Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De vitae termino
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1
De vitae termino Θεοφυλάκτου ἀπὸ ἐπάρχων τοῦ Σιμοκάτου ζήτημα προσωποποιΐα, ὅτι ὅροι ζωῆς τοῖς ἀνθρώποις ἀποκεκλήρωνται, Θεογνώστου κατὰ Θεοφράστου῎ Εδει μὲν τὸν Θεόφραστον ἱεροπρεπῆ περιβεβλημένον εὐλάβειαν δικαιοσύνης τε στολὴν ἀμπεχόμενον καὶ τὴν τῆς σεμνοπρεποῦς κατηφείας αἰδῶ περικείμενον ἔνδον τὴν γλῶτταν τῶν ὅρων διαφρουρεῖν καὶ ταῖς ἀγκύραις τῶν δογμάτων ἐλλιμενίζεσθαι καὶ εἴσω που διαθέειν τῆς νύσσης καὶ μὴ βάλλειν πόρρω που τοῦ σκοποῦ μήτε παρηχεῖν ἀναρμόνια μήτε καθυλακτεῖν ἀμουσότατα μήτε τοῦ κέντρου χωρὶς περιγράφειν τὸν κύκλον ἢ στάθμης κανόνος ἐκτὸς τεκταίνεσθαι τὰ παράλογα, ἵνα μὴ τὸ ἄηθες τῆς ἐκκλησίας νομοθετῶν καὶ μέγα τι καὶ παμμέγεθες πλημμελῶν τῷ ἐκχύτῳ τῆς ἐγχειρήσεως τῆς μεγίστης τῶν ἱερῶν συντάξεων" ἀποσυνάγωγος γένηται".᾿ Επεὶ δὲ τὰς λεωφόρους καὶ βασιλικὰς ἀποδοκιμάζειν τρίβους ἐφίεται καὶ πρὸς τὰς ἀδοκιμωτέρας τῶν ἀτραπῶν κατασύρεται, ἔνθα κομᾷ μὲν ἡ ἄκανθα καὶ ἡ βάτος παρρησιάζεται καὶ πέφυκε λόχμη καὶ αἱμασιὰ ὑπεστόρηται καὶ λεῖον οὐδὲν ἢ εὐθὲς πολιτεύεται, τούτου τῇ βακτηρίᾳ τοῦ λόγου καθάψομαι καὶ τῶν ἱερῶν περιβόλων ὡς κακὸν κολλυβιστὴν ἀποπέμψομαι εὐαγγελικὴν πορισάμενος μάστιγα, ὅπως μὴ κακῶς τὸν λόγον ἐμπορευόμενος τὸ ἱερὸν τῆς ἐκκλησίας βεβηλώσῃ τέμενος.᾿ Αλλὰ μή μου τοῦγ' ἕνεκα, ἄνδρες δικασταὶ καὶ θεσμοφύλακες, καταδιαιτήσητε μῶμον τῷ κέντρῳ τῶν ῥημάτων τὰ μεγέθη τοῦ θράσους διαμετρήσαντος· οὐ περὶ μικροῦ γὰρ ἡμῖν ὁ ἀγών. ἀμέσως διαιτητοῦ τέμενος προσελθεῖν εἱλόμεθα τήμερον, ἐπεὶ οὔτε φιλόδικος ἢ φιλαθήναιος ὁ τρόπος ἡμῖν, μᾶλλον δὲ φιλευαγγελικὸς καὶ ἀποίκιλος καὶ δικαστηρίων οὐκ ἀνεχόμενος, ὅς γε καὶ τοῖς ἀδικοῦσιν ἐν ὕβρει παρεγγυᾷ μὴ ἀντιτείνειν, ἀλλὰ καὶ ῥαπίζουσι πεφυκέναι πειθήνιον· εἰ μή που γὰρ τὴν φαραωνίτιδα τοῦ ἀντιτείνειν ὄντως ἀπείθειαν ἀνειλόμεθα πρὸς τὸ συνοῖσον δυσάρεστον ἔχουσαν τὴν παράκλησιν, οὐκ ἂν ἐπὶ τουτονὶ τὸν ἀγῶνα κατεχωρήσαμεν καὶ τῇ κόνει τῆς παλαίστρας προσωμιλήσαμεν. δέος γὰρ οὐ τὸ τυχόν, μή πως ὀβελισθείη που τὰ καθήκοντα, καὶ νεωτέρων ἡμῖν κηρυγμάτων ὄψεις ἐπιφανείησαν, μορμολυκείων ὥσπερ ἐγχειρημάτων τινῶν θέαν ἐπιφερόμενα. Τίς γὰρ ὅρους μὴ καθεστάναι ζωῆς αὐτὸν ἐξεπαίδευσε; ποῦ τῶν ἱερῶν γραμμάτων ἀκήκοε πώποτε τὴν πλανήτιδα τῆς ζωῆς ἀοριστίαν τοὺς ἀνθρώπους κληρώσασθαι; εἰ γὰρ οὐράνιον κύτος προφητικῶς θείᾳ παλάμῃ καταμεμέτρηται καὶ ἀριθμὸς" ἀγγέλων θεοῦ" τῇ δημιουργῷ σοφίᾳ διέγνωσται, ἵνα σοι καὶ τὸ Μωσέως παρυφάνωμεν λόγιον," ὅριά" τε" ἐθνῶν" καὶ μερίδες λαῶν τοῖς ἀγγέλοις κεκληροδότηνται καὶ" τρίχες κεφαλῆς" τῷ θεῷ κατηρίθμηνται, πῶς οὐχὶ καὶ ὅροι ζωῆς τοῖς ἀνθρώποις πεπήγασι, δημιουργικῇ τινι φροντίδι προελθόντες εἰς ὕπαρξιν; ἢ οὐχὶ" πάντα μέτρῳ καὶ σταθμῷ" ὁ κτίσας ἡμᾶς κατὰ τὴν γραφὴν ἐταλάντευσεν; ἄπαγε τῆς ἀτοπίας, ὦ τᾶν. ἥλιος, φησίν," ἔστη ἐν τῇ τάξει" αὐτοῦ καὶ ἡ σελήνη τὴν ἑαυτῆς δύσιν ἐπέγνωκεν, καὶ" ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος" αὐτῶν" καὶ τὸ κατάντημα ἕως" ἄκρων οὐρανοῦ, καὶ" εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἐνιαυτοὺς" ἐκ τοῦ παραγαγόντος ὡρίσθησαν· οὕτως ἀριστοτεχνίας τάξει τινὶ τὸ πᾶν διεκόσμησεν ἡ μεγαλουργὸς μεγαλειότης τοῦ πάντα παραγαγόντος θεοῦ· ὁ τοῖς ἄστροις" ὀνόματα καλῶν" καὶ" πάντα πρὶν γενέσεως" διαγνοὺς καὶ καιροὺς καὶ χρόνους" ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ" τιθείς, ὅρων χηρεύουσαν τὴν ἡμετέραν ζωὴν προηγάγετο; πολλοῦ γε καὶ δεῖ. Ποῦ γὰρ θήσεις τὸ «" καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον μου"» ἢ τὸ «" ἠγγίκασι αἱ ἡμέραι τοῦ θανάτου σου"» ἢ τὸ «" οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου" ἐν τοῖς υἱοῖς τῶν ἀνθρώπων," ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἑκατὸν καὶ εἴκοσιν ἔτη"» ὁ τὴν ἔκφυλον ἀοριστίαν πρεσβεύων καὶ τὰ ξένα τῶν δογμάτων παρεισάγων τεράστια οἷα Πλατωνικὰς ἰδέας τινάς, φάσματα νοῦ καὶ διανοίας κούφης ἀθύρματα, κακὴν᾿ Ακαδημίαν αὐτοσχεδιάσας ταῖς ἐκκλησίαις ἑλληνικώτερον; ἢ οὐχὶ καὶ ἡ πρὸς Αἴγυπτον κάθοδος τοῦ᾿ Ισραὴλ ἔτεσι τετρακοσίοις διώριστο, ὦ φιλαόριστε σὺ καὶ παραχαράκτα τῶν ἀπαραγράφων δογμάτων τῆς πίστεως; ποῦ δὲ οἰχήσεται τὸ παρὰ τῷ ψάλλοντι πρεσβευόμενον λόγιον «" αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἑβδομήκοντα ἔτη ἢ ὀγδοήκοντα"» [τῆς διαστολῆς καὶ δυνάμεως]; καὶ εἰ μὴ πνευματικὸς ἡμᾶς ἐχαλίνωσε νόμος μὴ τοὺς προπετεῖς ἀσπάζεσθαι γέλωτας, εἶχον ἂν βρασματωδῶς κατακαγχάζειν ὥσπερ γελοίου τοῦ πράγματος τοῖς σοῖς ἐπεγγελᾶν καταναγκαζόμενος ἐγχειρήμασι. τὸν Δαυὶδ οὐκ ἀκήκοας πώποτε χοροστατοῦντα καὶ ᾄδοντα «" γνώρισόν μοι τὸ πέρας μου, κύριε, καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ."»; Μὴ πρὸς τῆς ἐκκλησίας, ὦ ἄνθρωπε," ἀλλ' ἄγε δὴ μετάβηθι", κατὰ τὴν ποίησιν, καὶ μεταχώρει πρὸς τὰ ἡμέτερα, ὀρφανήν τινα καὶ ἀκυβέρνητον τὴν πλάνην ἀπορριψάμενος. ζυγομαχήσας ἐζημιώθης ἀλήθειαν· γνωσιμαχήσας δὲ πάντως ἕξεις οὗπερ ἐστέρησαι. οὐ πρεσβῦται καὶ πλήρεις ἡμερῶν οἱ πατριάρχαι κεκοίμηνται; καὶ τί σοι τούτῳ δοκεῖ τὴν γραφὴν ὑποσημήνασθαι; ἐγὼ μὲν οἶμαι" τῶν ὅρων τῆς ζωῆς πληρωθέντων" κατὰ τὸν θεῖον ἐκεῖνον καὶ μέγαν Βασίλειον. τῷ ὄντι γὰρ οὐ στρουθίον" πεσεῖται ἄνευ τοῦ πατρὸς" ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὦ γενναῖε εἰς ζήτησιν καὶ πρὸς λόγων στροφὰς ἑτοιμότατε. τὸ «" τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἐληλύθη ἡ ὥρα μου"» καὶ ἡ ἐξ᾿ Ιουδαίων ἀπόδρασις τοῦ Χριστοῦ διὰ τὸ οὔπω τοῦ σταυροῦ ἐληλυθέναι τὴν ὥραν, πῶς οὐχὶ τοῖς σοῖς ἀντιφθέγξονται δόγμασι καὶ οἷα καταπέλται τινὲς τοὺς σοὺς λιθοβολήσουσι λόγους καὶ ὡσεὶ χνοῦν" ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς" διαλικμήσουσι; Τίς σοι τοὺς μυθικοὺς τούτους φληνάφους κωθωνιζόμενος παρέδωκε; τί φόρτον τερθρείας κενῆς ἐμπορευσάμενος ἐς μέγα τὰς ὀφρῦς ἀνιστᾷς; ποία σοι καθέστηκεν ὄνησις" ἱστὸν ἀράχνης" κατὰ τὸν προφήτην ὑφαίνοντι καὶ μικρὰς καὶ ἀνυποστάτους ἐννοίας κατὰ μεγάλων ἱστουργοῦντι δογμάτων; τί τὸν χιτῶνα τῆς θεωρίας τὸν ἄνωθεν ὑφαντὸν παρωσάμενος τοὺς" δερματίνους" καὶ παχυτέρους τῆς διανοίας" χιτῶνας" ἠμφίεσαι, οὓς περιβάλλεσθαι προσήκει τοὺς ἐξοκείλαντας καὶ τῆς θείας τῶν νοημάτων τρυφῆς ἐξοριζομένους διὰ τὸ κενὸν τῆς ἀπαγορευθείσης αὐτοῖς ἐγχειρήσεως;" τὴν πολιὰν" τῶν ὀρθῶν" δυσωπήθητι" λόγων, ἡλικιῶτίς ἐστι τῆς ἐκκλησίας, τὴν πρεσβυγένειαν ταύτης αἰδέσθητι. ἀεί που τὸ νεώτερον ἀτιμότερον πέφυκε· κακὸν τὸν νέον νομοθετοῦσι καὶ οἱ ἐπὶ τῆς σκηνῆς τραγῳδοὶ συντάττονται. διὰ τοῦτο μὴ λέγε ὅτι «νεώτερός εἰμι»· καὶ τὴν ποίησιν οἶδας τὸ νεώτερον ἀτιμάζουσαν. διὰ τοῦτο καὶ τὸν χρόνον οἱ τῆς θύραθεν σοφίας τε καὶ παιδείας κακίζουσιν ὡς ἀεὶ τῶν ξένων ὀργῶντα, νοσηλευόμενον τὰ καινότερα." ἐπερώτησον" τοὺς πατέρας σου καὶ ἀναγγελοῦσί σοι καὶ" τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσί σοι" ὡς ἐπάγονται θάνατοι τῶν ὅρων τῆς ζωῆς πληρουμένων.῾ Ικανῶς, ὦ ἄνδρες δικασταὶ καὶ λαῶν γνωμοδόται καὶ νομοφύλακες, ὑπὲρ τῶν ἀρτίως λόγων ἀπολελόγημαι· ἤδη δέ μοι καὶ τὴν νικῶσαν ἀποίσεσθαί με καιρὸς καὶ τὴν κρείττονα μοῖραν ἀποκληρώσασθαι ἀναδούμενόν τε τῶν λόγων τὸν στέφανον εἰς τὰ ἐνδόμυχα τῆς ἐκκλησίας χορεύειν ᾄδειν τε τῷ κυρίῳ μεθ' ὑμῶν ᾠδὴν ἐπινίκιον, ὅτι στόμα λαλοῦν ἐνεφράγη ἄδικα καὶ θάλασσα πλάνης διέστηκε καὶ ταύτης ἐξεκλίναμέν που τὸν κλύδωνα καὶ τὸ ἀντιμαχοῦν πελαγιζόμενον ἀποπνίγεται καὶ ἀναβάτης καὶ ἵππος θρασὺς ἠφάνισται καὶ πᾶς ἀντιστράτηγος λόγος ἀπόλωλεν. ἡμεῖς δὲ πνευματικῶς παιανίζοντες τὸν θρίαμβον οὐ καλύπτομεν οὐδὲ τὸ τρόπαιον κρύπτομεν, ἀλλὰ μετὰ τῶν ἀγγέλων κραυγάζομεν «" ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται"». Τοῦ αὐτοῦ διὰ προσωποποιΐας, ὅτι οὐχ ὅροι ζωῆς τοῖς ἀνθρώποις πεπήγασι, Θεοφράστου κατὰ Θεογνώστου.᾿ Επεὶ" τάφος ἀνεῳγμένος ὁ λάρυγξ" τῷ Θεογνώστῳ καθέστηκε καὶ" ὡσεὶ ξυρὸν ἠκονημένον" τὴν γλῶτταν ἐξώπλισε καὶ" θυμὸς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως" τοὺς λόγους αὐτοῦ διεφλέγμανε καὶ οἰδαίνει ταῖς ὕβρεσι καὶ ἐν κακίαις μεγαλαυχεῖ καὶ ὀνειδίζων ὑψαυχενεῖ, καί φησι «" τὰ χείλη ἡμῶν παρ' ἡμῖν ἐστι, τίς ἡμῶν κύριός ἐστι;"» καὶ μετὰ τοῦ προφήτου" μεγαλορρήμονα γλῶτταν" οὐκ ἐξουδένωσεν, ἀλλ' ὑπερφρονεῖ" παρ' ὃ δεῖ φρονεῖν" τῷ θεσπεσίῳ μὴ γινόμενος Παύλῳ πειθήνιος," ἐπισκέψομαι ἐν ῥάβδῳ" τοὺς λόγους αὐτοῦ" καὶ ἐν μάστιξι" τὰ ῥήματα αὐτοῦ. τῷ ὄντι γὰρ ἡ καρδία αὐτοῦ ὑπὲρ" τὰς κέδρους τοῦ Λιβάνου" ὑψώθη καὶ ἐπελάθετο" τοῦ Δαυὶδ καὶ πάσης τῆς πραότητος αὐτοῦ" καὶ τοὺς τῆς διανοίας ὀφθαλμοὺς μετεώρισε πορευθεὶς" ἐν μεγάλοις" καὶ μὴ ταπεινοφρονῶν κατὰ τὸ γεγραμμένον, ἀλλ' ὑψῶν τὴν ψυχὴν τῆς εὐαγγελικῆς ἐπιεικείας ἀπεκδυσάμενος τὴν σεμνότητα· κατὰ γὰρ τὴν τῆς ἀφροσύνης αὐτοῦ αὐθάδειαν κεχρῆσθαι τῷ ἄφρονι τὸν θεῖον νόμον ἴσμεν προστάττοντα, ἵνα μὴ τῷ πλάτει τῆς συγχωρήσεως ἐναβρυνόμενοι πρὸς μεῖζον βάραθρον ἁμαρτημάτων τῷ ἀνεπιπλήκτῳ τῶν νουθετημάτων ἀποχωρήσαιεν. οὐκοῦν «" ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν"» [καὶ παίδευσιν καὶ διάνοιαν], ἵν' ἀπὸ γραφῆς ἀπαρξώμεθα καὶ θεολογικῷ πίνακί τινι τῶν ἡμετέρων λόγων κατακαλλύνωμεν τὰ προαύλια. Εἰ ὅροι ζωῆς ὕπεισι τοῖς ἀνθρώποις, ὦ φιλόκομψον στόμα καὶ φιλεπίτιμον,–»" ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀπόκριναι"», καθά πού φησιν ὁ χρηματίζων τῷ πολυπαθεῖ τὰ ἀπόρρητα– πῶς ταῖς πολυάνδροις συμβαίνει παθήματα πόλεσι τοῦ ὑπὲρ κεφαλῆς ἀέρος διαφθαρέντος καὶ λοιμικῆς σηπεδόνος τινὸς μεταδιδόντος τοῖς ὁμιλήσασιν; ἆρά γέ που, ἆρά ἐστιν αὐτοῖς ἐνιαυσιαῖος ὅρος ζωῆς, καθ' ὃν αὐθωρὸν τὰ μυρία γένη τῶν ἀνθρώπων πρὸς θάνατον σαγηνεύονται; πῶς δὲ καὶ μυριοφόροι ὁλκάδες πολλάκις τὰς ὀθόνας, ὡς ἔστιν εἰπεῖν, ἐκπετάσασαι καὶ προσβαλοῦσαι τοῖς μεγίστοις πελάγεσιν ἀγρίῳ πνευμάτων ἐφόδῳ διολώλασιν αὔτανδροι βαπτιζόμεναι, ὡς καὶ νεανίσκους σὺν παρθένοις καὶ πρεσβύτας" μετὰ νεωτέρων" μιᾷ τινι συμφωνίᾳ καταπνιγῆναι τῷ ὕδατι; ἆρά γέ που, ἆρα εἷς τις ὅρος ὑπῆν τοῖς ναυτιλλομένοις ἀκίνητος; ἀλλὰ καὶ τῶν πυθμένων παρασκιρτώντων τῆς γῆς ἔνεστί που θεάσασθαι ὡς" ἐν ῥιπῇ ὀφθαλμοῦ" κατὰ τὸν θεῖον ἀπόστολον ἄπειρα διολλύμενα πλήθη καὶ πᾶσαν ἡλικίαν ἑνί τινι δυστυχήματι ἕνα τάφον ἀποκληρωσαμένην τῆς διαφθορᾶς τὸ ἐπίδημον. καὶ τί δή σοι περὶ χασμάτων γῆς φιλοσοφήσω τὰ παραπλήσια; τὰ δὲ περὶ τὰς ἐκτάξεις τῶν συμπλοκῶν ἀποτεύγματα ποῦ θήσεις τῷ νῷ, γενναῖε καὶ διαβατικώτατε, ὅπου γε ὁρῶμεν μηδὲ" οὐροῦντα πρὸς τοῖχον" πολλάκις διασῳζόμενον, ἵνα καί τί σοι τῆς ἱερᾶς ἱστορίας προενέγκω ῥησείδιον; Τὸ δ' «" ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν"» πῶς σοι νοητέον, ἀπόκριναι; «κολοβουμένων τῶν ὅρων δι' ἔφεσιν τῶν κακῶν καὶ ἀπροσεξίαν τοῦ κρείττονος». τοίνυν οὐκ ἄρα ἐπάγονται θάνατοι τῶν ὅρων τῆς ζωῆς πληρουμένων, ὦ λῷστέ τε καὶ φιλοσοφώτατε μοναχῶν· παρεισδῦσα γὰρ ἐκκοπὴ ὅρου που πάντως διώλεσεν. ἢ οὐχὶ καὶ Παῦλος τοιοῦτόν τι βοᾷ διαπρύσιον τοῖς Κορινθίοις ἀποφαινόμενος «" διὰ τοῦτο πολλοὶ ἀσθενεῖς ἐν ὑμῖν καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί"», ὡς οἷα δὴ τῆς ἁμαρτίας τοὺς ἑαυτῆς ἐραστὰς ἀώρως ἀποτεμνομένης καὶ παραπεμπούσης πρὸς τὴν ἀφάνειαν; τῷ ὄντι γὰρ, κατὰ τὴν ἱερὰν ἐκείνην φωνήν," πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται καὶ καίεται". Οἶδα καὶ λαὸν δι' ἀπογραφὴν ἀπολλύμενον· ὁπηνίκα γὰρ Δαυὶδ ἀριθμῷ τὸ᾿ Ιουδαικὸν παραδέδωκε καὶ ἀπογραφῇ τοὺς ἰθυνομένους ἐπέτρεπε καὶ κατεμετρεῖτο" λαὸς περιούσιος", παρελύπει τὸν ἐπὶ πάντων θεὸν καὶ γέγονε τοῦτο τῷ Δαυὶδ εἰς πλημμέλημα, καὶ διὰ τοῦτο τὸ τριττὸν πάθος τῷ βασιλεῖ προσετέτακτο καὶ πρὸς ἐπιλογὴν συμφορᾶς χωρεῖν ἠναγκάζετο. ἐπεὶ δὲ ἀπαραίτητον τὸ δυστύχημα καὶ τὸ κακὸν ἐν αἱρέσεως μοίρᾳ παρείληπτο, ἄρχειν τοῦ λαοῦ κεχειροτόνηται θάνατος καὶ τὴν ἐπιστασίαν τῶν δήμων τὰ τῆς συμφορᾶς ἐπιστεύετο." ἐξελέξατο" γάρ, φησίν," ἑαυτῷ τὸν θάνατον ὁ Δαυὶδ" λιμόν τε καὶ πόλεμον παρωσάμενος, «" ἐμπεσοῦμαι"» φάσκων «" εἰς χεῖρας κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα· εἰς χεῖρας" ἐχθρῶν οὐ παγιδευθήσομαι». τὸ θυμίαμα δὲ τοῦ᾿ Ααρὼν καὶ ὁ ὑψούμενος ὄφις οὐ θανάτου κράτος διέκοπτεν; αἱ Μωσέως δὲ χεῖρες ἀπαιωρούμεναι οὐ διέσῳζον τὸν᾿ Ισραὴλ συμπλεκόμενον; οὐ πειραζομένῳ δὲ τῷ᾿ Ιὼβ οἱ υἱοί τε καὶ αἱ θυγατέρες ἀθρόᾳ τινὶ προσβολῇ τὸν ἀνθρώπινον κατεστρέψαντο βίον; οὐκοῦν οὐ τῶν ὅρων τῆς ζωῆς πληρωθέντων, ἀλλὰ διὰ ψυχῆς στερρότητος βάσανον τῷ ἀθλητῇ τὰ τῆς ἀτεκνίας ἐπήρχετο. τοῦ᾿ Ιεφθάε δὲ τὸ θυγάτριον οὐ διὰ τὸ σκληρὸν τῆς εὐχῆς ἀπεσφάττετο; πῶς δὲ ὁ῎ Αβελ ἀδελφοκτονεῖται, θεσπέσιε, εἴπερ ὅρους ζωῆς ὁ δολοφονηθεὶς ἐκληρώσατο; εἰ δὲ καὶ τῶν ὅρων τῆς ζωῆς πληρωθέντων θανάτῳ που παραδέδοτο, τί δῆτα Κάϊν στένειν καὶ τρέμειν καταδικάζεται καὶ πρὸς ταὐτοπάθειαν διεφυλάττετο; Πῶς δὲ καὶ ὁ σπασάμενος μάχαιραν διὰ μαχαίρας διαφθαρήσεται, εἴ γε ὅροι ζωῆς τοῖς ἀνθρώποις πεπήγασι; νηστεία δὲ καὶ προσευχὴ πῶς δεδύνηται ἐκ χειρὸς ῥύσασθαι θανάτου τὸν ἱκετεύοντα τῶν ὅρων τῆς ζωῆς ἀφικομένων καὶ λύσιν οὐκ ἀνεχομένων σοφίσματος; ἐντυχία δὲ θηρίων καὶ τὰ ἐκ τοῦ παρήκοντος τοῖς ἀνθρώποις συμβαίνοντα πῶς ὅρους διαφυλάττειν δυνήσονται; ὑμνολογοῦντος οὐκ ἀκήκοας τοῦ Δαυὶδ πρὸς τὸν ἐπὶ πάντων θεὸν κεκραγότος καὶ λέγοντος «" ἀπὸ θανάτου τὴν ψυχήν μου ἐρρύσω"»; ἆρά που, ἆρα εἷς τις ὑπῆν ζωῆς ὅρος τοῖς ἀνθρώποις τοῖς ἀνὰ τὰ Σόδομα καὶ τὴν Γομόρραν οἰκήτορσιν, ἢ τῷ φαραωνίτῃ λαῷ τῷ κατὰ τὴν᾿ Ερυθρὰν θάλατταν διολωλότι ὡς ἐν συνθήματι; Εἰ δὲ καὶ" ζωὴν" αἰτοῦντα καὶ λαβόντα καὶ" μακρότητα ἡμερῶν" παρὰ τῆς γραφῆς ἔστιν εὑρεῖν, καὶ" σπέρμα ἀσεβῶν" ἐξολοθρευόμενον καὶ ὡσεὶ χόρτον καὶ" λάχανα χλόης" τῷ μαρασμῷ τὸν παρανομοῦντα παραπεμπόμενον, ποῦ σοι σχοίησαν οἱ τῆς ζωῆς ὅροι τὸ βάσιμον; οὐκ ἀκήκοας «" δίκαιος ὡς φοῖνιξ ἀνθήσει" καὶ" ὡσεὶ κέδρος ἐν τῷ Λιβάνῳ πληθυνθήσεται"», «" ἔτι δὲ ὀλίγον καὶ οὐ μὴ ὑπάρξει ὁ ἁμαρτωλὸς καὶ ζητήσεις τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὕροις"», «" καὶ παρῆλθον καὶ ἰδοὺ οὐκ ἦν"»; ἢ πῶς παραλειπτέον τὸ «" εἰ μὴ δι' ὀργὴν ἐχθρῶν, ἵνα μὴ μακροχρονήσωσιν"», ὁ ζωῆς ὅρους περιθρυλλῶν καὶ τὰ Μωσέως ἀποσκορακίζων διδάγματα; οὐ" πρόσωπον κυρίου ἐπὶ ποιοῦντας κακά, τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν"; οὐ" παιδεύων" τὸν δίκαιον παιδεύσει ὁ κύριος μὴ παραδοὺς τῷ θανάτῳ; τίνων" ἐν ματαιότητι αἱ ἡμέραι ἐξέλιπον καὶ τὰ ἔτη μετὰ σπουδῆς"; οὐ τῶν ἀποβαλλομένων εὐσέβειαν; περὶ τίνων δέ φησιν ἡ γραφὴ «" γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι"» εἰ μὴ περὶ τῶν μὴ φοβουμένων τὸν κύριον, δι' οὗ συντελεσθῆναι πονηρίαν ἁμαρτωλῶν ὁ προφήτης" γυμνῇ τῇ κεφαλῇ" ἀνακέκραγε; τίνων" παλαιστὰς τὰς ἡμέρας" διέθετο; τὸ δὲ «" ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου"» καὶ «" μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου"» πῶς οἷόν τέ ἐστι τὴν γραφὴν νομοθετοῦσαν ἐκδέξασθαι, εἴπερ ὅροι ζωῆς ἀκινήτως ἔχοντες τὸ εὐδόχιμον συμφυῶς τοῖς ἀνθρώποις συγκαταβέβληνται;᾿ Εζεκίᾳ δὲ πῶς ἐπενθήκη πεφιλοτίμηται διὰ τὸ δάκρυον; ἢ τίς ἀνέξεται ὅρον ἐκδέξασθαι τὸν ὕφεσιν ἢ ἐπαύξησιν λαμβάνειν δυνάμενον, ὦ γενναῖε νομοθέτα καὶ μέχρι τῆς ὕβρεως ἔχων τὴν δύναμιν;῎ Οντως ἑλληνικῆς μυθολογίας ἀπομιμήματα καὶ τῆς ἀνυποστάτου καὶ μετεωρολογικῆς εἱμαρμένης ἰνδάλματα τὰ κενὰ ταῦτα τῆς ἀσπουδάστου σπουδῆς τερατολογήματα. σὺ δέ μοι σκίρτα καὶ χόρευε καὶ παιανίζων τὰ τοῦ Πανὸς ἐπιδείκνυσο. συνήγαγες γὰρ ἀνέμους εἰς κόλπον σου τοῖς σοφίσμασι. τῶν διακένων ὀνειράτων εἰκόσι μεγαλοφρονεῖς καὶ διέστηκέ σοι τοῖς ἐνυπνίοις ἡ θάλασσα θαυματουργεῖς τε Μωσαϊκώτερον καὶ τριστάται σοι καὶ ἅρματα διολώλασι καὶ τυμπανίζεις τοῖς τρόποις ἀποφυσώμενος καὶ τὸν Δαυὶδ ἀπεικονίζεις ταῖς ἐξορχήσεσι, λόγους σεμνούς, οὐ σκηνὴν ἐκπομπεύων ἁγίαν, καὶ μονονουχὶ κορυβαντιῶσιν εἰκάζῃ καὶ τοῖς μελαγχολῶσι γέγονας παραπλήσιος, μήτε γράμματος ἐπιστασίαν μεμαθηκὼς μήτε θεωρίας ὅρους ἀναλεξάμενος.᾿ Αλλ' εἴ γε, δικασταί, τῆς ἀγωνίας τὸ κράτος ἀνεδησάμεθα, οὐ σελίνῳ καὶ κοτίνῳ στέφεσθαι παρ' ὑμῶν ἀξιοῦμεν, ἀλλ'" ὅπλῳ εὐδοκίας" γεραίρεσθαι καὶ ψήφῳ κυρώσεως καταλάμπεσθαι καὶ τῷ κρότῳ τῆς βεβαιώσεως ἀγλαΐζεσθαι, ὅπως καὶ ἡμεῖς μετὰ τοῦ προφήτου βοήσωμεν σήμερον «" ἀλήθεια ἐκ τῆς γῆς ἀνατέταλκε καὶ δικαιοσύνη" πρὸς τὸ ἡμέτερον ἐκ τῶν οὐρανῶν" διέκυψε" δικαστήριον». Τοῦ αὐτοῦ περὶ τοῦ αὐτοῦ ζητήματος ἀπόφασις διὰ προσωποποιΐας οἱ διαιτηταὶ Εὐάγγελος καὶ Θεόπεμπτοσ Τοῦ κρίσιν καὶ δικαιοσύνην ἀγαπῶντος θεοῦ καὶ ῥῆμα διδοῦντος" ἐν ἀνοίξει τοῦ στόματος" χείλεσί τε χάριν ἐκχέοντος καὶ καταρτίζοντος γλῶτταν ὡσεὶ κάλαμον γραμματέως καὶ ὡραΐζοντος, ἡνιοχοῦντος δὲ καρδίας κινήματα καὶ νοῦν πρὸς τὰς εὐθείας ἐπιβολὰς οἰακίζοντος, διδοῦντος δὲ" μόρφωσιν γνώσεως" παντί που τῷ αἰτοῦντι καὶ κρούοντι τῆς ἄνω θεωρίας τὴν θύραν καὶ πρὸς τὰ ἐνδόμυχα τῶν νοημάτων εἰσάγοντος, σοφίας τε πληροῦντος ποτήριον καὶ μεθύσκοντος ὡσεὶ κράτιστον τοὺς διψῶντας ῥεῖθρον παιδεύσεως, νῦν ἕκαστος ἡμῶν δεηθήσεται αἴνιγμα καὶ" λόγον σκοτεινὸν" ἐξοῖσαι" ὡς φῶς" καὶ διαμορφῶσαι κάλλει τρανώτατα," λόγον" τε" ἀγαθὸν" ἐξερεύξασθαι βασιλικὴν ὁδὸν πορευόμενον εὐαγγελικήν τε καὶ λείαν καὶ σκολιὸν οὐδὲν ἐπιφερομένην πρὸς πλάνην ἀνώμαλον.῾ Ημεῖς μὲν οὖν φιλοσοφοῦντες περὶ τοῦ προκειμένου δόγματος ὑμῖν εἰς ἐξέτασιν οὔτε ὅρους ζωῆς φαμεν παντί τε καὶ πάντας καὶ ἐξ ἀνάγκης ἔχοντας τὸ ἀκίνητον– ἑλληνικὸν γὰρ καὶ τυραννικῆς εἱμαρμένης ἴδιον τοῦτο καθέστηκε καὶ τῆς ἐκκλησιαστικῆς νομοθεσίας ἀλλότριον– οὔτε δὲ τὴν ἔκχυτον ἀοριστίαν πρεσβεύομεν πρὸς ἄβυσσον ἀπειρίας ὁρῶντες ὡς ἀπᾴδουσαν πάντῃ τῆς φύσεως (μόνῳ γὰρ θεῷ προσενεκτέον τὸ ἄπειρον διὰ τὴν τῆς ἀκαταληψίας ὑπεροχήν). τοίνυν προαιρετικῶς ἡμῖν ἕπεται καὶ μῆκος ζωῆς καὶ ἡ παρὰ τοῦ θανάτου κολόβωσις. ὡς γὰρ ἐφ' ἡμῖν ἀρετή τε καὶ κακία καθέστηκε βασιλεία τε οὐρανῶν καὶ σκότος αἰώνιον καὶ" σκώληξ" ἀκοίμητος καὶ" πῦρ" ἀκατάσβεστον καὶ ὅσα προητοίμασε πρὸς κόλασιν ἢ τρυφὴν ἡ ἀδέσκατος κρίσις καὶ μισοπόνηρος τοῦ θεοῦ, οὕτω καὶ ζωῆς ἐπίδοσις καὶ θανάτου φορὰ ἀρετῇ ἢ κακίᾳ τῷ ἀνθρωπίνῳ φύλῳ προσπεπήγασιν.῍ Η οὐχὶ καὶ τὸ θεόπλαστον ζῷον" ὁ ἄνθρωπος ὁ πρῶτος ἐκ γῆς" γενόμενος" χοϊκός", θανάτου καὶ ἀθανασίας ὑπῆρχε μεταίχμιον; μετὸν γὰρ αὐτῷ μηδαμῶς ἠθετηκότι τὸ πρόσταγμα θανάτου μὴ γεύσασθαι ἢ ἔμπαλιν πλανηθέντι δι' ὄκνον ἀρετῆς καὶ ἀπροσεξίαν τοῦ κρείττονος εἰς ἀνάλυσιν φθορᾶς ἀποστρέφεσθαι καὶ πρὸς τοὺς κόλπους τῆς γῆς τὴν ἐπανάζευξιν ἡμαρτηκότι ποιήσασθαι. ζωῆς μὲν οὖν ὕπεισιν ὅροι καθὸ πεφυκότες ἐκ γῆς εἰς γῆν πάντες ἀπελευσόμεθα, ἐπίδοσις δὲ καὶ ἐκκοπὴ τῇ ζωῇ τῶν ἀνθρώπων προσγίνεται ἢ δι' ἀρετὴν ἢ διὰ κακίαν ψυχῆς. Τίνων" τὰ κῶλα" ἔπεσον" ἐν τῇ ἐρήμῳ"; οὐ τῶν κρεωφαγίαν ἐπιζητούντων; οὐ προσευχῇ νηστευτοῦ ἠμαυρώθη τὸ δηλητήριον, ὅτε τῆς τολύπης συμπαραληφθείσης κινδυνεύειν ἔμελλον οἱ ἑστιάτορες; οὐκ" ἔστη Φινεὲς καὶ ἐξιλάσατο καὶ ἐκόπασεν ἡ θραῦσις";῾ Αβραὰμ δὲ καὶ Μωσῆς καὶ Δαυὶδ οὐ προσετέθησαν" ἐν γήρει καλῷ μετὰ τῶν πατέρων" αὐτῶν; οὐ" τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἕκαστος ἀποθανεῖται" καὶ" θάνατος ἁμαρτωλῶν πονηρός"; οὐκ» ἐξολοθρευθήσονται ἀσεβεῖς" ἐν τάχει"» φησὶν ἡ γραφή, καὶ πάλιν «" ἡμέραν ἐφ' ἡμέρας τοῦ βασιλέως προσθήσει τὰ ἔτη"»; οὐκ «ἐὰν" ἐπιστρέψῃς καὶ εἰσακούσῃ κυρίου τοῦ θεοῦ σου καὶ ποιήσῃς πάσας τὰς ἐντολάς, πολυωρήσει σε κύριος ὁ θεός σου ἐν τοῖς ἐγγόνοις τῆς κοιλίας σου καὶ ἐν τοῖς γεννήμασι τῆς γῆς σου καὶ ἐν τοῖς ἐγγόνοις τῶν κτηνῶν σου"» τὸ θεῖον ἐδίδαξε λόγιον; οὐκ «" ἰδοὺ δέδωκα πρὸ προσώπου σου σήμερον τὴν ζωὴν καὶ τὸν θάνατον"» φησὶν ἡ γραφή; οὐκ «" ἐὰν εἰσακούσητε τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ, ζήσεσθε καὶ πολλοὶ ἔσεσθε καὶ εὐλογήσει σε κύριος ὁ θεός σου"» τὸ Μωσέως ἐνομοθέτησε πρόσταγμα; οὐκ «" ἐὰν μεταστῇ ἡ καρδία σου καὶ οὐκ εἰσακούσῃ, ἀπωλείᾳ ἀπολεῖσθε καὶ οὐ μὴ πολυήμεροι γένησθε ἐπὶ τῆς γῆς"» τὸ ἱερόν που γράμμα ἐφθέγξατο; οὐκ «" ἀπέναντι τὴν γῆν ὄψει καὶ οὐκ εἰσελεύσῃ"» κύριος λέγει τῷ Μωσεῖ «διότι" ἐπὶ ὕδατος ἀντιλογίας" οὐκ εὐλόγησάς με»; Καὶ τί δῆτα περὶ τῶν παραπλήσια διεξοδικώτερον ἐπεξέλθωμεν καὶ φόρτῳ ῥημάτων πολλῶν τὸν λόγον παχύνομεν; ἴσμεν δι' εὐχὴν δικαίων πολλάκις καὶ ζωὴν ἐπαγομένην καὶ θάνατον. οὐ τὸν παῖδα τεθνηκότα ζῶντα παρέδωκεν ὁ προστάξας τοῖς οὐρανοῖς καὶ ὑετὸν χαλινώσας τῇ γλώσσῃ καὶ" ἅρμα πυρὸς" ἡνιοχήσας ὀχούμενος; ἡ Σωμανῖτις δὲ οὐ τὸν νεκρὸν αὐτῆς ἔλαβε ζῶντα υἱὸν διαφθαρείσης που τῆς νεκρώσεως διὰ τὴν τῆς πρὸς αὐτὸν ζωῆς ἐπανάζευξιν; τῷ ὄντι γὰρ" ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν". οὐ παιζόντων παίδων᾿ Ελισσαῖος κατεδίκασε θάνατον διὰ τὸ πρόσρημα;᾿ Ανανίας δὲ σὺν τῷ γυναίῳ οὐκ ἀπέψυξε" παρὰ τοὺς πόδας τῶν ἀποστόλων" καταδεδικακότος τοῦ Πέτρου τῆς τῶν ῥημάτων φαυλότητος; ἴσμεν δὲ καὶ τέκνα διαφθειρόμενα διὰ τὴν τῶν τεκόντων δυσσέβειαν· οὐ γὰρ ἂν τὰ πρωτότοκα διώλεσεν ὁ ὀλοθρευτὴς ἄγγελος ἐν Αἰγύπτῳ. οἶδε καὶ πατρῴα τις ὁσιότης ἡμαρτηκότων παίδων προΐστασθαι· διὰ γὰρ Δαυὶδ ἐν ἡμέραις Σολομῶν οὐ διαρρήγνυται ἡ βασιλεία οὐδὲ περισχίζονται σκῆπτρα οὐδὲ ταῖς εἰδωλολατρίας ποιναῖς περιβάλλεται. ἴσμεν δι' ἐπιστροφῆς βασιλέως καὶ πόλεως καὶ λαοῦ ὑπερτιθεμένην καταστροφήν· ἡ Νινευῒ διηγείσθω πόσα ἡ μετάνοια δύναται, καίτοι τοῦ θεοῦ διὰ τοῦ προφήτου κηρύξαντος «" ἔτι τρεῖς ἡμέραι καὶ καταστραφήσεται Νινευΐ"»." ἐπίστευσαν οὖν τῷ θεῷ καὶ ἐκήρυξαν νηστείαν", καθά που φησὶν ἡ γραφή," καὶ ἐνεδύσαντο σάκκους καὶ ἀνέστη ἀπὸ τοῦ θρόνου ὁ βασιλεὺς Νινευῒ καὶ περιείλετο τὴν στολὴν αὐτοῦ καὶ περιεβάλετο σάκκον καὶ ἐπὶ σποδοῦ ἐκάθισε"." καὶ μετενόησε", φησίν," ὁ θεὸς ἐπὶ τὰ κακὰ ἃ ἐλάλησε ποιῆσαι αὐτοῖς καὶ οὐκ ἐποίησεν". Πρὸς δὲ τὸν ἐν βασιλεῦσι σοφώτατον οὐκ «" ἐὰν πορευθῇς ἐν τῇ ὁδῷ μου καὶ φυλάξῃς τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ὡς ἐπορεύθη Δαυὶδ ὁ πατήρ σου, πληθυνῶ τὰς ἡμέρας σου"» ἡ θεία φωνὴ κεχρημάτικε; τὸ δὲ «" ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω"» οὐ τῶν βεβιωμένων ἡμῖν παρίστησι τὴν ἀντίδοσιν; οὐκ," ἐὰν μὴ" ἐπιστραφῶμεν," τὸ τόξον" ἐντείνειν καὶ στιλβοῦν" τὴν ῥομφαίαν" ἠπείλησεν ὁ" τὸν θάνατον" μὴ βουλόμενος τῶν ἁμαρτωλῶν ἀλλὰ τὴν ζωὴν καὶ τὸν ἐπὶ ταῖς ἁμαρτίαις μετάμελον; εἰ καὶ" τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας" καταφρονεῖν τῷ ἀνθρωπίνῳ γένει φίλον καθέστηκεν. οὐ παροπτέον δὲ οὐδὲ τὸ «" φόβος κυρίου προστίθησιν ἡμέρας, ἔτη δὲ ἀσεβῶν ὀλιγωθήσεται"». ἑτέρας αἰτίας καθέστηκε τὸ περὶ τῶν ἐν Βηθλεὲμ ἀναιρεθέντων παίδων καὶ τῆς τῶν μεμαρτυρηκότων χοροστασίας, περὶ ὧν οὐ τοῦ παρόντος καιροῦ διεξιέναι τῷ λόγῳ. οὐκ ἔξω δέ που τῆς γνωστικωτάτης μεγαλονοίας τοῦ κτίσαντος ἢ πότε ἢ ὅπως ἢ ὅποι τὸ τῆς ἑκάστου ζωῆς ἡμῶν ἀποτερματίζεται τέλος· οὐκ αἰτία δὲ τοῦ ἁμαρτάνειν ἡμᾶς ἢ μὴ ἁμαρτάνειν ἡ διὰ πάντων διήκουσα καθέστηκε πρόγνωσις τοῦ ἐπὶ πάντων θεοῦ, περὶ οὗ οὐκ ὀλίγα ἄττα πολλοὶ πολλαχοῦ τῶν πρὸ ἡμῶν ἄριστα πεφιλοπονήκασι. Καὶ ταῦτα μὲν ἡμεῖς καὶ φιλοσοφοῦμεν καὶ αὖθις φιλοσοφήσομεν· ὑμεῖς δὲ μὴ γίνεσθε" τέκνα ὀργῆς" τὸ λοιπόν, ἀλλὰ λάβετε πνεῦμα πραότητος, εἰσέλθετε εἰς τὰς συνειδήσεις ὑμῶν, παύσασθε" ἀπὸ ὀργῆς" καὶ τὸν θυμὸν ὀρφανὸν μετὰ τοῦ Δαυὶδ καταλείψατε, νεκρώσατε τῆς ἀλαζονείας τὸ φρόνημα, τὰ μέλη τῆς ἐπάρσεως ἀποτέμετε, τῆς φύσεως τὴν φλεγμονὴν κατευνάσατε, ταπεινώσατε τῆς ὑπερηφανίας τὸ φρόνημά τε καὶ ὕψωμα, οἰκειώσασθε τὴν ταπείνωσιν, μηδὲν γαῦρον ἢ κενταυρικὸν σφετερίσησθε, ἀλλήλων" τῇ τιμῇ" προηγεῖσθε κατὰ τὸν θεῖον ἀπόστολον· ὁ τὰ πρωτεῖα θηράσας λαβεῖν ἔσχατος εὐαγγελικῶς κατατάττεται. μηδένα γνώσεως πλοῦτος ὀγκώσῃ," ἐκ μέρους" γινώσκομεν καὶ" βλέπομεν δι' ἐσόπτρου" καὶ δι' αἰνίγματος κατὰ τὸν θεῖον ἀπόστολον, καὶ τοῦ θύραθεν λόγου τὸ «" ἴσμεν οὐδὲν τρανές, ἀλλ' ἀλώ- μεθα"» τοῖς ἀνθρώποις νενομοθετηκότος ὡς ἔπρεπεν ἀνεξόμεθα. σκινδαλμοὺς δογμάτων καὶ πλοκὰς ἐρωτήσεων καὶ πεύσεων μηχανήματα ἁπλοϊκώτερόν πως καὶ εὐσεβέστερον ἀποδράσωμεν τῶν μὴ πεπιστευμένων ἡμῖν τὰς ἀβύσσους ἰλιγγιάσαντες, ἵνα μὴ" ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν"" λίθον προσκόμματος" ὑποστορέσῃ τῇ προπετείᾳ τῆς γλώττης καὶ προσ- πταίσαντες ἐν αὐτῷ λικμηθῶμεν, εἶτα παρὰ τοῦ Παύ- λου ἀκούσωμεν «" ποῦ σοφός, ποῦ γραμματεύς, ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;"» καὶ τὰ ἑπόμενα. ἀμείψαντες γοῦν μετὰ τῶν τρόπων καὶ τῶν ῥημάτων τὰ δόγματα ἕκαστος ἀπίτω ὑμῶν διη- τυχηκὼς τοῦ βουλήματος.

Intertext edge

Open linked passage

Note