὴ τύπτεσθαι παρ' αὐτοῦ. Κόσμου ἔτη τδʹ. Τῆς θείας σαρκώσεως ἔτη ωδʹ. Ῥωμαίων βασιλεὺς Μιχαὴλ ἔτη βʹ. αʹ. Ἀράβων ἀρχηγὸς Μουάμεδ ἔτη δʹ. δʹ. Ῥώμης ἐπίσκοπος Λέων ἔτη ι ʹ. ι ʹ. Κωνσταντ. ἐπίσκοπος Νικηφόρος ἔτη θʹ. ζʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ βʹ, ἰνδικτιῶνος εʹ, ἡμέρᾳ εʹ, ὥρᾳ αʹ, Μιχαὴλ ὁ εὐσεβέστατος κουροπαλάτης ἀνηγορεύθη βασιλεὺς Ῥωμαίων ἐν τῷ ἱπποδρόμῳ ὑπὸ πάσης τῆς συγκλήτου καὶ τῶν ταγμάτων. Σταυράκιος δὲ τὴν τούτου ἀναγόρευσιν ἀκούσας, αὐτίκα τὴν κόμην ἀποκειράμενος μοναχικὰ περιεβάλετο ἱμάτια διὰ Συμεὼν μοναχοῦ συγγενοῦς αὐτοῦ, πολλὰ τὸν πατριάρχην ἐπιβοώμενος, ὃς ἐλθὼν ἐν τῷ παλατίῳ πολλὰ Σταυράκιον σὺν τῷ βασιλεῖ Μιχαὴλ καὶ τῇ ἀδελφῇ παρεκάλουν μὴ λυπεῖσθαι ἐν τῷ γεγονότι· οὐ γὰρ κατ' ἐπιβουλήν, ἀλλὰ κατὰ ἀπόγνωσιν τῆς αὐτοῦ ζωῆς. ὁ δὲ τῇ πατρικῇ πονηρίᾳ λυττῶν οὐ προσήκατο εἰπὼν πρὸς αὐτόν·" φίλον αὐτοῦ κρείττονα οὐχ εὑρήσεις." ὥρᾳ δὲ δʹ τῆς ἡμέρας ἐστέφθη Μιχαὴλ ὑπὸ Νικηφόρου πατριάρχου ἐν τῷ ἄμβωνι τῆς μεγάλης ἐκκλησίας, ἐφ' ᾧ κοινὴ ἀγαλλίασις γέγονεν. καὶ ἐδωρήσατο τῷ πατριάρχῃ χρυσίου λίτρας νʹ καὶ τῷ κλήρῳ κεʹ. μεγαλόψυχος γὰρ καὶ ἀφιλάργυρος ὢν πάντας παρεμυθήσατο τοὺς ἐκ τῆς Νικηφόρου πλεονεξίας ἠδικημένους δωρεαῖς τε τὴν σύγκλητον καὶ τὰ στρατεύ494 ματα ἀνεκτήσατο. τῇ δὲ ιβʹ τοῦ αὐτοῦ μηνὸς ἐστέφθη Προκοπία αὐγούστα ἐν τῷ τρικλίνῳ τοῦ Αὐγουστέως καὶ πολλαῖς δωρεαῖς τὴν σύγκλητον ἐφιλοτιμήσατο. τῶν δὲ ἀναιρεθέντων ἐν Βουλγαρίᾳ θεματικῶν στρατιωτῶν ταῖς γυναιξὶ εʹ τάλαντα χρυσίου ἐδωρήσατο, τὴν δὲ γαμετὴν Σταυρακίου Θεοφανὼ κατεπλούτισε μονάσασαν καὶ τοὺς συγγενεῖς αὐτῆς οἰκτρῶς ζήσαντας ἐπὶ Νικηφόρου, ἐν οἷς καὶ ἐπίσημον οἶκον εἰς μοναστήριον, τὰ Ἑβραϊκὰ λεγόμενον, αὐτῇ παρέσχεν, ἔνθα Σταυράκιος ἐτάφη. πάντας δὲ τοὺς πατρικίους καὶ συγκλητικούς, ἀρχιερεῖς τε καὶ ἱερεῖς καὶ μοναχούς, στρατευομένους τε καὶ πτωχούς, τούς τε κατὰ τὴν βασιλίδα πόλιν καὶ ἐν τοῖς θέμασι κατεπλούτισεν, ὥστε τὴν ἄμετρον φιλαργυρίαν Νικηφόρου, δι' ἣν καὶ κακῶς ὤλετο, ἐν ὀλίγαις ἡμέραις ἀφανισθῆναι. πρὸς δὲ τοῖς πολλοῖς καὶ καλλίστοις αὐτοῦ τρόποις εὐσεβὴς καὶ ὀρθοδοξότατος ὢν ἐλυπεῖτο ἐπὶ τοῖς ἀποσχίζουσι τῆς ἁγίας ἐκκλησίας ἐφ' οἵᾳ δήποτε προφάσει εὐλόγῳ ἢ ἀλόγῳ, πολλά τε τὸν ἁγιώτατον πατριάρχην καὶ τοὺς δυναμένους συντρέχειν τῇ κοινῇ εἰρήνῃ παρακαλῶν οὐκ ἐπαύετο. ἐν οἷς καὶ Θεόδωρον, τὸν ἡγούμενον τῶν Στουδίου, καὶ Πλάτωνα καὶ Ἰωσήφ, ἀρχιεπίσκοπον Θεσσαλονίκης, ἀδελφὸν Θεοδώρου, ἐν φυλακαῖς πικραῖς συνεχομένους μετὰ καὶ τῶν προυχόντων τῆς κατ' αὐτοὺς μονῆς ἔσπευδεν ἑνωθῆναι, ὃ καὶ πεποίηκεν. ἀπέστειλε δὲ καὶ πρὸς Κάρουλον, βασιλέα τῶν Φράγγων, περὶ εἰρήνης καὶ συναλλαγῆς εἰς Θεοφύλακτον, τὸν υἱὸν αὐτοῦ, καὶ Νικηφόρος ὁ ἁγιώτατος πατριάρχης ἀπέστειλε συνοδικὰ [γράμματα] πρὸς Λέοντα τὸν ἁγιώτατον πάπαν Ῥώμης· πρὸ τούτου γὰρ ἐκωλύετο ὑπὸ Νικηφόρου τοῦτο ποιῆσαι. τῇ δὲ κεʹ τοῦ Δεκεμβρίου μηνὸς τῆς εʹ ἰνδικτιῶνος Μιχαὴλ ὁ γαληνότατος ἔστεψε Θεοφύλακτον, τὸν υἱὸν αὐτοῦ, εἰς βασιλέα ὑπὸ Νικηφόρου πατριάρχου ἐν τῷ ἄμβωνι τῆς μεγάλης ἐκκλησίας, ἡμέρᾳ εʹ τῆς ἑβδομάδος, καὶ προσήγαγε πολυτελῆ κόσμον τῷ ἁγίῳ θυσιαστηρίῳ ἐν σκεύεσι χρυσοῦ διαλίθοις καὶ τετραβήλοις ἀρχαιοτεύκτοις ἐκ χρυσοῦ καὶ πορφύρας λαμπρῶς καθυφασμένοις καὶ θαυμασταῖς ἁγίαις εἰκόσι πεποικιλμένοις. ἐδωρήσατο δὲ καὶ τῷ πατριάρχῃ χρυσίου λίτρας κεʹ, καὶ τῷ εὐαγεῖ κλήρῳ λίτρας ρʹ φαιδρύνας τὴν ἁγίαν ἑορτὴν καὶ τὴν τοῦ παιδὸς ἀναγόρευσιν. ζήλῳ