Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronographia
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophanes-abbot-and-confessor" aria-label="More works by Theophanes Abbot and Confessor"> —
⋯
More
Original / primary: Pg Scrape Grc
56.1.1
πεπόνθασιν οἱ τάλανες ἀναξίῳ εὐνοήσαντες. τότε καὶ Χαλκηδόνος τὰ τείχη καθεῖλε φόβῳ Προκοπίου. ἀνελὼν δὲ τὸν Προκόπιον κατὰ τῆς ἀληθείας πάλιν κεκίνηται. τότε καὶ Ἐλεύσιον τὸν Κυζίκου ἠνάγκαζεν ὁμολογῆσαι τὸ ἑτερούσιον. οὗτος δὲ ὁ Ἐλεύσιος ἐλθὼν ἐν Κυζίκῳ καὶ ἐξαγγείλας τὴν ἑαυτοῦ παρανομίαν ἀνάξιόν τε τοῦ ἱερατεύειν εἰπὼν ἑαυτὸν ἕτερον προβληθῆναι ἐπίσκοπον τῇ Κυζίκῳ προέτρεψεν. τοῦτο μαθὼν ὁ Εὐδόξιος ὁ κακόφρων Εὐνόμιον ἀντ' αὐτοῦ κατέστησε τῆς Κυζίκου ἐπίσκοπον. Τῷ δ' αὐτῷ χρόνῳ διῆγεν Οὐάλης ὁ βασιλεὺς ἐν Μαρκιανουπόλει τῆς Μυσίας. σεισμὸς δὲ μέγας γέγονε καθ' ὅλης τῆς γῆς ἐν τῇ ηʹ ἰνδικτιῶνι ἐν νυκτί, ὡς καὶ ἐν Ἀλεξανδρείᾳ πλοῖα προσωρμισμένα τῷ αἰγιαλῷ ἐπαρθῆναι εἰς ὕψος καὶ ὑπερβῆναι τὰς ὑψηλὰς οἰκοδομὰς καὶ τὰ τείχη καὶ μετατεθῆναι ἔνδον εἰς τὰς αὐλὰς καὶ τὰ δώματα τὰ πλοῖα· ὑπαναχωρησάσης δὲ τῆς θαλάσσης, ἔμειναν ἐπὶ ξηρᾶς. οἱ δὲ λαοὶ ἐκ τῆς πόλεως φυγόντες διὰ τὸν σεισμόν, θεωρήσαντες τὰ πλοῖα ἐπὶ τῆς ξηρᾶς εἰς ἁρπαγὴν τῶν ἐν τοῖς πλοίοις φορτίων ἐπῆλθον· καὶ ἐπιστρέψαν τὸ ὕδωρ πάντας ἐκάλυψεν. ἄλλους δὲ ναυτικοὺς διηγήσασθαι, ὡς κατ' ἐκείνην τὴν ὥραν ἐν μέσῳ τοῦ Ἀδρία πλέοντες καταληφθῆναι, ἐξαίφνης δὲ ἐν τῷ πελάγει εἰς τὸ ἔδαφος καθίσαι τὸ πλοῖον· καὶ μετὰ βραχὺ πάλιν ἐπανελθεῖν τὸ ὕδωρ, καὶ οὕτω πλεῦσαι. δʹ. ξϛʹ. ιϛʹ. θʹ. βʹ. μβʹ. βʹ. Τούτῳ τῷ ἔτει Οὐαλεντινιανὸς ὁ μέγας ζώσης τῆς αὐτοῦ γαμετῆς Σευήρας, τῆς μητρὸς Γρατιανοῦ, ἔγημε παρανόμως Ἰουστῖναν διὰ κάλλος μαρτυρηθεῖσαν ὑπὸ Σευήρας, ἐξ ἧς ἔσχε τέκνα Οὐαλεντινιανὸν νέον λεγόμενον, ὃν ὁ στρατὸς μετὰ θάνατον τοῦ πατρὸς βασιλέα ἀνηγόρευσεν, καὶ θυγατέρας τρεῖς, Ἰοῦσταν, Γρᾶταν, Γάλλαν, ἣν καὶ ἔγημεν ὁ μέγας Θεοδόσιος κατὰ δεύτερον γάμον, ἐξ ἧς ἐτέχθη αὐτῷ ἡ Πλακιδία· Ἀρκάδιος γὰρ καὶ Ὀνώριος ἐκ Πλακίλλης ἦσαν Θεοδοσίῳ τῆς πρώτης γαμετῆς. ἔγραψε δὲ καὶ νόμον παράνομον τῷ θέλοντι δύο γυναῖκας ἔχειν κατ' αὐτὸν μὴ κωλύεσθαι. Οὐάλης δὲ ὁ δυσσεβὴς 57 δύο θυγατέρας ἔσχεν, Ἀναστασίαν καὶ Καρῶσσαν, ὧν καὶ ἐπ' ὀνόμασι δύο λοετρὰ ἔκτισε καὶ τὸν ἀγωγόν, τὸν μέχρι νῦν Οὐαλεντινιακὸν λεγόμενον. τινὲς δέ φασιν, ὅτι Δομνίκα, ἡ γυνὴ Οὐάλεντος, ἔπεισεν αὐτὸν ἀρειανίζειν οὕτω σφοδρῶς. ἄλλοι δὲ ἱστοροῦσιν, ὅτι μετὰ τὸ βασιλεῦσαι βαπτισθεὶς ὑπὸ Εὐδοξίου ὅρκῳ διεβεβαιώσατο αὐτὸν ἐν αὐτῷ τῷ βαπτίσματι τὰ Ἀρείου φρονεῖν καὶ μὴ δέχεσθαι τὸ ὁμοούσιον, καὶ οὕτως οἱ ἀμφότεροι μυρίους διωγμοὺς κατὰ τῶν ὀρθοδόξων ἐκίνησαν οἱ ἀνόσιοι. πέμπουσι δὲ καὶ πρὸς Λιβέριον τὸν Ῥώμης Εὐστάθιον τὸν Ἀρμένιον καὶ Σιλβανὸν τὸν Ταρσοῦ καὶ Θεόφιλον Κασταβάλων ὑπισχνούμενοι δι' αὐτῶν δέχεσθαι τὸ ὁμοούσιον. οὗτοι Λιβερίῳ ἔγγραφον ὑπὲρ τοῦ ὁμοουσίου λίβελλον ἐπέδωκαν ὁμολογήσαντες πᾶσαν αἵρεσιν ἀποστρέφεσθαι ἐναντιουμένην τῇ ἐν Νικαίᾳ συνόδῳ· οὓς καὶ ἀποδεξάμενος Λιβέριος ἐκοινώνησε γράψας τοῖς τῆς ἀνατολῆς, μαρτυρῶν αὐτοῖς ὀρθοδοξίαν. ἐν Μαρκιανουπόλει δὲ Οὐάλης στρατεύων κατὰ Γότθων παρεχείμαζεν ἐκεῖ. Κόσμου ἔτη εωξαʹ. Τῆς θείας σαρκώσεως ἔτη τξαʹ. Ῥωμαίων βασιλεὺς Οὐαλεντινιανὸς ἔτη ιαʹ. εʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. ξζʹ. Ῥώμης ἐπίσκοπος Δάμασος ἔτη κηʹ. ιζʹ. Κωνσταντ. ἐπίσκοπος Εὐδόξιος ἔτη ιʹ. ιʹ. Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη λεʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη μϛʹ. μγʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀνιανὸς ἔτη
56.2.1
αʹ. Τούτῳ τῷ ἔτει σύνοδος ἐν Τυάνοις γέγονεν, ἐν ᾗ εὑρέθησαν Εὐσέβιος ὁ Καισαρείας Καππαδοκίας καὶ Γρηγόριος ὁ Ναζιανξοῦ, ὁ πατὴρ τοῦ Θεολόγου καὶ ὁ Μελιτηνῆς Ὁτρήϊος καὶ ἕτεροι, οἵ τινες τοῖς Λιβερίου γράμμασιν ἀγαλλιασάμενοι πᾶσι τοῖς ὀρθοδόξοις ἐπισκόποις ἐσήμαναν παραγενέσθαι εἰς Ταρσὸν ἐπὶ βεβαιώσει τῆς ὀρθῆς πίστεως· ὅπερ ἀκούσας Οὐάλης ἐκώλυσε γενέσθαι. Εὐδόξιος δὲ πάλιν Οὐάλεντα παρεσκεύασε κελεῦσαι τοῖς κατὰ τόπον ἄρχουσιν ἐξορισθῆναι πάντας τοὺς ὑπὸ Κωνσταντίου ἐξορισθέντας ἐπισκόπους καὶ ὑπὸ Ἰου58 λιανοῦ καὶ Ἰουβιανοῦ ἀνακληθέντας. τότε Ἀθανάσιος ἑκουσίως ἐξῆλθεν Ἀλεξανδρείας, μὴ συγχωροῦντος τοῦ δήμου τῷ ἄρχοντι ἐκβαλεῖν αὐτόν, ὃς καὶ πολὺν χρόνον ἐκρύπτετο ἐν πατρῴῳ μνήματι· ὕστερον δὲ Οὐάλης φόβῳ στάσεως τῶν Ἀλεξανδρέων ἔγραψεν ἐπανελθεῖν τὸν Ἀθανάσιον. τῆς δὲ κοινωνίας Εὐδοξίου ἀπέσχισεν Εὐνόμιος διὰ τὸ μὴ κοινωνεῖν Εὐδόξιον Ἀετίῳ, τῷ διδασκάλῳ Εὐνομίου. εἰ γὰρ καὶ ἀμφότεροι ὁμόφρονες ἦσαν, ἀλλὰ διὰ τὸ παρὰ πάντων μισεῖσθαι Ἀέτιον Εὐδόξιος ἀπεστρέφετο αὐτόν, μὴ αἰσχυνόμενος προδήλως τοῖς οἰκείοις δόγμασιν ὡς ἀσεβέσιν ἀποστρέφεσθαι. Εὐνόμιος γὰρ ὑπογραφεὺς γέγονε τοῦ ἀθέου Ἀετίου σοφιστικοὺς λόγους μαθών, ἐξ ὧν δῆθεν ἐκόμπαζεν, τῶν θείων γραφῶν ἀμύητος ὢν πάντη, ὡς δηλοῦσι μάλιστα οἱ ἑπτὰ αὐτοῦ τόμοι. οἱ δὲ Κυζικηνοὶ ἐδίωξαν Εὐνόμιον ὡς αἱρετικὸν καὶ βλάσφημον. οὗτος δὲ ἐλθὼν ἡνώθη Εὐδοξίῳ. δεινῶς δὲ ἦν βλάσφημος τολμῶν λέγειν, ὅτι ὁ θεὸς περὶ τῆς ἰδίας οὐσίας οὐδὲν οἶδε πλέον ἡμῶν. ἑλληνικοῦ δὲ διωγμοῦ πλείονα συνέβη τοῖς ὀρθοδόξοις ἐπὶ Οὐάλεντος καὶ Εὐδοξίου τῶν ἀσεβῶν. Τούτῳ δὲ τῷ χρόνῳ Εὐδοξίου τελευτήσαντος Δημόφιλον Ἀρειανοὶ προεβάλοντο ἐπίσκοπον, οἱ δὲ ὀρθόδοξοι Εὐάγριόν τινα, ὃν ἐχειροτόνησεν Εὐστάθιος ὁ ἱερὸς Ἀντιοχείας λαθραίως διάγων ἐν Κωνσταντινουπόλει, ἐπανελθὼν ἐκ τῆς ἐξορίας ἐπὶ Ἰουβιανοῦ· μὴ εὑρὼν δὲ αὐτὸν ζῶντα ἐν τῇ πόλει ἐκρύπτετο. τὴν δὲ Εὐαγρίου χειροτονίαν ἀκούσας Οὐάλης ἐν Μαρκιανουπόλει διάγων Εὐστάθιον μὲν τὸν ἱερὸν εἰς Βιζύην ἐξώρισεν, Εὐάγριον δὲ τῆς πόλεως ἐκβαλὼν Δημοφίλῳ τὰς ἐκκλησίας παρέδωκε τῷ Ἀρειανῷ. Κωνσταντινουπόλεως ἐπίσκοπος Δημόφιλος ἔτη
56.3.1
ϛʹ. ξηʹ. ιηʹ. αʹ. δʹ. μδʹ. βʹ. Τούτῳ τῷ ἔτει Οὐάλεντι τῷ δυσσεβεῖ πρεσβείαν ἀπέστειλαν οἱ ὀρθόδοξοι ἐν Νικομηδείᾳ ἐλθόντι ἄνδρας ἱερατικοὺς πʹ πέμψαντες, ὧν προηγοῦντο Θεόδωρος καὶ Οὐρβανὸς καὶ Μενέδημος, οὓς πάντας σὺν τῷ πλοίῳ ὑφαφθῆναι ὁ Οὐάλης ἐκέλευσεν· καὶ πάντες σὺν τῇ νηῒ κατεφλέχθησαν, μέχρι Δακιδίζων τοῦ πλοίου διαρκέσαντος. εωξγʹ. τξγʹ. ζʹ. ξθʹ. ιθʹ. βʹ. εʹ. μεʹ. γʹ. Τούτῳ τῷ ἔτει Οὐάλης ὁ μιαρὸς τοῖς Ἕλλησιν ἄδειαν δέδωκε 59 θυσίας καὶ πανηγύρεις ἐπιτελεῖν· ὡσαύτως δὲ καὶ Ἰουδαίους ἔθαλπε καὶ ἐτίμα, μόνους τοὺς ὀρθοδόξους καὶ τῆς ἀποστολικῆς ἐκκλησίας δεινῶς διώκων. ηʹ. οʹ. κʹ. γʹ. ϛʹ. μϛʹ. δʹ. Τούτῳ τῷ ἔτει Οὐάλης ἐν Ἀντιοχείᾳ τῆς Συρίας ἐλθὼν πάνδεινα τοῖς ὀρθοδόξοις ἐνεδείξατο πολλοὺς ἀνελὼν μαχαίρᾳ καὶ ἄλλους ἀποπνίξας εἰς τὸν παραρρέοντα Ὀρέντην ποταμόν. ὡσαύτως δὲ καὶ τὴν Ἔδεσαν καταλαβὼν χείρονα ἔπραξε κελεύσας Μοδέστῳ τῷ ἐπάρχῳ τὸ πλῆθος τῶν ὀρθοδόξων συλλαβεῖν εἰς τὸν ναὸν τοῦ ἁγίου Θωμᾶ συνερχόμενον καὶ φονεῦσαι. τὸ δὲ κατὰ τὴν γυναῖκα συμβάν, τὴν ἕλκουσαν τὸ τέκνον σπουδῇ ἐπὶ τὸν θάνατον, τόν τε Οὐάλεντα ᾔσχυνε καὶ τὸν ἔπαρχον κατέπληξε καὶ τὸ ἄγος ἐκώλυσεν, θεοῦ δηλονότι τοῦτο οἰκονομήσαντος. Εὐσέβιον δὲ τὸν Σαμοσάτων ἐξώρισεν εἰς τὴν Θρᾴκην, ὅτε καὶ πλέον ἐθαυμάσθη ὁ ἅγιος ἑκουσίως τῆς πόλεως ἐξελθὼν καὶ ἀκολουθήσας τοῖς ἐλαύνουσιν, μὴ συγχωροῦντος τοῦ λαοῦ· ἀντ' αὐτοῦ δὲ οἱ Ἀρειανοὶ Εὐνόμιόν τινα, Ἀρειανὸν διάπυρον, προεβάλοντο, ᾧ οὐδεὶς τῶν Σαμοσατέων ἐκοινώνησεν. τούτου λουομένου καὶ τὸν λαὸν συλλούσασθαι προτρεπομένου, εἰ μὴ τὸ ὕδωρ τῆς ἐμβατῆς, ἐν ᾗ εἰσῆλθεν Εὐνόμιος, ἐκένωσαν καὶ ἄλλου ἐπλήρωσαν, οὐκ ἠνείχοντο λούσασθαι, μεμιάνθαι λέγοντες ὑπὸ Εὐνομίου τὸ πρότερον. ὅπερ μαθὼν ἔφυγε τῆς πόλεως ἀσπόνδως μισούμενος. τούτου δὲ ὑποχωρήσαντος, Λούκιόν τινα προφανῆ λύκον Ἀρειανοὶ προεβάλοντο. ὁμοίως καὶ ἐν Καππαδοκίᾳ τὰς ἐκκλησίας Ἀρειανοῖς παραδοῦναι ἐσπούδαζε τῆς ἐναντιώσεως δραξάμενος, ἧς ἔσχε παρὰ τοῦ μεγάλου Βασιλείου, πρεσβυτέρου τότε τῆς ἐκκλησίας Καισαρείας ὑπάρχοντος καὶ Εὐσέβιον τὸν ἐπίσκοπον διεγείροντος εἰς ζῆλον ὀρθοδοξίας, μὴ ὑπείκειν τῇ δυσσεβείᾳ Οὐάλεντος. Περσῶν βασιλεὺς Ἀρταξὴρ ἔτη δʹ. Ἀλεξανδρείας ἐπίσκοπος Πέτρος ἔτος αʹ. Ἀντιοχείας ἐπίσκοπος λαʹ πάλιν Μελέτιος ἔτη κεʹ. θʹ. αʹ. καʹ. δʹ. ζʹ. αʹ. αʹ. Τούτῳ τῷ ἔτει Οὐάλεντος ἐν Ἀντιοχείᾳ διάγοντος εὑρέθησάν τινες ἐπιβουλὴν κατ' αὐτοῦ μελετῶντες, καὶ ἀνῃρέθησαν στῖφος ἀσεβῶν· 60 διὰ γὰρ μαντειῶν καὶ θυσιῶν τὴν συσκευὴν κατειργάζοντο. τοῦ δὲ πολυάθλου καὶ πολλὰ καμόντος Ἀθανασίου μεταστάντος πρὸς κύριον, ἐπισκοπήσαντος ἔτη μϛʹ, ἐν διωγμοῖς δὲ καὶ τοῖς ὑπὲρ εὐσεβείας κινδύνοις τὰ μʹ, Πέτρος τὴν ἐπισκοπὴν διεδέξατο, ὃν οἱ Ἀρειανοὶ διά τινος Μάγνου, τῶν βασιλικῶν θησαυρῶν ταμία, ἀπήλασαν· Λούκιον δὲ ἀντεκατέστησαν. τότε πολλοὶ τῶν ὀρθοδόξων ἀνδρῶν καὶ γυναικῶν παρθένων ἀθέως ᾐκίσθησαν, πολλοὶ δὲ καὶ ἐν βασάνοις ἐτελειώθησαν. ὁ δὲ Πέτρος φυγὰς εἰς Ῥώμην ᾤχετο πρὸς Δάμασον ὡς ὁμόδοξον· ὅτε καὶ τὰ γενόμενα ἐν Ἀλεξανδρείᾳ δι' ἐπιστολῆς ἔγραψε φρικώδη ὑπὸ Ἀρειανῶν. Τῷ δ' αὐτῷ ἔτει καὶ Βασίλειος ὁ τῆς Καισαρέων ἐπισκόπησεν, Εὐσεβίου εὐσεβῶς κοιμηθέντος. Κόσμου ἔτη εωξϛʹ. Τῆς θείας σαρκώσεως ἔτη τξϛʹ. Ῥωμαίων βασιλεὺς Οὐαλεντινιανὸς ἔτη ιαʹ. ιʹ. Περσῶν βασιλεὺς Ἀρταξὴρ ἔτη δʹ. αʹ. Ῥώμης ἐπίσκοπος Δάμασος ἔτη κηʹ. κβʹ. Κωνσταντ. ἐπίσκοπος Δημόφιλος ἔτη ιβʹ. δʹ. Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη λεʹ. ηʹ. Ἀλεξανδρείας ἐπίσκοπος Λούκιος ἔτη ϛʹ. αʹ. Ἀντιοχείας ἐπίσκοπος Μελέτιος ἔτη κεʹ. βʹ. Τούτῳ τῷ ἔτει Ἀμβρόσιος μετὰ Αὐξέντιον τῆς ἐκκλησίας Μεδιολάνων ἡγήσατο οὕτως· τοῦ δήμου στασιάζοντος περὶ προβολῆς ἐπισκόπου, Ἀμβρόσιος ἡγεμὼν τῆς χώρας τελῶν ἐπέμφθη ὑπὸ Οὐαλεντινιανοῦ τοῦ βασιλέως ἐκεῖσε διάγοντος κωλῦσαι τὴν στάσιν, ἀβάπτιστος μὲν ἔτι ὤν, πάνυ δὲ τοῦ δικαίου φροντίζων καὶ τοὺς μείζονας ἄρχοντας γενναίως διελέγχων ἀδικοῦντας. ὁ οὖν δῆμος παυσάμενος τῆς ἔριδος, ὁμοφώνως τὸν Ἀμβρόσιον ἐπίσκοπον ἐψηφίσαντο· ὅπερ ἀκούσας Οὐαλεντινιανὸς ἐκέλευσε μυηθέντα χειροτονηθῆναι τὸν Ἀμβρόσιον ἐπίσκοπον, εὐχαριστῶν ἐπ' ὄψεσι πάντων τῷ θεῷ καὶ λέγων·" χάρις σοι, δέσποτα παντοκράτορ, σῶτερ ἡμέτερε, ὅτι ψυχὰς ἐνεχείρισας τῷδε τῷ ἀνδρὶ σωμάτων ἄρχοντι παρ' ἐμοῦ γενομένῳ, καὶ τὰς ἐμὰς ψήφους δικαίας ἀπέφηνας." Λούκιος δὲ ἐν Ἀλεξανδρείᾳ πολλὰ κακὰ σὺν τοῖς Ἀρειανοῖς διεπράξατο. ᾠδὰς γὰρ δαιμόνων εἰς τὴν Θεωνᾶ ἐκκλησίαν ᾖδον καὶ ὀρχηστὰς 61 εἰσῆγον, τῶν παρθένων τε τὰς ἐσθῆτας ἀποσκεπάζοντες, σὺν θυμῷ ῥινοκτυποῦντες γυμνὰς διὰ τῆς πόλεως περιῆγον, ἀσελγῶς αὐταῖς χρώμενοι· τὰς δὲ καὶ ἀνεῖλον μηδὲ πρὸς ταφὴν δόντες τοῖς γονεῦσι τὰ σώματα αὐτῶν λίαν ὀδυρομένοις. εἰς δὲ τὸ θυσιαστήριον ἔνδον μειράκιον ἀσελγὲς αἰσχρουργῆσαι ἀνήγαγον. τῆς δὲ δύσεως πάσης τριάδα ὁμοούσιον πρεσβευούσης, ᾐτήσαντο Οὐαλεντινιανὸν καὶ ἐποίησαν σύνοδον ἐν τῷ Ἰλλυρικῷ καὶ τὴν ἐν Νικαίᾳ πίστιν ἐκύρωσαν. ἴδικτον δὲ Οὐαλεντινιανὸς ἔγραψε τοῖς ἐν Ἀσίᾳ καὶ Φρυγίᾳ καὶ πάσῃ τῇ ἀνατολῇ ἐπισκόποις ἐμμένειν τοῖς ὡρισμένοις παρὰ τῆς συνόδου παρεγγυώμενος, κοινωνὸν καὶ Οὐάλεντα τὸν ἀδελφὸν καὶ Γρατιανὸν τὸν υἱὸν ἐν τῷ ἰδίκτῳ προσλαβόμενος. τότε καὶ Γρηγόριος ὁ Θεολόγος τῆς κατὰ Κωνσταντινούπολιν ἐκκλησίας προέστη ταῖς Βασιλείου καὶ Μελετίου καὶ τῶν λοιπῶν τῆς εὐσεβείας ὑπερμάχων εἰσηγήσεσιν. καὶ εἰ μὴ φθάσας τὴν πόλιν ἀνεκαλέσατο, πᾶσα ἂν τῆς Ἀρείου καὶ Εὐνομίου λώβης ἐπεπλήρωτο· πάσας γὰρ τὰς ἐκκλησίας αὐτοὶ κατεῖχον πλὴν τοῦ εὐκτηρίου Ἀναστασίας τῆς μάρτυρος· ἐπισκόπει δὲ τῶν Ἀρειανῶν Δημόφιλος. Γρηγόριος τότε ὁ Νύσης καὶ Πέτρος, ἀδελφοὶ Βασιλείου, διέλαμπον Ὄπτιμός τε ἐν Πισιδίᾳ καὶ Ἀμφιλόχιος ἐν Ἰκονίῳ. Βάρσην δέ, τὸν ἐπίσκοπονἘδέσης, καὶ Πελάγιον Λαοδικείας ὡς προμάχους τῆς ὀρθοδοξίας ὁ Οὐάλης ἐξώρισεν. Οὐαλεντινιανὸς ὠνείδισεν Οὐάλεντα τὸν ἀδελφὸν ὡς κακόδοξον, μὴ πέμψας αὐτῷ βοήθειαν κατὰ τῶν Γότθων αἰτοῦντι, ἀλλ' εἰπών·" οὐ θέμις ἐπαμύνειν ἀνδρὶ θεομάχῳ." ιαʹ. βʹ. κγʹ. εʹ. θʹ. βʹ. γʹ. Τούτῳ τῷ ἔτει Οὐαλεντινιανὸς ὁ μέγας ἐτελεύτησεν ἐτῶν πδʹ, βασιλεύσας ἔτη ιαʹ, τρόπῳ τοιῷδε· Σαυρομάται, ἔθνος [μικρόν τε καὶ] οἰκτρόν, ἐπαναστάντες αὐτῷ καὶ ἡττηθέντες πρέσβεις ἔπεμψαν αἰτοῦντες τὴν εἰρήνην. Οὐαλεντινιανοῦ δὲ τοὺς πρέσβεις ἐρωτῶντος, εἰ πάντες οἱ Σαυρομάται τοιοῦτοί εἰσι τοῖς σώμασιν οἰκτροί, καὶ αὐτῶν εἰπόντων, ὅτι" τοὺς κρείττονας πάντων ὧδε ἔχεις καὶ ὁρᾷς," ἀνακράξας βιαίως ἔφη·" δεινὰ Ῥωμαίων ἡ βασιλεία ὑπομένει εἰς Οὐαλεντινιανὸν λήξασα, εἰ Σαυρομάται τοιοῦτοι ὄντες Ῥωμαίων κατεξανίστανται." ἐκ δὲ τῆς διατάσεως καὶ τοῦ κρότου 62 τῶν χειρῶν φλεβὸς ῥαγείσης καὶ πλείστου ἀναδοθέντος αἵματος, ἔν τινι φρουρίῳ Γαλλίας θνήσκει μηνὶ Δίῳ ιζʹ ἰνδικτιῶνος γʹ. Γρατιανοῦ δέ, τοῦ υἱοῦ αὐτοῦ, μὴ εὑρεθέντος ἐκεῖσε, καὶ Οὐάλεντος ἐν Ἀντιοχείᾳ διάγοντος, τὸ εὑρεθὲν στρατόπεδον ἐν τῷ τόπῳ, ἐν ᾧ ἐτελεύτησεν Οὐαλεντινιανὸς ὁ μέγας, Οὐαλεντινιανόν, τὸν υἱὸν αὐτοῦ, ὡς ἐτῶν δ' ἀνηγόρευσαν Αὔγουστον, συμπαρούσης καὶ Ἰουστίνης, τῆς μητρὸς αὐτοῦ, ἐν τῇ Πανονίᾳ. τοῦτο μαθὼν Γρατιανὸς τὸν μὲν ἀδελφὸν αὐτοῦ εἶχε συμβασιλεύοντα μεθ' ἑαυτοῦ, τοὺς δὲ ἀναγορεύσαντας διαφόροις τρόποις ἐτιμωρήσατο διὰ τὸ παρὰ γνώμην αὐτοῦ τοῦτο γενέσθαι. Οὐάλης δὲ κατὰ Γότθων Τραϊανὸν στρατηγὸν πέμπει, ὃς ἡττηθεὶς ἀτίμως ἀνέκαμψεν. ὀνειδιζόμενος δὲ μαλακίαν ὑπὸ Οὐάλεντος ἀπεκρίνατο·" οὐκ ἐγὼ ἥττημαι, βασιλεῦ, ἀλλὰ σύ, ὁ κατὰ θεοῦ στρατευόμενος καὶ τὴν αὐτοῦ ῥοπὴν προξενῶν τοῖς βαρβάροις." πολλοὺς δὲ ἀνεῖλεν Οὐάλης διὰ τοὺς ἐκ τῶν μαντειῶν ὑπονοηθέντας βασιλεύειν ἀπὸ τοῦ Θ στοιχείου, ἐν οἷς καὶ Θεόδωρόν τινα, πρῶτον ἐν πατρικίοις. Ἐν τῷ αὐτῷ δὲ χρόνῳ τινὲς τῶν Ναυατιανῶν ἐν Φρυγίᾳ τὸ πάσχα ἤρξαντο ποιεῖν μετὰ Ἰουδαίων συνελθόντες ἐν Παζῷ τῇ κώμῃ, καὶ νόμον ἐξέθεντο μετὰ Ἰουδαίων πασχάζειν. ἐκ τούτων οἱ λεγόμενοι Σαββατιανοὶ ἀπὸ Σαββατίου τινὸς ἀνεφύησαν ὕστερον. καὶ Ἀπολινάριος ὁ Σύρος τότε φανερῶς ἀπέστη τῆς ἐκκλησίας, Δάμασός τε ὁ Ῥώμης καὶ Πέτρος Ἀλεξανδρείας πρῶτοι τούτους ἀπεκήρυξαν. καὶ Εὐνόμιος ὁ δυσσεβὴς ἐτόλμησε τὸ βάπτισμα ἐν μιᾷ καταδύσει τελεῖν," οὐκ εἰς τριάδα, ἀλλ' εἰς τὸν θάνατον τοῦ Χριστοῦ δεῖ βαπτίζεσθαι," λέγων· καὶ τοὺς ἐν τριάδι βαπτιζομένους ἀνεβάπτιζεν. Ἰουλιανός, ὁ καὶ Σάβας, ἱερὸς ἀσκητὴς εἰς Ἀντιόχειαν ἐλθὼν ἀπὸ Ἐδέσης τοὺς τὸ ὁμοούσιον δοξάζοντας ὀρθοδόξους ὑπεστήριζε προφανῶς ἀναθεματίζων τοὺς Ἀρειανούς. Ἀφραάτης ὁ θεῖος μετὰ πολλῆς παρρησίας κατὰ πρόσωπον ἐν Ἀντιοχείᾳ διήλεγξε τὴν τοῦ Οὐάλεντος ἀσέβειαν. εἷς δὲ τῶν εὐνούχων θρασέως τῷ Ἀφραάτῃ λοιδορήσας καὶ ἀπειλήσας, κατελθὼν ἑτοιμάσαι βαλανεῖον τῷ βασιλεῖ, πληγεὶς τὴν διάνοιαν ἑαυτὸν εἰς τὸ θερμὸν ὕδωρ βαλὼν ἀπώλετο. καὶ Ἐφραῒμ ὁ μέγας ἐν ἀσκήσει καὶ θείᾳ διδασκαλίᾳ διέλαμπεν, πολλοὺς μὲν λόγους ἀσκητικούς, πλείστους δὲ καὶ δογματικοὺς ἐκ θείου 63 πνεύματος ἀναβλύσας· τινὰ δὲ τῶν πονημάτων καὶ ᾄδεσθαι Σύροις παρέδωκε διὰ τοῦ μέλους τοὺς ἀργοτέρους ἐφελκόμενος· φασὶ γοῦν τριακοσίας μυριάδας στίχων αὐτὸν ἐκδεδωκέναι τὸν ὄντως θεόσοφον. Κόσμου ἔτη
56.4.1
Τῆς θείας σαρκώσεως ἔτη τξηʹ. Ῥωμαίων βασιλεὺς Οὐάλης ἔτη γʹ. αʹ. Περσῶν βασιλεὺς Ἀρταξὴρ ἔτη δʹ. γʹ. Ῥώμης ἐπίσκοπος Δάμασος ἔτη κηʹ. κδʹ. Κωνσταντ. ἐπίσκοπος Δημόφιλος ἔτη ιβʹ. ϛʹ. Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη λεʹ. ιʹ. Ἀλεξανδρείας ἐπίσκοπος Λούκιος ἔτη ϛʹ. γʹ. Ἀντιοχείας ἐπίσκοπος Μελέτιος ἔτη κεʹ.
56.5.1
Τούτῳ τῷ ἔτει ἡ τῶν Μεσαλιανῶν αἵρεσις ἤγουν Εὐχητῶν καὶ Ἐνθουσιαστῶν ἀνεφύη. οὗτοι ψάλλοντες βαλλίζουσι καὶ κροταλίζουσι τὰ παρὰ τῷ Δαβὶδ παχέως ἐκλαμβάνοντες καὶ ἀνοήτως. ταύτης αἱρεσιάρχαι Δαδώης καὶ Σάβας καὶ Ἀδέλφιος, φασὶ δέ τινες, ὅτι καὶ ὁ Σεβαστείας Εὐστάθιος· οἷς ἀντέστησαν γενναίως Ἀμφιλόχιος Ἰκονίου, Λητώϊος Μελιτηνῆς, ὕστερον δὲ καὶ Φλαβιανὸς Ἀντιοχείας. Οὐάλης δὲ πᾶσαν ἐκκλησίαν πορθήσας ἧκεν εἰς Καισάρειαν ἐξ ἀνατολῆς κατὰ τοῦ θείου Βασιλείου μαινόμενος· ἔπραξε δὲ ἃ καὶ ὁ μέγας Γρηγόριος εἰς τὸν Βασιλείου ἐπιτάφιον ἔλεξεν· ἡνίκα καὶ Γαλάτης, ὁ Οὐάλεντος υἱός, χαλεπῶς χειμασθεὶς ἀπέθανεν, καὶ ἡ σύμβιος Δομνίκα δεινῶς ἐνόσησεν. Δημοσθένους δέ, ἑνὸς τῶν ὀψοποιῶν Οὐάλεντος, ἐν τῇ πρὸς τὸν βασιλέα συντυχίᾳ τοῦ θείου Βασιλείου καταδραμόντος καὶ βαρβαρίσαντος, μικρὸν μειδιάσας ἔφη πρὸς αὐτὸν ὁ διδάσκαλος·" ἰδού· ἐθεασάμεθα καὶ Δημοσθένην ἀγράμματον." Οὐάλης αἰδεσθεὶς Βασίλειον πολλὰ χωρία καὶ κάλλιστα τοῖς ὑπ' αὐτοῦ φροντιζομένοις λελωβημένοις ἐδωρήσατο· καὶ τὸ στερρὸν καὶ ἀκλινὲς Βασιλείου ὁρῶν ἐξορίαν κατ' αὐτοῦ 64 ἐψηφίσατο· τὸ δὲ γράμμα τῆς ἐξορίας ὑπογράψαι θελήσας οὐκ ἴσχυσεν, τριῶν μὲν καλάμων συντριβέντων, ἔσχατον δὲ καὶ τῆς χειρὸς αὐτοῦ παρεθείσης. βʹ. δʹ. κεʹ. ζʹ.
56.6.1
δʹ. εʹ. Τούτῳ τῷ ἔτει Μαυΐα, Σαρακηνῶν βασίλισσα, πολλὰ κακὰ Ῥωμαίοις ποιήσασα εἰρήνην ᾐτήσατο καὶ Μωσῆν τινα τῶν ἀσκούντων κατὰ τὴν ἔρημον ἐπίσκοπον δοθῆναι τοῖς χριστιανίζουσι παρ' αὐτῇ Σαρακηνοῖς ᾔτησεν. τοῦ δὲ βασιλέως σπουδαίως τοῦτο ποιήσαντος, Μωσῆς οὐ κατεδέξατο ὑπὸ Λουκίου τοῦ Ἀρειανοῦ χειροτονηθῆναι, ἀλλ' ὑπό τινος τῶν ἐν ἐξορίᾳ ὀρθοδόξων· ὅπερ καὶ γέγονεν. τοῦτον λαβοῦσα Μαυΐα πολλοὺς Χριστιανοὺς ἀπὸ Σαρακηνῶν ἐποίησεν. φασὶ δέ, ὅτι καὶ αὐτὴ Χριστιανὴ ἦν, Ῥωμαία τῷ γένει, καὶ ληφθεῖσα αἰχμάλωτος ἤρεσε διὰ κάλλος τῷ βασιλεῖ τῶν Σαρακηνῶν· καὶ οὕτω τῆς βασιλείας ἐκράτησεν. ἱστορεῖ δὲ πολλὰ περὶ τοῦ ἔθνους ὁ Σωζομενός, ὅθεν τε ἤρξατο, καὶ ὀνομάζεται, καὶ ὅτι ιγʹ ἐτῶν περιτέμνεται. οἱ δὲ Γότθοι ὑπὸ Οὔννων πολεμηθέντες βοήθειαν αἰτοῦνται παρὰ Οὐάλεντος δι' Εὐφίλα, ἐπισκόπου αὐτῶν Ἀρειανόφρονος, προσυνδιατρίψαντος ἐπὶ Κωνσταντίου Εὐδοξίῳ καὶ Ἀκακίῳ τοῖς Ἀρειανοῖς. οὗτος ἀρειανίζειν τοὺς Γότθους ἐδίδαξεν. οἱ δὲ Γότθοι διῃρέθησαν εἰς δύο· καὶ τῶν μὲν ἐστρατήγει Ἀθανάριχος, τῶν δὲ Φριτιγέρνης· οὗτος ἡττηθεὶς καὶ βοήθειαν λαβὼν παρὰ Οὐάλεντος νικᾷ τοὺς περὶ Ἀθανάριχον· Οὐάλεντι δὲ χαριζόμενος ἀρειανίζειν ἐπὶ πλεῖον τοὺς Γότθους ἐδίδαξεν. Κόσμου ἔτη εωοʹ. Τῆς θείας σαρκώσεως ἔτη τοʹ. Ῥωμαίων βασιλεὺς Οὐάλης ἔτη γʹ. γʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη εʹ. αʹ. Ῥώμης ἐπίσκοπος Δάμασος ἔτη κηʹ. κϛʹ. Κωνσταντ. ἐπίσκοπος Δημόφιλος ἔτη ιβʹ. ηʹ. Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη λεʹ. ιβʹ. Ἀλεξανδρείας ἐπίσκοπος Λούκιος ἔτη
56.7.1
εʹ. Ἀντιοχείας ἐπίσκοπος Μελέτιος ἔτη κεʹ. ϛʹ. Τούτῳ τῷ ἔτει οἱ Γότθοι πάλιν ἑνωθέντες ἐξῆλθον εἰς τὴν 65 γῆν τῶν Ῥωμαίων καὶ ἠρήμωσαν πολλὰς ἐπαρχίας, Σκυθίαν, Μυσίαν, Θρᾴκην, Μακεδονίαν, καὶ Ἀχαΐαν, καὶ πᾶσαν τὴν Ἑλλάδα, περὶ τὰς εἴκοσιν ἐπαρχίας. ἐθεάθησαν δὲ ἐν τούτῳ τῷ χρόνῳ ἐν τῷ ἀέρι [ἐν] ταῖς νεφέλαις ἐσχηματισμένοι ἄνδρες ἔνοπλοι. ἐγεννήθη δὲ καὶ ἐν Ἀντιοχείᾳ παιδίον ἐντελῆ μὲν τὰ ἄλλα μέρη, ὀφθαλμὸν δὲ ἕνα ἔχον ἐν μέσῳ τῷ μετώπῳ, χεῖρας δὲ τέσσαρας καὶ πόδας τέσσαρας καὶ πώγωνα. Οὐάλης δὲ διάγων ἐν τῇ Ἀντιοχέων καὶ μαθὼν περὶ τῶν Γότθων ἦλθεν ἐπὶ Κωνσταντινούπολιν, οἱ δὲ Βυζάντιοι ὕβριζον αὐτὸν ὡς ἄνανδρον καὶ φυγοπόλεμον. Ἰσαάκιος δέ, ὁ ἱερὸς μοναχός, κρατήσας τοῦ χαλινοῦ τοῦ ἵππου Οὐάλεντος ἐξερχομένου κατὰ Γότθων τὸ ἔσχατον εἰς πόλεμον ἔφη πρὸς αὐτόν·" ποῦ βαδίζεις, βασιλεῦ, κατὰ θεοῦ στρατευόμενος καὶ θεὸν ἔχων ἀντίπαλον;" ᾧ τινι ὀργισθεὶς φρουρᾷ παρέδωκεν ἀπειλήσας αὐτῷ θάνατον, εἰ ἐπανέλθοι, ὡς τῷ Μιχαίᾳ ποτὲ Ἀχαάβ. μετὰ δὲ τὴν ἔξοδον αὐτοῦ ἐξωμολογήσαντό τινες τῶν περὶ αὐτόν, ὡς κατ' ἐπιτροπὴν αὐτοῦ γενέσθαι μαντείας περὶ τῆς προκειμένης αὐτῷ ὁρμῆς ἐν τῷ πολέμῳ. ἐν ᾧ συμβαλὼν τοῖς Γότθοις Οὐάλης καὶ ἡττηθεὶς φεύγει σὺν ὀλίγοις ἐν οἰκίσκῳ. τοῦτον δὲ καταλαβόντες οἱ βάρβαροι καὶ τὴν οἰκίαν ἀνάψαντες, ἀγνοοῦντες τοὺς ἐν αὐτῇ πάντας κατέκαυσαν. φασὶ δὲ ὅτι ὁ θεῖος Ἰσαάκιος ἐν τῇ φρουρᾷ τῆς δυσωδίας Οὐάλεντος ἐμπριζομένου ἀντελάβετο θείῳ χαρίσματι καὶ ψυχῆς καθαρότητι προεῖπέ τε τὴν ἀναίρεσιν αὐτοῦ τοῖς συνοῦσιν, πρὶν ἢ παραγενέσθαι τοὺς ἀπαγγέλλοντας ἐκ τοῦ πολέμου τὰ πεπραγμένα. μετὰ δὲ τὴν ἧτταν καὶ τὸν διὰ πυρὸς θάνατον Οὐάλεντος ἐπαρθέντες οἱ Γότθοι τῇ νίκῃ δεινῶς τὰ προάστεια Κωνσταντινουπόλεως ἐδῄουν. Μαυΐα δέ, ἡ τῶν Σαρακηνῶν βασίλισσα, πέμψασα Σαρακηνῶν στρατόν, καὶ Δομνίκα, ἡ γαμετὴ Οὐάλεντος, ἐξαγαγοῦσα τὸν δῆμον τῆς πόλεως τοὺς βαρβάρους ἐδίωξεν. τούτων δὲ οὕτω διατεθέντων, γνοὺς Γρατιανὸς ὁ Αὔγουστος, ἐν τῇ Πανονίᾳ κατερχόμενος ὡς πρὸς βοήθειαν ἀντὶ Οὐάλεντος ἐνέδυσε 66 Θεοδόσιον Αὔγουστον καὶ ἀνηγόρευσε βασιλέα καὶ ἀπέστειλεν εἰς τὸν κατὰ τῶν Γότθων πόλεμον. Γότθους δὲ ἐπιχωρίως τοὺς Σκύθας λέγεσθαι Τραϊανὸς ὁ πατρίκιος ἐν τῇ κατ' αὐτὸν ἱστορίᾳ φησίν. Δωρόθεος ὁ ἐν ἁγίοις ἐπὶ τοῦ δυσσεβοῦς Οὐάλεντος ἐμαρτύρησεν ἐν Ἀλεξανδρείᾳ θηρίοις παραδοθεὶς ἐν τῷ Κυνηγίῳ ὑπὸ Ἀρειανῶν. Κόσμου ἔτη εωοαʹ. Τῆς θείας σαρκώσεως ἔτη τοαʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη ιϛʹ αʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη εʹ. βʹ. Ῥώμης ἐπίσκοπος Δάμασος ἔτη κηʹ. κζʹ. Κωνσταντ. ἐπίσκοπος Δημόφιλος ἔτη ιβʹ. θʹ. Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη λεʹ. ιγʹ. Ἀλεξανδρείας ἐπίσκοπος Λούκιος ἔτη
56.8.1
ϛʹ. Ἀντιοχείας ἐπίσκοπος Μελέτιος ἔτη κεʹ. ζʹ Τούτῳ τῷ ἔτει Γρατιανὸς ὁ βασιλεὺς κοινωνὸν τῆς βασιλείας Θεοδόσιον προσελάβετο, τῷ γένει μὲν Ἴβηρα Ἑσπέριον, εὐγενῆ δέτινα καὶ θαυμάσιον περὶ τοὺς πολέμους γενόμενον. οὗτος εὐθὺς τοὺς ἐν Θρᾴκῃ βαρβάρους κατὰ κράτος ἐνίκησεν, εὐσεβὴς ὢν καὶ ὀρθόδοξος. Γρατιανὸς δὲ καὶ Οὐαλεντινιανὸς νόμῳ τοὺς ἐν ἐξορίᾳ ἐπισκόπους ἀνεκαλέσαντο, τοὺς δὲ ἀρειανίζοντας ἐδίωξαν, Δαμάσου, τοῦ πάπα Ῥώμης, συμπράττοντος. τότε καὶ Πέτρος, Ἀλεξανδρείας ἐπίσκοπος, ὑποστρέψας καὶ Λούκιον ἀπελάσας τὸν ἴδιον θρόνον ἀπέλαβεν, ὀλίγον δὲ χρόνον ἐπιβιοὺς ἐτελεύτησεν. Τιμόθεος δέ, ὁ ἀδελφὸς αὐτοῦ, ἀντ' αὐτοῦ χειροτονεῖται τῆς ἐν Ἀλεξανδρείᾳ ἐκκλησίας τῶν ὀρθοδόξων ἐπίσκοπος. ἐν δὲ Ἀντιοχείᾳ τῆς Συρίας διχῇ διῃρημένων τῶν ὀρθοδόξων μετὰ τὰ κατὰ τὸν θεῖον Εὐστάθιον, οἱ μὲν Παυλῖνον εἶχον ἐπίσκοπον, οἱ δὲ Μελέτιον τὸν ἱερὸν μετὰ τὴν προαγωγὴν Εὐζωΐου, τοῦ Ἀρειανῶν ἐπισκόπου ἐν Ἀντιοχείᾳ ἐξ αὐτῶν ἀποσχίσαντος. οἱ δὲ βασιλεῖς νόμον ἔγραψαν ὑπὲρ τῶν ὀρθοδόξων καὶ ἐξέπεμψαν διὰ Σάπωρός τινος στρατηγοῦ κατὰ τὴν ἑῴαν, ὃς καταλαβὼν Ἀντιόχειαν εὗρεν ἔριδα Παυλίνου, τῆς ἐπισκοπῆς ἀντιποιουμένου, καὶ Ἀπολιναρίου ἐπιτρέχοντος τῷ θρόνῳ, Με67 λέτιον δὲ τὸν ἱερὸν ἀμάχως ἡσυχάζοντα, Φλαβιανὸν δὲ τότε πρεσβύτερον ὄντα καὶ Παυλίνῳ μὲν ἀντιταττόμενον, Ἀπολινάριον δὲ καταισχύνοντα καὶ Μελετίῳ τὸν θρόνον ἀποδοῦναι τὸν στρατηγὸν Σάπωρα παρεγγυώμενον· καὶ τοῦτον κυρώσας ἀνεχώρησεν. τότε Διόδωρον, τὸν ἐπίσκοπον Ταρσοῦ, ὁ μέγας Μελέτιος ἐχειροτόνησεν. Εὐσέβιός τε, ὁ Σαμοσάτων ἐπίσκοπος, ἐκ τῆς ἐξορίας ἐπανελθὼν πολλοὺς ἐπισκόπους ἐχειροτόνησε διαφόροις πόλεσιν. ἐλθὼν δὲ καὶ ἐν Δολίχῃ χειροτονῆσαι Μάριν ἐπίσκοπον, εἰσερχόμενος ἐν τῇ πόλει φονεύεται, γυναικὸς Ἀρειανῆς ἐξ ὕψους ῥιψάσης κεραμίδα κατὰ τῆς ἱερᾶς τοῦ ἁγίου κεφαλῆς, θεοῦ συγχωρήσαντος οἵοις οἶδε κρίμασιν· περὶ οὗ καὶ ὁ θεολόγος Γρηγόριός φησιν·" ζητῶ μου τὸ χθὲς ὑμῶν σφάγιον, τὸν Ἀβραμιαῖον γέροντα." τότε καὶ Γρηγόριος ὁ Θεολόγος παρρησιαστικώτερον ἐδίδασκεν ἐν τῇ Κωνσταντινουπόλει εἰς τὸ εὐκτήριον τῆς ἁγίας Ἀναστασίας, ἔνθα καὶ παράδοξα γίνεσθαι θαύματα ἐξ ἐμφανείας τῆς παναγίας δεσποίνης ἡμῶν θεοτόκου λέγουσιν. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ηʹ. βʹ. γʹ. κηʹ. ιʹ. ιδʹ. αʹ. ηʹ. Ῥώμης ἐπίσκοπος Σιρίκιος ἔτη ιεʹ.
56.9.1
δʹ. αʹ. ιαʹ. ιεʹ. βʹ. θʹ. Κόσμου ἔτη εωοδʹ. Τῆς θείας σαρκώσεως ἔτη τοδʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη ιϛʹ. δʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη εʹ. εʹ. Ῥώμης ἐπίσκοπος Σιρίκιος ἔτη ιεʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Δημόφιλος ἔτη ιβʹ. ιβʹ. Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη λεʹ. ιϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ηʹ. γʹ. Ἀντιοχείας ἐπίσκοπος Μελέτιος ἔτη κεʹ. ιʹ. Τούτῳ τῷ ἔτει Γρατιανὸς ὁ βασιλεὺς ἀνῃρέθη δόλῳ Ἀνδραγαθίου, τοῦ στρατηγοῦ Μαξίμου τοῦ τυράννου. οὗτος γὰρ ἐφ' 68 ἁμάξης εἰσελθὼν ὑπεκρίθη εἶναι ἡ γαμετὴ Γρατιανοῦ, καὶ οὕτως ὑπαντήσας ἀφυλάκτῳ αὐτῷ ἀνεῖλεν αὐτὸν ὁ Ἀνδραγάθιος. τούτου δὲ ἀναιρεθέντος, ἐκράτησεν Οὐαλεντινιανὸς τὴν Ῥωμαίων βασιλείαν. Τῷ δ' αὐτῷ χρόνῳ Θεοδόσιος ὁ μέγας νόσῳ περιπεσὼν ἐν Θεσσαλονίκῃ βαπτίζεται ὑπὸ Ἀχολίου τοῦ ἐπισκόπου, καὶ νόμον ὑπὲρ τῶν ὀρθοδόξων τοῦ ὁμοουσίου ἔγραψεν, ὃν ἐν Κωνσταντινουπόλει ἀπέστειλεν. ἐλθὼν δὲ ἐν Κωνσταντινουπόλει ἐδήλωσε Δημοφίλῳ, ἢ ἀποστῆναι τῆς Ἀρείου πλάνης, ἢ ταχέως τῶν ἐκκλησιῶν ἐξελθεῖν. ὁ δὲ τὸ πλῆθος τῶν Ἀρειανῶν συνάξας ἔξω τῆς πόλεως ἐκκλησίαζεν, ἔχων καὶ Λούκιον, τὸν Ἀλεξανδρείας ἐπίσκοπον Ἀρειανόν, σὺν αὐτῷ· καὶ οὕτω λοιπὸν ὁ θεῖος Γρηγόριος, μεθ' ὧν αὐτὸς εἰς τὴν ὀρθόδοξον πίστιν ἐφώτισεν, τὰς ἐκκλησίας πάσας παρέλαβεν, μʹ ἔτη τῶν Ἀρειανῶν καὶ μικρὸν πρὸς κατασχόντων αὐτάς. Περσῶν βασιλεὺς ιβʹ Οὐαραράνης ἔτη ιαʹ. Κωνσταντινουπόλεως ἐπίσκοπος Γρηγόριος ὁ Θεολόγος ἔτη βʹ. εʹ. αʹ. γʹ. αʹ. ιζʹ.
56.10.1
ιαʹ. Τούτῳ τῷ ἔτει ἐν Ἀντιοχείᾳ, ἐν γειτονίᾳ Ἰοβιτῶν οὕτω α· μένων, γυνὴ ἔτεκεν ὁμοῦ κατὰ τὸ αὐτὸ παιδία τέσσαρα ἀρσενικά· καὶ ἐπέζησαν μῆνας δύο καὶ ἀπέθανον, ἓν ἐπὶ τὸ ἓν, τὰ τέσσαρα. ϛʹ. βʹ. δʹ. βʹ. ιηʹ. εʹ. ιβʹ. Τούτῳ τῷ ἔτει ἡ μεγάλη καὶ οἰκουμενικὴ ἁγία δευτέρα σύνοδος τῶν ρνʹ ὀρθοδόξων ἐπισκόπων ἐν Κωνσταντινουπόλει ὑπὸ Θεοδοσίου τοῦ μεγάλου συνηθροίσθη πρὸς βεβαίωσιν τῶν ἐν Νικαίᾳ δογμάτων. μετεστείλατο δὲ καὶ ἐκ τῆς Μακεδονίου αἱρέσεως ἐπισκόπους λϛʹ, ὧν ἡγεῖτο Ἐλεύσιος. τῶν δὲ ρνʹ ἁγίων πατέρων προηγοῦντο Τιμόθεος Ἀλεξανδρείας, Μελέτιος, ὁ ἱερώτατος Ἀντιοχείας, Κύριλλος, ὁ ἱερώτατος Ἱεροσολύμων, καὶ ὁ θεῖος Γρηγόριος Κωνσταντινουπόλεως. οἱ δὲ τὰ Μακεδονίου φρονοῦντες λϛʹ ἐπίσκοποι προτραπέντες ὑπὸ τῶν πατέρων τὰ ἐν Νικαίᾳ δέξασθαι δόγματα, καθὰ καὶ Λιβερίῳ ἐπὶ Οὐάλεντος συνθέμενοι λιβέλλους ἐπέδωκαν οἱ περὶ

Intertext edge

Open linked passage

Note