Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98"> —
⋯
More
Original / primary: Pg Scrape Grc
14.1
Μυρωνίδης Δαμάλῳ Τὸ ποίμνιον ἅπαν ὁ σὸς ἐλυμήνατο παῖς. τὸ κισσύβιον ἀεὶ πληρώσας τοῦ γάλακτος ἐπὶ τὰς πλατάνους ὁ λωποδύτης χωρεῖ καὶ στιβάδα ποιήσας ἀπεριμερίμνως ἀναπέπτωκε καὶ τὸν ἁβροδίαιτον βίον ἀσπάζεται. εἶτα τὴν σύριγγα κομισάμενος ὥσπερ ἐπιδείπνιον ᾠδὴν τὴν εὐθυμίαν προβάλλεται, καὶ τοὺς ἀγροικικοὺς παραχαράττει θεσμούς. τὰ δὲ θρέμματα τῇδε κἀκεῖσε διέσπαρται καὶ πρὸς ἔφοδόν ἐστιν εὐάλωτα. ναὶ δὴ καὶ τοὺς ὄνθους εὐώνους διαπιπράσκει ὁ δείλαιος, καὶ Μυρωνίδην ἀδικῶν οὐκ αἰσχύνεται. εἱστίων χθὲς τὸν Τρυγίαν λαμπρῶς· ἰσχάδες γὰρ ἦν μοι καὶ ἀκρίδες τὰ ὄψα. ὁ δὲ θεσπέσιος οὑτοσὶ νεανίας τῶν ἰσχάδων τὰς πλείστας ἐκβέβρωκε καὶ τὰς ἀκρίδας οὐκ οἶδ' ὅπως ἐξερρόφησεν– ὁ δὲ Τρυγίας ἐκεχήνει– καὶ μοῖράν τινα μετὰ κόρον κομίζεται οἴκαδε. ἀπίτω μοι λοιπὸν τῶν ἀγρῶν ὁ Κλεινίας· τῶν γὰρ πόρρω κακῶν αἱρετώτερόν ἐστιν ἀνέχεσθαι ἢ πολέμιον οἴκαδε τρέφειν κρυπτόμενον.

Intertext edge

Open linked passage

Note