Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Characters
TheophrastusChar 22 · perseus-grc2More by Theophrastus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophrastus" aria-label="More works by Theophrastus"> —
⋯
More
Original / primary: Perseus Grc2
22.1
22.1
ἡ δὲ ἀνελευθερία ἐστὶν ἀπουσία τις [ἀπὸ] φιλοτιμίας δαπάνην ἐχούσης, ὁ δὲ ἀνελεύθερος τοιοῦτός τις,
22.2
22.2
οἷος νικήσας τραγῳδοῖς ταινίαν ξυλίνην ἀναθεῖναι τῷ Διονύσῳ, ἐπιγράψας μὲν αὑτοῦ τὸ ὄνομα.
22.3
22.3
καὶ ἐπιδόσεων γιγνομένων ἐκ τοῦ δήμου, ἀναστὰς σιωπῇ ἐκ τοῦ μέσου ἀπελθεῖν.
22.4
22.4
καὶ ἐκδιδοὺς αὑτοῦ θυγατέρα τοῦ μὲν ἱερείου πλὴν τῶν ἱερέων τὰ κρέα ἀποδόσθαι, τοὺς δὲ διακονοῦντας ἐν τοῖς γάμοις οἰκοσίτους μισθώσασθαι.
22.5
22.5
καὶ τριηραρχῶν τὰ μὲν τοῦ κυβερνήτου στρώματα αὑτῷ ἐπὶ τοῦ καταστρώματος ὑποστόρνυσθαι, τὰ δὲ αὑτοῦ ἀποτιθέναι.
22.6
22.6
καὶ τὰ παιδία δὲ δεινὸς μὴ πέμψαι εἰς διδασκάλου, ὅταν ᾖ [τοῦ ἀποτιθέναι καὶ τὰ παιδία] Μουσεῖα, ἀλλὰ φῆσαι κακῶς ἔχειν, ἵνα μὴ συμβάλωνται.
22.7
22.7
καὶ ἐξ ἀγορᾶς δὲ ὀψωνήσας [τὰ κρέα] αὐτὸς φέρειν τὰ λάχανα ἐν τῷ προκολπίῳ.
22.8
22.8
καὶ ἔνδον μένειν, ὅταν ἐκδῷ θοἰμάτιον ἐκπλῦναι·
22.9
22.9
καὶ φίλου ἔρανον συλλέγοντος καὶ διειλεγμένου αὐτῷ, προσιόντα προϊδόμενος ἀποκάμψας ἐκ τῆς ὁδοῦ τὴν κύκλῳ οἴκαδε πορευθῆναι·
22.10
22.10
καὶ τῇ γυναικὶ δὲ τῇ ἑαυτοῦ προῖκα εἰσενεγκαμένῃ μὴ πρίασθαι θεράπαιναν, ἀλλὰ μισθοῦσθαι εἰς τὰς ἐξόδους ἐκ τῆς γυναικείας παιδίον τὸ συνακολουθῆσον·
22.11
22.11
καὶ τὰ ὑποδήματα παλινπήξει κεκαττυμένα φορεῖν καὶ λέγειν, ὅτι κέρατος οὐδὲν διαφέρει·
22.12
22.12
καὶ ἀναστὰς τὴν οἰκίαν καλλῦναι καὶ τὰς κλίνας ἐκκορῆσαι·
22.13
22.13
καὶ καθεζόμενος παραστρέψαι τὸν τρίβωνα, ὃν αὐτὸν φορεῖ.

Intertext edge

Open linked passage

Note