Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Characters
TheophrastusChar 6 · perseus-grc2More by Theophrastus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophrastus" aria-label="More works by Theophrastus"> —
⋯
More
Original / primary: Perseus Grc2
6.1
6.1
ἡ δὲ ἀπόνοιά ἐστιν ὑπομονὴ αἰσχρῶν ἔργων καὶ λόγων,
6.2
6.2
ὁ δὲ ἀπονενοημένος τοιοῦτός τις, οἷος ὀμόσαι ταχύ, κακῶς ἀκοῦσαι, λοιδορηθῆναι δυνάμενος, τῷ ἤθει ἀγοραῖός τις καὶ ἀνασεσυρμένος καὶ παντοποιός.
6.3
6.3
ἀμέλει δυνατὸς καὶ ὀρχεῖσθαι νήφων τὸν κόρδακα καὶ προσωπεῖον ἔχων ἐν κωμικῷ χορῷ.
6.4
6.4
καὶ ἐν θαύμασι δὲ τοὺς χαλκοῦς ἐκλέγειν καθʼ ἕκαστον παριὼν καὶ μάχεσθαι τούτοις τοῖς τὸ σύμβολον φέρουσι καὶ προῖκα θεωρεῖν ἀξιοῦσι.
6.5
6.5
δεινὸς δὲ καὶ πανδοκεῦσαι καὶ πορνοβοσκῆσαι καὶ τελωνῆσαι καὶ μηδεμίαν αἰσχρὰν ἐργασίαν ἀποδοκιμάσαι, ἀλλὰ κηρύττειν, μαγειρεύειν, κυβεύειν·
6.6
6.6
τὴν μητέρα μὴ τρέφειν, ἀπάγεσθαι κλοπῆς, τὸ δεσμωτήριον πλείω χρόνον οἰκεῖν ἢ τὴν αὑτοῦ οἰκίαν.
6.7
6.7
καὶ τοῦτο δʼ ἂν εἶναι δόξειεν τῶν περιισταμένων τοὺς ὄχλους καὶ προσκαλούντων, μεγάλῃ τῇ φωνῇ καὶ παρερρωγυίᾳ λοιδορουμένων καὶ διαλεγομένων πρὸς αὐτούς, καὶ μεταξὺ οἱ μὲν προσίασιν, οἱ δὲ ἀπίασιν πρὶν ἀκοῦσαι αὐτοῦ, ἀλλὰ τοῖς μὲν ἀρχήν, τοῖς δὲ συλλαβήν, τοῖς δὲ μέρος τοῦ πράγματος λέγει, οὐκ ἄλλως θεωρεῖσθαι ἀξιῶν τὴν ἀπόνοιαν αὐτοῦ, ἢ ὅταν ᾖ πανήγυρις.
6.8
6.8
ἱκανὸς δὲ καὶ δίκας τὰς μὲν φεύγειν, τὰς δὲ διώκειν, τὰς δὲ ἐξόμνυσθαι, ταῖς δὲ παρεῖναι ἔχων ἐχῖνον ἐν τῷ προκολπίῳ καὶ ὁρμαθοὺς γραμματειδίων ἐν ταῖς χερσίν·
6.9
6.9
οὐκ ἀποδοκιμάζειν δὲ οὐδʼ ἅμα πολλῶν ἀγοραίων στρατηγεῖν καὶ εὐθὺς τούτοις δανείζειν καὶ τῆς δραχμῆς τόκον τρία ἡμιωβόλια τῆς ἡμέρας πράττεσθαι. καὶ ἐφοδεύειν τὰ μαγειρεῖα, τὰ ἰχθυοπώλια, τὰ ταριχοπώλια, καὶ τοὺς τόκους ἀπὸ τοῦ ἐμπολήματος εἰς τὴν γνάθον ἐκλέγειν.
6.10
6.10
Ἐργώδεις δέ εἰσιν οἱ τὸ στόμα εὔλυτον ἔχοντες πρὸς λοιδορίαν καὶ φθεγγόμενοι μεγάλῃ τῇ φωνῇ, ὡς συνηχεῖν αὐτοῖς τὴν ἀγορὰν καὶ τὰ ἐργαστήρια.

Intertext edge

Open linked passage

Note