Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophanes-abbot-and-confessor" aria-label="More works by Theophanes Abbot and Confessor">
—
⋯
Original / primary: Pg Scrape Grc
69.1.1
Σιλβανὸν ἐν Ῥώμῃ πεμφθέντες, ἀπηνήναντο τῇ ἀληθείᾳ συνθέσθαι καὶ ἀνεχώρησαν γέλως ἅπασι γεγονότες, ἄλλα μὲν φρονοῦντες, ἄλλα δὲ συνθέμενοι, ἀπατηλῶς τὰς Λιβερίου ἐπιστολὰς ἐπαγόμενοι μαρτυρούσας αὐτοῖς ὀρθοδοξίαν. ἡ δὲ ἁγία σύνοδος Γρηγορίῳ τῷ Θεολόγῳ τὴν ἐπισκοπὴν Κωνσταντινουπόλεως ἐκύρωσεν, καὶ ἄκοντα τοῦτον τῷ θρόνῳ ἐνίδρυσαν ὡς πολλὰ καμόντα καὶ τῆς λώβης τῶν αἱρέσεων τὴν πόλιν ἐλευθερώσαντα. τινὰς δὲ τῶν ἐξ Αἰγύπτου μαθὼν ὁ τὰ πάντα σοφὸς καὶ μακαριώτατος φθονήσαντας τῷ πράγματι, τὸν συντακτήριον λόγον ἐπιδειξάμενος ἑκουσίως τοῦ θρόνου τῆς βασιλίδος ὑπεχώρησεν. τούτου δὲ ἀποταξαμένου, Νεκτάριον ὁ βασιλεὺς καὶ ἡ σύνοδος προχειρίζεται, Ταρσέα μὲν τῷ γένει, τὴν τοῦ πραίτωρος δὲ ἀρχὴν τότε διέποντα, ἀβάπτιστον μὲν ἕως τότε τυγχάνοντα, σεμνὸν δὲ καὶ εὐλαβῆ περὶ βίον. ἡ δὲ ἁγία καὶ οἰκουμενικὴ σύνοδος τὸ ὁμοούσιον ἐκύρωσεν, προσέθηκε δὲ τῷ συμβόλῳ καὶ τὴν θεολογίαν τοῦ πνεύματος. ἐξέθετο δὲ καὶ κανόνας, ἐν οἷς τῷ θρόνῳ Κωνσταντινουπόλεως τὰ πρεσβεῖα νέας Ῥώμης ἀπένειμεν. τότε Γρηγόριος ὁ Νύσης καὶ Πελάγιος Λαοδικείας, Εὐλόγιός τε Ἐδέσης καὶ Ἀμφιλόχιος Ἰκονίου ἐν ταύτῃ διέλαμπον σὺν τῷ μεγάλῳ Γρηγορίῳ καὶ τοῖς προρρηθεῖσιν. ἡ δὲ ἁγία σύνοδος Ἄρειόν τε καὶ Εὐσέβιον τὸν Νικομηδείας, Εὐζώϊόν τε καὶ Ἀκάκιον, Θεόγνιν καὶ Εὐφρόνιον καὶ τοὺς λοιποὺς ἀνεθεμάτισεν, πρὸς τούτοις δὲ καὶ Μακεδόνιον τὸν πνευματομάχον, Εὐδόξιόν τε καὶ Ἀέτιον καὶ Εὐνόμιον ἀπεκήρυξεν. Μελέτιος δὲ ὁ μέγας μετὰ τὸ πληρωθῆναι τὴν σύνοδον ἐν Κωνσταντινουπόλει ἐν εἰρήνῃ ἐκοιμήθη. τὸ δὲ ἱερὸν αὐτοῦ σῶμα διεκομίσθη εἰς Ἀντιόχειαν καὶ ἐτέθη πλησίον τῆς θήκης τοῦ ἁγίου μάρτυρος Βαβυλᾶ. ἐχειροτονήθη δὲ Φλαβιανὸς Ἀντιοχείας ἐπίσκοπος, ζῶντος καὶ Παυλίνου, καίπερ ὅρκων δεδομένων, ὅτι οὐ καταδέξεται ἐπισκόπου χειροτονίαν Φλαβιανός. πάλιν οὖν ταραχὴ τὴν ἐκκλησίαν Ἀντιοχείας εἶχεν, τῶν μὲν Παυλίνῳ, τῶν δὲ Φλαβιανῷ ὑπεικόντων. τότε καὶ Παύλου τοῦ ὁμολογητοῦ τὸ σῶμα ὁ βασιλεὺς εἰς Κωνσταντινούπολιν ἤγαγε καὶ ἀπέθετο εἰς τὴν ἐκκλησίαν, ἣν ᾠκοδόμησε Μακεδόνιος ἐπιβουλεύων Παύλῳ. Κωνσταντινουπόλεως ἐπίσκοπος Νεκτάριος ἔτη
69.2.1
ζʹ. γʹ. εʹ. αʹ. ιθʹ. ϛʹ. ιγʹ. Τούτῳ τῷ ἔτει Θεοδόσιος Αὔγουστος Ὀνώριον, υἱὸν αὐτοῦ, τὸν γεννηθέντα ἐκ Πλακίλλης τῆς εὐσεβεστάτης, ἐπιφανέστατον καὶ ὕπατον ἀνέδειξεν. εὐτρεπίσθη δὲ πολεμεῖν τῷ τυράννῳ Μαξίμῳ. καὶ πολεμοῦντος πρὸς αὐτὸν ἐπὶ τὰ ἑσπέρια μέρη, φήμης ψευδοῦς ἐξελθούσης, ὅτι νενίκηκε Μάξιμος, οἱ Ἀρειανοὶ ἀνασυρθέντες τὴν οἰκίαν Νεκταρίου ἐνέπρησαν, τοῦ ἐπισκόπου Κωνσταντινουπόλεως. ηʹ. δʹ. ϛʹ. βʹ. κʹ. ζʹ. ιδʹ. Τούτῳ τῷ ἔτει ἐν Ἀντιοχείᾳ ἐπεκτίσθη ἐν τῇ Ταυριανῇ λεγομένῃ πύλῃ προσθήκη εἰς πλάτος τῆς γεφύρας καὶ ἐπεστεγάσθη· ἐπεκτίσθη δὲ καὶ μικρὰ βασιλικὴ ἐν τῇ παλαιᾷ πλησίον τῆς μεγάλης. ἐν δὲ Παλαιστίνῃ, Ἐμμαοὺς κώμῃ, παιδίον ἐγεννήθη τέλειον ἀπὸ τοῦ ὀμφαλοῦ, καὶ ἄνω διῃρημένον, ὡς εἶχε δύο στήθη, δύο κεφαλάς, καὶ ἕκαστον τὰς αἰσθήσεις ἔχον. τὸ ἓν ἤσθιε καὶ ἔπινεν, καὶ τὸ ἕτερον οὐκ ἤσθιεν· τὸ ἓν ἐκάθευδεν, καὶ τὸ ἕτερον ἐγρηγόρει· ἔστι δὲ ὅτε καὶ συνέπαιζον πρὸς ἄλληλα, καὶ ἔκλαιον ἀμφότερα, καὶ ἔκλαιον ἀμφότερα, καὶ ἔτυπτον ἄλληλα. ἔζησαν δὲ μικρὸν πρὸς ἔτη δύο. καὶ τὸ μὲν ἓν ἀπέθανεν, τὸ δὲ ἕτερον ἔζησεν ἡμέρας τέσσαρας, καὶ ἀπέθανε καὶ αὐτό. Τῷ δ' αὐτῷ ἔτει ἔστησεν ὁ βασιλεὺς Θεοδόσιος τὸν κίονα τοῦ Ταύρου. θʹ. εʹ. ζʹ. γʹ. καʹ. ηʹ.
69.3.1
Τούτῳ τῷ ἔτει, Τιμοθέου τελευτήσαντος τοῦ ἐπισκόπου Ἀλεξανδρείας μηνὶ Ἐπιφὶ εἰκάδι ἕκτῃ, χειροτονεῖται ἀντ' αὐτοῦ Θεόφιλος. Ἀλεξανδρείας ἐπίσκοπος Θεόφιλος ἔτη κηʹ. ιʹ. ϛʹ. ηʹ. δʹ. κβʹ. αʹ. ιϛʹ. Τούτῳ τῷ ἔτει Θεοδόσιος, ὁ εὐσεβὴς βασιλεύς, νικήσας Μάξιμον τὸν τύραννον ἀνεῖλε πρὸ ιβʹ καλανδῶν Αὐγούστου, καὶ Ἀνδραγάθιον, τὸν στρατηγὸν αὐτοῦ, ὡς δολοφονήσαντα Γρατιανόν. ιαʹ. ζʹ. θʹ. εʹ. κγʹ.
69.4.1
ιζʹ. Τούτῳ τῷ ἔτει ἦλθε Θεοδόσιος ἐν Ῥώμῃ μετὰ Ὀνωρίου, τοῦυἱοῦ αὐτοῦ, καὶ ἐκάθισεν αὐτὸν βασιλέα ἐν αὐτῇ πρὸ εʹ ἰδῶν Ἰουνίου, καὶ ἀνῆλθεν ἐπὶ Κωνσταντινούπολιν. 71 ιβʹ. ηʹ. ιʹ. ϛʹ. κδʹ. γʹ. ιηʹ. Τούτῳ τῷ ἔτει Εὐγένιος ἐτυράννησεν, ὁ ἀπὸ γραμματικῶν ἀντιγραφεὺς καὶ σχῆμα βασιλικὸν περιθέμενος, συνόντος αὐτῷ καὶ Ἀργαβάστου τοῦ ἀπὸ τῆς μικρᾶς Γαλατίας. καὶ ἀκούσας Οὐαλεντινιανὸς ὁ μικρός, ὁ υἱὸς Οὐαλεντινιανοῦ τοῦ μεγάλου καὶ Ἰούστας, ἑαυτὸν ἀνεῖλεν ἀγχόνῃ. ὁ δὲ Θεοδόσιος τοῦτο μαθὼν ἐξωπλίζετο τοῦ κατελθεῖν εἰς ἐκδίκησιν αὐτοῦ. Θεόφιλος δέ, ὁ ἐπίσκοπος Ἀλεξανδρείας, αἰτήσας Θεοδόσιον τὸν βασιλέα τὸ ἐν Ἀλεξανδρείᾳ ἱερὸν τῶν Ἑλλήνων ἐξεκάθηρε καὶ εἰς ἐκκλησίαν μετεσκεύασεν, τὰ δὲ ὄργια τῶν Ἑλλήνων ἐδημοσίευσεν, φαλλούς τε καὶ εἴ τι τούτων ἀσελγέστερον καὶ βεβηλότερον. ὅθεν τὸ πλῆθος τῶν Ἑλλήνων αἰσχυνθὲν πολλοὺς φόνους εἰργάσατο. Θεοδόσιος δὲ μαθὼν τοὺς γεγονότας ὑπ' αὐτῶν φόνους, τοὺς μὲν ἀναιρεθέντας Χριστιανοὺς ὡς μάρτυρας ἐμακάρισεν· τοῖς δὲ Ἕλλησι συγχωρεῖν ἐπηγγείλατο, εἰ πρὸς χριστιανισμὸν μεταθεῖντο· τὰ δὲ ἱερὰ αὐτῶν καθαιρεθῆναι καὶ τὰ εἴδωλα χωνευθῆναι καὶ εἰς χρείας πενήτων δοθῆναι ἐκέλευσεν. τοῦ δὲ ναοῦ τοῦ Σεράπιδος ἐν Ἀλεξανδρείᾳ λυομένου, ἱερογλυφικὰ γράμματα εὑρέθησαν σταυροῦ τύπον ἔχοντα, ἅπερ οἱ ἐξ Ἑλλήνων πιστεύσαντες θεασάμενοι εἶπον σημαίνειν τὸν σταυρὸν κατὰ τὴν τῶν ἱερογλυφικῶν γραμμάτων ἔννοιαν ζωὴν ἐπερχομένην. Κόσμου ἔτη
69.5.1
Τῆς θείας σαρκώσεως ἔτη τπγʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη ιϛʹ. ιγʹ. Περσῶν βασιλεὺς Οὐαραράνης ἔτη ιαʹ. θʹ. Ῥώμης ἐπίσκοπος Σιρίκιος ἔτη ιεʹ. ιαʹ. Κωνσταντ. ἐπίσκοπος Νεκτάριος ἔτη ιϛʹ. ζʹ. Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη
69.6.1
κεʹ. Ἀλεξανδρείας ἐπίσκοπος Θεόφιλος ἔτη κηʹ. δʹ. Ἀντιοχείας ἐπίσκοπος Μελέτιος ἔτη κεʹ. ιθʹ. Τούτῳ τῷ ἔτει Μάρκελλος, ὁ Ἀπαμείας τῆς Συρίας ἐπίσκοπος, ζήλῳ θείῳ κινούμενος τὰ ἱερὰ τῶν Ἑλλήνων ἐν Ἀπαμείᾳ κατέστρεψε καὶ διὰ τοῦτο ἀνῃρέθη ὑπὸ Ἑλλήνων. Νεκτάριος δὲ ὁ Κωνσταντινουπόλεως ἐκώλυσε τὸν ἐπὶ τῆς μετανοίας πρεσβύτερον διὰ τὸ γεγονὸς 72 ἁμάρτημα ἐν τῇ ἐκκλησίᾳ ὑπό τινος διακόνου εἰς τὴν γυναῖκα τὴν ἐπὶ τῇ μετανοίᾳ σχολάζουσαν. ἐν δὲ Ῥώμῃ καὶ πάσῃ τῇ δύσει ἐπιμελῶς φυλάττεται ἕως τοῦ νῦν, καὶ τόπος ἠφόρισται τοῖς μετανοοῦσιν. Θεοδόσιος ὁ βασιλεὺς νόμον ἔγραψε γυναῖκα εἰς διακονίαν μὴ προβαίνειν, εἰ μὴ ὑπερβῇ τὰ ξʹ ἔτη κατὰ τὸν ἀπόστολον. Εὐνόμιον δὲ ἐξώρισε παρασυναγωγὰς ποιοῦντα καὶ λαοὺς ἀπατῶντα, καὶ ἐν τῇ ἐξορίᾳ ἀπέθανεν. Τῷ δ' αὐτῷ ἔτει Πλακίλλα, ἡ γαμετὴ Θεοδοσίου, ἐκοιμήθη εὐσεβὴς οὖσα καὶ φιλόπτωχος οἰκείαις χερσὶ λωβοῖς καὶ νοσοῦσιν ὑπηρετοῦσα. ταύτης ἀνδριάντα κατέαξαν οἱ Ἀντιοχεῖς καὶ ἔσυραν ἀγανακτοῦντες διὰ τὰ ἐπιτεθέντα δημόσια παρὰ τοῦ βασιλέως τελεῖν αὐτοῖς. οἷς καὶ ὀργισθεὶς σφόδρα πόθῳ τῷ πρὸς Πλακίλλαν τὴν εὐσεβεστάτην ἤμελλε πάντας ἀπολλύειν, εἰ μὴ Φλαβιανός, ὁ ἐπίσκοπος Ἀντιοχείας, ἐλθὼν ὑπὲρ Ἀντιοχέων ἐπρέσβευσεν· Ἰωάννης δὲὁ Χρυσόστομος πρεσβύτερος ὢν Ἀντιοχείας τότε καὶ παρὼν λόγους θαυμαστοὺς πρὸς παραίνεσιν τῶν τολμησάντων κατὰ τῶν βασιλικῶν ἀνδριάντων ἐπεδείξατο. ιδʹ. ιʹ. ιβʹ. ηʹ. κϛʹ. εʹ. κʹ. Τούτῳ τῷ ἔτει ἐπιστρατεύσαντος Θεοδοσίου κατὰ Εὐγενίου τοῦ τυράννου καὶ κατελθόντος ἐν Θεσσαλονίκῃ μετὰ τοῦ στρατοῦ αὐτοῦ καὶ εἰσελθόντος ἐν τῇ πόλει, ἐταράχθη ἡ πόλις διὰ τὰ μητάτα τοῦ στρατοῦ καὶ διὰ πρόφασιν ἡνιόχου καὶ τοῦ παιδὸς τοῦ ἐπάρχου· καὶ ὕβρισαν τὸν βασιλέα καὶ τὸν ἔπαρχον ἐφόνευσαν. τοῦ δὲ βασιλέως μακροθυμήσαντος πρὸς βραχὺ καὶ τὸν λαὸν κατασιγήσαντος, ἱππικὸν γενέσθαι ἐκέλευσεν· καὶ συναχθέντων τῶν λαῶν καὶ τῶν δήμων εἰς τὴν τοῦ ἱππικοῦ θέαν, ἐκέλευσε τὸν στρατὸν τοξεῦσαι αὐτούς· καὶ ἀπέθανον τοῦ λαοῦ χιλιάδες δεκαπέντε. ἐλθόντος δὲ αὐτοῦ ἐν Μεδιολάνῳ, Ἀμβρόσιος ὁ ἐπίσκοπος ἐκώλυσεν αὐτὸν εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν. ἐν δὲ τῇ τοῦ σωτῆρος γενεθλίῳ ἑορτῇ Ῥουφίνῳ μαγίστρῳ εἰς παράκλησιν ἐλθόντι δεινῶς ἐπέπληξεν 73 Ἀμβρόσιος. νόμον δὲ ἐκθεμένου Θεοδοσίου τοῖς καταδικαζομένοις θανάτῳ ἢ δημεύσει προθεσμίαν λʹ ἡμερῶν εἰς διάσκεψιν δίδοσθαι ἐξ ἐπιτροπῆς Ἀμβροσίου, τότε προσεδέξατο αὐτὸν εἰς τὴν ἐκκλησίαν ἔξωθεν τοῦ θυσιαστηρίου, καὶ οὐ κατὰ τὴν προτέραν συνήθειαν ἔσω· ὅθεν καὶ μέχρι νῦν καλῶς ἐκράτησε τὸ ἔθος ἔξω τοῦ θυσιαστηρίου τοὺς βασιλεῖς ἵστασθαι μετὰ τοῦ λαοῦ. Τῷ δ' αὐτῷ ἔτει τοῦ Νείλου ποταμοῦ κατὰ τὸ ἔθος μὴ ἀνελθόντος, ἔχαιρον οἱ Ἕλληνες λέγοντες αἴτιον εἶναι τούτου τὸ κωλυθῆναι θύειν τοῖς θεοῖς αὐτῶν. ὅπερ μαθὼν ὁ εὐσεβὴς βασιλεὺς ἀπεκρίθη·" μὴ γένοιτό ποτε ποταμὸν θυσίαις χαίροντα ἐπὶ τὴν γῆν πλημμυρῆσαι." ὁ δὲ θεὸς τοῦτο ἀποδεξάμενος ἐπὶ τοσοῦτον εὐλόγησε τὴν ἀνάβασιν τοῦ ποταμοῦ, ὥστε πάντας τοὺς κατ' Αἴγυπτον φοβηθῆναι, μὴ καὶ αὐτὴν Ἀλεξάνδρειαν κατακλύσῃ ἡ τοῦ ὕδατος πλημμύρα. Κόσμου ἔτη εωπεʹ. Τῆς θείας σαρκώσεως ἔτη τπεʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη ιϛʹ. ιεʹ. Περσῶν βασιλεὺς Οὐαραράνης ἔτη ιαʹ. ιαʹ. Ῥώμης ἐπίσκοπος Σιρίκιος ἔτη ιεʹ. ιγʹ. Κωνσταντ. ἐπίσκοπος Νεκτάριος ἔτη ιϛʹ. θʹ. Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη
69.7.1
κζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Θεόφιλος ἔτη κηʹ. ϛʹ. Ἀντιοχείας ἐπίσκοπος Μελέτιος ἔτη κεʹ. καʹ. Τούτῳ τῷ ἔτει Θεοδόσιος, ὁ εὐσεβὴς βασιλεύς, Εὐγενίῳ κραταιῶς μαχησάμενος ἐν ταῖς Ἀλπίσι πύλαις ζῶντά τε συλλαβὼν αὐτὸν ἀνεῖλεν. Ἀργαβάστης δὲ διαδρὰς ἑαυτὸν διεχειρίσατο. Τῷ δ' αὐτῷ ἔτει τὰ τῶν προφητῶν Ἀμβακοὺμ καὶ Μιχαίου λείψανα θεόθεν εὑρέθη Ζεβένῳ, τῷ ἐπισκόπῳ Ἐλευθεροπόλεως τῆς Παλαιστίνης χρηματισθέντι, ἐν δυσὶ χωρίοις τῆς περιοικίδος Ἐλευθεροπόλεως. ἐλθόντι δὲ τῷ βασιλεῖ ἐν Ῥώμῃ προσῆλθον αὐτῷ ἐπίσκοποι γνώμῃ Ἰννοκεντίου τοῦ Ῥώμης κατὰ Φλαβιανοῦ ἐπισκόπου Ἀντιοχείας. ὁ δὲ χριστιανικώτατος βασιλεὺς τὰ πρὸς εἰρήνην παραινέσας αὐτοῖς ἥνωσε διὰ ιζʹ ἐτῶν, κελεύσας ἐπισκόπους ἐκ τῆς 74 ἀνατολῆς ἐν Ῥώμῃ εἰς τοῦτο παραγενέσθαι, μεθ' ὧν καὶ Ἀκάκιος ὁ Βεροίας ἐστάλη. πολλὰ δὲ χαρίσματα δέδωκε τῇ Ῥώμῃ Θεοδόσιος, περιελὼν καὶ τὰ γινόμενα ἐν τοῖς μαγκιπίοις ἄτοπα κατὰ τῶν ἐμπιπτόντων ξένων καὶ ἀποκλειομένων ἕως γήρους ἐν τοῖς μύλωσιν, ὁμοίως δὲ καὶ τὴν τῶν μοιχευομένων γυναικῶν ὕβριν ἐν τοῖς πορνείοις, μὴ συγχωρήσας ταύτας ἔτι συγκλείεσθαι καὶ διὰ κώδωνος τὴν πρᾶξιν ἐλέγχεσθαι. ιϛʹ. ιβʹ. ιδʹ. ιʹ. κηʹ. ζʹ. κβʹ. Τούτῳ τῷ ἔτει μετὰ τὴν Εὐγενίου τοῦ τυράννου ἀναίρεσιν καὶ τὴν τῶν πραγμάτων κατάστασιν ἀπῆρεν ἀπὸ Ῥώμης ὁ εὐσεβὴς βασιλεὺς Θεοδόσιος καὶ ἤρχετο ἐπὶ Κωνσταντινούπολιν. ἐλθὼν δὲ ἐν Μεδιολάνῳ ἀρρωστήσας Ὀνώριον τὸν υἱὸν μετεστείλατο καὶ θεασάμενος αὐτὸν ῥᾷον ἔσχεν. ἱπποδρομίαν δὲ ἰδὼν μετὰ τὸ ἄριστον κακῶς διετέθη ἀθρόως, καὶ μὴ ἰσχύσας τῇ δείλῃ ἀνελθεῖν τῷ υἱῷ ἐκέλευσε ταύτην πληρῶσαι· καὶ τῇ ἐπελθούσῃ νυκτὶ ἐκοιμήθη ἐν κυρίῳ ὑπάρχων ἐτῶν ξʹ, βασιλεύσας ἔτη ιϛʹ, καταλείψας βασιλεῖς τοὺς δύο αὐτοῦ υἱούς, Ἀρκάδιον μὲν τὸν πρεσβύτερον τῆς ἑῴας, Ὀνώριον δὲ τῶν ἑσπερίων. τὸ δὲ σῶμα αὐτοῦ μετήνεγκεν Ἀρκάδιος ἐν Κωνσταντινουπόλει καὶ ἔθαψεν εἰς τοὺς ἁγίους ἀποστόλους. Ῥωμαίων βασιλεὺς Ἀρκάδιος, υἱὸς Θεοδοσίου, ἔτη ιδʹ. Περσῶν βασιλεὺς Ἰσδιγέρδης ἔτη καʹ. αʹ.
69.8.1
ιεʹ. ιαʹ. κθʹ. ηʹ. κγʹ. Τούτῳ τῷ ἔτει Ἀρκάδιος αὐτοκράτωρ ἀναδειχθεὶς τὸν μέγαν ἔμβολον ἄντικρυς τοῦ πραιτωρίου ἔκτισεν. Ῥώμης ἐπίσκοπος ληʹ Ἀναστάσιος ἔτη γʹ.
69.9.1
βʹ. αʹ. ιβʹ. λʹ. θʹ. κδʹ. γʹ. γʹ. βʹ. ιγʹ. λαʹ. ιʹ. κεʹ. 75 Κόσμου ἔτη εωϟʹ. Τῆς θείας σαρκώσεως ἔτη τϟʹ. Ῥωμαίων βασιλεὺς Ἀρκάδιος ἔτη ιδʹ. δʹ. Περσῶν βασιλεὺς Ἰσδιγέρδης ἔτη καʹ. δʹ. Ῥώμης ἐπίσκοπος Ἰννοκέντιος ἔτη ιεʹ. αʹ. Κωνσταντ. ἐπίσκοπος Νεκτάριος ἔτη ιϛʹ. ιδʹ. Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη λεʹ. λβʹ. Ἀλεξανδρείας ἐπίσκοπος Θεόφιλος ἔτη κηʹ. ιαʹ. Ἀντιοχείας ἐπίσκοπος Φλαβιανὸς ἔτη
69.10.1
αʹ. Τούτῳ τῷ ἔτει μετετέθη τὰ λείψανα τοῦ ἁγίου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου ἐν Ἀλεξανδρείᾳ πρὸ ἓξ καλανδῶν Ἰουλίου, μηνὶ Παυνὶ βʹ. εʹ. εʹ.
69.11.1
ιεʹ. λγʹ. ιβʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐκάη Ἀνατόλιος ὁ λαμπρότατος ἐν Ἀλεξανδρείᾳ. Ἀρκάδιος δὲ ὁ βασιλεὺς ἐποίησεν ἴδιον ἀριθμὸν ἐν Κωνσταντινουπόλει, οὓς ἐκάλεσεν Ἀρκαδιακούς. ϛʹ. ϛʹ. γʹ. ιϛʹ. λδʹ. ιγʹ. γʹ. Τούτῳ τῷ ἔτει Νεκτάριος, ὁ ἐπίσκοπος Κωνσταντινουπόλεως, ἐκοιμήθη. Θεόφιλος δέ, ὁ Ἀλεξανδρείας ἐπίσκοπος, παρὼν ἐσπούδασε κωλῦσαι τὴν Ἰωάννου τοῦ Χρυσοστόμου ψῆφον, Ἰσίδωρόν τινα ἴδιον πρεσβύτερον μαρτυρῶν ἐπίσκοπον τῆς βασιλίδος διακονήσαντα αὐτῷ, ἡνίκα Θεοδόσιος πρὸς Μάξιμον τὸν τύραννον ἐπολέμει, δισσὰς ἐπιστολὰς καὶ δῶρα ὑπ' αὐτοῦ ἐγχειρισθείς. ὁ δὲ βασιλεὺς καὶ πᾶσα ἡ πόλις τὸν Ἰωάννην ἀπὸ Ἀντιοχείας ὑπ' αὐτοῦ ἐπὶ τοῦτο προσκληθέντα χειροτονηθῆναι εὐδόκησαν. ἦν δὲ Ἰωάννης τῶν περιφανεστάτων Ἀντιοχείας, Σεκούνδου πατρὸς καὶ μητρὸς Ἀνθούσης. οὗτος ἐλλογιμώτατος σφόδρα τυγχάνων ἐκ θείας τὸ πλεῖστον χάριτος καὶ τοῖς δεινοτάτοις τῶν Ἑλλήνων σοφισταῖς ἐθαυμάζετο· ὅθεν Λιβάνιος περὶ τὸν θάνατον ἐρωτηθεὶς ὑπὸ τῶν φοιτητῶν, τίς ἄρα διαδέξοιτο τὴν διατριβὴν μετ' αὐτόν, ἔφη·" Ἰωάννην ἔλεγον, εἰ μὴ τοῦτον ἡμῶν οἱ Χριστιανοὶ ἀπεσύλησαν." τὰς μέντοι θείας γραφὰς ὁ Χρυσόστομος παρὰ Καρτερίῳ τινὶ ἡγουμένῳ μοναστηρίου ἐπαιδεύθη, τὰ δὲ ἐγκύκλια παρὰ Λιβανίῳ τῷ προειρημένῳ. 76 Τῷ δ' αὐτῷ ἔτει ἐτέχθη τῷ βασιλεῖ Ἀρκαδίῳ υἱὸς ἐξ Εὐδοξίας τῆς Αὐγούστης Θεοδόσιος ὁ μικρός, ὃν ἐδέξατο Ἰωάννης ἐν τῷ βαπτίσματι ὁ Χρυσόστομος. Κωνσταντινουπόλεως ἐπίσκοπος Ἰωάννης ὁ Χρυσόστομος ἔτη ϛʹ. ζʹ. ζʹ.
69.12.1
αʹ. λεʹ. ιδʹ. δʹ. Τῷ ἑβδόμῳ ἔτει Ἀρκαδίου γεννᾶται υἱὸς αὐτῷ Θεοδόσιος ὁ μικρὸς ἐξ Εὐδοξίας. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη ιϛʹ. ηʹ. ηʹ. εʹ. βʹ. αʹ. ιεʹ. εʹ. Τούτῳ τῷ ἔτει Γαϊνᾶς ἐτυράννησε κατὰ Ἀρκαδίου καὶ πολλὰ κακὰ τῷ Βυζαντίῳ ἐπεδείξατο. ὅρκους δὲ λαβὼν παρὰ Ἀρκαδίου καὶ δοὺς ἐν τῷ ναῷ τῆς ἁγίας Εὐφημίας ἐν Χαλκηδόνι, τούτους παρέβη καὶ πλείονα δράσας κακὰ εἰσῆλθεν ἐν τῇ πόλει χωρήσας πρὸς ἁρπαγὰς καὶ ἑτέρας ἀτοπίας. οὗτος ἐξελθὼν εἰς τὴν Χερρόνησον τῆς Θρᾴκης σχεδίας ποιήσας κατεσκεύασεν, ἵνα πρὸς τὴν Ἀσίαν διαπεράσας τὰς ἀνατολικὰς πόλεις χειρώσηται. ἔνθα πολέμου σφοδροῦ συρραγέντος κατά τε γῆν καὶ θάλασσαν, ἀπώλετο σὺν τῷ στρατεύματι. θʹ. θʹ. ϛʹ. γʹ. βʹ. ιϛʹ. ϛʹ. Τούτῳ τῷ ἔτει Ὀνώριος ἐν Ῥώμῃ ταραχὰς καὶ στάσεις ἐκίνησεν. ἐπὶ σμικροῖς γάρ τισι πράγμασι κινηθεὶς πρὸς τοὺς πολίτας καὶ μὴ κατασχὼν τῆς ὀργῆς εἰς Ῥάβενναν μεθίσταται, πόλιν τῆς Ἰταλίας παράλιον. πέμψας δέ τινα τῶν παραδυναστευόντων αὐτῷ βάρβαρον τὸ γένος Γάλλον μετὰ πλήθους στρατοῦ ἐκέλευσε πραιδεῦσαι καὶ λυπῆσαι τοὺς εἰς αὐτὸν ἁμαρτήσαντας· ὑφ' οὗ μικροῦ δεῖν ἡ Ῥώμη πολιορκουμένη διεφθάρη πᾶσα. ὁ δὲ Ἀλάριχος παρέθετο ἑαυτὸν τοῖς συγκλητικοῖς τῆς πόλεως καὶ πάντα τὰ χρήματα τοῦ παλατίου λαβὼν καὶ τὴν ἀδελφὴν Ὀνωρίου ἀπὸ πατρὸς Πλακιδίαν, μικρὰν οὖσαν παρθένον, πρὸς τὸ οἰκεῖον ἔθνος ἀπῆλθεν εἰς τὰς Γαλλίας. Κωνστάντιος δέ τις κόμης ὢν μετὰ Ἀλαρίχου, πιστευθεὶς τὴν κόρην Πλακιδίαν ἔλαβεν αὐτὴν καὶ φυγὼν ἤγαγεν αὐτὴν πρὸς τὸν βασιλέα Ὀνώριον. καὶ ἀποδεξάμενος ὁ βασιλεὺς τὸν Κωνστάντιον ἐποίησεν αὐτὸν συγκλητικόν. μετ' ὀλίγον δὲ χρόνον ἔδωκεν 77 αὐτῷ τὴν κόρην πρὸς γάμον καὶ ἀνηγόρευσεν αὐτὸν βασιλέα· ἐξ ἧς ἔσχεν υἱόν, ὃν ἐκάλεσεν Οὐαλεντινιανὸν νέον. καὶ ἀγωνισάμενος Κωνστάντιος σὺν Ὀνωρίῳ ἀνεῖλεν ἐν Ῥώμῃ τοὺς τυράννους· καὶἐδήμευσαν τοὺς οἴκους αὐτῶν καὶ εἰρήνευσαν τὴν πόλιν. Ἰωάννης δέ, ὁ μέγας διδάσκαλος, κατεφώτισεν οὐ μόνον τὴν ἐκκλησίαν Κωνσταντινουπόλεως, ἀλλὰ καὶ Θρᾴκης καὶ Ἀσίας καὶ Πόντου, ὥστε καὶ πρὸ τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου τῶν ἐκκλησιῶν τούτων ὁ Κωνσταντινουπόλεως ἦρχεν. Μακεδονιανὸς δέ τις διὰ τῆς τοῦ πατρὸς διδασκαλίας προσῆλθε τῇ ἐκκλησίᾳ· παραινέσας δὲ καὶ τῇ ἰδίᾳ γυναικὶ ἐπιστρέψαι καὶ κοινωνῆσαι μόλις ἔπεισεν. ἡ δὲ κοινωνίαν δοῦσα τῇ ἰδίᾳ παιδίσκῃ ἐκ τῶν Μακεδονιανῶν ἐκέλευσεν ἔχειν μεθ' ἑαυτῆς. καὶ δὴ προσελθοῦσα τῷ Χρυσοστόμῳ καὶ δεξαμένη τὴν κοινωνίαν ἐκ τῶν ἁγίων αὐτοῦ χειρῶν, ὑποκριθεῖσα ταύτην μεταλαμβάνειν ἐσχάτως ἀπέδωκε ταύτην τῇ παιδίσκῃ, καὶ λαβοῦσα τὴν τῶν Μακεδονιανῶν προσάγει τῷ στόματι καὶ εὗρεν αὐτὴν λίθον γεγονυῖαν· καὶ φρίξασα προσῆλθεν ὑπότρομος τοῖς ποσὶν Ἰωάννου ἐξαγορεύουσα τὸ τόλμημα καὶ εἰλικρινῶς προσερχομένη τῇ ἐκκλησίᾳ· ὁ δὲ λίθος ἐν τῷ σκευοφυλακίῳ ἀπετέθη φυλάττεσθαι. ἡ δὲ τοῦ Χρυσοστόμου ἐπιστολή, ἡ πρὸς Θεόδωρον Μομψουεστίας, οὐχὶ πρὸς τὸν πρῶτον, ἀλλὰ πρὸς τὸν ἔσχατον γενόμενόν ἐστιν. Ἀρσένιος ὁ μέγας κατὰ κόσμον γεγονὼς καὶ πάντων καταφρονήσας τὴν θείαν φιλοσοφίαν ἐν Αἰγύπτῳ μετήρχετο, βίῳ καὶ λόγῳ καὶ θαύμασι διαλάμπων ἐν τῷ μοναχικῷ τάγματι. Τῷ δ' αὐτῷ ἔτει Ἀρκάδιος ἔστησε τὸν κίονα τοῦ Ξηρολόφου, καὶ τὴν Ἀρκαδιούπολιν ἔκτισε τῆς Θρᾴκης. Κόσμου ἔτη εωϟϛʹ. Τῆς θείας σαρκώσεως ἔτη
69.13.1
Ῥωμαίων βασιλεὺς Ἀρκάδιος ἔτη ιδʹ. ιʹ. Περσῶν βασιλεὺς Ἰσδιγέρδης ἔτη καʹ. ιʹ. Ῥώμης ἐπίσκοπος Ἰννοκέντιος ἔτη ιεʹ. ζʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ϛʹ. δʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη ιϛʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Θεόφιλος ἔτη
69.14.1
ιζʹ. Ἀντιοχείας ἐπίσκοπος Φλαβιανὸς ἔτη κβʹ. ζʹ. Τούτῳ τῷ ἔτει Ἰωάννης ὁ Χρυσόστομος πολὺς ἦν ἐν βίῳ καὶ 78 λόγῳ καὶ θείοις χαρίσμασι διαλάμπων καὶ ἀκριβὴς περὶ πᾶσαν ἀρετήν. τοῦτον ἠγάπα πᾶς ὁ λαὸς οἰκοδομούμενος σφόδρα ταῖς διδασκαλίαις αὐτοῦ, οἱ δὲ ζῶντες ἀσώτως ἀπεστρέφοντο αὐτόν· οἳ καὶ εἰς τὸν κατ' αὐτοῦ πόλεμον συνήργησαν. ἐν οἷς συνέβη καὶ τὰ κατὰ Εὐτρόπιον τὸν εὐνοῦχον, ἔτι δὲ καὶ ἡ φιλονεικία Σευηριανοῦ τοῦ Γαβάλων πρὸς Σαραπίωνα τὸν ἀρχιδιάκονον Ἰωάννου, καὶ τὸ τῶν Μακρῶν, τῶν ἐξ Αἰγύπτου φυγόντων διὰ Θεόφιλον, καὶ τὰ παρὰ Θεοφίλου πρὸς Ἐπιφάνιον γράμματα· ἐξ ὧν ἁπάντων ὁ θεράπων τοῦ θεοῦ Ἰωάννης ἐπεβουλεύετο. Ἐπιφάνιος δὲ ὁ Κύπρου ἐλθὼν ἐν τῷ Ἑβδόμῳ χειροτονίας καὶ συνάξεις παρὰ τὴν Ἰωάννου γνώμην ἐποίησεν. τοῦ δὲ Ἰωάννου τοῦτο παρορῶντος διὰ τὴν θείαν ἀγάπην καὶ μᾶλλον προτρεψαμένου τὸν Ἐπιφάνιον ἐν τῷ ἐπισκοπείῳ συμμεῖναι αὐτῷ, οὐχ εἵλατο προκαταληφθεὶς ταῖς διαβολαῖς Θεοφίλου ταῖς κατὰ τοῦ μακαρίου Ἰωάννου. ιαʹ. ιαʹ. ηʹ. εʹ. δʹ. ιηʹ. ηʹ. Τούτῳ τῷ ἔτει Ἰωάννης ὁ Χρυσόστομος λόγον κατὰ γυναικῶν πονηρῶν ἐποίησεν, ὃν οἱ δυσμενεῖς καὶ τῆς ἀληθείας ἐχθροὶ τὴν Εὐδοξίαν παρώξυναν λέγοντες κατ' αὐτῆς εἰρῆσθαι τὸν λόγον. ἡ δὲ πρὸς Ἀρκάδιον δεινὰ πεπονθέναι παρὰ Ἰωάννου λέγουσα τοῦτον παρεσκεύασε μετασταλῆναι Θεόφιλον πρόδηλον ὄντα τοῦ Ἰωάννου ἐχθρόν· ὃς παραγενόμενος ἐν τῇ Δρυΐ, τῇ νῦν Ῥουφινιαναῖς λεγομένῃ, τὴν κατὰ Ἰωάννου ἐπιβουλὴν εἰργάσατο· καὶ τοῦτον τῆς πόλεως ἐξέβαλον. τοῦτο δὲ γνοὺς ὁ λαὸς στάσιν μεγάλην ἐποίησε μὴ συγχωρῶν ἐκβληθῆναι τὸν Ἰωάννην. ἐν οἷς καὶ Εὐδοξία τοῖς ὀδυρμοῖς τοῦ λαοῦ ἐπικαμφθεῖσα παρεκάλεσεν Ἀρκάδιον τὸν βασιλέα, καὶ πέμψας Βρίσωνα εὐνοῦχον ἀπὸ Πραινέτου τὸν Ἰωάννην ἀνέκαμψεν. ὁ δὲ πρὸ δοκιμασίας συνόδου εἰσελθεῖν οὐκ ἠνέσχετο, εἰς προάστειον δὲ κατὰ τὸν Ἀνάπλουν διέτριβεν. ὁ δὲ λαὸς καταβοῶν τῶν βασιλέων εἰσαγαγεῖν τὸν Ἰωάννην ἠνάγκασε καὶ τῷ θρόνῳ ἐγκαταστῆσαι· ὥστε Θεόφιλον καὶ τοὺς σὺν αὐτῷ φοβηθέντας φυγεῖν ἐκ τῆς πόλεως. τότε ξʹ ἐπίσκοποι συνελθόντες ἄκυρα πάντα τὰ κατὰ 79 τοῦ θείου Ἰωάννου παρὰ Θεοφίλου καὶ τῶν σὺν αὐτῷ ἐκύρωσαν δικαίως. ιβʹ. ιβʹ. θʹ. ϛʹ. εʹ. ιθʹ. θʹ. Τούτῳ τῷ ἔτει ἡ βασίλισσα Εὐδοξία ἀργυρέαν στήλην ἰδίαν ποιήσασα ἔστησεν ἐν τόπῳ λεγομένῳ τὰ Πιττάκια πλησίον τῆς ἁγίας Εἰρήνης. ὁ δὲ τῆς πόλεως ἔπαρχος, Μανιχαῖος καὶ ἑλληνόφρων ὤν, κρότους καὶ χοροὺς καὶ ὀρχήσεις ἐνώπιον τῆς στήλης ἐπιτελῶν θορύβους τε ποιῶν ἐλύπει τὸν Ἰωάννην, μὴ συγχωρῶν αὐτὸν ἡσύχως τὰς θείας λειτουργίας ἐπιτελεῖν· πολλάκις γὰρ ἔφυρε τοὺς ψάλλοντας. ὁ δὲ ἱερὸς Ἰωάννης ἐπηνέχθη τούτῳ διὰ τοῦ λόγου. αὐτὸς δὲ τὴν Εὐδοξίαν κατὰ τοῦ Ἰωάννου διήγειρεν ὡς δυσχεραίνοντος ἐπὶ τῇ τιμῇ τῆς στήλης αὐτῆς. καὶ λοιπὸν πάλιν μῖσος κατὰ Ἰωάννου, πάλιν ὀργή. αὐτὸς δὲ τότε τὸν λόγον ἐπεδείξατο, οὗ ἡ ἀρχή·" πάλιν Ἡρωδιὰς μαίνεται." τότε ἔχθρα τελεία τῆς βασιλίσσης κατ' αὐτοῦ ἐκινήθη, καὶ πάλιν καθαίρεσις καὶ ἐξορία. ὁ δὲ λαὸς τὴν ἐκκλησίαν ἐνέπρησεν· πολλοί τε ὑπὲρ Ἰωάννου ἐκινδύνευσαν. Ἰωάννης δὲ ἐξηλάθη τῆς πόλεως καὶ ἐξωρίσθη εἰς Κουκουσόν, ἐκεῖθέν τε μετηνέχθη εἰς Πιτυοῦντα. γενόμενος δὲ ἐν Κομάνοις κατὰ πάροδον τῆς Ἀρμενίας ἐτελειώθη ἐν κυρίῳ. τούτου δὲ ἐξορισθέντος Ἀρσάκιος ἐχειροτονήθη, ὁ ἀδελφὸς Νεκταρίου τοῦ πρὸ τοῦ Χρυσοστόμου. Ἰννοκέντιος δὲ ὁ Ῥώμης καὶ Φλαβιανὸς Ἀντιοχείας οὐκ ἐκοινώνησαν τῇ ἐκβολῇ Ἰωάννου, ἀλλὰ διὰ γραμμάτων τὸν κλῆρον τῆς πόλεως παρεμυθήσαντο καὶ ἐδυσχέραινον ἐπὶ τοῖς τολμήμασιν. Ἐπιφάνιος δὲ ἐπὶ Κύπρον ἀπέπλευσεν, τοῦ θεοῦ, ὡς ἔοικεν, τὴν μετάστασιν αὐτοῦ προμηνύσαντος. φασὶ δὲ ὅτι καὶ Ἰωάννῃ τὴν ἐν τῇ ἐξορίᾳ τελευτὴν ἐδήλωσεν, καὶ Ἰωάννης Ἐπιφανίῳ τὴν ἐν τῷ πλοίῳ. Ἐπιφάνιος τοῖς προπέμπουσιν εἶπεν·" σπεύδω ἐγώ, ἀφίημι δὲ ὑμῖν τὰ βιβλία τὴν πόλιν καὶ τὴν ὑπόκρισιν." Τῷ δ' αὐτῷ ἔτει τελευτᾷ καὶ ἡ Εὐδοξίᾳ. Κωνσταντινουπόλεως ἐπίσκοπος Ἀρσάκιος ἔτη βʹ. ιγʹ. ιγʹ. ιʹ.
69.15.1
ϛʹ. κʹ. ιʹ. Τούτῳ τῷ ἔτει Ἀρκάδιος ὁ βασιλεὺς γενόμενος ἐν Καρύᾳ, ἐν ᾗ καὶ τὸν ἅγιον μάρτυρα Ἀκάκιον λέγουσι παθεῖν, εὐξάμενός τε 80 καὶ ἐξελθὼν ἐκ τοῦ ναοῦ, εὐθέως ὁ μέγιστος οἶκος ὁ ἐν τῇ Καρύᾳ κατέπεσεν. τὸ δὲ πλῆθος σωθὲν τῇ εὐχῇ τοῦ βασιλέως τὴν σωτηρίαν ἐπέγραψεν. ιδʹ. ιδʹ. ιαʹ. βʹ. ζʹ. καʹ. ιαʹ. Τούτῳ τῷ ἔτει ἐν Ῥώμῃ ἐμυκήθη ἡ γῆ ἐπὶ ἡμέρας ζʹ. καὶ ἐσφάγη Στιλίχων ὁ λαμπρότατος ἐν Ῥαβέννῃ, καὶ ἄλλοι δὲ δυνάσται. αὐτῷ δὲ τῷ ἔτει Ἀρκάδιος ἐτελεύτησε πρὸ ιαʹ καλανδῶν Σεπτεμβρίου. Τὸν δὲ νέον Θεοδόσιον μικρότατον ὄντα καὶ ἀπερίστατον κατανοήσας Ἀρκάδιος ὁ πατήρ, καὶ δείσας, μὴ ἀπό τινος ἐπιβουλευθῇ, βασιλέα αὐτὸν ἀναγορεύσας κουράτορα αὐτοῦ κατὰ διαθήκας κατέστησεν Ἰσδιγέρδην, τὸν τῶν Περσῶν βασιλέα. Ἰσδιγέρδης δέ, ὁ τῶν Περσῶν βασιλεύς, τὴν Ἀρκαδίου διαθήκην δεξάμενος εἰρήνῃ ἀφθόνῳ πρὸς Ῥωμαίους χρησάμενος Θεοδοσίῳ τὴν βασιλείαν διεσώσατο· καὶ Ἀντίοχόν τινα θαυμαστόν τε καὶ λογιώτατον ἐπίτροπόν τε καὶ παιδαγωγὸν ἀποστείλας γράφει τῇ συγκλήτῳ Ῥωμαίων τάδε· Ἀρκαδίου κοιμηθέντος κἀμὲ κουράτορα τοῦ παιδὸς καταστήσαντος, τὸν ἀναπληροῦντα τὸν ἐμὸν τόπον ἀπέστειλα. μή τις οὖν εἰς ἐπιβουλὴν τοῦ παιδὸς ἐπιχειρήσῃ, ἵνα μὴ πόλεμον ἄσπονδον κατὰ Ῥωμαίων ἀνακαινίσω. ὁ δὲ Ἀντίοχος ἐλθὼν ἦν σὺν τῷ βασιλεῖ· ὑπὸ δὲ τῷ αὐτοῦ θείῳ Ὀνωρίῳ καὶ Πουλχερίᾳ τῇ ἀδελφῇ αὐτοῦ τὰ Χριστιανῶν ἐπιστημόνως ἐπαιδεύετο. καὶ ἦν εἰρήνη ἀναμεταξὺ Ῥωμαίων καὶ Περσῶν, μάλιστα τοῦ Ἀντιόχου πολλὰ ὑπὲρ Χριστιανῶν γράφοντος· καὶ οὕτως ἐπλατύνθη ἐν Περσίδι ὁ χριστιανισμός, Μαρουθᾶ, τοῦ ἐπισκόπου Μεσοποταμίας, μεσιτεύοντος. Κόσμου ἔτη
69.16.1
Τῆς θείας σαρκώσεως ἔτη υαʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη μβʹ. αʹ. Περσῶν βασιλεὺς Ἰσδιγέρδης ἔτη καʹ. ιεʹ. Ῥώμης ἐπίσκοπος Ἰννοκέντιος ἔτη ιεʹ. ιβʹ. Κωνσταντ. ἐπίσκοπος Ἀττικὸς ἔτη κʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη ιϛʹ.
69.17.1
Ἀλεξανδρείας ἐπίσκοπος Θεόφιλος ἔτη κηʹ. κβʹ. Ἀντιοχείας ἐπίσκοπος Φλαβιανὸς ἔτη κβʹ. ιβʹ. Τούτῳ τῷ ἔτει Ἀρκαδίου τοῦ βασιλέως τελευτήσαντος, ὃς ἐβα81 σίλευσε μετὰ τὴν τελευτὴν Θεοδοσίου τοῦ πατρὸς ἔτη ιδʹ, μῆνας γʹ, ἡμέρας ιδʹ, συμβασιλεύσας καὶ τῷ πατρὶ αὐτοῦ ἔτη ιβʹ, κατέλιπε Θεοδόσιον τὸν υἱὸν αὐτοῦ βασιλέα ἐτῶν ηʹ ὄντα, συμβασιλεύσαντα δὲ τῷ πατρὶ Ἀρκαδίῳ ἔτη ϛʹ. Θεοδοσίου δὲ αὐτοκράτορος γενομένου, Πουλχερία, ἡ τούτου ἀδελφή, παρθένος δέκα καὶ πέντε ἐτῶν οὖσα τὴν βασιλείαν σὺν θεῷ καλῶς διῴκει. εἶχε δὲ καὶ ἄλλας δύο ἀδελφάς, Ἀρκαδίαν καὶ Μαρίναν· καὶ ταύτας παρθενεύειν ἡ Πουλχερία ἔπεισεν. Θεοδόσιον δὲ τὸν ἀδελφὸν ἐπαίδευσε σοφωτάτη τυγχάνουσα καὶ θεῖον νοῦν κεκτημένη. τὸν δὲ ἀδελφὸν Θεοδόσιον πρὸ πάντων μὲν εἰς τὴν κατὰ θεὸν εὐσέβειαν, ἔπειτα δὲ καὶ εἰς ἦθος καὶ λόγον καὶ βάδισμα καὶ γέλωτα καὶ στολὴν καὶ καθέδραν καὶ στάσιν βασιλικῶς ἐξεπαίδευσεν. πολλὰς δὲ ἐκκλησίας καὶ πτωχεῖα ξενῶνάς τε καὶ μοναστήρια κτίσασα πᾶσι καὶ τὰς ἁρμοδίους προσόδους βασιλικῶς ἀπένειμεν. ὁ δὲ Σωζομενός φησι περὶ αὐτῆς, ὅτι καὶ θείας ἐμφανείας ἠξιοῦτο. βʹ. ιϛʹ. ιγʹ. βʹ θʹ. κγʹ. ιγʹ. Τούτῳ τῷ ἔτει Ἀττικός, ἐπίσκοπος Κωνσταντινουπόλεως, Ἰουδαῖόντινα παραλυτικὸν νουθετήσας, πείσας τε καὶ βαπτίσας ὑγιῆ ἐκ τῆς κολυμβήθρας ἀνήγαγεν. κατὰ θεὸν γὰρ λέγεται βεβιωκέναι. γʹ. ιζʹ. ιδʹ. γʹ. ιʹ. κδʹ. ιδʹ. Τούτῳ τῷ ἔτει Ῥώμη παρελήφθη ὑπὸ Ἀλαρίχου πρὸ θʹ καλανδῶν Σεπτεμβρίου· καὶ μεθ' ἡμέρας ὀλίγας Κωνσταντῖνος ὁ λαμπρότατος ἐσφάγη καὶ ἄλλοι πολλοί. δʹ. ιηʹ. ιεʹ. δʹ. ιαʹ. κεʹ.
69.18.1
Τούτῳ τῷ ἔτει ἐσφάγησαν ἐν Γαλλίαις Ἰοβιανὸς καὶ Σεβαστιανὸς οἱ λαμπρότατοι. καὶ ἦλθον αἱ κεφαλαὶ αὐτῶν ἐν Ῥώμῃ, καὶ μεθ' ἡμέρας ιεʹ ἐσφάγησαν Σαλούστιος καὶ Ἡρακλειανός. Ῥώμης ἐπίσκοπος Ζώσιμος ἔτη ηʹ. εʹ. ιθʹ. αʹ. εʹ. ιβʹ. κϛʹ. ιϛʹ. Τούτῳ τῷ ἔτει οἱ Ἰουδαῖοι ἐν Ἀλεξανδρείᾳ κακὰ πολλὰ Χριστιανοῖς ἐνεδείξαντο. συνθέμενοι γὰρ πρὸς ἀλλήλους φορεῖν δακτύλιον ἀπὸ φοίνικος, τῇ νυκτὶ βοᾷν παρεσκεύασαν κήρυκας, ὅτι ἡ ἐκκλησία ἐνεπρήσθη. τῶν δὲ Χριστιανῶν συνδραμόντων, τούτους 82 οἱ Ἰουδαῖοι κατέσφαζον. τοῦ δὲ δράματος φωραθέντος, οἱ Χριστιανοὶ ἄρχοντες τούτους τῆς Ἀλεξανδρείας ἐξήλασαν καὶ τὰς ὑποστάσεις αὐτῶν ἐδήμευσαν. Τῷ δ' αὐτῷ ἔτει Ἀντίοχος ὁ Πέρσης ἐκποδὼν γέγονεν, καὶ ἡ μακαρία Πουλχερία τελείως τῶν πραγμάτων ἐκράτησεν. Κόσμου ἔτη εϠϛʹ. Τῆς θείας σαρκώσεως ἔτη υϛʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη μβʹ. ϛʹ. Περσῶν βασιλεὺς Ἰσδιγέρδης ἔτη καʹ. κʹ. Ῥώμης ἐπίσκοπος Ζώσιμος ἔτη ηʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Ἀττικὸς ἔτη κʹ. ϛʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη ιϛʹ. ιγʹ. Ἀλεξανδρείας ἐπίσκοπος Θεόφιλος ἔτη κηʹ. κζʹ. Ἀντιοχείας ἐπίσκοπος Φλαβιανὸς ἔτη κβʹ. ιζʹ. Τούτῳ τῷ ἔτει Ὑπατίαν τὴν φιλόσοφον, θυγατέρα Θέωνος τοῦ φιλοσόφου, βιαίῳ θανάτῳ τινὲς ἀνεῖλον. Τῷ δ' αὐτῷ ἔτει Ἰσδιγέρδης, ὁ τῶν Περσῶν βασιλεύς, πρότερον Μαρουθᾶ, τοῦ ἐπισκόπου Μεσοποταμίας, ταῖς παραινέσεσι πειθόμενος καὶ Ἀβδαᾶ, τοῦ τῆς βασιλευούσης ἐν Περσίδι πόλεως ἐπισκόπου, εἰς ἄκρον θεοσεβὴς γέγονεν, ὥστε ἔμελλε σχεδὸν βαπτίζεσθαι διὰ τὰς θαυματουργίας τοῦ Μαρουθᾶ, καὶ τοὺς μάγους ὡς ἀπατεῶνας ἐκόλαζεν. τῷ δὲ κʹ ἔτει ὑπὸ τῶν μάγων ἀπατηθεὶς μέγαν κατὰ τῶν ἐν Περσίδι Χριστιανῶν διωγμὸν ἀνεκίνησεν· τῷ δὲ καʹ ἔτει τετελεύτηκεν. αἰτία δὲ τοῦ διωγμοῦ αὕτη γέγονεν· Ἀβδαᾶς, ὁ τῆς βασιλευούσης ἐν Περσίδι ἐπίσκοπος, ζήλῳ μὲν θεοῦ φερόμενος, οὐκ εἰς δέον δὲ τῷ ζήλῳ χρησάμενος τὸν ναὸν τοῦ Πυρὸς ἐνέπρησεν. τοῦτο δὲ γνοὺς ὁ βασιλεὺς τὰς ἐν Περσίδι ἐκκλησίας καταλυθῆναι προσέταξε καὶ τὸν Ἀβδαᾶν διαφόροις κολάσεσιν ἐτιμωρήσατο. τοῦ δὲ διωγμοῦ ἐπὶ εʹ χρόνους κρατήσαντος, πολλοὶ μάρτυρες καὶ ἀναρίθμητοι ἀνεδείχθησαν· οἱ γὰρ μάγοι κατὰ πόλεις καὶ κώμας ἐπιμελῶς ἐθήρευον τοὺς λανθάνοντας. ἄλλοι δὲ καὶ αὐτομάτως ἑαυτοὺς κατεμήνυον, ὥστε μὴ σιγῇ δόξαι τὸν Χριστὸν ἀπαρνεῖσθαι. ἀφειδῶς δὲ 83 τῶν Χριστιανῶν κτεινομένων, πλεῖστοι καὶ ἐν αὐτοῖς τοῖς βασιλείοις ἀνῃρέθησαν. πολλοὶ δὲ καὶ τοῖς Ῥωμαίοις προσέφυγον. ζʹ. καʹ. γʹ. ζʹ. ιδʹ. κηʹ. ιηʹ. Τούτῳ τῷ ἔτει Θεόφιλος, ἐπίσκοπος Ἀλεξανδρείας, ἀπεβίω, καὶ Κύριλλος, ἀνεψιὸς αὐτοῦ, ἀντ' αὐτοῦ προεχειρίσθη. Τῷ δ' αὐτῷ ἔτει ἤνθει ταῖς διδασκαλίαις Ἡσύχιος, πρεσβύτερος Ἱεροσολύμων. Περσῶν βασιλεὺς Οὐαραράνης ἔτη κʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κύριλλος ἔτη λβʹ. ηʹ. αʹ. δʹ. ηʹ. ιεʹ. αʹ. ιθʹ. Τούτῳ τῷ ἔτει Ἰουδαῖοι εἰς τὸ Ἰμμὸν παιδίον Χριστιανὸνσυλλαβόντες, ὡς παίζοντες δῆθεν καὶ τὸν σταυρὸν διασύροντες, τὸν αὐτὸν παῖδα ἐκρέμασαν ἐπὶ ξύλου ἀνελόντες βασάνοις. τοῦτο γνοὺς ὁ βασιλεὺς Ἰουδαίους πρεπόντως ἐκόλασεν. θʹ. βʹ. εʹ. θʹ. ιϛʹ. βʹ. κʹ. ιʹ. γʹ. ϛʹ. ιʹ. γʹ.
69.19.1
Ἱεροσολύμων ἐπίσκοπος Πραΰλιος ἔτη κʹ. ιαʹ. δʹ. ζʹ. ιαʹ. αʹ. δʹ. κβʹ. Τούτῳ τῷ ἔτει Λεοντίου τοῦ φιλοσόφου θυγατέρα Ἀθηναΐδα λεγομένην ἐβάπτισεν Ἀττικὸς καὶ Εὐδοκίαν μετωνόμασεν, ἥτις κατὰ γνώμην Πουλχερίας γημᾶται Θεοδοσίῳ, κάλλει σώματος καὶ συνέσει ψυχῆς καὶ ἐν λόγοις διαπρέπουσα. Τῷ δ' αὐτῷ ἔτει ἐγεννήθη Οὐαλεντινιανός, ὁ υἱὸς Κωνσταντίου καὶ Γάλλας Πλακιδίας ἐν Ῥαβέννῃ. Κόσμου ἔτη
69.20.1
Τῆς θείας σαρκώσεως ἔτη υιβʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη μβʹ. ιβʹ. Περσῶν βασιλεὺς Οὐαραράνης ἔτη κʹ. εʹ. Ῥώμης ἐπίσκοπος Ζώσιμος ἔτη ηʹ. ηʹ. Κωνσταντ. ἐπίσκοπος Ἀττικὸς ἔτη κʹ. ιβʹ. Ἱεροσολύμων ἐπίσκοπος Πραΰλιος ἔτη κʹ.
69.21.1
Ἀλεξανδρείας ἐπίσκοπος Κύριλλος ἔτη λβʹ. εʹ. Ἀντιοχείας ἐπίσκοπος Θεόδοτος ἔτη
69.22.1
αʹ. Τούτῳ τῷ ἔτει Ἀττικὸς ὁ ἐπίσκοπος τοὺς Ἰωαννίτας ὁρῶνἔξω τῆς ἐκκλησίας συνάγοντας, τὸ ὄνομα Ἰωάννου τοῦ Χρυσοστόμου 84 ἐν τοῖς διπτύχοις ἐν τῇ ἐκκλησίᾳ μνημονεύεσθαι προσέταξε καὶ πολλοὺς τῇ ἐκκλησίᾳ ἥνωσεν. Τῷ δ' αὐτῷ ἔτει ἐγεννήθη Οὐαλεντινιανὸς ὁ μικρός, υἱὸς Κωνσταντίου, ἐν Ῥαβέννῃ, ἐξάδελφος Θεοδοσίου. Ῥώμης ἐπίσκοπος Βονιφάτιος ἔτη δʹ. ιγʹ. ϛʹ. αʹ. ιγʹ. γʹ. ϛʹ. βʹ. Τούτῳ τῷ ἔτει Κωνστάντιος, ὁ πατὴρ Οὐαλεντινιανοῦ, ἐβασίλευσε πρὸ ϛʹ ἰδῶν Φεβρουαρίων· καὶ ἐσφάγη πρὸ δʹ νώνων Σεπτεμβρίων. ιδʹ. ζʹ. βʹ. ιδʹ. δʹ. ζʹ. γʹ. Τούτῳ τῷ ἔτει ἐσφάγη Κάλλιστος ὁ αὐγουστάλιος ἐν Ἀλεξανδρείᾳ ὑπὸ τῶν ἰδίων δούλων μηνὶ Θὼθ ιʹ. ιεʹ.
69.23.1
γʹ. ιεʹ. εʹ. ηʹ. δʹ. Τούτῳ τῷ ἔτει ἐτελεύτησεν Ὀνώριος ὁ βασιλεὺς ἐν Ῥώμῃ τῇιεʹ τοῦ Αὐγούστου μηνός, καὶ ἐδηλώθη ἐν Κωνσταντινουπόλει· καὶ ἐκλείσθη ἡ πόλις ἡμέρας
69.24.1
τούτου δὲ τελευτήσαντος, Ἰωάννης τις ἐκ τῶν βασιλικῶν ὑπογραφέων τὴν ἐν Ῥώμῃ βασιλείαν ἁρπάζει καὶ πρεσβείαν πρὸς Θεοδόσιον ἀποστέλλει δεχθῆναι εἰς βασιλέα δεόμενος. ὁ δὲ Θεοδόσιος τοὺς πρεσβευτὰς ἐν φρουρᾶ κατακλείσας Ἀρδαβούριον τὸν στρατηγὸν ἀποστέλλει κατ' αὐτοῦ· ὅν τινα ὁ τύραννος εἰς Ῥάβενναν χειρωσάμενος κατέκλεισεν. τοῦτο μαθὼν Θεοδόσιος Ἄσπαρα, τὸν τούτου υἱόν, ἀποστέλλει κατ' αὐτοῦ, καὶ τῇ τοῦ θεοφιλοῦς βασιλέως εὐχῇ ἄγγελος κυρίου ἐν σχήματι ποιμένος φανεὶς ὡδήγησε τὸν Ἄσπαρα καὶ τοὺς σὺν αὐτῷ· καὶ ἄγει αὐτοὺς διὰ τῆς παρακειμένης τῇ Ῥαβέννῃ λίμνης ἀβάτου οὔσης, ἣν ὁ θεὸς βατὴν εἰργάσατο ὥσπερ ἐπὶ τῶν Ἰσραηλιτῶν. καὶ διαβάντες διὰ ξηρᾶς, ἀνεῳγμένας τὰς πύλας τῆς πόλεως εὑρόντες, τὸν μὲν τύραννον ἀνεῖλον, τὸν δὲ Ἀρδαβούριον τῶν δεσμῶν ἀπέλυσαν. τούτου δὲ ἀναιρεθέντος, ὁ βασιλεὺς Θεοδόσιος Οὐαλεντινιανόν, τὸν υἱὸν 85 Κωνσταντίου καὶ Γάλλας Πλακιδίας, καίσαρα ποιήσας ἐπὶ τὰ ἑσπέρια ἀπέστειλε μετὰ τῆς ἰδίας μητρός, Ἡλίωνα δὲ τὸν πατρίκιον συναπέστειλεν ὡς ὀφείλοντα καταστῆσαι αὐτόν· καὶ ἐβασίλευσεν ἔτη λβʹ. Ἀντιοχείας ἐπίσκοπος Ἰωάννης ἔτη ιηʹ. ιϛʹ. θʹ. δʹ. ιϛʹ. ϛʹ. θʹ. αʹ. Τούτῳ τῷ ἔτει ἀκαταστασίαι καὶ ἀλληλοκτονίαι ἐν Ἀλεξανδρείᾳ γεγόνασι πολλαί. Τῷ δ' αὐτῷ ἔτει Θεοδόσιος διὰ Ἡλίωνος πατρικίου στέφανον βασιλικὸν ἔπεμψε τῷ Οὐαλεντινιανῷ ἐν Ῥώμῃ. Μαρουθᾶς δέ, ὁ ἐπίσκοπος Μεσοποταμίας, τὸν υἱὸν τοῦ βασιλέως Περσῶν Ἰσδιγέρδην δαιμονῶντα ἰάσατο διὰ προσευχῆς καὶ νηστείας, ὅθεν ὁ Ἰσδιγέρδης πολλὴν πληροφορίαν εἰς τὸν χριστιανισμὸν προσελάβετο. Κόσμου ἔτη εϠιζʹ. Τῆς θείας σαρκώσεως ἔτη υιζʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη μβʹ. ιζʹ. Περσῶν βασιλεὺς Οὐαραράνης ἔτη κʹ. ιʹ. Ῥώμης ἐπίσκοπος Κελεστῖνος ἔτη ιʹ. αʹ. Κωνσταντ. ἐπίσκοπος Ἀττικὸς ἔτη κʹ. ιζʹ. Ἱεροσολύμων ἐπίσκοπος Πραΰλιος ἔτη κʹ. ζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κύριλλος ἔτη λβʹ. ιʹ. Ἀντιοχείας ἐπίσκοπος Ἰωάννης ἔτη ιηʹ.
69.25.1
ιηʹ. ιαʹ. βʹ. ιηʹ. ηʹ. ιαʹ. γʹ. Τούτῳ τῷ ἔτει τοῦ Ἰσδιγέρδου θανόντος, Οὐαραράνης, ὁ τούτου παῖς, σὺν τῇ βασιλείᾳ καὶ τὸν τῆς εὐσεβείας διωγμὸν διεδέξατο καὶ πρὸς Θεοδόσιον πρέσβεις ἔπεμψε τοὺς φυγάδας ἐξαιτούμενος. Θεοδόσιος δέ, ὁ τῶν Ῥωμαίων βασιλεύς, οὐ κατεδέξατο τούτους προδοῦναι. ἐκ τούτου ἀρθεισῶν τῶν σπονδῶν πόλεμος δεινὸς συνεκροτήθη. καὶ ὁ μὲν Θεοδόσιος ἀποστέλλει Ἀρδαβούριον στρατηγὸν μετὰ δυνάμεως Ῥωμαϊκῆς, Οὐαραράνης δὲ ἀποστέλλει Ναρσαῖον στρατηγὸν σὺν δυνάμει Περσικῇ, καὶ πολλὰς μυριάδας Σαρακηνῶν πρὸς βοήθειαν ἔχων. ὁ δὲ Ἀρδαβούριος καταλαβὼν τὴν Περσίδα καὶ πορθήσας τὴν λεγομένην Ἀρζανηνὴν ἐπαρχίαν ἐπὶ 86 τὴν Μεσοποταμίαν ἔρχεται, ὁμοίως καὶ ὁ τῶν Περσῶν στρατηγὸς κατέλαβε τὴν Μεσοποταμίαν πλησίον τοῦ Εὐφράτου· καὶ νομίσαντες τὴν Ῥωμαίων δύναμιν ἐπέρχεσθαι αὐτοῖς, ἐκ θεοῦ δειλανθέντες εἰς τὸν ποταμὸν ἑαυτοὺς ἔνοπλοι ἔρριπτον· καὶ οὕτω περὶ τὰς ιʹ μυριάδας πνιγέντες διεφθάρησαν. οἱ δὲ Ῥωμαῖοι τοὺς λοιποὺς μεσολαβήσαντες πάντας αὐτῶν καὶ τὴν μυριάδα τῶν παρ' αὐτοῖς λεγομένων Ἀθανάτων ἀνεῖλον καὶ τοὺς στρατηγοὺς αὐτῶν, τοῦ Χριστοῦ δίκην εἰσπραξαμένου τοὺς Πέρσας, ἀνθ' ὧν πολλοὺς τῶν εὐσεβῶν ἀπέκτειναν ἀδίκως. Κόσμου ἔτη εϠιθʹ. Τῆς θείας σαρκώσεως ἔτη υιθʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη μβʹ. ιθʹ. Περσῶν βασιλεὺς Οὐαραράνης ἔτη κʹ. ιβʹ. Ῥώμης ἐπίσκοπος Κελεστῖνος ἔτη ιʹ. γʹ. Κωνσταντ. ἐπίσκοπος Ἀττικὸς ἔτη κʹ. ιθʹ. Ἱεροσολύμων ἐπίσκοπος Πραΰλιος ἔτη κʹ. θʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κύριλλος ἔτη
69.26.1
ιβʹ. Ἀντιοχείας ἐπίσκοπος Ἰωάννης ἔτη ιηʹ. δʹ. Τούτῳ τῷ ἔτει τοῦ προφήτου Ζαχαρίου τὰ λείψανα εὑρέθησαν ἐν κώμῃ τινὶ κατὰ τὴν περιοικίδα Ἐλευθεροπόλεως, ὁμοίως καὶ Στεφάνου τοῦ πρωτομάρτυρος ἐν κώμῃ Καπαργαμάλα, ἐν ᾗ Γαμαλιήλ, ὁ διδάσκαλος Παύλου τοῦ ἀποστόλου, σὺν Ἀβίβῳ, τῷ υἱῷ αὐτοῦ, ἔθαψαν κηδεύσαντες τὸ σῶμα τοῦ πρωτομάρτυρος. κʹ. ιγʹ. δʹ. κʹ. ιʹ. ιγʹ. εʹ. Τούτῳ τῷ ἔτει Θεοδόσιος ὁ εὐσεβὴς κατὰ μίμησιν τῆς μακαρίας Πουλχερίας πολλὰ χρήματα τῷ ἀρχιεπισκόπῳ Ἱεροσολύμων ἀπέστειλεν εἰς διάδοσιν τῶν χρείαν ἐχόντων, καὶ σταυρὸν χρυσοῦν διάλιθον πρὸς τὸ παγῆναι ἐν τῷ ἁγίῳ κρανίῳ. ὁ δὲ ἀρχιεπίσκοπος ἀντίδωρον ἀποστέλλει λείψανα τῆς δεξιᾶς χειρὸς τοῦ πρωτομάρτυρος Στεφάνου διὰ τοῦ ἐν ἁγίοις Πασσαρίωνος. τούτου δὲ εἰς Χαλκηδόνα φθάσαντος, θεωρεῖ ἡ μακαρία Πουλχερία αὐτῇ τῇ νυκτὶ ἐν ὁράματι τὸν 87 ἅγιον Στέφανον λέγοντα αὐτῇ·" ἰδού, ἡ προσευχή σου εἰσηκούσθη, καὶ ἡ αἰτησίς σου γέγονεν, καὶ ἦλθον εἰς Χαλκηδόνα." ἡ δὲ ἀναστᾶσα καὶ τὸν ἀδελφὸν αὐτῆς λαβοῦσα ἐξῆλθεν εἰς συνάντησιν τῶν ἁγίων λειψάνων, καὶ ταῦτα εἰς τὸ παλάτιον λαβοῦσα κτίζει οἶκον ἔνδοξον τῷ ἁγίῳ πρωτομάρτυρι κἀκεῖ τὰ ἅγια κατέθετο λείψανα. Κωνσταντινουπόλεως ἐπίσκοπος Σισίννιος ἔτη βʹ. καʹ. ιδʹ. εʹ. αʹ. ιαʹ. ιδʹ. ϛʹ. Τούτῳ τῷ ἔτει ἀγαθότητι πολλῇ κινούμενος Θεοδόσιος ὁ βασιλεύς, καίπερ νικήσας κατὰ κράτος τοὺς Πέρσας, φειδοῖ τῶν κατοικούντων ἐν Περσίδι Χριστιανῶν εἰρήνην ἀσπάζεται καὶ ἀποστέλλει πρεσβευτὰς Ἡλίωνά τε τὸν πατρίκιον, ὃν πάνυ διὰ τιμῆς ἦγεν, καὶ Ἀνατόλιον, τὸν τῆς ἀνατολῆς στρατηγόν, εἰρήνην σπείσασθαι. Οὐαραράνης δὲ γνοὺς τὴν ἑαυτοῦ ἧτταν δέχεται τὴν πρεσβείαν, καὶ οὕτως ὁ κατὰ τῶν Χριστιανῶν ἐπαύσατο διωγμός. ὁ δὲ βασιλεὺς Θεοδόσιος ἐπὶ ταῖς τοιαύταις εὐεργεσίαις τὸν θεὸν εὐχαριστῶν γεραίρειν τοῖς ὕμνοις οὐκ ἐπαύετο, κοινωνοὺς ἔχων τῆς ὑμνῳδίας τὰς ἰδίας ἀδελφὰς διὰ βίου τὴν παρθενίαν ἀσκούσας. Τῷ δ' αὐτῷ ἔτει Σισίννιος, ὁ ἐπίσκοπος Κωνσταντινουπόλεως, Πρόκλον χειροτονεῖ ἐπίσκοπον Κυζίκου· ὅν τινα οἱ Κυζικηνοὶ μὴ δεξάμενοι μοναχόν τινα παρὰ γνώμην Σισιννίου Δαλμάτιον λεγόμενον χειροτονοῦσιν. ὁ δὲ Πρόκλος ἐκκλησίαν ἰδίαν μὴ ἔχων ἐν Κωνσταντινουπόλει προτροπῇ Σισιννίου ταῖς διδασκαλίαις ἦν διαπρέπων. Τῷ δ' αὐτῷ ἔτει ὁ κατὰ τῶν Χριστιανῶν διωγμὸς ἐν Περσίδι ἐπαύσατο. κβʹ. ιεʹ. ϛʹ. βʹ. ιβʹ. ιεʹ. ζʹ. Τούτῳ τῷ ἔτει Φίλιππος, πρεσβύτερος Σίδης, χριστιανικὴν ἱστορίαν συγγραψάμενος ἐν λϛʹ βιβλίοις πολλὰ καθάπτεται Σισιννίου διὰ τὸ προκριθῆναι τὸν Σισίννιον Φιλίππου εἰς τὴν ἐπισκοπὴν ἅμα καὶ Πρόκλῳ· εὐθὺς δὲ Σισίννιος ἐτελεύτησεν. 88 Κόσμου ἔτη εϠκγʹ. Τῆς θείας σαρκώσεως ἔτη υκγʹ Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη μβʹ. κγʹ. Περσῶν βασιλεὺς Οὐαραράνης ἔτη κʹ. ιϛʹ. Ῥώμης ἐπίσκοπος Κελεστῖνος ἔτη ιʹ. ζʹ. Κωνσταντ. ἐπίσκοπος Νεστόριος ἔτη γʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Πραΰλιος ἔτη κʹ. ιγʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κύριλλος ἔτη λβʹ. ιϛʹ. Ἀντιοχείας ἐπίσκοπος Ἰωάννης ἔτη ιηʹ. ηʹ. Τούτῳ τῷ ἔτει Σισιννίου, ἐπισκόπου Κωνσταντινουπόλεως, κοιμηθέντος, Νεστόριος τὴν ἐπισκοπὴν διαδέχεται Γερμανικεὺς τῷ γένει. ἅμα δὲ τῷ θρόνῳ ἐπέβη, παραυτίκα ἡ αὐτοῦ κακοπιστία, καὶ τὸ ἐν τοῖς δόγμασι διεστραμμένον φρόνημα ἐδείκνυτο. ὁμιλίαν γὰρ περὶ πίστεως ἐκδέδωκε τῷ ἑαυτοῦ συγκέλλῳ, κελεύσας αὐτῷ ταύτην ἐπ' ἐκκλησίας κηρῦξαι ἔχουσαν οὕτως·" θεοτόκον τὴν Μαρίαν καλείτω μηδείς· Μαρία γὰρ ἄνθρωπος ἦν, καὶ ὑπὸ ἀνθρώπου θεὸν τεχθῆναι ἀδύνατον." ταύτης ἐπελάβετο πρῶτον τῆς φωνῆς Εὐσέβιός τις, σχολαστικὸς τῆς βασιλικῆς Κωνσταντινουπόλεως, ὅθεν πολλοὶ τῶν Βυζαντίων ἐταράχθησαν. ὁ δὲ Νεστόριος τὸν λόγον κυρῶσαι σπεύδων πανταχοῦ τὴν θεοτόκον φωνὴν ἐξέβαλε ψιλὸν ἄνθρωπον λέγων τὸν κύριον. ἐν μιᾷ δὲ κυριακῇ προκαθημένου Νεστορίου, προτραπεὶς Πρόκλος τοῦ ἐξηγήσασθαι εἶπεν ὁμιλίαν εἰς τὴν θεοτόκον, ἧς ἡ ἀρχή·" παρθενικὴ πανήγυρις σήμερον, ἀδελφοί." τότε μισητὸς γενόμενος παρὰ πᾶσιν ὁ δυσσεβὴς Νεστόριος διὰ τῦφον καὶ κακοπιστίαν· εἶχε γὰρ καὶ Ἀναστάσιόν τινα, πρεσβύτερον Ἀντιοχέα, ὃν σφόδρα περιεποιεῖτο ὡς ὁμόφρονα, ἄνδρα τολμηρότατον, ἐπ' ἐκκλησίας βλασφημοῦντα τὴν ἀειπάρθενον θεοτόκον. τούτου δὲ Εὐσέβιος, ὁ τοῦ Δορυλαίου, πρῶτος κατεῖπεν. οὕτω δὲ διαπραττόμενος πολλοὺς θορύβους ἤγειρε καὶ ταραχάς. Τῷ δ' αὐτῷ ἔτει καὶ τὸ φοβερὸν θαῦμα τῶν ἁγίων ἑπτὰ παίδων ἐν Ἐφέσῳ γέγονεν, ἀναστάντων αὐτῶν διὰ ρπβʹ ἐτῶν. κδʹ. ιζʹ. ηʹ. βʹ. ιδʹ. ιζʹ. θʹ. Τούτῳ τῷ ἔτει μαθὼν Κύριλλος, ὁ τῆς Ἀλεξανδρέων ἐπίσκοπος, τὰς τοῦ Νεστορίου βλασφημίας γράφει αὐτῷ παρακαλῶν καὶ νουθε89 τῶν ὡς ἀδελφὸν ἀπέχεσθαι τῶν διεστραμμένων αὐτοῦ δογμάτων καὶ τῆς ὀρθῆς ἀντέχεσθαι πίστεως. ὁ δὲ Νεστόριος ἀνταπέστειλεν ὑβρίζων ἅμα καὶ βλασφημῶν. τότε Κύριλλος γράφει τῷ πάπᾳ Ῥώμης Κελεστίνῳ τὰ περὶ Νεστορίου καὶ τὰ πρὸς αὐτὸν γραφέντα παρὰ Νεστορίου βλάσφημα κατάδηλα αὐτῷ ποιεῖ. τότε Κελεστῖνος γράφει Νεστορίῳ ὁρίσας αὐτῷ ἡμερῶν ιʹ προθεσμίαν, ἵνα παύσηται τῶν βλασφημιῶν καὶ μετανοήσῃ· ἐπιμένοντα δὲ τῇ κακοδοξίᾳ μηκέτι εἶναι αὐτὸν κοινωνικὸν ἱερέα. γράφουσι δὲ ὁμοίως Κελεστῖνός τε καὶ Κύριλλος Ἰωάννῃ, τῷ ἀρχιεπισκόπῳ Ἀντιοχείας, καὶ Ἰουβεναλίῳ τῶἹεροσολύμων περὶ Νεστορίου καὶ τῆς κατ' αὐτὸν αἱρέσεως. Ἰωάννης δὲ γράφει Νεστορίῳ συμβουλεύων αὐτῷ ἀποστῆναι τῆς αἱρέσεως, ὑπομνήσκων αὐτὸν τὸ τοῦ ἀποστόλου ῥητὸν τό·" ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικός." γνοὺς δὲ ὁ Νεστόριος, ὅτι οὐκ ἀνέχονται οἱ πατριάρχαι παρασιωπῆσαι οὕτω τεταραγμένων τῶν ἐκκλησιῶν, παρεσκεύασε τὸν βασιλέα γράψαι σάκραν πρὸς Κύριλλον πλήρη στιγμάτων, καὶ δοκῶν αὐτὸν ἐκ τούτου κτυπεῖν, μᾶλλον διήγειρεν. διαναστὰς γὰρ γράφει τῷ βασιλεῖ καὶ ταῖς τούτου ἀδελφαῖς περί τε τῆς ὀρθῆς πίστεως καὶ τῆς Νεστορίου κακοδοξίας, ἅμα καὶ αἰτούμενος σύνοδον οἰκουμενικὴν γενέσθαι εἰς τὸ γυμνασθῆναι κανονικῶς τὰ κατὰ Νεστόριον. τότε ὁ βασιλεὺς Θεοδόσιος γράφει πᾶσι τοῖς ὑπ' αὐτὸν ἐπισκόποις παραγενέσθαι εἰς Ἔφεσον χωρὶς πάσης ὑπερθέσεως μετὰ τὸ πάσχα, ὁρίσας ὅτι" οὐδεμίαν ἕξει πρὸς θεὸν οὐδὲ πρὸς ἡμᾶς ἀπολογίαν ὁ μὴ τὴν ἡμέραν τῆς ἁγίας πεντηκοστῆς εὑρισκόμενος ἐν τῇ συνόδῳ εἰς Ἔφεσον." ὁ δὲ τῆς Ῥώμης Κελεστῖνος γράφει Κυρίλλῳ τῷ Ἀλεξανδρείας τὸν αὐτοῦ τόπον ἐπέχειν ἐν τῇ συνόδῳ, διὰ τὸν τῆς θαλάσσης κόπον τοῦ χειμῶνος μὴ δυνηθεὶς εὑρεθῆναι. κεʹ. ιηʹ.
69.27.1
γʹ. ιεʹ. ιηʹ. ιʹ. Τούτῳ τῷ ἔτει ἡ ἐν Ἐφέσῳ ἁγία καὶ οἰκουμενικὴ τρίτη σύνοδος τῶν σʹ πατέρων συνηθροίσθη. πάντων τοίνυν τῶν ἐπισκόπων 90 ἐλθόντων, Ἰωάννης ὁ Ἀντιοχείας καὶ οἱ ἀνατολικοὶ οὐκ ἀπήντησαν τῇ ὡρισμένῃ προθεσμίᾳ, καὶ τῇ ιϛʹ ἡμέρᾳ μετὰ τὴν ὡρισμένην, τοῦ Ἰωάννου μὴ ἐλθόντος, ἔφθασεν ὁ Νεστόριος μετὰ πολλῆς τῆς ἀλαζονείας. καὶ τῇ εἰκάδι τοῦ Ἰουνίου μηνὸς ἐκροτήθη ἡ σύνοδος, Νεστορίου καὶ Κυρίλλου καὶ Ἰουβεναλίου προκαθεσθέντων, τοῦ δὲ Κυρίλλου τὸν τόπον τοῦ Ῥώμης ἐπέχοντος. καὶ πάντων θεολογούντων λέγει ὁ Νεστόριος [μετὰ πολλῆς τῆς ἀλαζονείας]·" ἐγὼ τὸν γενόμενον διμηναῖον καὶ τριμηναῖον οὐκ ἂν θεὸν ὀνομάσοιμι. καὶ διὰ τοῦτο καθαρός εἰμι ἀπὸ τοῦ αἵματος ὑμῶν· καὶ ἀπὸ τοῦ νῦν πρὸς ὑμᾶς οὐκ ἐπανέρχομαι." καὶ ταῦτα εἰπὼν ἐξῆλθε μετὰ ἓξ ἐπισκόπων τῶν γνώμῃ ἀκολουθησάντων αὐτῷ. οἱ δὲ περὶ Κύριλλον τῇ ἑξῆς συνελθόντες ἀπέστειλαν τρεῖς ἐπισκόπους καλέσαι αὐτόν, καὶ οὐχ ὑπήκουσεν. ὁμοίως καὶ δεύτερον καὶ τρίτον [καὶ τέταρτον] προσκληθεὶς ὑπὸ τῆς συνόδου οὐ παρεγένετο, ἀλλὰ καὶ τοὺς σταλέντας ὑβρισθῆναι καὶ ἀτιμασθῆναι παρεκέλευσεν. τότε ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος ὑβρισμένους καὶ ἠτιμασμένους δεξαμένη τοὺς ἀποσταλέντας ἐπισκόπους ἀπεφήνατο κατ' αὐτοῦ καὶ ἀλλότριον αὐτὸν ὥρισε παντὸς ἱερατικοῦ ἀξιώματος· καὶ ἀπέστειλαν αὐτῷ εἰς πρόσωπον τὴν οἰκείαν καθαίρεσιν. τούτων οὕτω τελεσθέντων, ἦλθε μετὰ τρεῖς ἡμέρας Ἰωάννης, ὁ Ἀντιοχείας ἐπίσκοπος, κϛʹ ἐπισκόπους ἔχων μεθ' ἑαυτοῦ, οἵ τινες μαθόντες καθαιρεθέντα Νεστόριον, ἀποσχίσαντες τῆς ἁγίας συνόδου καὶ μετὰ Νεστορίου συνεδρεύσαντες καθεῖλαν, ὡς ἐνόμισαν, Κύριλλον καὶ Μέμνονα τὸν Ἐφέσιον. Θεοδώρητος μέντοι νομίσας Κύριλλον καταδραμεῖν, τὰ δώδεκα κεφάλαια παρεξηγησάμενος ἐκεῖσε τὸν Νεστορίου ἐξήμεσεν ἰόν. ὁ δὲ ἐν ἁγίοις Κύριλλος γενναίως διαναστὰς ὑπὲρ τῶν αὐτῶν κεφαλαίων ἀπελογήσατο, ἑρμηνεύων αὐτὰ καὶ τὸν ἐν αὐτοῖς ἐκκλησιαστικὸν θησαυρὸν ἀνακαλύπτων καὶ τὸν οἰκεῖον εὐσεβῆ σκοπὸν φανεροποιῶν πᾶσιν. ὑπὸ δὲ τῆς ἁγίας συνόδου κληθεὶς ὁ Ἰωάννης, ὁ τῆς Ἀντιοχέων, ἐκ τρίτου καὶ μὴ ὑπακούσας τοῦ παραγενέσθαι, ἀπόφασιν ἐδέξατο 91 σὺν τοῖς μετ' αὐτοῦ ὡς ἀλλοτριοῦσθαι πάσης ἐκκλησιαστικῆς κοινωνίας, ἄχρις ἂν ἑαυτῶν καταγνόντες τὸ οἰκεῖον ὁμολογήσωσι σφάλμα. καὶ τοῦτο δὲ ἡ ἁγία ὥρισε σύνοδος, ὥστε τὰ παρὰ τῶν ἀνατολικῶν ἀθέσμως καὶ ἀκανονίστως ἐφ' ὕβρει τῶν ἁγιωτάτων τῆς ἐκκλησίας προέδρων Κυρίλλου καὶ Μέμνονος ἰσχύν τινα μηδ' ὅλως ἔχειν. τούτων τοίνυν πάντων δι' ἀναφορᾶς τῷ βασιλεῖ Θεοδοσίῳ ἀνενεχθέντων, ἐκελεύσθησαν ἐκ τῶν ἀμφοτέρων μερῶν ἐπίσκοποι ἀνελθεῖν ἐν Κωνσταντινουπόλει, καὶ ἀνελθόντες τῇ συνεργίᾳ τοῦ θεοῦ ἐνίκησαν οἱ τῆς ἁγίας συνόδου· καὶ κυρωθείσης τῆς καθαιρέσεως Νεστορίου, Μαξιμιανὸς χειροτονεῖται ἐπίσκοπος ἐν Κωνσταντινουπόλει, πρεσβύτερος ὢν τῆς αὐτῆς ἐκκλησίας. οἱ δὲ ἀνατολικοὶ ἔλαβον τὸν Νεστόριον μεθ' ἑαυτῶν εἰς ἀνατολήν. τῷ δὲ τετάρτῳ χρόνῳ τῆς Νεστορίου καθαιρέσεως Ἰωάννης, ὁ τῆς Ἀντιοχέων ἐπίσκοπος, τὸν τοῦ θεοῦ φόβον κεκτημένος, βλέπων πολλοὺς τῶν κατὰ τὴν Ἀντιόχειαν λογάδων ὑπὸ Νεστορίου νοθευομένους γράφει παρακαλῶν τὸν βασιλέα τοῦτον ἐξεῶσαι τῆς ἀνατολῆς. ὁ δὲ βασιλεὺς τὸν μὲν Νεστόριον ἐξώρισεν ἐν τῇ Ὀάσει, προστάγματα δὲ ἐκπέμπει Κυρίλλῳ καὶ Ἰωάννῃ ἀνυπερθέτως ἑνωθῆναι πρὸς τὸ ἀπαλλάξαι τὰς ἐκκλησίας διχονοίας ἁπάσης. εἶξε δὲ τῷ προστάγματι Ἰωάννης καὶ γράφει Κυρίλλῳ τὴν ἑαυτοῦ πίστιν καὶ τὴν τῶν ἐν Νικαίᾳ πατέρων ὁμολογίαν καὶ τῶν ρνʹ τῶν ἐν Κωνσταντινουπόλει ἀποδεχόμενος καὶ τὰ ἐν Ἐφέσῳ πεπραγμένα. τότε ὁ θεῖος Κύριλλος ἀποδεξάμενος γράφει Ἰωάννῃ καὶ τοῖς ἀνατολικοῖς ἐπιστολήν, ἧς ἡ ἀρχή·" εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ." καὶ τῇ αὐτῇ ὁμολογίᾳ συνθέμενοι ἀμφότεροι ἡνώθησαν πρὸς εἰρήνην καὶ ὁμόνοιαν αἱ παρ' ἑκατέροις ἁγίαι ἐκκλησίαι. κατὰ τοῦτον δὲ τὸν χρόνον Νόννος ὁ θεοφόρος ἐποίμαινε τὴν τῶν Ἐδεσηνῶν ἐκκλησίαν, ὁ τὴν πρώτην τῶν μιμάδων Ἀντιοχείας τῷ θεῷ ἀφιερώσας καὶ ἀντὶ Μαργαριτοῦς πόρνης ἁγίαν αὐτὴν Πελαγίαν παραστήσας τῷ Χριστῷ. οὗτος οὖν ὁ ἐν ἁγίοις ἀγαλλιώμενος ἐπὶ τῇ τῶν ἁγίων ὁμονοίᾳ γράφει τῷ ἀρχιεπισκόπῳ Ἰωάννῃ νουθεσίας καὶ διδασκαλίας ῥήματα, ἐν οἷς καὶ τοῦτο·" κάθαρον τὴν ἐκκλησίαν, ὦ ἄνθρωπε τοῦ θεοῦ, ἀπὸ τῶν 92 Νεστοριανῶν ζιζανίων καὶ τῆς αὐτῶν δεινότητος." τὸν δὲ ἀσεβῆ καὶ βλάσφημον Νεστόριον ἐν τῇ ἐξορίᾳ ἡ θεία δίκη μετῆλθεν· σηπεδόνι τῶν μελῶν πάντων, μάλιστα δὲ τῆς μιαρᾶς γλώσσης περιπεσὼν διεφθάρη τῷ θανάτῳ, προλαβὼν τὴν ἀπὸ Ὀάσεως ἀνάκλησιν εἰς ἕτερον τόπον. Κόσμου ἔτη εϠκϛʹ. Τῆς θείας σαρκώσεως ἔτη υκϛʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη
69.28.1
κϛʹ. Περσῶν βασιλεὺς Οὐαραράνης ἔτη κʹ. ιθʹ. Ῥώμης ἐπίσκοπος Κελεστῖνος ἔτη
69.29.1
ιʹ. Κωνσταντ. ἐπίσκοπος Μαξιμιανὸς ἔτη βʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Πραΰλιος ἔτη κʹ. ιϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κύριλλος ἔτη λβʹ. ιθʹ. Ἀντιοχείας ἐπίσκοπος Ἰωάννης ἔτη ιηʹ. ιαʹ. Τούτῳ τῷ ἔτει ἦλθεν Οὐαλεντινιανὸς ἀπὸ Ῥώμης, ὁ Γάλλας Πλακιδίας καὶ Κωνσταντίου υἱός, ἐν Κωνσταντινουπόλει καὶ ἔγημε γυναῖκα τὴν θυγατέρα Θεοδοσίου τοῦ βασιλέως Εὐδοξίαν, τὴν ἐξ Εὐδοκίας γεννηθεῖσαν αὐτῷ, καὶ ἐπανῆλθεν ἐν Ῥώμῃ. Τῷ δ' αὐτῷ ἔτει Ἡσύχιος, ὁ πρεσβύτερος Ἱεροσολύμων, ἐτελεύτησεν. καὶ ἡ μακαρία Μελάνη, ἡ τῆς μεγάλης ἐγγόνη, ἐν ἀσκήσει ἐκοιμήθη ἐν βίῳ τελείῳ ἐν Ἱερουσαλήμ. Ῥώμης ἐπίσκοπος Ξύστος ἔτη ηʹ. κζʹ. κʹ. αʹ. βʹ. ιζʹ. κʹ. ιβʹ. Τούτῳ τῷ ἔτει Θεοδόσιος ὁ βασιλεὺς τὴν γαμετὴν Εὐδοκίαν εἰς Ἱεροσόλυμα ἀπέστειλεν εὐχαριστηρίους ὕμνους προσάξουσαν τῷ θεῷ· ἥτις πάμπολλα ταῖς ἐκκλησίαις ἐδωρήσατο καὶ προσκυνήσασα τόν τε ἅγιον σταυρὸν καὶ τοὺς σεβασμίους τόπους ὑπέστρεψεν εἰς τὰ βασίλεια. Περσῶν βασιλεὺς Ἰσδιγέρδης ἔτη ιζʹ. Κωνσταντινουπόλεως ἐπίσκοπος Πρόκλος ἔτη ιβʹ. κηʹ. αʹ. βʹ. αʹ. ιηʹ. καʹ. ιγʹ. Τούτῳ τῷ ἔτει σύμπτωσις ἐγένετο ἐν τῷ θεάτρῳ Ἀλεξανδρείας, καὶ ἀπέθανον ἄνδρες φοβʹ τῇ παννυχίδι τῶν Νειλώων. κθʹ. βʹ. γʹ. βʹ. ιθʹ. κβʹ. ιδʹ. λʹ. γʹ. δʹ. γʹ. κʹ. κγʹ. ιεʹ. Τούτῳ τῷ ἔτει Πρόκλος, ὁ ἁγιώτατος ἐπίσκοπος Κωνσταντινουπόλεως, αἰτήσας τὸν βασιλέα Θεοδόσιον τὸ λείψανον Ἰωάννου 93 τοῦ Χρυσοστόμου ἀπὸ Κομάνων εἰς τὴν βασιλεύουσαν μετεκόμισεν. καὶ τῷ ἐχομένῳ ἔτει διὰ λγʹ ἐτῶν τοῦτο δημοσίᾳ ἐπὶ προελεύσεως πομπεύσας σὺν τῷ βασιλεῖ καὶ τῇ μακαρίᾳ Πουλχερίᾳ εἰς τὴν τῶν ἀποστόλων ἀπέθετο ἐκκλησίαν, καὶ οὕτω τοὺς διὰ τὴν ἐκείνου καθαίρεσιν τῆς ἐκκλησίας χωρισθέντας ἥνωσεν. ἐπὶ τούτου τοῦ ἐν ἁγίοις Πρόκλου σεισμοὶ γεγόνασι μεγάλοι ἐν Κωνσταντινουπόλει ἐπὶ τέσσαρας μῆνας, ὥστε φοβηθέντες οἱ Βυζάντιοι ἔφυγον ἔξω τῆς πόλεως ἐν τῷ λεγομένῳ Κάμπῳ καὶ ἦσαν διημερεύοντες σὺν τῷ ἐπισκόπῳ ἐν ταῖς πρὸς θεὸν δεήσεσι λιτανεύοντες. ἐν μιᾷ οὖν κυμαινομένης τῆς γῆς, καὶ παντὸς τοῦ λαοῦ κράζοντος τὸ" κύριε ἐλέησον" ἐκτενῶς, περὶ ὥραν τρίτην ἄφνω πάντων ὁρώντων συέβη ὑπὸ θείας δυνάμεως ἀρθῆναί τινα νεανίσκον εἰς τὸν ἀέρα καὶ ἀκοῦσαι θείας φωνῆς παρεγγυώσης αὐτὸν ἀναγγεῖλαι τῷ ἐπισκόπῳ καὶ τῷ λαῷ λιτανεύειν οὕτω καὶ λέγειν·" ἅγιος ὁ θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς." μηδὲν ἕτερον προστιθέντας. ὁ δὲ ἐν ἁγίοις Πρόκλος ταύτην δεξάμενος τὴν ἀπόφασιν ἐπέτρεψε τῷ λαῷ ψάλλειν οὕτῳ, καὶ εὐθέως ἔστη ὁ σεισμός. ἡ δὲ μακαρία Πουλχερία καὶ ὁ ταύτης ἀδελφὸς ὑπεραγασθέντες τῷ θαύματι ἐθέσπισαν κατὰ πᾶσαν τὴν οἰκουμένην τὸν θεῖον τοῦτον ψάλλεσθαι ὕμνον· καὶ ἀπὸ τότε παρέλαβον πᾶσαι αἱ ἐκκλησίαι καθ' ἑκάστην ἡμέραν ᾄδειν αὐτὸν τῷ θεῷ. Κόσμου ἔτη εϠλαʹ. Τῆς θείας σαρκώσεως ἔτη υλαʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη
69.30.1
λαʹ. Περσῶν βασιλεὺς Ἰσδιγέρδης ἔτη ιζʹ. δʹ. Ῥώμης ἐπίσκοπος Ξύστος ἔτη ηʹ. εʹ. Κωνσταντ. ἐπίσκοπος Πρόκλος ἔτη ιβʹ. δʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη
69.31.1
αʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κύριλλος ἔτη λβʹ. κδʹ. Ἀντιοχείας ἐπίσκοπος Ἰωάννης ἔτη ιηʹ. ιϛʹ. Τούτῳ τῷ ἔτει Οὐαλεντινιανὸς οὐ μόνον Βρετανίαν καὶ Γαλλίαν καὶ Ἱσπανίαν ἀνασώσασθαι οὐκ ἴσχυσεν, ἀλλὰ καὶ τὴν ἑσπέριον Λιβύην, τὴν τῶν Ἄφρων καλουμένην χώραν, προσαπώλεσε τρόπῳ τοιῷδε. δύο στρατηγοὶ ἦσαν Ἀέτιος καὶ Βονιφάτιος, οὓς Θεοδόσιος 94 κατὰ αἴτησιν Οὐαλεντινιανοῦ εἰς Ῥώμην ἀπέστειλεν. Βονιφατίου δὲ τὴν ἀρχὴν τῆς ἑσπερίου Λιβύης λαβόντος, φθονήσας ὁ Ἀέτιος διαβολὴν ποιεῖται κατ' αὐτοῦ ὡς ἀνταρσίαν μελετῶντος καὶ τῆς Λιβύης κρατῆσαι σπεύδοντος· καὶ ταῦτα μὲν πρὸς Πλακιδίαν ἔλεγεν, τὴν τοῦ Οὐαλεντινιανοῦ μητέρα. γράφει δὲ Βονιφατίῳ ὅτι·" ἐὰν μεταπεμφθῇς, παραγενέσθαι μὴ θελήσῃς, διεβλήθης γάρ, καὶ δόλῳ σε οἱ βασιλεῖς βούλονται χειρώσασθαι." ταῦτα δεξάμενος Βονιφάτιος καὶ ὡς γνησίῳ φίλῳ Ἀετίῳ πιστεύσας μεταπεμφθεὶς οὐ παρεγένετο. τότε οἱ βασιλεῖς τὸν Ἀέτιον ὡς εὐνοοῦντα ἀπεδέξαντο. ἦσαν δὲ τότε Γοτθικὰ ἔθνη πολλά τε καὶ μέγιστα πέραν τοῦ Δανουβίου ἐν τοῖς ὑπερβορείοις τόποις κατῳκισμένα. τούτων δὲ ἀξιολογώτερά εἰσι τέσσαρα, Γότθοι, Ἰσίγοτθοι, Γήπαιδες καὶ Οὐανδῆλοι ἐν ὀνόμασι μόνον καὶ οὐδενὶ ἑτέρῳ διαλλάττοντες, μιᾷ διαλέκτῳ κεχρημένοι· πάντες δὲ τῆς Ἀρείου ὑπάρχουσι κακοπιστίας. οὗτοι ἐπὶ Ἀρκαδίου καὶ Ὀνωρίου τὸν Δανοῦβιν διαβάντες ἐν τῇ τῶν Ῥωμαίων γῇ κατῳκίσθησαν. καὶ οἱ μὲν Γήπαιδες, ἐξ ὧν ὕστερον διῃρέθησαν Λογγίβαρδοι καὶ Ἄβαρεις, τὰ περὶ Σιγγιδόνα καὶ Σέρμιον χωρία ᾤκησαν. οἱ δὲ Ἰσίγοτθοι μετὰ Ἀλάριχον τὴν Ῥώμην πορθήσαντες εἰς Γαλλίας ἐχώρησαν καὶ τῶν ἐκεῖ ἐκράτησαν. Γότθοι δὲ Πανονίαν ἔσχον πρῶτον, ἔπειτα τῷ ιθʹ ἔτει τῆς βασιλείας Θεοδοσίου τοῦ νέου ἐπιτρέψαντος τὰ τῆς Θρᾴκης χωρία ᾤκησαν καὶ ἐπὶ νηʹ χρόνους ἐν τῇ Θρᾴκῃ διατρίψαντες Θευδερίχου ἡγεμονεύοντος αὐτῶν, πατρικίου καὶ ὑπάτου, Ζήνωνος αὐτοῖς ἐπιτρέψαντος, τῆς ἑσπερίου βασιλείας ἐκράτησαν. οἱ δὲ Οὐανδῆλοι Ἀλανοὺς ἑταιρισάμενοι καὶ Γερμανοὺς τοὺς νῦν καλουμένους Φράγγους, διαβάντες τὸν Ῥῆνον ποταμόν, ἡγούμενον 95 ἔχοντες Γοδιγίσκλον κατῴκησαν ἐν Ἱσπανίᾳ, πρώτῃ οὔσῃ χώρᾳ τῆς Εὐρώπης ἀπὸ τοῦ ἑσπερίου Ὠκεανοῦ. Βονιφάτιος δὲ φοβηθεὶς τοὺς τῶν Ῥωμαίων βασιλεῖς, περάσας ἀπὸ Λιβύης εἰς Ἱσπανίαν πρὸς τοὺς Οὐανδήλους ἦλθεν. καὶ εὑρὼν τὸν μὲν Γοδιγίσκλον τελευτήσαντα, τοὺς δὲ ἐκείνου παῖδας Γόνθαρίν τε καὶ Γιζέριχον τὴν ἀρχὴν διέποντας, τούτους προτρεψάμενος τὴν ἑσπέριον Λιβύην εἰς τρία μέρη διελεῖν ὑπέσχετο, ἐφ' ᾧ ἕκαστον τοῦ τρίτου μέρους ἄρχειν σὺν αὐτῷ, κοινῇ δὲ ἀμύνεσθαι τὸν οἷον δήποτε πολέμιον. ἐπὶ ταύταις ταῖς ὁμολογίαις οἱ Οὐανδῆλοι τὸν πορθμὸν διαβάντες τὴν Λιβύην κατῴκησαν ἀπὸ τοῦ Ὠκεανοῦ μέχρι Τριπόλεως τῆς κατὰ Κυρήνην. οἱ δὲ Ἰσίγοτθοι ἀναστάντες ἀπὸ Γαλλίας ἐκράτησαν καὶ τὴν Ἱσπανίαν. τινὲς δὲ τῆς συγκλήτου Ῥωμαίων, φίλοι Βονιφατίου, τὴν Ἀετίου ψευδοκατηγορίαν ἀνήγγειλαν τῇ Πλακιδίᾳ, ἐμφανῆ ποιήσαντες καὶ τὴν πρὸς Βονιφάτιον Ἀετίου ἐπιστολήν, τοῦ Βονιφατίου ταύτην αὐτοῖς ἀποστείλαντος. ἡ δὲ Πλακιδία ἐκπλαγεῖσα τὸν μὲν Ἀέτιον οὐδὲν ἠδίκησεν, Βονιφατίῳ δὲ λόγον προτρεπτικὸν μεθ' ὅρκων ἀπέστειλεν. τοῦ δὲ Γονθαρίου τελευτήσαντος, Γιζέριχος τῶν Οὐανδήλων γέγονεν αὐτοκράτωρ. Βονιφάτιος οὖν τὸν λόγον δεξάμενος τῶν Οὐανδήλων κατεστράτευσεν, στρατοῦ μεγάλου ἐλθόντος αὐτῷ ἀπό τε Ῥώμης καὶ τοῦ Βυζαντίου, στρατηγοῦντος Ἄσπαρος. πολέμου δὲ κροτηθέντος πρὸς Γιζέριχον, ἡττήθη ὁ τῶν Ῥωμαίων στρατός· καὶ οὕτω Βονιφάτιος μετὰ Ἄσπαρος εἰς Ῥώμην ἐλθὼν τὴν ὑποψίαν διέλυσεν, ἀποδείξας τὴν ἀλήθειαν· ἡ δὲ Ἀφρικὴ ὑπὸ Οὐανδήλους γέγονεν. τότε καὶ Μαρκιανὸς στρατιώτης ὢν καὶ δουλεύων τῷ Ἄσπαρι, ζῶν συνελήφθη ὑπὸ Γιζερίχου, ὁ μετὰ ταῦτα βασιλεύσας. λβʹ.
69.32.1
ϛʹ. εʹ. βʹ. κεʹ. ιζʹ. Τούτῳ τῷ ἔτει μετετέθη ἐν Ἀλεξανδρείᾳ ἡ ἁγία μάρτυς Εὐφημία πρὸ ϛʹ καλανδῶν Ὀκτωβρίων. 96 λγʹ. ϛʹ. ζʹ. ϛʹ. γʹ. κϛʹ. ιηʹ. Τούτῳ τῷ ἔτει ὁ Κάνθαρος τὸ βαλανεῖον ἐν Ἀλεξανδρείᾳ ἐπληρώθη. μοναχοὶ δέ τινες ἐλθόντες ἐν Κωνσταντινουπόλει παρηνόχλουν τῷ βασιλεῖ κατὰ Θεοδώρου τοῦ γενομένου ἐπισκόπου Μομψουεστίας μετὰ θάνατον αὐτοῦ, ὡς αἱρετικὸν διαβάλλοντες. ὁ δὲ βασιλεὺς Πρόκλῳ ἐπέτρεψε τοῖς τῆς ἀνατολῆς ἐπισκόποις γράψαι τὴν ζήτησιν ποιήσασθαι καί, εἰ ἀληθεύουσιν, ἀναθεματίσαι Θεόδωρον. Ἰωάννης δὲ ὁ Ἀντιοχείας ἀντέγραψε Πρόκλῳ μετὰ τῆς ἰδίας συνόδου καὶ τῷ βασιλεῖ ὀρθοδοξίαν μαρτυρῶν Θεοδώρῳ. Ἀντιοχείας ἐπίσκοπος Δόμνος ἔτη ηʹ. λδʹ. ζʹ. ηʹ. ζʹ. δʹ. κζʹ. αʹ. Τούτῳ τῷ ἔτει ἐσείσθη ἡ γῆ καὶ ἐμυκήθη πρὸ ιεʹ καλανδῶν Μαΐων. Ῥώμης ἐπίσκοπος Λέων ἔτη καʹ.
69.33.1
ηʹ. αʹ. ηʹ. εʹ. κηʹ. βʹ. Τούτῳ τῷ ἔτει Χαρμόσυνος ὁ αὐγουστάλιος ἐν Ἀλεξανδρείᾳ ἐκροταφίσθη ἐν τῷ Κυνηγίῳ, καὶ ἀπέθανε μηνὶ Ἐπιφὶ αʹ. λϛʹ. θʹ. βʹ. θʹ. ϛʹ. κθʹ. γʹ. Τούτῳ τῷ ἔτει Θεοδόσιος ὁ βασιλεὺς Ἀντίοχον τὸν πραιπόσιτον καὶ πατρίκιον, τὸν καὶ βάγυλον αὐτοῦ, ἐποίησε παπᾶν, δημεύσας καὶ τὸν οἶκον αὐτοῦ ὡς κατεπαιρομένου τοῦ βασιλέως καὶ καταφρονοῦντος αὐτοῦ. διὸ καὶ νόμον ἔθετο μὴ εἰσέρχεσθαι εἰς πατρικίου ἀξίαν εὐνοῦχον. Κόσμου ἔτη εϠλζʹ. Τῆς θείας σαρκώσεως ἔτη υλζʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη μβʹ. λζʹ. Περσῶν βασιλεὺς Ἰσδιγέρδης ἔτη
69.34.1
ιʹ. Ῥώμης ἐπίσκοπος Λέων ἔτη καʹ. γʹ. Κωνσταντινουπ. ἐπίσκοπος Πρόκλος ἔτη
69.35.1
ιʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη ληʹ. ζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κύριλλος ἔτη λβʹ. λʹ. Ἀντιοχείας ἐπίσκοπος Δόμνος ἔτη ηʹ. δʹ. Τούτῳ τῷ ἔτει Κῦρον, τὸν ἔπαρχον τῆς πόλεως καὶ τῶν πραιτωρίων, ἄνδρα σοφώτατον καὶ ἱκανὸν κτίσαντά τε τὰ τείχη τῆς 97 πόλεως καὶ ἀνανεώσαντα πᾶσαν Κωνσταντινούπολιν, περὶ οὗ ἔκραξαν οἱ Βυζάντιοι ἐπὶ τοῦ ἱππικοῦ καθεζομένου τοῦ βασιλέως καὶ ἀκούοντος." Κωνσταντῖνος ἔκτισεν, Κῦρος ἀνενέωσεν." καὶ ἐχόλεσεν ὁ βασιλεὺς ὅτι ταῦτα εἶπον περὶ αὐτοῦ, καὶ προφασισάμενος αὐτὸν ἑλληνόφρονα εἶναι καθεῖλεν αὐτὸν τῆς ἀρχῆς καὶ ἐδήμευσεν αὐτόν. ὁ δὲ προσφυγὼν τῇ ἐκκλησίᾳ ἐγένετο παπᾶς καὶ αὐτός. ὁ δὲ βασιλεὺς σπλαγχνισθεὶς ἐπ' αὐτῷ ἐκέλευσε γενέσθαι αὐτὸν ἐπίσκοπον Σμύρνης τῆς ἐν Ἀσίᾳ. οἱ δὲ Σμυρναῖοι καταλαβόντα αὐτὸν πρὸ τῶν ἁγίων θεοφανίων ὑφορώμενοι αὐτὸν ὡς ἑλληνόφρονα ἠβούλοντο αὐτὸν ἀνελεῖν. τοῦ δὲ εἰσελθόντος ἐν τῇ ἐκκλησίᾳ καὶ προτραπέντος λαλῆσαι τῷ λαῷ, ἔφη·" ἄνδρες ἀδελφοί, ἡ γέννησις τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ σιωπῇ τιμάσθω, ὅτι ἀκοῇ καὶ μόνῃ συνελήφθη ἐν τῇ ἁγίᾳ παρθένῳ ὁ τοῦ θεοῦ λόγος· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν." καὶ ἐχάρη ὁ λαός, καὶ εὐφήμησαν αὐτόν, καὶ ἐπισκόπησεν αὐτοὺς εὐσεβῶς. ληʹ. ιαʹ. δʹ. ιαʹ. ηʹ. λαʹ. εʹ. Τούτῳ τῷ ἔτει ἐτυράννησεν Ἰωάννης ἕτερος, ὁ λεγόμενος Οὐανδαλός, κατὰ Οὐαλεντινιανοῦ ἐν Ῥώμῃ· καὶ ἀποστείλας Θεοδόσιος δύναμιν σὺν τῷ Ἄσπαρι καὶ Ἀρδαβουρίῳ τοῖς στρατηγοῖς, καὶ πολέμου κροτηθέντος, ἡττήθη Ἰωάννης καὶ λαβὼν λόγον παρέδωκεν ἑαυτὸν ζῶντα. καὶ εἰσάγουσιν αὐτὸν πρὸς τὸν βασιλέα Θεοδόσιον, καὶ τιμῆς ἀξιωθῆναι αὐτὸν παρασκευάζουσιν. ὁ δὲ Χρυσάφιος, εὐνοῦχος ὢν καὶ παραδυναστεύων ἐν τοῖς βασιλείοις, δολοφονήσας ἀνεῖλεν αὐτόν· ἀλλ' οὐκ εἰς μακρὰν τοῦτον ἡ δίκη μετῆλθεν. λθʹ. ιβʹ. εʹ. ιβʹ. θʹ. λβʹ. ϛʹ. Τούτῳ τῷ ἔτει Κύριλλος Ἀλεξανδρείας καὶ Πρόκλος Κωνσταντινουπόλεως εὐσεβῶς ἐκοιμήθησαν. καὶ τὸν μὲν Πρόκλον Φλαβιανὸς ὁ πρεσβύτερος καὶ σκευοφύλαξ τῆς ἐκκλησίας Κωνσταντινουπόλεως διεδέξατο, ἀνὴρ ἱερώτατος καὶ ἐνάρετος. Κύριλλον δὲ Διόσκορος ὁ δυσσεβὴς διεδέξατο, μηδ' ὅλως ὢν διδασκαλικός, ἄγριος δὲ καὶ ἀνήμερός τις, ἐξαιρέτως δὲ ἐν τοῖς συγγενέσι Κυρίλλου γενόμενος, ὡς καὶ τὴν οἰκίαν αὐτῶν καίπερ οὖσαν ἐν ὕψει πολλῶ ἐπάνω τρίστεγον οἶκον καθιερῶσαι. 98 Κόσμου ἔτη ε Ϡμʹ. Τῆς θείας σαρκώσεως ἔτη υμʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη μβʹ. μʹ. Περσῶν βασιλεὺς Ἰσδιγέρδης ἔτη ιζʹ. ιγʹ. Ῥώμης ἐπίσκοπος Λέων ἔτη καʹ. ϛʹ. Κωνσταντ. ἐπίσκοπος Φλαβιανὸς ἔτη βʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη ληʹ. ιʹ. Ἀλεξανδρείας ἐπίσκοπος Διόσκορος ἔτη εʹ. αʹ. Ἀντιοχείας ἐπίσκοπος Δόμνος ἔτη ηʹ. ζʹ. Τούτῳ τῷ ἔτει Χρυσάφιος εὐνοῦχος τοῦ τε παλατίου καὶ τοῦ βασιλέως Θεοδοσίου κρατῶν, τῇ Φλαβιανοῦ χειροτονίᾳ φθονήσας, ὑπέθετο τῷ βασιλεῖ ἀκάκῳ ὄντι καὶ εἰς Χαλκηδόνα διάγοντι δηλῶσαι τῷ πατριάρχῃ ἀποστεῖλαι τὰς ὑπὲρ τῆς χειροτονίας εὐλογίας. ὁ δὲ Φλαβιανὸς καθαροὺς ἄρτους ἀπέστειλεν εὐλογίας. ὁ δὲ Χρυσάφιος ἀποστρέψας ταύτας ἐδήλωσε χρυσᾶς εὐλογίας ζητεῖν τὸν βασιλέα. ὁ δὲ ἐπίσκοπος ἀντεδήλου μὴ ἔχειν χρήματα ἀποστεῖλαι, εἰ μή τισι χρήσομαι τῶν ἱερῶν σκευῶν. γίνεται οὖν ἐκ τούτου οὐ μικρὰ λύπη ἐν μέσῳ αὐτῶν, Πουλχερίας ταῦτα μὴ εἰδυίας. καὶ ταῦτα μὲν ἐν Κωνσταντινουπόλει. ἐν Ἀλεξανδρείᾳ δὲ Διόσκορος εὐθὺς ἐκ προοιμίων τοὺς συγγενεῖς Κυρίλλου πορθεῖ καὶ τὰ τούτων ληΐζεται, τὸν δὲ ἀδελφιδοῦν αὐτοῦ Ἀθανάσιον πρεσβύτερον ὄντα καθεῖλεν ἀναιτίως, δημεύσας αὐτὸν ἐσχάτως. ταῦτα ἐποίει ἐναντιούμενος τῇ ὀρθῇ πίστει Κυρίλλου αἱρετικὸς ὢν καὶ ἐξ ἁπαλῶν ὀνύχων τὰ Ὠριγένους φρονῶν. ἐνεῖχε δὲ καὶ Φλαβιανῷ, διότι μικρὰν ἐπικουρίαν παρέσχε τοῖς συγγενέσι τοῦ μακαρίου Κυρίλλου. ὁ δὲ Χρυσάφιος δυσσεβὴς ὢν καὶ μὴ φέρων ὁρᾷν τὴν τῶν ἐκκλησιῶν ὁμόνοιαν σπουδὴν ποιεῖται ταύτας ταράξαι, καὶ παντοῖος γίνεται εἰς τὸ Φλαβιανὸν τῆς ἐπισκοπῆς ἐξεῶσαι, βουλόμενος Εὐτύχην τινὰ ἀρχιμανδρίτην ὁμόφρονα αὐτοῦ εἰς τὴν ἐπισκοπὴν προχειρίσασθαι. καὶ ἐπειδὴ Πουλχερίας κρατούσης τῶν πραγμάτων οὐδὲν ἴσχυσεν, πρῶτον ὑπεισέρχεται τῇ Εὐδοκίᾳ ἀπείρῳ οὔσῃ, καὶ εἰς φθόνον αὐτὴν ἐρεθίζει κατὰ τῆς ἰδίας μητρὸς καὶ ὑποτίθεται αὐτῇ λοιδορῆσαι αὐτὴν παρὰ τῷ βασιλεῖ πρὸς τὸ λαβεῖν αὐτὴν τὸν πραιπόσιτον, ἐπειδὴ ἡ Πουλχερία τὴν διοίκησιν τῶν πραγμάτων ἐκράτει καὶ ἀναγκαίως εἶχε τὸν πραιπόσιτον. ὁ δὲ βασιλεὺς ὑπὸ τῆς 99 γυναικὸς ἐνοχλούμενος διαπέμπεται αὐτῇ λέγων·" μή σε τοῦτο λυπήσῃ· πραιπόσιτον γὰρ ἔχειν σε οὐκ ἔστι δυνατόν· οὐδὲ τὴν ἐμὴν ἀδελφὴν καλῶς διοικοῦσαν καὶ ἐμπείρως καὶ εὐσεβῶς ἐγὼ παραστέλλω." τούτου δὲ ἀποτυχὼν ὁ Χρυσάφιος ἐφ' ἑτέραν μετέρχεται συσκευὴν καὶ ὑποτίθεται τῇ Εὐδοκίᾳ ὀχλῆσαι τῷ βασιλεῖ, καὶ ἐπιτρέψαι τῷ πατριάρχῃ χειροτονῆσαι αὐτὴν διάκονον ὡς παρθενεύειν ᾑρημένην. καὶ ἐπὶ πλεῖον τῆς Εὐδοκίας ὀχλούσης, ἔπεισε τὴν κουφότητα τοῦ βασιλέως. καὶ τοῦτο προτραπεὶς ὁ μακάριος Φλαβιανὸς παρὰ τοῦ βασιλέως ποιῆσαι ἐλυπήθη σφόδρα προβλέπων τὰ μέλλοντα ἐκ τούτου ἀναφυῆναι σκάνδαλα. καὶ τῷ μὲν βασιλεῖ ὑπέσχετο, τῇ δὲ Πουλχερίᾳ ἔγραψε παρακαλῶν αὐτὴν μὴ δεχθῆναι εἰς πρόσωπον αὐτῆς," ἵνα μὴ ἀναγκασθῶ," φησίν," τῶν λυπούντων σε πρᾶξαί τι." ἡ δὲ ἐκ τῶν γραφέντων νοήσασα τὸ μελετώμενον τὸν μὲν πραιπόσιτον τῇ Εὐδοκίᾳ ἀπέστειλεν, εἰς δὲ τὸ Ἕβδομον ἐξελθοῦσα ἡσύχαζεν. ἐκ τούτου ὁ βασιλεὺς καὶ ἡ Εὐδοκία σφόδρα κατὰ Φλαβιανοῦ ἐλυπήθησαν ὡς τὸ μυστήριον ἐκκαλύψαντος. τῆς δὲ Πουλχερίας ἡσυχαζούσης, καὶ Εὐδοκίας τὴν βασιλείαν ἰθυνούσης, συνηνέχθη τι τοιοῦτον. Παυλῖνός τις μάγιστρος ἠγαπᾶτο παρὰ τῆς Εὐδοκίας ὡς λογιώτατος καὶ ὡραιότατος, ᾧ τινι συχνῶς ἰδίως συνετύγχανεν. τῇ οὖν ἡμέρᾳ τῶν ἁγίων θεοφανίων προσήγαγέ τις τῷ βασιλεῖ μῆλον μέγα τε καὶ θαυμαστόν. ὁ δὲ βασιλεὺς τοῦτο θαυμάσας ἀπέστειλεν αὐτὸ τῇ Εὐδοκίᾳ, κἀκείνη ἀπέστειλεν αὐτὸ τῷ Παυλίνῳ· ὁ δὲ Παυλῖνος μετὰ δύο ἡμέρας ἀπέστειλεν αὐτὸ τῷ βασιλεῖ. ὁ δὲ βασιλεὺς τοῦτο γνωρίσας ἔκρυψεν. καὶ ἀπελθὼν λέγει τῇ αὐγούστῃ·" τὴν σωτηρίαν μου, τὸ μῆλον, ὃ ἔπεμψά σοι, ποῦ ἔστιν;" ἡ δὲ ἔφη·" μὰ τὴν σωτηρίαν σου, ἔφαγον αὐτό." τότε εἰς ὀργὴν κινηθεὶς κελεύει τὸ μῆλον ἐνεχθῆναι καὶ τὸν Παυλῖνον ἐξορισθῆναι εἰς Καππαδοκίαν κἀκεῖ σφαγῆναι. ὁ δὲ ἀνωτέρω μνημονευθεὶς Εὐσέβιος ὁ σχολαστικός, ὁ πρῶτος Νεστορίου λαβόμενος, προαχθεὶς εἰς ἐπισκοπὴν τοῦ Δορυλαίου καὶ πρὸς Εὐτύχην τὸν ἀρχιμανδρίτην περὶ πίστεως διαλεγόμενος εὗρεν οὐκ ὀρθὰ φρονοῦντα αὐτόν. πολλὰ δὲ παραινέσας ὠφελῆσαι αὐτὸν οὐκ ἴσχυσεν. τότε ὁ Εὐσέβιος ἀνήγαγε τὰ περὶ αὐτοῦ Φλαβιανῷ τῷ ἐπισκόπῳ, ὅστις συγκροτήσας σύνοδον μʹ ἐπισκόπων μεταστέλλεται τὸν Εὐτυχέα καὶ κατὰ πᾶσαν ἀκολουθίαν τῶν ἐκκλη100 σιαστικῶν κανόνων ἀνακρίνας καὶ εὑρὼν αὐτὸν αἱρετικὸν καὶ ὕπουλον καθεῖλεν αὐτόν. Χρυσάφιος δέ, ὁ τούτου σύμφρων, τοῦ παλατίου κρατῶν καὶ ταῦτα μαθὼν ἐξάπτεται εἰς ὀργὴν ἐπὶ πλεῖον κατὰ Φλαβιανοῦ καὶ δηλοῖ Διοσκόρῳ τῷ Ἀλεξανδρείας εἰς πάντα αὐτῷ συνεργεῖν τὰ καταθύμια, εἰ ταῖς κατὰ Φλαβιανοῦ καὶ Εὐσεβίου συνδράμῃ αὐτῷ κατηγορίαις καὶ ὑπὲρ Εὐτυχοῦς ἀγωνίσηται. κινεῖ δὲ πρὸς τοῦτο καὶ τὴν αὐγούσταν Εὐδοκίαν τὰ περὶ Πουλχερίας λυπηρὰ κατὰ Φλαβιανοῦ ὑπομιμνήσκων αὐτήν· καὶ παρασκευάζουσιν ἀμφότεροι τὸν βασιλέα θεσπίσαι δευτέραν ἐν Ἐφέσῳ συγκροτηθῆναι σύνοδον, καὶ παρέχουσι Διοσκόρῳ ἐξάρχειν τῆς συνόδου, ἀποστείλαντες αὐτῷ στρατὸν πλεῖστον πρὸς βοήθειαν. μαʹ. ιδʹ. ζʹ. βʹ. ιαʹ. βʹ.
69.36.1
Τούτῳ τῷ ἔτει κελεύσει τοῦ βασιλέως Θεοδοσίου ἡ λῃστρικὴ καὶ παράνομος συνηθροίσθη σύνοδος ἐν Ἐφέσῳ τοῦ κριθῆναι τὰ περὶ Φλαβιανοῦ καὶ Εὐτυχοῦς ὑπὸ Διοσκόρου τοῦ δυσσεβοῦς κατὰ παραίνεσιν Χρυσαφίου τοῦ εὐνούχου, τοῦ ἐπίκλην Τζουμᾶ, τὴν τοῦ βασιλέως κουφότητα παραπείσαντος. συναθροισθέντων δὲ πάντων ἐν Ἐφέσῳ, προκαθίσας ὁ Διόσκορος οὐ συνεχώρησε παρεῖναι νοτάριον ἕτερον τῇ συνόδῳ, ἀλλὰ τοὺς ἰδίους μόνους ἐποίησε γράφειν τὰ πραττόμενα. ζητήσεως οὖν γενομένης ἀπῃτεῖτο Εὐτύχης τὴν ἰδίαν δόξαν ἐκφάναι, καὶ ἀπεκρίνατο λέγων·" ὁμολογῶ ἐκ δύο φύσεων γενέσθαι τὸν κύριον ἡμῶν πρὸ τῆς ἑνώσεως· μετὰ δὲ τὴν ἕνωσιν μίαν φύσιν ὁμολογῶ." τότε Διόσκορος εἶπεν·" καὶ ἡμεῖς τούτοις συντιθέμεθα πάντες." καὶ οἱ μὲν τοποτηρηταὶ τοῦ πάπα Λέοντος Ῥώμης θεασάμενοι τὴν Διοσκόρου ὁρμήν, καὶ ὅτι τὴν ἐπιστολὴν τοῦ πάπα τὴν πρὸς Φλαβιανὸν οὐ συνεχώρησεν ἀναγνωσθῆναι οὔτε τὴν πρὸς τὴν σύνοδον, ἀλλὰ παρωράθησαν, ἔφυγον καὶ κατῆλθον ἐν Ῥώμῃ. ὁ δὲ Διόσκορος τῷ Εὐτυχίῳ μὲν τὴν ἱερωσύνην ἀποδίδωσιν, Εὐσέβιον δὲ τὸν τοῦ Δορυλαίου καὶ Φλαβιανὸν τὸν Κωνσταντινουπόλεως ἑτοίμως καθεῖλεν. ὃς καὶ πρὸς τῇ καθαιρέσει ὠθισμοῖς καὶ λακτίσμασι τῶν ὑπὸ Διοσκόρου ἐκβαλλόμενος τριταῖος τὸν βίον μετήλ101 λαξεν. καὶ τῇ ἑξῆς βίᾳ στρατιωτῶν καὶ ξιφῶν ὑπογράψαι οἱ ἐπίσκοποι κατηναγκάσθησαν. ὁ δὲ Δόμνος, Ἀντιοχέων ἐπίσκοπος, βίᾳ ὑπογράψας καὶ εἰς ἑαυτὸν ἐλθὼν ἀντέστη Διοσκόρῳ καὶ τοῖς ἄρχουσι καταβοῶν τῶν πραχθέντων καὶ ἀσέβειαν τὴν σύνοδον ὀνομάζων καὶ τὴν ἑαυτοῦ ὑπογραφὴν ζητῶν ἀναλαβεῖν. ταῦτα μαθὼν ὁ πάπας Λέων πρόσεισι τῷ βασιλεῖ Οὐαλεντινιανῷ καὶ ταῖς αὐγούσταις μετὰ δακρύων αἰτῶν ἐπιστολὰς Θεοδοσίῳ τῷ βασιλεῖ, διόρθωσιν γενέσθαι τῶν ἐν Ἐφέσῳ ἀθέσμως καὶ ἀκανονίστως πραχθέντων. ὁ δὲ ἀντιγράφει τῇ θυγατρὶ Εὐδοξίᾳ οὕτως·" τοῦτο τῇ σῇ γλυκύτητι γνωρίσαι βούλομαι, ὅτι ὁ Φλαβιανὸς θείᾳ κρίσει τῶν ἐκκλησιῶν ἐξεβλήθη ὡς ταραχῶν πολλῶν αἴτιος." ὁ δὲ Διόσκορος καθῇρε καὶ Θεοδώρητον καὶ Ἴβαν καὶ Ἀνδρέαν καὶ Δόμνον τὸν Ἀντιοχείας καὶ ἄλλουςἀνατολικοὺς ἐπισκόπους ἀπόντας. Θεοδόσιος δὲ ὁ βασιλεὺς εὐρίπιστος ἦν, παντὶ ἀνέμῳ φερόμενος, ὅθεν καὶ χάρταις ἀπαραναγνώστοις πολλάκις ὑπέγραφεν· ἐν οἷς καὶ Πουλχερία ἡ σοφωτάτη δωρεὰν ὑπέβαλεν ἀπαρανάγνωστον ἐκχωροῦσαν πρὸς δουλείαν Εὐδοκίαν, τὴν γαμετὴν αὐτοῦ, καὶ ὑπέγραψε δεινῶς παρὰ Πουλχερίας ὀνειδισθείς. Τῷ δ' αὐτῷ ἔτει Γιζέριχος τῷ Οὐανδαλικῷ πλήθει πολὺς γενόμενος καὶ ῥῆγα καλέσας ἑαυτὸν γῆς τε καὶ θαλάσσης καὶ νήσων πολλῶν τοῖς Ῥωμαίοις ὑποτελῶν κατασχὼν ἐλύπει τὸν Θεοδόσιον. καὶ ἀποστέλλει χιλίας ρʹ ὁλκάδας μετὰ δυνάμεως Ῥωμαϊκῆς Ἀρεοβίνδου καὶ Ἀνσίλα καὶ Ἰνοβίνδου καὶ Ἀρινθέου καὶ Γερμανοῦ τῶνστρατηγῶν. ταύτης οὖν τῆς δυνάμεως τῇ Σικελίᾳ προσορμισθείσης, καταπλαγεὶς ὁ Γιζέριχος πρεσβεύεται Θεοδοσίῳ περὶ σπονδῶν. Κωνσταντινουπόλεως ἐπίσκοπος Ἀνατόλιος ἔτη θʹ. Ἀντιοχείας ἐπίσκοπος Μάξιμος ἔτη δʹ. μβʹ. ιεʹ. ηʹ. αʹ. ιβʹ. γʹ. αʹ. Τούτῳ τῷ ἔτει ἐπιλογισάμενος Θεοδόσιος καὶ γνοὺς ἑαυτὸν ἀπατηθέντα ὑπὸ τῆς Χρυσαφίου πανουργίας ἐλυπεῖτο περὶ τῆς εἰς Φλαβιανὸν γεγενημένης ἀσεβείας καὶ τῆς εἰς τοὺς λοιποὺς ἐπισκόπους ἀδικίας. καὶ ἀγανακτήσας σφόδρα πρῶτον μὲν Χρυσάφιον ἐξώρισεν εἴς τινα νῆσον, τῇ δὲ Εὐδοκίᾳ ἐπιφέρεται σφοδρῶς πάντων τῶν κακῶν αἰτίαν αὐτὴν ἀποκαλῶν, ὡς καὶ Πουλχερίαν τῶν βασιλείων 102 ἀποδιώξασαν, ἅμα δὲ καὶ τὰ κατὰ τὸν Παυλῖνον ὀνειδίζων αὐτῇ. ἡ δὲ ἀπογνοῦσα παρεκάλεσεν ἐπὶ τὰ Ἱεροσόλυμα ἀπολυθῆναι αὐτήν. καὶ λαβοῦσα μεθ' ἑαυτῆς Σευῆρον τὸν πρεσβύτερον καὶ Ἰωάννην τὸν διάκονον ἦλθεν εἰς Ἱεροσόλυμα. καὶ μαθὼν ὁ βασιλεύς, ὅτι οὗτοι καὶ ἐν τῇ πόλει αὐτῇ ἐσύχναζον καὶ ἐν Ἱεροσολύμοις μετ' αὐτῆς εἰσιν, καὶ πολλὰ αὐτοῖς δωρεῖται, ἀποστείλας ἀπεκεφάλισεν αὐτούς. τότε ὁ βασιλεὺς τὴν μακαρίαν Πουλχερίαν πολλὰ παρακαλέσας ἤγαγεν εἰς τὰ βασίλεια· ἥτις εὐθέως ἀποστείλασα εἰς Ἔφεσον ἤγαγε τὸ λείψανον τοῦ ἁγίου Φλαβιανοῦ· καὶ μετὰ δορυφορίας διὰ τῆς Μέσης ἐκκομίσασα ἔθαψεν ἐν τοῖς ἁγίοις ἀποστόλοις. τότε τὴν τῶν Χαλκοπρατείων ἐκκλησίαν τῇ ἁγίᾳ θεοτόκῳ ἀνήγειρε συναγωγὴν Ἰουδαίων πρότερον οὖσαν. Τοῦ δὲ στόλου, ὡς προέφημεν, ἐν Σικελίᾳ ἐκδεχομένου τὴν τῶν πρεσβευτῶν Γιζερίχου ἄφιξιν καὶ τὴν τοῦ βασιλέως κέλευσιν, ἐν τῷ μεταξὺ Ἀττίλας, ὁ Μουνδίου παῖς, Σκύθης, γενόμενος ἀνδρεῖος καὶ ὑπερήφανος, ἀποβαλὼν Βδελλάν, τὸν πρεσβύτερον ἀδελφόν, καὶ μόνος ἄρχων τὸ τῶν Σκυθῶν βασίλειον, οὓς καὶ Οὔννους καλοῦσιν, κατατρέχει τὴν Θρᾴκην. δι' ὃν μάλιστα Θεοδόσιος σπένδεται Γιζέριχον καὶ ἐπανάγει τὸν στόλον ἐκ Σικελίας. ἀποστέλλει δὲ τὸν Ἄσπαρα σὺν τῇ ὑπ' αὐτὸν δυνάμει καὶ Ἀρεόβινδον καὶ Ἀργαγίσκλον ἐπὶ τὸν Ἀττίλαν Ῥατιαρίαν ἤδη καὶ Νάϊσον καὶ Φιλιππούπολιν καὶ Ἀρκαδιούπολιν καὶ Κωνσταντίαν καὶ ἕτερα πλεῖστα πολίσματα καταστρεψάμενον καὶ σὺν αἰχμαλώτοις πολλοῖς ὑπέρογκον συμφορήσαντα λείαν. τῶν οὖν στρατηγῶν ἐλαττωθέντων σφόδρα ταῖς μάχαις, προῆλθεν Ἀττίλας καὶ μέχρι θαλάσσης ἑκατέρας, τῆς τε τοῦ Πόντου καὶ τῆς πρὸς Καλλιπόλει καὶ Σηστῷ κεχυμένης, πᾶσαν πόλιν καὶ φρούρια 103 δουλούμενος πλὴν Ἀδριανουπόλεως καὶ Ἡρακλείας, τῆς ποτε Πειρίνθου κληθείσης, ὥστε καὶ εἰς τὸν Ἀθύραν αὐτὸν φρούριον ἐλθεῖν. ἀναγκάζεται οὖν Θεοδόσιος πρεσβεύσασθαι πρὸς Ἀττίλαν καὶ ἑξακισχιλίας χρυσίου λίτρας ὑπὲρ τῆς ἀναχωρήσεως παρασχεῖν, χιλίων δὲ χρυσίου λιτρῶν ἐτήσιον φόρον αὐτῷ ἠρεμοῦντι προσομολογῆσαι τελεῖν. τότε τοίνυν ἐπανελθούσης τῆς Ῥωμαϊκῆς δυνάμεως ἐκ τοῦ πολέμου τοῦ πρὸς Ἀττίλαν, μετὰ βραχὺ τελευτᾷ Θεοδόσιος ὁ βασιλεὺς μηνὶ Ἰουλίῳ κʹ, ἰνδικτιῶνι γʹ. ἡ δὲ μακαρία Πουλχερία, μήπω τινὶ τῆς τοῦ βασιλέως τελευτῆς γνωσθείσης, μεταστειλαμένη Μαρκιανόν, ἄνδρα ἐν σωφροσύνῃ καὶ σεμνότητι διαπρέποντα γέροντά τε ὄντα καὶ ἱκανώτατον, λέγει πρὸς αὐτόν·" ἐπειδὴ ὁ βασιλεὺς ἐτελεύτησεν, ἐγὼ δέ σε ἐξελεξάμην ἐκ πάσης τῆς συγκλήτου, ὡς ἐνάρετον, δός μοι λόγον, ὅτι φυλάττεις τὴν παρθενίαν μου, ἣν τῷ θεῷ ἀνεθέμην, καὶ ἀναγορεύω σε βασιλέα." τοῦ δὲ συνθεμένου τοῦτο, μεταστέλλεται τὸν πατριάρχην καὶ τὴν σύγκλητον καὶ ἀναγορεύει αὐτὸν βασιλέα Ῥωμαίων. Κόσμου ἔτη εϠμγʹ. Τῆς θείας σαρκώσεως ἔτη υμγʹ. Ῥωμαίων βασιλεὺς Μαρκιανὸς ἔτη ϛʹ. αʹ. Περσῶν βασιλεὺς Ἰσδιγέρδης ἔτη ιζʹ. ιϛʹ. Ῥώμης ἐπίσκοπος Λέων ἔτη καʹ.
69.37.1
Κωνσταντ. ἐπίσκοπος Ἀνατόλιος ἔτη θʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη ληʹ. ιγʹ. Ἀλεξανδρείας ἐπίσκοπος Διόσκορος ἔτη εʹ. δʹ. Ἀντιοχείας ἐπίσκοπος Μάξιμος ἔτη δʹ. βʹ. Τούτῳ τῷ ἔτει Μαρκιανὸς ὁ εὐσεβὴς θείᾳ ψήφῳ αὐτοκράτωρ ἀναδειχθεὶς τοὺς ἐν ἐξορίᾳ πάντας ἀνεκαλέσατο. ἡ δὲ μακαρία Πουλχερία τὸν παμμίσητον Χρυσάφιον τὸν εὐνοῦχον ἐκδέδωκεν Ἰορδάνῃ, τῷ παιδὶ Ἰωάννου, τοῦ ἐν Ῥώμῃ τυραννήσαντος καὶ προσχωρήσαντος πρὸς Ἀρδαβούριον καὶ Ἄσπαρα καὶ εἰς τὸ Βυζάντιον ἐλθόντος καὶ τιμῆς ἀξιωθέντος, ἀναιρεθέντος τε δόλῳ ὑπὸ Χρυσαφίου· ὃν λαβὼν Ἰορδάνης ἀνεῖλεν. ἄξιον δέ ἐστι καὶ τὴν ἐξ ἀρχῆς τοῦ θεοῦ εἰς