Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1
Καλλίσταχυς Κυπαρίσσωνι Τῶν ἀκάρπων καὶ ἀνημέρων δένδρων τὴν φύσιν ὁ Σιμιχίδας χθές που ἐνέπρησε· τοιαύτην γὰρ τὴν καταδίκην τοῖς ἀτελεσφορήτοις ἐψηφίσατο δένδροις. ἡ δὲ τοῦ παμφάγου πυρὸς φύσις τὴν ὁρμὴν εἶχεν ἀκόλαστον, καὶ τοῦ ἀγρογείτονος ἄφνω τὸ χωρίον διώλεσεν. ὁ δὲ τὴν διφθέραν ἀφεὶς καὶ τὴν δίκελλαν πρὸς ἄστυ χωρεῖ ῥήτορα ληψόμενος σύμμαχον, καὶ τῷ Σιμιχίδᾳ δικαστήριον συγκεκρότηται. τοῦτο κἀγώ, Κυπαρίσσων, κατὰ σοῦ σκευωρήσομαι, εἰ μὴ ταῖς σαῖς μελίτταις προστάξειας τῶν ἐμῶν λειμώνων ἀπέχεσθαι, καὶ μαθήσῃ ἀλλοτρίοις πόνοις μὴ κεκτῆσθαι πρόσοδον ἄδικον.