Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Characters
TheophrastusChar 24 · perseus-grc2More by Theophrastus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophrastus" aria-label="More works by Theophrastus"> —
⋯
More
Original / primary: Perseus Grc2
24.1
24.1
ἔστι δὲ ἡ ὑπερηφανία καταφρόνησίς τις πλὴν αὑτοῦ τῶν ἄλλων, ὁ δὲ ὑπερήφανος τοιόσδε τις,
24.2
24.2
οἷος τῷ σπεύδοντι ἀπὸ δείπνου ἐντεύξεσθαι φάσκειν ἐν τῷ περιπατεῖν.
24.3
24.3
καὶ εὖ ποιήσας μεμνῆσθαι φάσκειν.
24.4
24.4
καὶ βαδίζων ἐν ταῖς ὁδοῖς τὰς διαίτας κρίνειν ἐν τάχει τοῖς ἐπιτρέψασι.
24.5
24.5
καὶ χειροτονούμενος ἐξόμνυσθαι τὰς ἀρχάς, οὐ φάσκων σχολάζειν.
24.6
24.6
καὶ προσελθεῖν πρότερος οὐδενὶ θελῆσαι.
24.7
24.7
καὶ τοὺς πωλοῦντάς τι ἢ μεμισθωμένους δεινὸς κελεῦσαι ἥκειν πρὸς αὐτὸν ἅμʼ ἡμέρᾳ.
24.8
24.8
καὶ ἐν ταῖς ὁδοῖς πορευόμενος μὴ λαλεῖν τοῖς ἐντυγχάνουσι κάτω κεκυφώς, ὅταν δὲ αὐτῷ δόξῃ, ἄνω πάλιν.
24.9
24.9
καὶ ἑστιῶν τοὺς φίλους αὐτὸς μὴ συνδειπνεῖν, ἀλλὰ τῶν ὑφʼ αὑτόν τινι συντάξαι αὐτῶν ἐπιμελεῖσθαι.
24.10
24.10
καὶ προαποστέλλειν δέ, ἐπὰν πορεύηται, τὸν ἐροῦντα, ὅτι προσέρχεται.
24.11
24.11
καὶ οὔτε ἐπʼ ἀλειφόμενον αὑτὸν οὔτε λούμενον οὔτε ἐσθίοντα ἐᾶσαι ἂν εἰσελθεῖν.
24.12
24.12
ἀμέλει δὲ καὶ λογιζόμενος πρός τινα τῷ παιδὶ συντάξαι τὰς ψήφους διωθεῖν καὶ κεφάλαιον ποιήσαντι γράψαι αὑτῷ εἰς λόγον.
24.13
24.13
καὶ ἐπιστέλλων μὴ γράφειν, ὅτι χαρίζοιο ἄν μοι, ἀλλʼ ὅτι βούλομαι γενέσθαι καὶ ἀπέσταλκα πρὸς σὲ ληψόμενοσʼ καὶ ὅπως ἄλλως μὴ ἔσται καὶ τὴν ταχίστην.

Intertext edge

Open linked passage

Note