Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1
Ἑρμαγόρας Σωσιπάτρῳ Λίαν ἀγεννῶς ἀκήκοά σε τὴν πενίαν ὀδύρεσθαι καὶ κακίζειν τὸν πλοῦτον ὡς ὄντα παρὰ τοῖς ἀνθρώποις ἀνώμαλον, τοῖς μὲν ἐφικτήν, τοῖς δὲ δυσέφικτον τὴν ἑαυτοῦ παρεχόμενον κτῆσιν, ὥσπερ βασκαίνουσαν ἐπὶ τούτῳ τοῖς ἀνθρώποις τὴν φύσιν. εἰ γὰρ ἡλίου λαμπηδόνες τοῖς ἀνθρώποις ἐπίσης καὶ πυρὸς ἀφθονία τοῖς ὅλοις ἐστὶ προχειρότατος καὶ ποταμῶν ῥεῖθρα χειμάρρων τε καὶ ἀεννάων ἅπασίν ἐστιν εὐπόριστα, τί δῆτα– ἔφης– τὸν χρυσὸν ἡ φύσις οὕτως ἀπηκριβωμένον τοῖς ἀνθρώποις διέθετο καὶ φιλόνεικον δῶρον τοῖς ὑπὸ σελήνην ἀπένειμε, δι' οὗ μέγιστα κακὰ τοῖς ἀνθρώποις φοιτῶσιν; ἐγὼ δὲ πλατὺν γέλωτα τῶν σῶν καταχέω δογμάτων· αὐτὸν γὰρ τὸν τῆς φύσεως ἔπαινον ὑπόθεσιν ψόγου πεποίησαι καὶ ταὐτὸν πέπονθας τῇ γλαυκί· ἀβλεψίας γὰρ αἴτιον ἐκείνη δοκεῖ τὰς περιφανεῖς τοῦ ἡλίου ἐκλάμψεις. λυσιτελῶς λιμώττει χρυσοῦ τὸ ἀνθρώπινον γένος, Σωσίπατρε· ἐντεῦθεν γὰρ καὶ τέχναι τῷ βίῳ εἰσήχθησαν καὶ πόλεις ᾠκίσθησαν καὶ συναλλαγμάτων εὐμάρεια. εἰ δὲ δεῖ συλλήβδην εἰπεῖν, πάσης εὐκοσμίας ἐστέρητο ἂν τὸ περίγειον τουτὶ ἐνδιαίτημα, εἰ μὴ χρυσὸς τοὺς ἀνθρώπους ἀλλήλων ἐπιδεεῖς ἐτεκτήνατο· οὐ γὰρ ἂν πλωτὴρ ἐναυτίλλετο, οὐχ ὁδοιπόρος ἐνεπορεύετο, οὐκ ἀροτῆρα βοῦν οἱ γεωργοῦντες ἐκέκτηντο, οὐ βασιλικῆς ἡγεμονίας ἐπρεσβεύετο σκῆπτρα, οὐκ ἀρχαῖς καὶ προσφόροις τὸ ὑπήκοον ἐκεκόσμητο, οὐ στρατηγὸς ἐδημαγώγει τὸ στράτευμα. εἰ δὲ καὶ ἀπόρρητον λόγον θέλεις μαθεῖν, ἀρετῆς καὶ κακίας ὁ χρυσὸς τὰς ἡνίας πεπίστευται, καὶ βασανίζεται ἔφεσις ψυχῆς δι' αὐτοῦ, καὶ τῷ Κελτικῷ ποταμῷ ἐστιν ἐφάμιλλος· νόθου γὰρ ἀρετῆς καὶ κακίας ἔλεγχός ἐστιν ἀληθέστατος.

Intertext edge

Open linked passage

Note