Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1
Μελπομένη Πραξιμίλλῃ Ἐπὶ τὸ Λεωκόριον τὰς διατριβὰς ἡ αὐλητρὶς Χρυσογόνη πεποίηται, καὶ τάχα που καὶ τέρπειν οἴεται τοὺς ἐμοὺς ἐραστάς. καί φησιν ἡμᾶς τὸ πορνίδιον ἄγαν δυσανασχετεῖν ἐπὶ τῷ πράγματι. ἐγὼ δὲ οὐ περὶ πολλοῦ πεποίημαι τὸ πραττόμενον· τοὺς γὰρ ἐραστὰς ὁποῖοι ὄντες τυγχάνουσι πρὸς ἡμᾶς τὰ τῆς Χρυσογόνης βασανίσειεν ἤθη. ἀλλὰ γίνου μοι, πρὸς θεῶν, ἀψευδοῦς ἀποκρίσεως σαφέστατος ἄγγελος καὶ τῇ Λακαίνῃ φράσον·" 3μεγίστας σοι χάριτας τοῦ γε ἕνεκα, Χρυσογόνη, ὀφείλομεν· τῇ σῇ γὰρ ἀμορφίᾳ σεμνότερα δειχθήσεται τὰ ἡμέτερα, ἐπεὶ καὶ κολοιοῦ μὴ φανέντος καὶ κόραξ τοῖς εὐπρεπέσι καταλογισθήσεται ὄρνισιν." 3