Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98"> —
⋯
More
Original / primary: Pg Scrape Grc
15.1
Ἀταλάντη Κορίννῃ Ἐν τῇ παλαίστρᾳ τὸν Αὐγείαν τεθέαμαι, Κόριννα· τὴν δὲ θέαν οὔτε λόγος ἐκφράσειεν οὔτε ζωγράφου χεῖρες μιμήσαιντο. ἦν γὰρ ὁ νεανίας εὐσθενής, ὄρθιος, τὸ περιστέρνιον λάσιος, οἱ δὲ ὀφθαλμοὶ δορκάδος αὐτῷ. τὸ δὲ βλέμμα οὔτε θυμῷ φοινισσόμενον οὔτε μαλακώτερον τῇ ὑγρότητι, ἀλλ' ἀνδρεῖον καὶ πρᾶον ὁμοῦ. ἡ δὲ χροιὰ ἡ τοῦ σώματος οὔτε πρὸς τὸ θηλυπρεπὲς ἐλευκαίνετο οὔτε πρὸς τὸ μελάντερον κατεσκίαστο. ἡ δὲ θρὶξ ἠρέμα πως ἐπεκύμαινε τῇ οὐλότητι καὶ κυανίζουσαν ὥρᾳ γαλήνης τὴν θάλατταν εἰκονίζετο, ὅτε καὶ τὴν γείτονα χέρσον ἁπαλῷ περιπτύσσεται ῥείθρῳ τὸ μανιῶδες τοῦ κλύδωνος καὶ βάρβαρον παρεάσασα. αἱ δὲ παρειαὶ οὔτε κατέρυθροι– γυναικῶδες γάρ– οὔτε πάλιν ὠχρότητι τὴν εὐπρέπειαν ἐπεστύγναζον. ἡ δὲ ῥὶν λίαν σεμνῶς ἐτετόρνευτο καὶ πολλὴν τῆς δημιουργοῦ φύσεως τὴν ἐπιστήμην ἀπήλεγχε. τὸ δὲ ἔλαιον ἐπιχεόμενον ἡλιοειδῶς περιήστραπτε καὶ ταῖς μαρμαρυγαῖς τῶν ἐκλάμψεων τὴν παλαίστραν ἀκτίνων δίκην ἠγλάιζε. πέπονθα, Κόριννα, τὴν ψυχήν, καὶ δριμυτέρας τῆς ἀλγηδόνος αἰσθάνομαι· ἐρωτικὸν γὰρ διηγήσασθαι πάθος τὸ γυναικεῖον φῦλον αἰσχύνεται.

Intertext edge

Open linked passage

Note