Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.1
Ἀρίστων Νικίᾳ Φιλομαθέστατον ζῷόν φασι τὸν ἐλέφαντα καὶ ἀνθρωπείων διδαγμάτων μαθητὴν ἐπιδέξιον· οὐ γὰρ ὁ τοῦ σώματος ὄγκος θαυμαστὸς παρ' αὐτῷ ὅσον ὁ τῆς παιδείας κόσμος τετίμηται. καὶ ταῦτα μὲν παῖδες περιθρυλλοῦσιν Ἰνδῶν· ἐγὼ δὲ τοῦ Νικίου τεθαύμακα τῶν ἀλόγων ζῴων ἔχοντος τὸν λογισμὸν ἀλογώτερον. ὑπάρχων γὰρ παῖς ἀνδρὸς σοφιστοῦ τὰς πατρῴας ἐκλελάκτικας ἀρετάς, περὶ δὲ κύβους καὶ παλαίστρας τὴν τοῦ βίου σχολὴν κατηνάλωσας, καὶ γέγονας πέρας εὐγενείας τῷ γένει. εἰ τοίνυν παῖς ἀκούειν Ἑρμαγόρου ἐθέλεις, ὀψέ ποτε πρὸς τὸν ἐκείνου βίον ἐπάνηκε· ἀγαθὸν γὰρ ὅτῳ κἂν ἐν γήρᾳ σοφία τε καὶ φρόνησις παρῇ, καθὰ δοκεῖ καὶ τῷ Πλάτωνι. εἰ δὲ τῶν πάλαι κακῶν δυσανασχετεῖς μεθιστάναι καὶ παῖδα σαυτὸν Ἑρμαγόρου κηρύττεις, τυμβωρύχος ἴσθι τοῦ πατρῴου τάφου γινόμενος· τῇ σῇ γὰρ κακίᾳ τὰς ἐκείνου ἀρετὰς καθυβρίζεις.

Intertext edge

Open linked passage

Note