Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronographia
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophanes-abbot-and-confessor" aria-label="More works by Theophanes Abbot and Confessor"> —
⋯
More
Original / primary: Pg Scrape Grc
495.1.1
δὲ θεοῦ πολλῷ κινηθεὶς ὁ εὐσεβέστατος βασιλεὺς κατὰ Μανιχαίων, τῶν νῦν Παυλικιάνων, καὶ Ἀθιγγάνων τῶν ἐν Φρυγίᾳ καὶ Λυκαονίᾳ, κεφαλικὴν τιμωρίαν ἀποφηνάμενος ταῖς Νικηφόρου, τοῦ ἁγιωτάτου πατριάρχου, καὶ ἄλλων εὐσεβῶν εἰσηγήσεσιν ἀνετράπη δι' ἑτέρων κακοτρόπων συμβούλων προφάσει μετανοίας, ὅπερ ἦν ἀδύνατον τοὺς τῇ πλάνῃ ἐκείνῃ ἑαλωκότας μετανοῆσαι. ἐδογμάτιζον δὲ ἀμαθῶς μὴ ἐξεῖναι ἱερεῦσιν ἀποφαίνεσθαι κατὰ ἀσεβῶν θάνατον, κατὰ πάντα ταῖς θείαις γραφαῖς ἐναντιούμενοι περὶ τούτου. εἰ γὰρ Πέτρος μὲν ὁ κορυφαῖος Ἀνανίαν καὶ Σάπφειραν ἐπὶ ψεύσματι μόνῳ τεθανάτωκεν, Παῦλος δὲ ὁ μέγας βοᾷ λέγων, ὅτι" οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν," καὶ ταῦτα περὶ σωματικῆς μόνης ἁμαρτίας· πῶς οὐκ ἐναντίοι αὐτῶν εἶεν οἱ τοὺς πάσης ψυχικῆς καὶ σωματικῆς ἀκαθαρσίας ἐμπλέους καὶ δαιμόνων λάτριας ὑπάρχοντας λυτρούμενοι τοῦ ξίφους; ἀλλ' ὁ εὐσεβὴς βασιλεὺς Μιχαὴλ οὐκ ὀλίγους αὐτῶν ἀπέτεμεν. Σταυράκιος δὲ ἑλκωθεὶς ἐκ τῆς καιρίας πληγῆς τὰ περὶ τὴν ῥάχιν, ὡς μὴ δύνασθαί τινα προσεγγίζειν αὐτῷ διὰ τὴν πολλὴν δυσωδίαν, τέθνηκε τῇ ιαʹ τοῦ Ἰαννουαρίου μηνὸς τῆς εʹ ἰνδικτιῶνος, βασιλεύσας, τὸ δοκεῖν, μῆνας βʹ ἡμέρας ʹ. τῇ δὲ ιδʹ τοῦ Μαΐου μηνός, ἡμέρᾳ ʹ, ἔκλειψις ἡλιακὴ γέγονε μεγάλη ἐπὶ ὥρας τρεῖς ἥμισυ, ἀπὸ ηʹ ὥρας ἕως ὥρας ιαʹ. καὶ τῇ ζʹ τοῦ Ἰουνίου μηνὸς ἐξῆλθε Μιχαὴλ κατὰ Βουλγάρων, συνεξελθούσης αὐτῷ καὶ Προκοπίας ἕως Τζουρουλοῦ. τοῦ δὲ Βουλγάρων ἀρχηγοῦ Κρούμμου ἑλόντος τὴν Δεβελτὸν πολιορκίᾳ καὶ τοὺς ἐν αὐτῇ σὺν τῷ ἐπισκόπῳ μετοικίσαντος προσρυέντας αὐτῷ, διὰ πολλὴν κακοβουλίαν τῶν παρασυμβούλων τοῦ βασιλέως εἰς ἐπιβουλὴν ἐτράπησαν καὶ ὕβρεις τὰ πλήθη μάλιστα τοῦ Ὀψικίου καὶ τῶν Θρᾳκησίων, οὓς κατευνάσας Μιχαὴλ δωρεαῖς καὶ παραινέσεσι κατεσίγησεν. οἱ δὲ Βούλγαροι τὰ τῆς στάσεως μαθόντες τῶν στρατευμάτων, καὶ ὅτι πτοούμενοι τὸν 496 πόλεμον καὶ τὸν ταξατιῶνα ἀτακτοῦσιν, πλέον κατίσχυσαν Θρᾴκης καὶ Μακεδονίας. τότε καὶ Ἀγχίαλον καὶ Βέροιαν ἀφέντες Χριστιανοὶ ἔφυγον, μηδενὸς διώκοντος, Νίκαιάν τε καὶ τὸ Προβάτου κάστρον καὶ ἄλλα τινὰ ὀχυρώματα, ὡσαύτως καὶ τὴν Φιλιππούπολιν καὶ Φιλίππους· καὶ οἱ τὸν Στρυμῶνα οἰκοῦντες μέτοικοι προφάσεως δραξάμενοι ἐν τοῖς ἰδίοις φεύγοντες ἐπανῆλθον. τοῦτο δὲ ἦν θεομηνία τὴν τοῦ Νικηφόρου μανίαν ἐλέγχουσα, δι' ἣν τὰ δοκοῦντα κατορθώματα αὐτοῦ, ἐφ' οἷς ηὔχει, τάχιστα διαπέπτωκεν. καὶ τὰς τῶν πολλῶν κακοδοξίας οἱ τὰς θεομάχους αἱρέσεις πλεοναζούσας Παυλικιάνων καὶ Ἀθιγγάνων, Εἰκονοκλαστῶν καὶ Τετραδιτῶν ἀφέντες αἰτιᾶσθαι (ἀφῶ γὰρ λέγειν μοιχείας καὶ πορνείας, ἀσελγείας τε καὶ ἐπιορκίας, μισαδελφίας τε καὶ πλεονεξίας,) καὶ τῶν λοιπῶν παρανομιῶν, κατὰ τῶν θείων καὶ σεπτῶν εἰκόνων καὶ τοῦ μοναδικοῦ σχήματος ἐκίνουν τὰς γλώσσας, μακαρίζοντες Κωνσταντῖνον τὸν θεοβδέλυκτον καὶ τρισάθλιον ὡς κατὰ Βουλγάρων ἀριστεύσαντα δι' ἥν, ὡς ἐκεῖνοι ἀσεβῶς ἔλεγον οἱ τάλανες, εἶχεν εὐσέβειαν. οἱ δὲ κατὰ τὴν βασιλίδα πόλιν ὡπλίζοντο τὴν ὀρθόδοξον πίστιν μετὰ σύνοδον οἰκουμενικὴν ἀνατρέπειν, τυφλοὺς βουλόμενοι βασιλεύειν χωρὶς θεοῦ οἱ πεπηρωμένοι τὰς ψυχὰς τοὺς υἱοὺς Κωνσταντίνου τοῦ θεομάχου φρουρουμένους ἐν τῇ Πανόρμῳ νήσῳ κλέψαι διὰ νυκτὸς ἠβουλήθησαν καὶ ἀγαγεῖν εἰς τὸ στράτευμα· ἀλλὰ κύριος τούτους κατῄσχυνε διεγείρας Μιχαὴλ τὸν εὐσεβέστατον εἰς ἐκδίκησιν τῆς ἀληθείας. διαλεχθεὶς γὰρ τὰ εἰκότα περὶ πίστεως τοῖς λαοῖς ἀνυποκρίτως ἀνέζευξεν ἐπὶ τὴν βασιλεύουσαν πόλιν, καὶ σοφὸν διανοηθεὶς τοὺς πολλοὺς τῶν νεωτεριστῶν δι' ὀλίγων πληγῶν κατεπτόησεν, ἐξορίσας καὶ τοὺς Κωνσταντίνου τυφλοὺς παῖδας εἰς Ἀφουσίαν. ἕνα δὲ τῶν ἐμπεριάκτων ψευδερημίτην, Νικολάου τοῦ Ἑξακιονίτου συγγόητα, εἰκόνα τῆς παναγίας θεοτόκου ξέσαντα καὶ ἀτιμάσαντα ἐγλωσσοτόμησεν, ὅστις καὶ τέθνηκε σὺν τῇ ψυχῇ καὶ τῷ σώματι· τὸν δὲ τούτου σύμφρονα Νικόλαον ἐπαγγειλάμενον μετα497 νοεῖν ἐπὶ πάντων ἐθριάμβευσεν, ἐξομολογούμενον τὰ ἑαυτοῦ κακά· καὶ παρέδωκεν αὐτὸν ἐν μοναστηρίῳ πρὸς τὸ μὴ αὐτεξουσίως διάγειν. τοῖς δὲ λαοῖς σιλεντιακῶς ἐπὶ τῆς Μαγναύρας διαλεχθεὶς τὰ τῆς κατὰ θεὸν αὐτοῦ εὐσεβοῦς γνώμης ἐφανέρωσε δόγματα. τοὺς δὲ Ἀθιγγάνους δημεύσας ἐξορίᾳ παραδέδωκε διὰ Λέοντος, τοῦ στρατηγοῦ τῶν ἀνατολικῶν. τῷ δὲ Αὐγούστῳ μηνὶ τῆς εʹ ἰνδικτιῶνος Θεβὶθ κατὰ Χριστιανῶν ἐπεστράτευσεν. τούτῳ συμβαλὼν Λέων, ὁ τῶν ἀνατολικῶν στρατηγός, εὐδοκίμησε δισχιλίους κατασφάξας καὶ ἵππους καὶ ἄρματα συλλαβόμενος. Μουάμεδ δέ, ὁ πρῶτος υἱὸς Ἀαρών, κρατῶν τὴν ἀρχὴν τοῦ ἔθνους, συμβαλὼν τῷ ἀδελφῷ αὐτοῦ Ἀβδελᾷ κατὰ τὴν ἐνδοτέραν Περσικὴν ἡττήθη· καὶ καταφυγὼν εἰς τὸ Βάγδα τοῦτο ἐκράτησεν. τὴν δὲ Δαμασκὸν ἄλλος κατέσχε τύραννος, καὶ τὴν Αἴγυπτον καὶ Ἀφρικὴν δύο κατεμερίσαντο, καὶ τὴν Παλαιστίνην ἕτερος λῃστρικῶς κατενέμετο. τεʹ. ωεʹ. βʹ. ιζʹ. ηʹ. Τούτῳ τῷ ἔτει Κροῦμμος, ὁ τῶν Βουλγάρων ἀρχηγός, διὰ Δαργαμηροῦ τὰ περὶ τῆς εἰρήνης αὖθις πρὸς Μιχαὴλ τὸν βασιλέα ἐπρεσβεύσατο, ζητῶν τὰς ἐπὶ Θεοδοσίου τοῦ Ἀδραμυτινοῦ στοιχηθείσας καὶ Γερμανοῦ τοῦ πατριάρχου σπονδὰς πρὸς Κορμέσιον, τὸν κατ' ἐκεῖνο καιροῦ κύριον Βουλγαρίας· αἳ τοὺς ὅρους περιεῖχον ἀπὸ Μηλεώνων τῆς Θρᾴκης, ἐσθῆτάς τε καὶ κόκκινα δέρματα ἕως τιμῆς λʹ λιτρῶν χρυσίου· καὶ ἐπὶ τούτοις τοὺς πρόσφυγας ἑκατέρων ἀποστρέφεσθαι πρὸς ἑκάτερον, κἂν τύχωσιν ἐπιβουλεύοντες ταῖς ἀρχαῖς, τοὺς δὲ ἐμπορευομένους εἰς ἑκατέρας χώρας διὰ σιγιλλίων καὶ σφραγίδων συνίστασθαι, τοῖς δὲ σφραγῖδας μὴ ἔχουσιν ἀφαιρεῖσθαι τὰ προσόντα αὐτοῖς καὶ εἰσκομίζεσθαι τοῖς δημοσίοις λόγοις. ἔγραψε δὲ καὶ κατακρίσεις πρὸς τὸν βασιλέα, ὅτι·" εἰ μὴ σπεύσῃ πρὸς τὴν εἰρήνην τῷ κρίματί σου παρατάσσομαι κατὰ Μεσημβρίας." ταῦτα δεξάμενος ὁ βασιλεὺς ταῖς τῶν κακοσυμβούλων εἰσηγήσεσιν οὐ προσήκατο τὴν εἰρήνην. εὐσεβείας γὰρ δῆθεν ψευδοῦς, μᾶλλον δὲ ἀμα498 θίας καὶ περὶ τὸ κοινὸν ἀπωλείας οἱ παρασυμβουλευταὶ ἔφασκον ὅτι οὐ δεῖ τοὺς προσφεύγοντας ἀποδίδοσθαι, ἐπιφθεγγόμενοι εἰς μαρτυρίαν καὶ τὸ εὐαγγελικὸν τοῦ κυρίου λόγιον, ὅτι" τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω." μεσοῦντος δὲ τοῦ Ὀκτωβρίου μηνὸς παρετάξατο ὁ Κροῦμμος κατὰ Μεσημβρίας ἐν μηχανήμασι μαγγανικῶν καὶ ἑλεπόλεων, ἃ τῇ προφάσει Νικηφόρου, τοῦ καταλύτου τῶν Χριστιανῶν, μεμάθηκεν. Ἄραβα γάρ τινα προσελθόντα τῷ βαπτίσματι πάνυ ἔμπειρον μηχανικῆς ὑπάρχοντα στρατεύσας ἐν Ἀδριανουπόλει κατέστησεν, μηδεμίαν κατ' ἀξίαν ἀντίληψιν εἰς αὐτὸν ἢ εὐεργεσίαν πεποιηκώς, ἀλλ' ἢ μᾶλλον καὶ τὴν ῥόγαν αὐτοῦ κολοβώσας, τὸν δὲ γογγύσαντα ἔτυψε σφοδρῶς· ἀπονοηθεὶς δὲ ἐπὶ τούτῳ προσέφυγε τοῖς Βουλγάροις καὶ ἐδίδαξεν αὐτοὺς πᾶσαν μαγγανικὴν τέχνην. ἐν τούτοις παραστησάμενος, μηδενὸς ἀντιταξαμένου διὰ πολλὴν σκαιότητα δι' ὅλου τοῦ μηνός, παρέλαβεν αὐτήν. τῇ δὲ αʹ τοῦ Νοεμβρίου μηνὸς προσκαλεσάμενος ὁ βασιλεὺς τὸν πατριάρχην, περιστατηθεὶς ἐβουλεύετο περὶ εἰρήνης· παρῆσαν δὲ καὶ μητροπολῖται, ὅ τε Νικαίας καὶ ὁ Κυζίκου, συμπαρόντων καὶ τῶν παρασυμβούλων σὺν Θεωδώρῳ, τῷ ἡγουμένῳ τῶν Στουδίου. καὶ ὁ μὲν πατριάρχης καὶ οἱ μητροπολῖται σὺν τῷ βασιλεῖ τὴν εἰρήνην ἠσπάζοντο, οἱ δὲ κακοὶ σύμβουλοι σὺν Θεοδώρῳ, τῷ ἡγουμένῳ τῶν Στουδίου, ταύτην ἀνέτρεπον φάσκοντες·" ἐπ' ἀνατροπῇ τῆς θείας ἐντολῆς οὐ δεῖ ἀσπάζεσθαι τὴν εἰρήνην. τὸν γὰρ ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω, ὁ κύριος ἀπεφήνατο," μὴ εἰδότες, μήτε ἃ λέγουσιν, μήτε περὶ τίνων διαβεβαιοῦνται· πρῶτον μέν, ὅτι μηδενὸς πρὸς ἡμᾶς ἐξ αὐτῶν προσφεύγοντος, ἡμεῖς τοὺς ἔσω τῆς αὐλῆς προδεδώκαμεν δυνάμενοι τούτους εἰρηνεύοντες περισώσασθαι· δεύτερον δὲ ὅτι, εἰ καὶ προσέφυγόν τινες σπάνιοι, τὴν τῶν πλειόνων μᾶλλον καὶ ὁμοφύλων σωτηρίαν ἐχρῆν πραγματεύσασθαι, ἢ ἐπ' ἀδήλοις καὶ ἀφανέσι πλουτεῖν. φίλον γὰρ θεῷ πλείους ἢ ὀλίγους σώζεσθαι. τὸ δὲ ζημιοῦσθαι πλεῖστα διὰ μικρὸν κέρδος πρώτης ἀνοίας. ἀλλὰ καὶ ὁ περὶ τοὺς οἰκείους ἀπρονοήτως διακείμενος τὴν πίστιν κατὰ Παῦλον ἤρνηται καὶ χείρων ἀπίστου κρί499 νεται. ποῦ δὲ καὶ τό·" μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός," εἰ μή που καὶ Παύλου καὶ Δαβὶδ οὗτοι σοφώτεροι; τίς δὲ Γερμανοῦ τοῦ τρισμάκαρος σοφώτερος νῦν, εἰ μὴ κατὰ τὴν ψυχόλεθρον οἴησιν οἱ κακοὶ παρασύμβουλοι, οἱ τὴν εἰρήνην κωλύσαντες; ταῦτα κατὰ τὴν αʹ γέγονε τοῦ Νοεμβρίου μηνός, ὡς εἴρηται. τῇ δὲ δʹ τοῦ αὐτοῦ μηνὸς ὤφθη κομήτης ἐν σχήματι λαμπρῶν δύο σεληνίων ἑνωθέντων καὶ πάλιν διαιρεθέντων εἰς διάφορα σχήματα, ὡς καὶ εἰς ἀκεφάλου ἀνδρὸς διάπλασιν τυπωθῆναι. καὶ τῇ ἐπαύριον ἡ περὶ τῆς ἁλώσεως Μεσημβρίας ἦλθεν ἡμῖν ἐλεεινὴ φάσις πάντας πτοοῦσα διὰ μειζόνων κακῶν ἀπεκδοχήν. εὑρόντες γὰρ αὐτὴν οἱ ἐχθροὶ πεπλησμένην πάντων τῶν ὀφειλόντων πρὸς κατοίκησιν ἀνθρώπων παρεῖναι πραγμάτων, ταύτην ἐκράτησαν σὺν τῇ Δεβελτῷ, ἐν οἷς καὶ σίφωνας χαλκοῦς εὗρον λ ʹ, καὶ τοῦ δι' αὐτῶν ἐκπεμπομένου ὑγροῦ πυρὸς οὐκ ὀλίγον, χρυσοῦ τε καὶ ἀργύρου πλῆθος. τῷ δ' αὐτῷ ἔτει πολλοὶ τῶν κατὰ Παλαιστίνην Χριστιανῶν μοναχοὶ καὶ λαϊκοὶ καὶ ἐκ πάσης Συρίας τὴν Κύπρον κατέλαβον φεύγοντες τὴν ἄμετρον κάκωσιν τῶν Ἀράβων. ἀναρχίας γὰρ καθολικῆς κατασχούσης Συρίαν καὶ Αἴγυπτον καὶ Ἀφρικὴν καὶ πᾶσαν τὴν ὑπ' αὐτοὺς ἀρχήν, φόνοι τε καὶ ἁρπαγαὶ καὶ μοιχεῖαι, ἀσέλγειαί τε καὶ πᾶσαι πράξεις θεοστυγεῖς ἐν κώμαις καὶ πόλεσι ὑπὸ τοῦ θεολέστου ἔθνους αὐτῶν ἐπράττοντο, οἵ τε κατὰ τὴν ἁγίαν Χριστοῦ τοῦ θεοῦ ἡμῶν πόλιν σεβάσμιοι τόποι τῆς ἁγίας ἀναστάσεως, τοῦ κρανίου καὶ τῶν λοιπῶν ἐβεβηλώθησαν. ὁμοίως δὲ καὶ αἱ κατὰ τὴν ἔρημον διαβόητοι λαῦραι τοῦ ἁγίου Χαρίτωνος καὶ τοῦ ἁγίου Σάβα, καὶ τὰ λοιπὰ μοναστήρια καὶ αἱ ἐκκλησίαι ἠρημώθησαν. καὶ οἱ μὲν ἀνῃρέθησαν μαρτυρικῶς, οἱ δὲ τὴν Κύπρον κατέλαβον καὶ ἐκ ταύτης τὸ Βυζάντιον, οὓς Μιχαήλ, ὁ εὐσεβὴς βασιλεύς, καὶ Νικηφόρος, ὁ ἁγιώτατος πατριάρχης, φιλοφρόνως ἐξένισαν. τοῖς μὲν γὰρ ἐλθοῦσιν ἐν τῇ πόλει μοναστήριον ἐπίσημον ἐδωρήσατο, τοῖς δὲ κατὰ τὴν Κύπρον ἐναπομείνασι μοναχοῖς τε καὶ λαϊκοῖς τάλαντον χρυσίου ἀπέστειλεν, καὶ παντοίως τούτους ἐθεράπευσεν. ἦν μὲν οὖν Μιχαὴλ εἰς πάντας χρηστὸς καὶ ἐπιεικής, περὶ δὲ τῆς τῶν πραγμάτων διοι500 κήσεως ἀκυβέρνητος, δεδουλωμένος Θεοκτίστῳ μαγίστρῳ καὶ τοῖς 500 λοιποῖς ἄρχουσιν. τῷ δὲ Φεβρουαρίῳ μηνὶ δύο Χριστιανῶν ἐκ Βουλγαρίας φυγόντων, ἐμήνυσαν τῷ βασιλεῖ Κροῦμμον λοχῆσαι σπεύδοντα τοὺς ἐν τῇ Θρᾴκῃ ἀθρόως. καὶ τῇ ιεʹ τοῦ μηνὸς ἐξῆλθεν ὁ βασιλεὺς τῆς πόλεως, καὶ θεοῦ προνοίᾳ ἄπρακτος ἀνέστρεψε Κροῦμμος οὐκ ὀλίγους ἀποβαλών. ὁ δὲ βασιλεὺς τὴν Ἀδριανούπολιν καταλαβὼν καὶ διευθετήσας τὰ κατ' αὐτὴν ἀνέστρεψε μετὰ χαρᾶς, καὶ ἀνελθὼν εἰς τὴν μονὴν τοῦ ἁγίου Ταρασίου τοῦ πατριάρχου καὶ ἐπιτελέσας αὐτοῦ τὰ μνημόσυνα ἅμα Προκοπίᾳ τῇ αὐγούστῃ, ἀργυρῷ πετάλῳ λιτρῶν εʹ τὸν ἱερὸν αὐτοῦ τάφον ἠμφίασεν. μετὰ δὲ τὴν ἅλωσιν Μεσημβρίας ἀπειπὼν ὁ βασιλεὺς τὰ πρὸς εἰρήνην Κρούμμου, ἐκ πάντων τῶν θεμάτων στρατολογήσας πρὸ τοῦ ἔαρος εἰς τὴν Θρᾴκην περαιοῦσθαι ἐκέλευσεν· ὥστε πάντας δυσχεραίνειν, μάλιστα τοὺς Καππάδοκας καὶ Ἀρμενιάκους. τοῦ δὲ βασιλέως ἐξελθόντος μετὰ τῶν ταγμάτων μηνὶ Μαΐῳ συνεξῆλθε πάλιν καὶ Προκοπία ἡ αὐγούστα ἕως τῶν Ἀκεδούκτου πλησίον Ἡρακλείας. τὰ δὲ πλήθη ἐπὶ τούτῳ δυσχεραίνοντα εἰς δυσφημίαν καὶ λοιδορίαν ἐτράπησαν κατὰ Μιχαήλ. τῇ δὲ δʹ τοῦ Μαΐου μηνὸς ἔκλειψις ἡλίου γέγονε περὶ τὴν ιβʹ μοῖραν τοῦ Ταύρου κατὰ τὸν ὡροσκόπον ἀνατέλλοντος τοῦ ἡλίου· καὶ πολὺς φόβος ἐπέπεσε τοῖς ὄχλοις. ὁ δὲ βασιλεὺς περιεπόλευε τὴν Θρᾴκην σὺν τοῖς στρατηγοῖς καὶ τοῖς στρατεύμασιν, μήτε κατὰ Μεσημβρίας ἀπερχόμενος, μηδ' ἄλλο τι τῶν ὀφειλόντων εἰς καθαίρεσιν ἐχθρῶν διαπραττόμενος, ἀλλ' ἢ μόνον πειθόμενος λόγοις ματαίοις τῶν ἀπειροπολέμων αὐτοῦ συμβούλων φασκόντων μὴ τολμᾷν τὸν ἐχθρὸν κατ' αὐτοῦ ἐλθεῖν ἐν τῇ ἰδίᾳ χώρᾳ καθεζομένου. καὶ ἦν βαρβαρικῆς ἐφόδου βαρυτέρα ἡ τῶν ὁμοφύλων πληθὺς ἀπορουμένων εἰς τὰς ἀναγκαίας χρείας καὶ ἁρπαγαῖς καὶ ἐπιβάσεσι λυμαινομένων τοὺς ἐγχωρίους. περὶ δὲ τὰς ἀρχὰς τοῦ Ἰουνίου μηνὸς ἐξῆλθε Κροῦμμος, ὁ τῶν Βουλγάρων ἀρχηγός, σὺν τοῖς ἰδίοις στρατεύμασιν, ὑφορώμενος τὰ τῶν Χριστιανῶν πολλὰ εἶναι σφόδρα. στρατοπεδεύσας δὲ εἰς Βερσινικίαν ὡς ἀπὸ σημείων λʹ τοῦ βασιλικοῦ φωσάτου, Λέων, ὁ πατρίκιος καὶ στρατηγὸς τῶν ἀνα501 τολικῶν, καὶ Ἰωάννης, πατρίκιος καὶ στρατηγὸς Μακεδονίας, ὁ Ἀπλάκης, πολλὰ προθυμούμενοι τούτους πολεμῆσαι ἐκωλύθησαν ὑπὸ τοῦ βασιλέως διὰ τῶν κακῶν συμβούλων. τῆς δὲ πόλεως λιτανευούσης μετὰ τοῦ ἀρχιερέως ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων, τινὲς τῶν δυσσεβῶν τῆς μιαρᾶς αἱρέσεως τοῦ θεοστυγοῦς Κωνσταντίνου μοχλεύσαντες τὴν πύλην τῶν βασιλικῶν τάφων, μηδενὸς προσέχοντος διὰ τὴν συνοχὴν τοῦ ὄχλου, ἀθρόως ἀνοιχθῆναι μετά τινος κτύπου παρεσκεύασαν, ὡς ἐκ θείας τινὸς τερατουργίας· καὶ ἔνδον εἰσπηδήσαντες προσέπιπτον τῷ τοῦ πλάνου μνήματι τοῦτον ἐπικαλούμενοι καὶ οὐ θεόν," ἀνάστηθι," λέγοντες," καὶ βοήθησον τῇ πολιτείᾳ ἀπολλυμένῃ·" διαφημίσαντες, ὅτι ἀνέστη ἔφιππος καὶ πορεύεται πολεμῆσαι Βουλγάρους ὁ τάρταρον οἰκῶν μετὰ δαιμόνων. τούτους συλλαβόμενος ὁ τῆς πόλεως ἔπαρχος, τὸ μὲν πρῶτον ἐψεύδοντο θεόθεν αὐτομάτως τὰς τῶν τάφων πύλας ἀνεῷχθαι· παραστάντες δὲ τῷ ἐπαρχικῷ βήματι καὶ περὶ τὴν μαρτυρίαν ὀκλάσαντες τὸ τῆς μοχλεύσεως δρᾶμα πρὸ πάσης ἐξεῖπον τιμωρίας· οὓς ἀξίως μοχλεύσας πομπῇ δημοσίᾳ παρέπεμψεν ἀναβοῶντας τῆς τιμωρίας τὴν πρόφασιν· οὕτω γὰρ ὁ τῆς κακίας εὑρετὴς διάβολος τοὺς στρατευομένους ἐξεπαίδευσεν, ὡς μὴ αἰτιᾶσθαι τὰς ἑαυτῶν ἁμαρτίας, ἀλλὰ τὴν ὀρθόδοξον καὶ πατροπαράδοτον πίστιν, καὶ τὸ τῶν μοναστῶν ἱερὸν σχῆμα, τὸ τῆς κατὰ θεὸν φιλοσοφίας γυμνάσιον. οἱ δὲ πολλοὶ τῶν ταῦτα βλασφημούντων σχήματι μόνον ἦσαν Χριστιανοί, τῇ δὲ ἀληθείᾳ Παυλικιάνοι, οἵ τινες μὴ δυνάμενοι τὰ ἑαυτῶν μυσαρὰ δόγματα παρεμφαίνειν τῇ τοιαύτῃ προφάσει τοὺς ἀμαθεῖς παρενόθευον, Κωνσταντῖνον τὸν Ἰουδαιόφρονα μακαρίζοντες ὡς προφήτην καὶ νικητὴν καὶ τὴν κακοδοξίαν αὐτοῦ ἐπ' ἀνατροπῇ τῆς ἐνσάρκου οἰκονομίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀσπαζόμενοι. τῇ δὲ κβʹ τοῦ Ἰουνίου μηνὸς παραταξάμενοι Χριστιανοί τε καὶ Βούλγαροι οὐ μακρὰν Ἀδριανουπόλεως, πταίουσι μὲν Χριστιανοὶ σφόδρα δεινῶς περὶ τὸν πόλεμον, κρατοῦσι δὲ τῆς μάχης οἱ ἐχθροὶ τοσοῦτον, ὥστε τοὺς πλείστους Χριστιανοὺς μήτε τὴν πρώτην συμβολὴν θεασαμένους ἄκρᾳ φυγῇ χρήσασθαι· ὥστε τὸν Κροῦμμον καταπλαγέντα νομίσαι λοχισμοῦ τινος τρόπον εἶναι τὸ γινόμενον, καὶ μικρὸν ἐπισχεῖν τοὺς αὐτοῦ πρὸς τὴν δίωξιν. ἐπεὶ δὲ εἶδεν αὐτοὺς ἀκρατῶς φεύγοντας, καταδιώξας ἀνεῖλε πλήθη πολλά, καταλαβόντες καὶ τὸ τοῦλδον καὶ 502 τοῦτο λαφυραγωγήσαντες. ὁ δὲ βασιλεὺς ἐπὶ τὴν πόλιν φεύγων ἐπανήρχετο τά τε πλήθη καὶ τοὺς τούτων ἄρχοντας ἐπαρώμενος, ἔτι δὲ καὶ τῆς βασιλείας τὴν ἀπόθεσιν ἐξομνύμενος· ἐν οἷς καὶ Λέοντι, πατρικίῳ καὶ στρατηγῷ τῶν ἀνατολικῶν, ὡς εὐσεβεῖ καὶ ἀνδρειοτάτῳ καὶ κατὰ πάντα πεποιημένῳ περὶ τοῦ κρατῆσαι τὴν βασιλείαν ἐκοινώσατο. τοῦ δὲ μηδ' ὅλως εἴξαντος, ἐάσας αὐτὸν προΐστασθαι τῶν θεμάτων αὐτὸς τὴν βασιλίδα κατέλαβε τῇ κδʹ τοῦ Ἰουνίου μηνός, θέλων μὲν ἀποθέσθαι τὸ κράτος καὶ ἄλλον προχειρίσασθαι, μὴ συγχωρούμενος δὲ παρά τε τῆς γαμετῆς καὶ τῶν παραδυναστευόντων. Νικηφόρος δέ, ὁ ἁγιώτατος πατριάρχης, εἰς τοῦτο συνῄνει, ὡς καὶ αὐτοῦ καὶ τῶν τέκνων αὐτοῦ περισωθησομένων, εἰ οὕτω προχειρισθείη τις. οἱ δὲ στρατηγοὶ καὶ τὰ πλήθη μαθόντες τὸν βασιλέα ἐπὶ τὴν πόλιν πεφευγέναι, ἀπογνόντες τὸ βασιλεύεσθαι παρ' αὐτοῦ τὸ λοιπὸν καὶ βουλευσάμενοι καθ' ἑαυτοὺς ἐδυσώπουν Λέοντα, τὸν πατρίκιον καὶ στρατηγὸν τῶν ἀνατολικῶν, βοηθῆσαι τῷ κοινῷ καὶ τῆς Χριστιανῶν πολιτείας ἀνθέξασθαι. ὁ δὲ μέχρι μέν τινος σφοδρῶς ἀνεβάλλετο, τοῦ καιροῦ στοχαζόμενος τὸ δυσάντητον καὶ τῆς τῶν βαρβάρων ἐπιδρομῆς τὸ ἀνύποιστον, καὶ ἑαυτὸν πρὸς τοὺς βασιλεύοντας φυλάττων ὀρθὸν καὶ ἀνεπίβουλον. ἐπεὶ δὲ κατὰ τῆς πόλεως ἐπειγόμενον τὸν ἐχθρὸν ἐθεάσατο, γράφει μὲν Νικηφόρῳ τῷ πατριάρχῃ τὰ περὶ τῆς ἑαυτοῦ ὀρθοδοξίας διαβεβαιούμενος, αἰτῶν μετὰ τῆς εὐχῆς καὶ ἐπινεύσεως αὐτοῦ τοῦ κράτους ἐπιλαβέσθαι. καὶ καταλαβὼν τὸ πρὸ τῆς πόλεως τριβουνάλιον ἅμα τοῖς στρατηγοῖς καὶ τοῖς στρατεύμασιν ἐννομώτατος βασιλεὺς Ῥωμαίων ἀναδείκνυται. καὶ μεσούσης ἡμέρας ἐν Κωνσταντινουπόλει διὰ τῆς Χαρσίου πόρτης εἰσέρχεται καταλαβὼν τὰ βασίλεια. Μιχαὴλ δὲ ἀκούσας τὴν τούτου ἀναγόρευσιν ἐν τῷ εὐκτηρίῳ τοῦ Φάρου προσδραμὼν σὺν Προκοπίᾳ καὶ τοῖς αὐτῶν τέκνοις, ἀποκειράμενοι τὰς τρίχας μοναχικὰ περιεβάλοντο τῇ ιαʹ τοῦ Ἰουλίου μηνὸς τῆς ʹ ἰνδικτιῶνος, ἡμέρᾳ βʹ. τῇ δὲ ἐπαύριον στεφθεὶς ὑπὸ Νικηφόρου πατριάρχου ἐν τῷ ἄμβωνι τῆς μεγάλης ἐκκλησίας τὰ κατὰ τὴν πόλιν προστάττει φρουρηθῆναι, 503 τὰ τείχη νυκτὸς καὶ ἡμέρας αὐτὸς δι' ἑαυτοῦ περιπολεύων καὶ πάντας διεγείρων εὐέλπιδάς τε παραινῶν εἶναι, ὡς τοῦ θεοῦ παραδοξοποιήσαντος τάχιστα διὰ τῶν πρεσβειῶν τῆς παναχράντου θεοτόκου καὶ πάντων τῶν ἁγίων, καὶ μὴ πάντη καταισχυνθῆναι παραχωροῦντος διὰ πλῆθος πταισμάτων ἡμῶν. ὁ δὲ νέος Σενναχερὶμ Κροῦμμος ἀρθεὶς τῇ νίκῃ, καταλιπὼν τὸν ἴδιον ἀδελφὸν μετὰ τῆς ἰδίας δυνάμεως πολιορκεῖν τὴν Ἀδριανούπολιν, μετὰ ʹ ἡμέρας τῆς αὐτοκρατορίας Λέοντος ἐπελθὼν ἐν δυνάμεσι καὶ ἵπποις τῇ βασιλίδι πόλει περιῄει πρὸ τῶν τειχῶν ἀπὸ Βλαχερνῶν ἕως τῆς Χρυσῆς πόρτης ἐπιδεικνύμενος τὴν περὶ αὐτὸν δύναμιν, καὶ ἐπιτελέσας μιαρὰς καὶ δαιμονιώδεις θυσίας ἐν τῷ πρὸς θάλασσαν λιβαδίῳ τῆς Χρυσῆς πόρτης, ᾐτήσατο τῷ βασιλεῖ πῆξαι τὸ δόρυ αὐτοῦ κατ' αὐτῆς τῆς Χρυσῆς πόρτης. τοῦ δὲ τοῦτο μὴ καταδεξαμένου, ὑπέστρεψεν εἰς τὴν ἰδίαν σκηνήν. θαυμάσας δὲ τὰ τῆς πόλεως τείχη καὶ τὴν εὔτακτον τοῦ βασιλέως παράταξιν, καὶ τῆς ἐλπιζομένης αὐτῷ πολιορκίας ἀπογνοὺς ἐπὶ συμβάσεις τρέπεται καὶ περὶ εἰρήνης πειραστικοὺς λόγους ἐποιεῖτο. ὁ δὲ βασιλεὺς ἀφορμῆς δραξάμενος ἐπειράθη τοῦτον λοχῆσαι· ἀλλ' ὑπὸ τοῦ πλήθους τῶν ἡμετέρων ἁμαρτιῶν τοῦτο εἰς πέρας ἀγαγεῖν ἐκωλύθη τῇ τῶν καθυπουργησάντων τῷ τοιούτῳ τροπαίῳ ἀφυΐᾳ, πληγωσάντων μὲν τοῦτον, καιρίαν δὲ μὴ ἐπαγαγόντων πληγήν. ἐπὶ τούτῳ μανεὶς ὁ ἀλάστωρ, ἀποστείλας κοῦρσον ἐν τῷ ἁγίῳ Μάμαντι τό τε ἐκεῖσε παλάτιον ἐνέπρησε καὶ τὸν χαλκοῦν λέοντα τοῦ ἱππικοῦ σὺν τῇ ἄρκῳ καὶ τῷ δράκοντι τοῦ ὑδρίου καὶ μαρμάροις ἐπιλέκτοις ἐν ἁμάξαις φορτώσας ὑπέστρεψεν, παρακαθίσας τῇ Ἀδριανουπόλει καὶ ταύτην ἑλών.

Intertext edge

Open linked passage

Note